--- title: Periplus of the Euxine Sea author: Arrian source: publication-date: 130 - 131 CE layout: narrative --- Αὐτοκράτορι Καίσαρι Τραϊανῳ̃ Ἀδριανῳ̃ Σεβαστῳ̃ Ἀρριανὸς χαίρειν. ἐς Τραπεζου̃ντα ἥκομεν, πόλιν Ἑλληνίδα, ὡς λέγει ὁ Ξενοφω̃ν ἐκει̃νος, ἐπὶ θαλάσσῃ ᾠκισμένην, Σινωπέων ἄποικον, καὶ τὴν θάλασσαν τὴν του̃ Εὐξείνου ἄσμενοι κατείδομεν ὅθενπερ καὶ Ξενοφω̃ν καὶ σύ. καὶ οἱ βωμοὶ ἀνεστα̃σιν ἤδη, λίθου μέντοι γε του̃ τραχέος, καὶ τὰ γράμματα διὰ του̃το οὐκ εὔδηλα κεχάρακται, τὸ δὲ Ἑλληνικὸν ἐπίγραμμα καὶ ἡμαρτημένως γέγραπται, οἱ̃α δὴ ὑπὸ βαρβάρων γραφέν. ἔγνωκα οὐ̃ν τούς τε βωμοὺς λίθου λευκου̃ ἀναθει̃ναι, καὶ τὰ ἐπιγράμματα ἐγχαράξαι εὐσήμοις τοι̃ς γράμμασιν. ὁ μὲν γὰρ ἀνδριὰς ἕστηκεν ὁ σὸς τὸ μὲν σχη̃μα ἐπιτηδείως &μδαση; ἀποδείκνυσιν γὰρ τὴν θάλασσαν &μδαση; , τὴν δὲ ἐργασίαν οὔτε ὅμοιός σοι οὔτε ἄλλως καλός· ὥστε πέμψον ἀνδριάντα ἄξιον ἐπονομάζεσθαι σὸν ἐν τῳ̃ αὐτῳ̃ τούτῳ σχήματι· τὸ γὰρ χωρίον ἐπιτηδειότατον ἐς μνήμην αἰώνιον. πεποίηται δὲ καὶ ὁ νεὼς λίθου τετραγώνου οὐ φαύλως· ἀλλὰ τὸ του̃ Ἑρμου̃ ἄγαλμα οὔτε του̃ νεὼ ἄξιόν ἐστιν οὔτε αὐτου̃ του̃ χωρίου. εἰ δέ σοι δοκει̃, πέμψον μοι πεντάπουν μάλιστα Ἑρμου̃ ἄγαλμα· τηλικου̃τον γάρ μοι δοκει̃ ἔσεσθαι ὥς γε πρὸς τὸν νεὼν σύμμετρον. καὶ ἄλλο του̃ Φιλησίου τετράπουν· οὐ γὰρ ἀπὸ τρόπου δοκει̃ μοι σύνναος καὶ σύμβωμος ἔσεσθαι τῳ̃ προπάτορι. καὶ ὃ μέν τις τῳ̃ Ἑρμῃ̃, ὃ δὲ τῳ̃ Φιλησίῳ, ὃ δὲ καὶ ἀμφοι̃ν θύσει παριών. χαριου̃νται δὲ καὶ οὑ̃τοι κἀκει̃νοι τῳ̃ τε Ἑρμῃ̃ καὶ τῳ̃ Φιλησίῳ· τῳ̃ μέν Ἑρμῃ̃, ὅτι τὸν ἔγγονον αὐτου̃ τιμω̃σιν, τῳ̃ δὲ Φιλησίῳ, ὅτι τὸν αὐτου̃ προπάτορα. ὡς ἔγωγε καὶ ἐβουθύτησα ἐνταυ̃θα, οὐχ ὥσπερ ὁ Ξενοφω̃ν ἐκει̃νος ἐν Κάλπης λιμένι ὑφ᾽ ἁμάξης βου̃ν λαβὼν δι᾽ ἀπορίαν ἱερείων, ἀλλὰ τω̃ν Τραπεζουντίων αὐτω̃ν παρασκευασάντων ἱερει̃ον οὐκ ἀγεννές. καὶ ἐσπλαγχνευσάμεθα αὐτόθι καὶ τοι̃ς σπλάγχνοις ἐπεσπείσαμεν. ὅτῳ δὲ πρώτῳ τἀγαθὰ ηὐχόμεθα, οὐ λανθάνομέν σε τόν τε τρόπον τὸν ἡμέτερον οὐκ ἀγνοου̃ντα καὶ σαυτῳ̃ συνειδότα ὅτι ἄξιος εἰ̃ ὑπὲρ ὅτου πάντες ἃν εὔξαιντο τἀγαθὰ κἂν ὅσοι ἡμω̃ν ἔλαττον ὑπὸ σου̃ εὐ̃ πεπόνθασιν. ἔκ Τραπεζου̃ντος δὲ ὁρμηθέντες τῃ̃ μὲν πρώτῃ ἐς Ὕσσου λιμένα κατήραμεν καὶ τοὺς πεζοὺς τοὺς ταύτῃ ἐγυμνάσαμεν· ἡ γὰρ τάξις αὕτη, ὡς οἰ̃σθα, πεζω̃ν ἐστιν καὶ ἱππέας εἴκοσιν ἐς διακονίαν ἔχει. ἀλλὰ καὶ τούτους τὰς λόγχας ἀκοντίσαι ἐδέησεν. ἐνθένδε ἐπλέομεν, τὰ μὲν πρω̃τα ται̃ς αὔραις ται̃ς ἐκ τω̃ν ποταμω̃ν πνεούσαις ἕωθεν καὶ ἅμα ται̃ς κώπαις διαχρώμενοι· ψυχραὶ μὲν γὰρ ἠ̃σαν αἱ αὐ̃ραι, ὡς λέγει καὶ Ὅμηρος, οὐχ ἱκαναὶ δὲ τοι̃ς ταχυναυτει̃ν βουλομένοις. εἰ̃τα γαλήνη ἐπέλαβεν, ὥστε τῃ̃ εἰρεσίᾳ μόνῃ ἐχρώμεθα. ἔπειτα δὲ ἄφνω νεφέλη ἐπαναστα̃σα ἐξερράγη κατ᾽ εὐ̃ρον μάλιστα, καὶ ἐπήνεγκεν πνευ̃μα ἐξαίσιον καὶ του̃το ἀκριβω̃ς ἐναντίον, ὅπερ κἂν μόνον ἀπώλεσεν ἡμα̃ς· κοίλην μὲν γὰρ δι᾽ ὀλίγου τὴν θάλασσαν ἐποίησεν, ὡς μὴ κατὰ τὰς κώπας μόνον ἀλλὰ καὶ ὑπὲρ τὰς παρεξειρεσίας ἐπεσρει̃ν ἡμι̃ν ἑκατέρωθεν ἀφθόνως του̃ ὕδατος, του̃το δὴ τὸ τραγικόν, ̔καὶ τὴν μὲν ἐξηντλου̃μεν, ἣ δ᾽ ἐπεσρέει?̓ ἀλλ᾽ οὐ πλάγιόν γε ἠ̃ν τὸ κλυδώνιον. ταύτῃ καὶ ἠνύτομεν μόλις καὶ χαλεπω̃ς τῃ̃ εἰρεσίᾳ, καὶ μέντοι πολλὰ παθόντες ἥκομεν ἐς τὰς Ἀθήνας. ἔστιν γάρ τοι καὶ ἐν Πόντῳ τῳ̃ Εὐξείνῳ χωρίον οὕτω καλούμενον, καί τι καὶ Ἀθηνα̃ς ἱερόν ἐστιν αὐτόθι Ἑλληνικόν, ὅθεν μοι δοκει̃ καὶ τὸ ὄνομα εἰ̃ναι του̃το τῳ̃ χωρίῳ. καὶ φρούριόν τι ἐστὶν ἠμελημένον. ὁ δὲ ὅρμος οἱ̃ος ὥρᾳ ἔτους δέχεσθαι οὐ πολλὰς ναυ̃ς καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέμου καὶ αὐ̃ του̃ εὔρου· σῴζοιτο δ᾽ ἂν καὶ του̃ βορρα̃ τὰ ὁρμου̃ντα πλοι̃α, ἀλλ᾽ οὐ του̃ γε ἀπαρκτίου οὐδὲ του̃ θρᾳσκίου μὲν ἐν τῳ̃ Πόντῳ, σκίρωνος δὲ ἐν τῃ̃ Ἑλλάδι καλουμένου. ἐς δὲ τὴν νύκτα βρονταί τε σκληραὶ καὶ ἀστραπαὶ κατει̃χον, καὶ πνευ̃μα οὐ τὸ αὐτὸ ἔτι, ἀλλ᾽ ἐς νότον μεθειστήκει, καὶ δι᾽ ὀλίγου ἀπὸ του̃ νότου ἐς λίβα ἄνεμον, καὶ ται̃ς ναυσὶν οὐκέτι ἀσφαλὴς ὁ ὅρμος ἠ̃ν. πρὶν οὐ̃ν παντάπασιν ἀγριωθη̃ναι τὴν θάλασσαν, ὅσας μὲν αὐτὸ τὸ χωρίον αἱ Ἀθη̃ναι δέξασθαι ἐδύναντο, ταύτας αὐτου̃ ἐνεωλκήσαμεν, πλὴν τη̃ς τριήρους· αὕτη γὰρ πέτρᾳ τινὶ ὑφορμου̃σα ἀσφαλω̃ς ἐσάλευεν. τὰς δὲ πολλὰς ἐδόκει πέμπειν ἐς τοὺς αἰγιαλοὺς τοὺς πλησίον νεωλκηθησομένας. καὶ ἐνεωλκήθησαν ὥστε ἀπαθει̃ς διαγενέσθαι πάσας πλὴν μια̃ς, ἥντινα ἐν τῳ̃ ὁρμίζεσθαι πρὸ του̃ καιρου̃ ἐπιστρέψασαν πλαγίαν ὑπολαβὸν τὸ κυ̃μα ἐξήνεγκεν ἐς τὴν ᾐόνα καὶ συνέτριψεν. ἀπεσώθη μέντοι πάντα, οὐ τὰ ἱστία μόνον καὶ τὰ σκεύη τὰ ναυτικὰ καὶ οἱ ἄνθρωποι, ἀλλὰ καὶ οἱ ἡ̃λοι, καὶ ὁ κηρὸς ἀπεξύσθη, ὡς μηδενὸς ἄλλου ἢ ξύλων δει̃σθαι ναυπηγησίμων ἐς τὴν κατασκευήν, ὡ̃ν παμπόλλη, χειμὼν ἐπὶ δύο ἡμέρας κατει̃χεν, καὶ ἠ̃ν ἀνάγκη μένειν· ἐχρη̃ν γὰρ ἄρα μηδὲ τὰς ἐν τῳ̃ Πόντῳ Ἀθήνας παραπλευ̃σαι ἡμα̃ς ὥσπερ τινὰ ὅρμον ἔρημον καὶ ἀνώνυμον. ἐνθένδε ἄραντες ὑπὸ μὲν τὴν ἕω πλαγίου του̃ κλύδωνος ἐπειρώμεθα, προϊούσης δὲ τη̃ς ἡμέρας βορρα̃ς ἐπιπνεύσας ὀλίγος κατέστησε τὴν θάλασσαν καὶ διατρεμη̃σαι ἐποίησεν. καὶ ἤλθομεν πρὸ τη̃ς μεσημβρίας σταδίους πλείους ἢ πεντακοσίους ἐς Ἄψαρον[^e4801186-cf14-4184-b1a0-b07340fbd108], ἵναπερ αἱ πέντε σπει̃ραί εἰσιν ἱδρυμέναι. καὶ τὴν μισθοφορὰν τῃ̃ στρατιᾳ̃ ἔδωκα καὶ τὰ ὅπλα εἰ̃δον καὶ τὸ τει̃χος καὶ τὴν τάφρον καὶ τοὺς κάμνοντας καὶ του̃ σίτου τὴν παρασκευὴν τὴν ἐνου̃σαν. ἥντινα δὲ ὑπὲρ αὐτω̃ν τὴν γνώμην ἔσχον, ἐν τοι̃ς Ῥωμαϊκοϊς γράμμασιν γέγραπται. ὁ δὲ Ἄψαρος[^8b844f2a-e0b9-40dd-9548-6fdf007fb1bd] τὸ χωρίον λέγουσιν ὅτι Ἄψυρτος ἐκαλει̃το πάλαι ποτέ· ἐνταυ̃θα γὰρ τὸν Ἄψυρτον ὑπὸ τη̃ς Μηδείας ἀποθανει̃ν, καὶ τάφος Ἀψύρτου δείκνυται. ἔπειτα διαφθαρη̃ναι τὸ ὄνομα ὑπὸ τω̃ν περιοίκων βαρβάρων, καθάπερ καὶ ἄλλα πολλὰ διέφθαρται· ὁπότε καὶ τὰ Τύανα[^3f0e226b-f6c9-4ce9-9aa3-3cacc0744d1e] τὰ ἐν τοι̃ς Καππαδόκαις Θόανα λέγουσιν ὅτι ὠνομάζετο ἐπὶ Θόαντι, τῳ̃ βασιλει̃ τω̃ν Ταύρων, ὃς τοὺς ἀμφὶ Ὀρέστην καὶ Πυλάδην διώκων ἄχρι τη̃σδε τη̃ς χώρας ἐλθει̃ν φημίζεται καὶ ἐνταυ̃θα νόσῳ ἀποθανει̃ν. ποταμοὺς δὲ παρημείψαμεν ἐν τῳ̃ παράπλῳ τῳ̃ ἀπὸ Τραπεζου̃ντος τόν τε Ὕσσον, ὅτου ἐπώνυμος Ὕσσου λιμήν, ὃς ἀπέχει Τραπεζου̃ντος σταδίους ὀγδοήκοντα καὶ ἑκατόν, καὶ τὸν Ὄφιν, ὃς ἀπέχει Ὕσσου λιμένος ἐς ἐνενήκοντα σταδίους μάλιστα καὶ ὁρίζει τὴν Κόλχων χώραν ἀπὸ τη̃ς Θιαννικη̃ς. ἔπειτα τὸν Ψυχρὸν καλούμενον ποταμὸν διέχοντα ὅσον τριάκοντα σταδίους ἀπὸ του̃ Ὄφιος. ἔπειτα τὸν Καλὸν ποταμόν· καὶ οὑ̃τος τριάκοντα διέχει ἀπὸ του̃ Ψυχρου̃. ἐχόμενος δέ ἐστιν ὁ Ῥίζιος ποταμός, ἑκατὸν καὶ εἴκοσι σταδίους διέχων ἀπὸ του̃ Καλου̃. καὶ ἀπὸ τούτου τριάκοντα Ἄσκουρος ἄλλος ποταμός, καὶ Ἀδιηνός τις ἀπὸ του̃ Ἀσκούρου ἑξήκοντα· ἐνθένδε ἐς Ἀθήνας ὀγδοήκοντα καὶ ἑκατόν. ται̃ς δὲ Ἀθήναις Ζάγατις ποταμὸς ἑπτὰ μάλιστα σταδίους ἀπ᾽ αὐτω̃ν διέχων πρόσκειται. ἀπὸ δὲ τω̃ν Ἀθηνω̃ν ὁρμηθέντες τὸν Πρύτανιν[^52c64089-01c8-4a73-99dd-d28afc6c5af9] παρημείψαμεν, ἵναπερ καὶ τὰ Ἀγχιάλου βασίλειά ἐστιν. καὶ οὑ̃τος ἀπέχει τεσσαράκοντα σταδίους ἀπὸ τω̃ν Ἀθηνω̃ν. του̃ Πρυτάνεως[^7010dcd9-ac7f-4bc7-9d87-fd87b9e3c966] δὲ ἔχεται ὁ Πυξίτης ποταμός· στάδιοι ἐνενήκοντα ἐν μέσῳ ἀμφοι̃ν. καὶ ἀπὸ του̃ Πυξίτου ἐς Ἄρχαβιν ἄλλοι ἐνενήκοντα, ἀπὸ δὲ Ἀρχάβιος ἐς Ἄψαρον ἑξήκοντα. ἀπὸ δὲ Ἀψάρου ἄραντες τὸν Ἄκαμψιν παρημείψαμεν νύκτωρ, ἐς πεντεκαίδεκα σταδίους ἀπέχοντα του̃ Ἀψάρου. ὁ δὲ Βαθὺς ποταμὸς ἑβδομήκοντα καὶ πέντε ἀπέχει τούτου, καὶ ὁ Ἀκινάσης[^40ffa3fe-073b-4a5f-b4c1-c3f963edfa48] ἀπὸ του̃ Βαθέος[^6d593939-9e8f-486a-8431-83cb35e55163] ἐνενήκοντα, ἐνενήκοντα δὲ καὶ ἀπὸ Ἀκινάσου ὁ Ἰ̃σις. ναυσίποροι δέ εἰσιν ὅ τε Ἄκαμψις καὶ ὁ Ἰ̃σις, καὶ αὔρας τὰς ἑωθινὰς ἰσχυρὰς ἐκπέμπουσιν. ἀπὸ δὲ Ἴσιος τὸν Μω̃γρον παρημείψαμεν. ἐνενήκοντα στάδιοι μεταξὺ του̃ Μώγρου εἰσὶν καὶ του̃ Ἴσιος. καὶ οὑ̃τος ναυσίπορος. ἐνθένδε ἐς τὸν Φα̃σιν ἐσεπλεύσαμεν ἐνενήκοντα του̃ Μώγρου διέχοντα, ποταμω̃ν ὡ̃ν ἐγὼ ἔγνων κουφότατον ὕδωρ παρεχόμενον καὶ τὴν χρόαν μάλιστα ἐξηλλαγμένον. τὴν μὲν γὰρ κουφότητα τῳ̃ τε σταθμῳ̃ τεκμαίροιτο ἄν τις , καὶ πρὸ τούτου, ὅτι ἐπιπλει̃ τῃ̃ θαλάσσῃ, οὐχὶ δὲ συμμίγνυται, καθάπερ τῳ̃ Πηνειῳ̃ τὸν Τιταρήσιον λέγει ἐπιρρει̃ν Ὅμηρος?̔καθύπερθεν ἠύτ᾽ ἔλαιον᾽. καὶ ἠ̃ν κατὰ μὲν του̃ ἐπιρρέοντος βάψαντα γλυκὺ τὸ ὕδωρ ἀνιμήσασθαι, εἰ δὲ ἐς βάθος τις καθη̃κεν τὴν κάλπιν, ἁλμυρόν. καίτοι ὁ πα̃ς Πόντος πολύ τι γλυκυτέρου του̃ ὑδατός ἐστιν ἤπερ ἡ ἔξω θάλασσα· καὶ τούτου τὸ αἴτιον οἱ ποταμοί εἰσιν, οὔτε πλη̃θος οὔτε μέγεθος σταθμητοὶ ὄντες. τεκμήριον δὲ τη̃ς γλυκύτητος εἰ τεκμηρίων δει̃ ἐπὶ τοι̃ς αἰσθήσει φαινομένοις, ὅτι πάντα τὰ βοσκήματα οἱ προσοικου̃ντες τῃ̃ θαλάσσῃ ἐπὶ τὴν θάλασσαν κατάγουσιν καὶ ἀπ᾽ αὐτη̃ς ποτίζουσιν· τὰ δὲ πίνοντά τε ἡδέως ὁρα̃ται, καὶ λόγος κατέχει ὅτι καὶ ὠφέλιμον αὐτοι̃ς του̃το τὸ ποτόν ἐστιν του̃ γλυκέος μα̃λλον, ἡ δὲ χρόα τῳ̃ Φάσιδι οἵα ἀπὸ μολίβδου ἢ κασσιτέρου βεβαμμένου του̃ ὕδατος· καταστὰν δὲ καθαρώτατον γίγνεται. οὐ τοίνυν νενόμισται ἐσκομίσαι ὕδωρ ἐς τὸν Φα̃σιν τοὺς ἐσπλέοντας, ἀλλ᾽ ἐπειδὰν ἐσβάλωσιν ἤδη ἐς τὸν ῥου̃ν, παραγγέλλεται πα̃ν ἐκχέαι τὸ ἐνὸν ὕδωρ ἐν ται̃ς ναυσίν· εἰ δὲ μή, λόγος κατέχει ὅτι οἱ τούτου ἀμελήσαντες οὐκ εὐπλοου̃σιν. τὸ δὲ ὕδωρ του̃ Φάσιδος οὐ σήπεται, ἀλλὰ μένει ἀκραιφνὲς καὶ ὑπὲρ δέκατον ἔτος, πλήν γε δὴ ὅτι τὸ γλυκύτερον μεταβάλλει. ἐσβαλλόντων δὲ ἐς τὸν Φα̃σιν ἐν ἀριστερᾳ̃ ἵδρυται ἡ Φασιανὴ θεός. εἴη δ᾽ ἂν ἀπό γε του̃ σχήματος τεκμαιρομένῳ ἡ Ῥέα· καὶ γὰρ κύμβαλον μετὰ χει̃ρας ἔχει καὶ λέοντας ὑπὸ τῳ̃ θρόνῳ, καὶ κάθηται ὥσπερ ἐν τῳ̃ Μητρῴῳ Ἀθήνησιν ἡ του̃ Φειδίου. ἐνταυ̃θα καὶ ἡ ἄγκυρα δείκνυται τη̃ς Ἀργου̃ς. καὶ ἡ μὲν σιδηρα̃ οὐκ ἔδοξέ μοι εἰ̃ναι παλαιά &μδαση; καίτοι τὸ μέγεθος οὐ κατὰ τὰς νυ̃ν ἀγκύρας ἐστίν, καὶ τὸ σχη̃μα ἀμηγέπη ἐξηλλαγμένη &μδαση; , ἀλλὰ νεωτέρα μοι ἐφάνη εἰ̃ναι του̃ χρόνου. λιθίνης δέ τινος ἄλλης θραύσματα ἐδείκνυτο παλαιά, ὡς ταυ̃τα μα̃λλον εἰκάσαι ἐκει̃να εἰ̃ναι τὰ λείψανα τη̃ς ἀγκύρας τη̃ς Ἀργου̃ς. ἄλλο δὲ οὐδὲν ὑπόμνημα ἠ̃ν ἐνταυ̃θα τω̃ν μύθων τω̃ν ἀμφὶ τὸν Ἰάσονα. τὸ μέντοι φρούριον αὐτό, ἵναπερ κάθηνται τετρακόσιοι στρατιω̃ται ἐπίλεκτοι, τῃ̃ τε φύσει του̃ χώρου ὀχυρώτατον εἰ̃ναί μοι ἔδοξεν, καὶ ἐν ἐπιτηδειοτάτῳ κει̃σθαι πρὸς ἀσφάλειαν τω̃ν ταύτῃ πλεόντων. καὶ τάφρος διπλη̃ περιβέβληται τῳ̃ τείχει, εὐρει̃α ἑκατέρα. πάλαι μὲν οὐ̃ν γήινον τὸ τει̃χος ἠ̃ν, καὶ πύργοι ξύλινοι ἐφειστήκεσαν· νυ̃ν δὲ ἐκ πλίνθου ὀπτη̃ς πεποίηται καὶ αὐτὸ καὶ οἱ πύργοι· καὶ τεθεμελίωται ἀσφαλω̃ς, καὶ μηχαναὶ ἐφεστα̃σιν, καὶ ἑνὶ λόγῳ, πα̃σιν ἐξήρτυται πρὸς τὸ μηδὲ πελάσαι ἂν τινα αὐτῳ̃ τω̃ν βαρβάρων, μήτι γε δὴ ἐς κίνδυνον καταστη̃σαι πολιορκίας τοὺς ἐν αὐτῳ̃ φρουρου̃ντας. ἐπειδὴ δὲ καὶ τὸν ὅρμον ἐχρη̃ν ἀσφαλη̃ εἰ̃ναι ται̃ς ναυσὶ καὶ ὅσα ἔξω του̃ φρουρίου κατῳκει̃το ὑπό τε τω̃ν πεπαυμένων τη̃ς στρατια̃ς καί τινων καὶ ἄλλων ἐμπορικω̃ν ἀνθρώπων, ἔδοξέ μοι ἀπὸ τη̃ς διπλη̃ς τάφρου, ἣ περιβέβληται τῳ̃ τείχει, ἄλλην τάφρον ἐμβαλει̃ν ὡς ἐπὶ .τὸν ποταμόν, ἣ τό τε ναύσταθμον περιέξει καὶ τὰς ἔξω του̃ τείχους οἰκίας. ἀπὸ δὲ του̃ Φάσιδος Χαρίεντα ποταμὸν παρημείψαμεν ναυσίπορον· στάδιοι μεταξὺ ἀμφοι̃ν ἐνενήκοντα. καὶ ἀπὸ του̃ Χαρίεντος ἐς Χω̃βον ποταμὸν ἐσεπλεύσαμεν ἄλλους ἐνενήκοντα, ἵναπερ καὶ ὡρμίσθημεν. ὡ̃ν δὲ ἕνεκα, καὶ ὅσα ἐνταυ̃θα ἐπράξαμεν, δηλώσει σοι τὰ Ῥωμαϊκὰ γράμματα. ἀπὸ δὲ του̃ Χώβου Σιγγάμην ποταμὸν παρημείψαμεν ναυσίπορον· διέχει δὲ του̃ Χώβου σταδίους ἐς δέκα καὶ διακοσίους μάλιστα. ἔχεται δὲ του̃ Σιγγάμου Ταρσούρας ποταμός· στάδιοι εἴκοσι καὶ ἑκατὸν μεταξὺ ἀμφοι̃ν. ὁ δὲ Ἵππος ποταμὸς του̃ Ταρσούρου πεντήκοντα σταδίους καὶ ἑκατὸν διέχει, καὶ του̃ Ἵππου ὁ Ἀστέλεφος τριάκοντα. παραμείψαντες δὲ τὸν Ἀστέλεφον ἐς Σεβαστόπολιν ἥκομεν πρὸ μεσημβρίας, ἀπὸ Χώβου ὁρμηθέντες, σταδίους εἴκοσι καὶ ἑκατὸν τοὺς ἀπὸ Ἀστελέφου, ὡς καὶ τὴν μισθοφορὰν τοι̃ς στρατιώταις δου̃ναι τη̃ς αὐτη̃ς ἡμέρας, καὶ τοὺς ἵππους καὶ τὰ ὅπλα ἰδει̃ν καὶ τοὺς ἱππέας ἀναπηδω̃ντας ἐπὶ τοὺς ἵππους καὶ τοὺς κάμνοντας καὶ τὸν σι̃τον, καὶ τὸ τει̃χος περιελθει̃ν καὶ τὴν τάφρον. στάδιοι ἀπὸ Χώβου ἐς Σεβαστόπολιν τριάκοντα καὶ ἑξακόσιοι· ἀπὸ Τραπεζου̃ντος δὲ ἐς Σεβαστόπολιν ἑξήκοντα καὶ διακόσιοι καὶ δισχίλιοι. ἡ δὲ Σεβαστόπολις πάλαι Διοσκουριὰς ἐκαλει̃το, ἄποικος Μιλησίων. ἔθνη δὲ παρημείψαμεν τάδε. Τραπεζουντίοις μέν, καθάπερ καὶ Ξενοφω̃ν λέγει, Κόλχοι[^ad2d2701-8891-4e9b-802e-8cd684bed985] ὅμοροι. καὶ οὓς λέγει τοὺς μαχιμωτάτους καὶ ἐχθροτάτους εἰ̃ναι τοι̃ς Τραπεζουντίοις, ἐκει̃νος μὲν Δρίλας ὀνομάζει, ἐμοὶ δὲ δοκου̃σιν οἱ Σάννοι οὑ̃τοι εἰ̃ναι. καὶ γὰρ μαχιμώτατοί εἰσιν ἐς του̃το ἔτι καὶ τοι̃ς Τραπεζουντίοις ἐχθρότατοι, καὶ χωρία ὀχυρὰ οἰκου̃σιν, ἔθνος ἀβασίλευτον καὶ πάλαι μὲν καὶ φόρου ὑποτελὲς Ῥωμαίοις, ὑπὸ δὲ του̃ λῃστεύειν οὐκ ἀκριβου̃σιν τὴν ἀποφοράν. ἀλλὰ νυ̃ν γε διδόντος θεου̃ ἀκριβώσουσιν, ἢ ἐξελου̃μεν αὐτούς. τούτων δὲ ἔχονται Μάκρωνες καὶ Ἡνίοχοι· βασιλεὺς δ᾽ αὐτω̃ν Ἀγχίαλος. Μακρώνων δὲ καὶ Ἡνιόχων ἐχόμενοι Ζυδρει̃ται· Φαρασμάνου οὑ̃τοι ὑπήκοοι. Ζυδρειτω̃ν δὲ Λαζοί· βασιλεὺς δὲ Λαζω̃ν Μαλάσσας, ὃς τὴν βασιλείαν παρὰ σου̃ ἔχει. Λαζω̃ν δὲ Ἀψίλαι[^95271f3b-db1a-4e37-af15-89fdf901eb5e] ἔχονται· βασιλεὺς δὲ αὐτω̃ν Ἰουλιανός· οὑ̃τος, ἐκ του̃ πατρὸς του̃ σου̃ τὴν βασιλείαν ἔχει. Ἀψίλαις[^c6d1ecd7-0a20-4133-b7bd-2af85cba54f0] δὲ ὅμοροι Ἀβασκοί[^668d7d29-7405-450a-99ad-f9195aa4dffb]· καὶ Ἀβασκω̃ν βασιλεὺς Ῥησμάγας· καὶ οὑ̃τος παρὰ σου̃ τὴν βασιλείαν ἔχει. Ἀβασκω̃ν[^e7fa8522-c312-4300-b61a-3154b161c341] δὲ ἐχόμενοι Σανίγαι, ἵναπερ καὶ ἡ Σεβαστόπολις ᾤκισται· Σανιγω̃ν βασιλεὺς Σπαδάγας ἐκ σου̃ τὴν βασιλείαν ἔχει. &μδαση; μέχρι μὲν δὴ Άψάρου ὡς πρὸς ἕω ἐπλέομεν ἐν δεξιᾳ̃ του̃ Εὐξείνου, ὁ δὲ Ἄψαρος πέρας ἐφάνη μοι εἰ̃ναι κατὰ μη̃κος του̃ Πόντου· ἔνθεν γὰρ ἤδη πρὸς ἄρκτον ὁ πλου̃ς ἡμι̃ν ἐγίγνετο ἔστε ἐπὶ Χω̃βον ποταμόν, καὶ ὑπὲρ τὸν Χω̃βον ἐπὶ τὸν Σιγγάμην. ἀπὸ δὲ Σιγγάμου ἐκάμπτομεν ἐς τὴν λαιὰν πλευρὰν του̃ Πόντου ἔστε ἐπὶ τὸν Ἵππον ποταμόν. ἀπὸ δὲ του̃ Ἵππου ὡς ἐπ᾽ Ἀστέλεφον καὶ Διοσκουριάδα κατείδομεν τὸν Καύκασον τὸ ὄρος, τὸ ὕψος μάλιστα κατὰ τὰς Ἄλπεις τὰς Κελτικάς. καὶ του̃ Καυκάσου κορυφή τις ἐδείκνυτο &μδαση; στρόβιλος τῃ̃ κορυφῃ̃ ὄνομα &μδαση; , ἵναπερ ὁ Προμηθεὺς κρεμασθη̃ναι ὑπὸ Ἡφαίστου κατὰ πρόσταξιν Διὸς μυθεύεται. τὰ δὲ ἀπὸ Βοσπόρου του̃ Θρᾳκίου ἔστε ἐπὶ Τραπεζου̃ντα πόλιν ὡ̃δε ἔχει. κατὰ τὸν Θρᾴκιον Βόσπορον καὶ τὸ στόμα του̃ Εὐξείνου Πόντου ἐν τοι̃ς δεξιοι̃ς τη̃ς Ἀσίας μέρεσιν, ἅπερ ἐστὶ του̃ Βιθυνω̃ν ἔθνους, κει̃ται χωρίον λεγόμενον Ἱερόν, ἐν ᾡ̃ νεώς ἐστι Διὸς Οὐρίου οὕτω προσαγορευομένου. του̃το δὲ τὸ χωρίον ἀφετήριόν ἐστι τοι̃ς ἐς τὸν Πόντον πλέουσιν. ἐσπλεύσαντι δὲ ἐς τὸν Πόντον, ἐν δεξιᾳ̃ δὲ τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ ἐχόμενον μέρος του̃ Βιθυνω̃ν ἔθνους τὸ πρὸς τὸν Πόντον κείμενον, ὁ περίπλους ὡ̃δε ἔχει. τὸ Ἱερὸν τοὺ Διὸς του̃ Οὐρίου διέχει ἀπὸ Βυζαντίου σταδίους εἴκοσι καὶ ἑκατόν. καὶ ἔστιν Στενότατον ταύτῃ τὸ στόμα του̃ Πόντου καλούμενον, καθ᾽ ὅ τι ἐσβάλλει ἐς τὴν Προποντίδα. ταυ̃τα μὲν εἰδότι σοι λέγω. ἀπὸ δὲ του̃ Ἱερου̃ πλέοντι ἐν δεξιᾳ̃ Ῥήβας ποταμός· σταδίους διέχει του̃ Ἱερου̃ του̃ Διὸς ἐνενήκοντα. ἔπειτα ἡ Μέλαινα ἄκρα ὡ̃δε καλουμένη, πεντήκοντα καὶ ἑκατόν. ἀπὸ Μελαίνης ἄκρας ἐς Ἀρτάνην ποταμόν, ἵνα καὶ ὅρμος ναυσὶ σμικραι̃ς πρὸς ἱερῳ̃ Ἀφροδίτης, πεντήκοντα ἄλλοι καὶ ἑκατόν. ἀπὸ δὲ Ἀρτάνου ἐς Ψίλλιν ποταμὸν πεντήκοντα καὶ ἑκατόν· καὶ πλοι̃α σμικρὰ ὁρμίζοιτο ἂν πρὸς τῃ̃ πέτρᾳ τῃ̃ ἀνεχούσῃ οὐ πόρρω ἀπὸ του̃ ποταμου̃ τω̃ν ἐκβολω̃ν. ἐνθένδε ἐς Κάλπης λιμένα δέκα καὶ διακόσιοι στάδιοι. ὁ δὲ Κάλπης λιμὴν ὁποι̃όν τι χωρίον ἐστιν καὶ ὁποι̃ος ὅρμος, καὶ ὅτι πηγὴ ἐν αὐτῳ̃ ψυχρου̃ καὶ καθαρου̃ ὕδατος, καὶ ὅτι ὑ̃λαι πρὸς τῃ̃ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὑ̃ται ἔνθηροι, ταυ̃τα Ξενοφω̃ντι τῳ̃ πρεσβυτέρῳ λέλεκται. ἀπὸ Κάλπης λιμένος ἐς Ῥόην στάδιοι εἴκοσιν· ὅρμος ναυσὶ σμικραι̃ς. ἀπὸ Ῥόης ἐς Ἀπολλωνίαν νη̃σον σμικράν, ὀλίγον διέχουσαν τη̃ς ἠπείρου, ἄλλοι εἴκοσι. λιμὴν ὑπὸ τῃ̃ νησι̃δι. καὶ ἔνθεν ἐς Χηλὰς στάδιοι εἴκοσιν. ἀπὸ Χηλω̃ν ὀγδοήκοντα καὶ ἑκατόν, ἵναπερ Σαγγάριος ποταμὸς ἐσβάλλει ἐς τὸν Πόντον. ἐνθένδε ἐς του̃ Ὑπίου τὰς ἐκβολὰς ἄλλοι ὀγδοήκοντα καὶ ἑκατόν. ἐς δὲ Λίλλιον ἐμπόριον ἀπὸ του̃ Ὑπίου στάδιοι ἑκατόν, καὶ ἀπὸ του̃ Λιλλίου ἐς Ἐλαι̃ον ἑξήκοντα. ἐνθένδε ἐς Κάλητα, ἄλλο ἐμπόριον, εἴκοσι καὶ ἑκατόν. ἀπὸ Κάλητος ἐς Λύκον ποταμὸν ὀγδοήκοντα, ἀπὸ δὲ Λύκου ἐς Ἡράκλειαν πόλιν Ἑλληνίδα Δωρικήν, Μεγαρέων ἄποικον, στάδιοι εἴκοσιν. ἐν Ἡρακλείᾳ ὅρμος ναυσίν, ἀπὸ δὲ Ἡρακλείας ἐπὶ μὲν τὸ Μητρῳ̃ον καλούμενον στάδιοι ὀγδοήκοντα. ἐνθένδε ἐς τὸ Ποσείδειον τεσσαράκοντα, καὶ ἔνθεν ἐς Τυνδαρίδας πέντε καὶ τεσσαράκοντα, πέντε δὲ καὶ δέκα ἐνθένδε ἐπὶ τὸ Νυμφαι̃ον. καὶ ἀπὸ του̃ Νυμφαίου ἐπὶ τὸν Ὀξίναν ποταμὸν τριάκοντα. καὶ ἀπὸ Ὀξίνα ἐς Σανδαράκην ἐνενήκοντα. Σανδαράκη ὅρμος ναυσὶ σμικραι̃ς. ἐνθένδε ἐς Κρηνίδας ἑξήκοντα. καὶ ἀπὸ Κρηνίδων ἐς Ψύλλαν ἐμπόριον τριάκοντα. ἐνθένδε ἐς Τίον, πόλιν Ἑλληνίδα Ἰωνικήν, ἐπὶ θαλάσσῃ οἰκουμένην, Μιλησίων καὶ ταύτην ἄποικον, ἐνενήκοντα. ἀπὸ δὲ Τίου ἐς Βιλλαι̃ον ποταμὸν στάδιοι εἴκοσιν. ἀπὸ δὲ Βιλλαίου ἐπὶ τὸν Παρθένιον ποταμὸν στάδιοι ἑκατόν. μέχρι του̃δε Θρᾳ̃κες οἱ Βιθυνοὶ νέμονται, ὡ̃ν καὶ Ξενοφω̃ν ἐν τῃ̃ συγγραφῃ̃ μνήμην ἐποιήσατο ὅτι μαχιμώτατοι εἰ̃εν τω̃ν κατὰ τὴν Ἀσίαν, καὶ τὰ πολλὰ κακὰ ἡ στρατιὰ τω̃ν Ἑλλήνων ὅτι ἐν τῃ̃δε τῃ̃ χώρᾳ ἔπαθεν, ἐπειδὴ ἀπεχωρίσθησαν οἱ Ἀρκάδες ἀπό τε τη̃ς Χειρισόφου καὶ τη̃ς Ξενοφω̃ντος μερίδος. τὰ δὲ ἀπὸ του̃δε ἤδη Παφλαγονία. ἀπὸ Παρθενίου ἐς Ἄμαστριν πόλιν Ἑλληνίδα στάδιοι ἐνενήκοντα· ὅρμος ναυσίν. ἐνθένδε ἐς Ἐρυθίνους ἑξήκοντα. καὶ ἀπὸ Ἐρυθίνων ἐς Κρω̃μναν ἄλλοι ἐξήκοντα. ἐνθένδε ἐς Κύτωρον ἐνενήκοντα. ὅρμος ναυσὶν ἐν Κυτώρῳ. καὶ ἀπὸ Κυτώρου ἐς Αἰγιαλοὺς ἑξήκοντα. ἐς δὲ Θύμηνα ἐνενήκοντα. καὶ ἐς Κάραμβιν εἴκοσι καὶ ἑκατόν. ἐνθένδε ἐς Ζεφύριον ἑξήκοντα. ἀπὸ δὲ Ζεφυρίου ἐς Ἀβώνου τει̃χος, πόλιν σμικράν, πεντήκοντα καὶ ἑκατόν· ὅρμος ναυσὶν οὐκ ἀσφαλής, σαλεύοιεν δ᾽ ἂν ἀπαθει̃ς, εἰ μὴ μέγας χειμὼν κατάσχοι. ἀπὸ δὲ Ἀβώνου τείχους ἐς Αἰγινήτην ἄλλοι πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Κίνωλιν ἐμπόριον ἄλλοι ἑξήκοντα. καὶ ἐν Κινώλι σαλεύοιεν ἂν νη̃ες ὥρᾳ ἔτους. ἀπὸ δὲ Κινώλιος ἐς Σιεφάνην ὀγδοήκοντα καὶ ἑκατόν· ὅρμος ναυσὶν ἀσφαλής. ἀπὸ δὲ Στεφάνης ἐς Ποταμοὺς πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Λεπτὴν ἄκραν ἑκατὸν καὶ εἴκοσιν. ἀπὸ δὲ Λεπτη̃ς ἄκρας ἐς Ἁρμένην ἑξήκοντα· λιμὴν αὐτόθι. καὶ Ξενοφω̃ν τη̃ς Ἁρμένης ἐμνημόνευσεν. καὶ ἔνθεν ἐς Σινώπην στάδιοι τεσσαράκοντα· Σινωπη̃ς Μιλησίων ἄποικοι. ἀπὸ δὲ Σινώπης ἐς Κάρουσαν πεντήκοντα καὶ ἑκατόν· σάλος ναυσίν. ἐνθένδε ἐς Ζάγωρα ἄλλοι αὐ̃ πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς τὸν Ἅλυν ποταμὸν τριακόσιοι. οὑ̃τος ὁ ποταμὸς πάλαι μὲν ὅρος ἠ̃ν τη̃ς Κροἵ??̓ου βασιλείας καὶ τη̃ς Περσω̃ν, νυ̃ν δὲ ὑπὸ τῃ̃ Ῥωμαίων ἐπικρατείᾳ ῥει̃, οὐκ ἀπὸ μεσημβρίας, ὡς λέγει Ἡρόδοτος, ἀλλ᾽ ἀπὸ ἀνίσχοντος ἡλίου. καθ᾽ ὅ τι δὲ ἐσβάλλει ἐς τὸν Πόντον, ὁρίζει τὰ Σινωπέων καὶ Ἀμισηνω̃ν ἔργα. ἀπὸ δὲ Ἅλυος ποταμου̃ ἐς Ναύσταθμον στάδιοι ἐνενήκοντα, ἵναπερ καὶ λίμνη ἐστίν. ἐνθένδε ἐς Κωνώπιον ἄλλην λίμνην ἄλλοι αὐ̃ πεντήκοντα. ἀπὸ σὲ Κωνωπίου ἐς Εὐσήνην ἑκατὸν καὶ εἴκοσιν. ἐνθένδε ἐς Ἀμισὸν ἑκατὸν καὶ ἑξήκοντα. Ἀμισός, πόλις Ἑλληνίς, Ἀθηναίων ἄποικος, ἐπὶ θαλάσσῃ οἰκει̃ται. ἀπὸ δὲ Ἀμισου̃ ἐς Ἀγκω̃να λιμένα, ἵναπερ καὶ ὁ Ἰ̃ρις ἐσβάλλει ἐς τὸν Πόντον, στάδιοι ἐξήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ του̃ Ἴριος τω̃ν ἐκβολω̃ν ἐς Ἡράκλειον ἑξήκοντα καὶ τριακόσιοι· ὅρμος ναυσίν. ἐνθένδε ἐπὶ τὸν Θερμώδοντα ποταμὸν τεσσαράκοντα. οὑ̃τος ὁ Θερμώδων ἐστίν, ἵναπερ αἱ Ἀμαζόνες οἰκη̃σαι λέγονται. ἀπὸ δὲ Θερμώδοντος ἐς Βη̃ριν ποταμὸν στάδιοι ἐνενήκοντα. ἐνθένδε ἐς Θόαριν ποταμὸν ἐξήκοντα. ἀπὸδὲ Θοάριος ἐς Οἰνόην τριάκοντα. ἀπὸ Οἰνόης ἐς Φιγαμου̃ντα ποταμὸν τεσσαράκοντα. ἐνθένδε ἐς Φαδισάνην φρούριον πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Πολεμώνιον πόλιν στάδιοι δέκα. ἀπὸ Πολεμωνίου ἐς ἄκραν Ἰασόνιον καλουμένην στάδιοι τριάκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Κιλίκων νη̃σον πεντεκαίδεκα στάδιοι. ἀπὸ δὲ Κιλίκων νήσου ἐς Βοω̃να πέντε καὶ ἑβδομήκοντα. ἐν Βοω̃νι ὅρμος ναυσίν. ἐνθένδε ἐς Κοτύωρα ἐνενήκοντα. ταύτης ὡς πόλεως Ξενοφω̃ν ἐμνημόνευσεν, καὶ λέγει Σινωπέων ἄποικον εἰ̃ναι· νυ̃ν δὲ κώμη ἐστίν, καὶ οὐδὲ αὐτὴ μεγάλη. ἀπὸ Κοτυώρων ἐς Μελάνθιον ποταμὸν στάδιοι μάλιστα ἑξήκοντα. ἐνδένδε ἐς Φαρματηνὸν ἄλλον ποταμὸν πεντήκοντα καὶ ἑκατὸν. καὶ ἔνθεν ἐς Φαρνακίαν εἴκοσι καὶ ἑκατόν. αὕτη ἡ Φαρνακία πάλαι Κερασου̃ς ἐκαλει̃το, Σινωπέων καὶ αὕτη ἄποικος. ἐνθένδε ἐς τὴν Ἀρητιάδα νη̃σον τριάκοντα. καὶ ἔνθεν ἐς Ζεφύριον εἴκοσι καὶ ἑκατόν· ὅρμος ναυσίν. ἀπὸ δὲ Ζεφυρίου ἐς Τρίπολιν στάδιοι ἐνενήκοντα. ἐνθένδε ἐς τὰ Ἀργύρια στάδιοι εἴκοσιν. ἐκ δὲ τω̃ν Ἀργυρίων ἐς Φιλοκάλειαν ἐνενήκοντα. ἐνθένδε ἐς Κόραλλα ἑκατόν. ἀπὸ δὲ Κοράλλων ἐς Ἱερὸν ὄρος πεντήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ Ἱερου̃ ὄρους ἐς Κορδύλην τεσσαράκοντα· ὅρμος ναυσίν. ἀπὸ δὲ Κορδύλης ἐς Ἑρμώνασσαν πέντε καὶ τεσσαράκοντα. καὶ δευ̃ρο ὅρμος. ἀπὸ δὲ Ἑρμωνάσσης ἐς Τραπεζου̃ντα στάδιοι ἑξήκοντα. ἐνταυ̃θα σὺ ποιει̃ς λιμένα· πάλαι γάρ, ὅσον ἀποσαλεύειν ὥρᾳ ἔτους, ὅρμος ᾐ̃ν. τὰ δὲ ἀπὸ Τραπεζου̃ντος διαστήματα μέχρι Διοσκουριάδος προείρηται διὰ τω̃ν ποταμω̃ν ἀναμετρηθέντα. ἀθροίζονται δὲ ἀπὸ Τραπεζου̃ντος ἐς Διοσκουριάδα, τὴν νυ̃ν Σεβαστόπολιν καλουμένην, στάδιοι δισχίλιοι διακόσιοι ἑξήκοντα. τάδε μὲν τὰ ἀπὸ Βυζαντίου πλεόντων ἐν δεξια̃ ὡς ἐπὶ Διοσκουριάδα, ἐς ὅπερ στρατόπεδον τελευτᾳ̃ Ῥωμαίοις ἡ ἐπικράτεια ἐν δεξιᾳ̃ ἐσπλεόντων ἐς τὸν Πόντον. ἐπεὶ δὲ ἐπυθόμην Κότυν τετελευτηκέναι, τὸν βασιλέα του̃ Βοσπόρου του̃ Κιμμερίου καλουμένου ἐπιμελὲς ἐποιησάμην καὶ τὸν μέχρι του̃ Βοσπόρου[^c6c49c88-bd9f-4fb7-8dfe-7f9c7d6cb743] πλου̃ν δηλω̃σαί σοι, ὡς, εἴ τι βουλεύοιο περὶ του̃ Βοσπόρου[^194829e5-9138-471b-8540-0818df3d50f7], ὑπάρχει σοι καὶ τόνδε τὸν πλου̃ν μὴ ἀγνοου̃ντι βουλεύεσθαι. ὁρμηθει̃σιν οὐ̃ν ἐκ Διοσκουριάδος πρω̃τος ἂν εἴη ὅρμος ἐν Πιτυου̃ντι· στάδιοι τριακόσιοι πεντήκοντα. ἐνθένδε ἐς τὴν Νιτικὴν στάδιοι πεντήκοντα καὶ ἑκατόν, ἵναπερ πάλαι ᾤκει ἔθνος Σκυθικόν, οὑ̃ μνήμην ποιει̃ται ὁ λογοποιὸς Ἡρόδοτος, καὶ λέγει τούτους εἰ̃ναι τοὺς φθειροτρωκτέοντας, καὶ ἐς του̃το ἔτι ἡ δόξα ἡ αὐτὴ ὑπὲρ αὐτω̃ν κατέχει. ἐκ δὲ Νιτικη̃ς ἐς Ἄβασκον ποταμὸν στάδιοι ἐνενήκοντα. ὁ δὲ Βόργυς[^6dd6a6b3-4297-43fc-a760-2e88c193f5f8] του̃ Ἀβάσκου διέχει σταδίους ἑκατὸν καὶ εἴκοσιν, καὶ ὁ Νη̃σις[^26fa5a26-b884-4e21-8ecc-8a984334a2bf] του̃ Βόργυος[^e93f07fb-4574-488e-a6d2-9a3ad7cbe5eb], ἵναπερ καὶ Ἡράκλεια ἄκρα ἀνέχει, σταδίους ἑξήκοντα. ἀπὸ δὲ Νήσιος[^8b01d30c-37e2-4b5c-b926-fdefc7a64181] ἐς Μασαϊτικὴν στάδιοι ἐνενήκοντα. ἐνθένδε ἐς Ἀχαιου̃ντα στάδιοι ἑξήκοντα, ὅσπερ ποταμὸς διορίζει Ζιλχοὺς καὶ Σανίγας. Ζιλχω̃ν βασιλεὺς Σταχέμφαξ· καὶ οὑ̃τος παρὰ σου̃ τὴν βασιλείαν ἔσχεν. ἀπὸ Ἀχαιου̃ντος ἐς Ἡράκλειαν ἄκραν πεντήκοντα καὶ ἑκατὸν στάδιοι. ἐνθένδε ἐς ἄκραν, ἵναπερ σκέπη ἐστὶν ἀνέμου θρᾳσκίου καὶ βορρα̃, ὀγδοήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς τὴν καλουμένην Παλαιὰν Λαζικὴν εἴκοσι καὶ ἑκατὸν στάδιοι. ἐνθένδε ἐς τὴν Παλαιὰν Ἀχαΐα[^ff320d7d-da3f-4ff6-96a1-e1f409187dc4]ν πεντήκοντα καὶ ἑκατόν, καὶ ἔνθεν ἐς Πάγρας λιμένα πεντήκοντα καὶ τριακόσιοι. ἀπὸ δὲ Παγρω̃ν λιμένος ἐς Ἱερὸν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Σινδικὴν τριακόσιοι. ἀπὸ σὲ Σινδικη̃ς ἐς Βόσπορον τὸν Κιμμέριον καλούμενον καὶ πόλιν του̃ Βοσπόρου Παντικάπαιον τεσσαράκοντα καὶ πεντακόσιοι. ἐνθένδε ἐπὶ Τάναϊν ποταμὸν ἑξήκοντα, ὃς λέγεται ὁρίζειν ἀπὸ τη̃ς Ἀσίας τὴν Εὐρώπην. καὶ ὁρμα̃ται μὲν ἀπὸ λίμνης τη̃ς Μαιώτιδος, ἐσβάλλει δὲ ἐς θάλασσαν τὴν του̃ Εὐξείνου Πόντου. καίτοι Αἰσχύλος ἐν Προμηθει̃ Λυομένῳ τὸν Φα̃σιν ὅρον τη̃ς Εὐρώπης καὶ τη̃ς Ἀσίας ποιει̃. λέγουσι γου̃ν αὐτῳ̃ οἱ Τιτα̃νες πρὸς τὸν Προμηθέα ὅτι ἥκομεν τοὺς σοὺς ἄθλους τούσδε, Προμηθευ̃, δεσμου̃ τε πάθος τόδ᾽ ἐποψόμενοι. ἔπειτα καταλέγουσιν ὅσην χώραν ἐπη̃λθον· τῃ̃ μὲν δίδυμον χθονὸς Εὐρώπης μέγαν ἠδ᾽ Ἀσίας τέρμονα Φα̃σιν. τη̃ς δὲ λίμνης τη̃ς Μαιώτιδος περίπλους ἐν κύκλῳ λέγεται σταδίων ἀμφὶ τοὺς ἐνακισχιλίους. ἀπὸ δὲ Παντικαπαίου ἐς κώμην Καζέκα ἐπὶ θαλάσσῃ ᾠκισμένην στάδιοι εἴκοσι καὶ τετρακόσιοι. ἐνθένδε ἐς Θευδοσίαν πόλιν ἐρήμην στάδιοι ὀγδοήκοντα καὶ διακόσιοι. καὶ αὕτη παλαιὰ ἠ̃ν Ἑλλὰς πόλις Ἰωνική, Μιλησίων ἄποικος, καὶ μνήμη ἐστὶν αὐτη̃ς ἐν πολλοι̃ς γράμμασιν. ἐνθένδε ἐς λιμένα Σκυθοταύρων ἔρημον στάδιοι διακόσιοι· καὶ ἔνθεν ἐς Λαμπάδα τη̃ς Ταυρικη̃ς στάδιοι ἑξακόσιοι. ἀπὸ δὲ Λαμπάδος ἐς Συμβόλου λιμένα, Ταυρικὸν καὶ του̃τον, στάδιοι εἴκοσι καὶ πεντακόσιοι. καὶ ἔνθεν ἐς Χερρόνησον τη̃ς Ταυρικη̃ς ὀγδοήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ Χερρονήσου ἐς Καρκινι̃τιν στάδιοι ἑξακόσιοι, καὶ ἀπὸ Καρκινίτιδος ἐς Καλὸν λιμένα, Σκυθικὸν καὶ του̃τον, ἄλλοι ἑπτακόσιοι. ἐκ δὲ Καλου̃ λιμένος ἐς Ταμυράκην τριακόσιοι· ἔσω δὲ τη̃ς Ταμυράκης λίμνη ἐστὶν οὐ μεγάλη. καὶ ἔνθεν ἐς τὰς ἐκροὰς τη̃ς λίμνης ἄλλοι τριακόσιοι. ἐκ δὲ τω̃ν ἐκροω̃ν τη̃ς λίμνης ἐς Ἠϊόνας στάδιοι ὀγδοήκοντα καὶ τριακόσιοι. καὶ ἔνθεν ἐς ποταμὸν Βορυσθένην πεντήκοντα καὶ ἑκατόν. κατὰ δὲ τὸν Βορυσθένην ἄνω πλέοντι πόλις Ἑλλὰς ἄνομα Ὀλβία πεπόλισται. ἀπὸ δὲ Βορυσθένους σθένους ἐπὶ νη̃σον σμικράν, ἐρήμην καὶ ἀνώνυμον, στάδιοι ἑξήκοντα. καὶ ἔνθεν ἐς Ὀδησσὸν ὀγδοήκοντα. ἐν Ὀδησσῳ̃ ὅρμος ναυσίν. ἀπὸ δὲ Ὀδησσου̃ ἔχεται Ἰστριανω̃ν λιμήν. στάδιοι ἐς αὐτὸν πεντήκοντα καὶ διακόσιοι. ἐνθένδε ἔχεται Ἰσιακω̃ν λιμήν. στάδιοι ἐς αὐτὸν πεντήκοντα. καὶ ἔνθεν ἐς τὸ Ψιλὸν καλούμενον στόμα του̃ Ἴστρου διακόσιοι καὶ χίλιοι. τὰ δὲ ἐν μέσῳ ἔρημα καὶ ἀνώνυμα. κατὰ του̃το μάλιστα τὸ στόμα ἐπ᾽ εὐθὺ πλέοντι ἀνέμῳ ἀπαρκτίᾳ ἰδίως τό πέλαγος νη̃σος πρόκειται, ἥντινα οἳ μὲν Ἀχιλλέως νη̃σον, οἳ δὲ Δρόμον Ἀχιλλέως, οἳ δὲ Λευκὴν ἐπὶ τη̃ς χρόας ὀνομάζουσιν. ταύτην λέγεται Θέτις ἀνει̃ναι τῳ̃ παιδί, καὶ ταύτην οἰκει̃ν τὸν Ἀχιλλέα. καὶ νεώς ἐστιν ἐν αὐτῃ̃ του̃ Ἀχιλλέως, καὶ ξόανον τη̃ς παλαια̃ς ἐργασίας. ἡ δὲ νη̃σος ἀνθρώπων μὲν ἐρήμη ἐστίν, νέμεται δὲ αἰξὶν οὐ πολλαι̃ς. καὶ ταύτας ἀνατιθέναι λέγονται τῳ̃ Ἀχιλλει̃ ὅσοι προσίσχουσι. καὶ ἄλλα πολλὰ ἀναθήματα ἀνάκειται ἐν τῳ̃ νεῳ̃, φιάλαι καὶ δακτύλιοι καὶ λίθοι τω̃ν πολυτελεστέρων, καὶ ἐπιγράμματα, τὰ μὲν Ῥωμαι̃κω̃ς τὰ Ἑλληνικω̃ς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι του̃ Ἀχιλλέως. ἔστιν δὲ ἃ καὶ του̃ Πατρόκλου· καὶ γὰρ καὶ τὸν Πάτροκλον τιμω̃σιν σὺν τῳ̃ Ἀχιλλει̃ ὅσοι τῳ̃ Ἀχιλλει̃ χαρίζεσθαι ἐθέλουσιν. ὄρνιθες δὲ πολλοὶ αὐλίζονται ἐν τῃ̃ νήσῳ, λάροι καὶ αἴθυιαι καὶ κορω̃ναι αἱ θαλάσσιαι τὸ πλη̃θος οὐ σταθμητοί. οὑ̃τοι οἱ ὄρνιθες θεραπεύουσιν του̃ Ἀχιλλέως τὸν νεών. ἕωθεν ὁσημέραι καταπέτονται ἐς τὴν θάλασσαν· ἔπειτα ἀπὸ τη̃ς θαλάσσης βεβρεγμένοι τὰ πτερὰ σπουδῃ̃ αὐ̃ ἐσπέτονται ἐς τὸν νεών, καὶ ῥαίνουσιν τὸν νεών. ἐπειδὰν δὲ καλω̃ς ἔχῃ, οἳ δὲ ἐκκαλλύνουσιν αὐ̃ τὸ ἔδαφος τοι̃ς πτεροι̃ς. οἳ δὲ καὶ τάδε ἱστορου̃σιν. τω̃ν προσεσχηκότων τῃ̃ νήσῳ ἱερει̃α τοὺς μὲν ἐξεπίτηδες πλέοντας ἐς αὐτὴν ἐπὶ ται̃ς ναυσὶν κομίζειν, καὶ τούτων τὰ μὲν καταθύειν τὰ δὲ ἀφιέναι τῳ̃ Ἀχιλλει̃· τοὺς δέ τινας ὑπὸ χειμω̃νος ἐξαναγκασθέντας προσέχειν, καὶ τούτους παρ᾽ αὐτου̃ του̃ θεου̃ αἰτει̃ν ἱερει̃ον, χρωμένους περὶ τω̃ν ἱερείων, εἰ λῳ̃όν σφισιν καὶ ἄμεινον θυ̃σαι ὅτι περ ἂν αὐτοὶ τῃ̃ γνώμῃ ἐπιλέξαιντο νεμόμενον, τιμὴν ἅμα καταβάλλοντες τὴν ἀξίαν σφίσιν δοκου̃σαν. εἰ δὲ ἀπαγορεύοι ὁ χρησμός &μδαση; εἰ̃ναι γὰρ χρησμοὺς ἐν τῳ̃ νεῳ̃ &μδαση; , προσβάλλειν τῃ̃ τιμῃ̃· εἰ δὲ ἔτι ἀπαγορεύοι, ἔτι προσβάλλειν. συγχωρήσαντος δὲ γιγνώσκειν ὅτι ἀποχρω̃σα ἡ τιμή ἐστιν. τὸ δὲ ἱερει̃ον ἵστασθαι ἐπὶ τῳ̃δε αὐτόματον, μηδὲ ἀποφεύγειν ἔτι. καὶ του̃το δὴ πολὺ ἀνακει̃σθαι τὸ ἀργύριον τῳ̃ ἥρῳ τὰς τιμὰς τω̃ν ἱερείων. φαίνεσθαι δὲ ἐνύπνιον τὸν Ἀχιλλέα τοι̃ς μὲν προσσχου̃σι τῃ̃ νήσῳ, τοι̃ς δὲ καὶ πλέουσιν, ἐπειδὰν οὐ πόρρω αὐτη̃ς ἀπόσχωσιν, καὶ φράζειν ὅποι προσσχει̃ν τη̃ς νήσου ἄμεινον καὶ ὅποι ὁρμίσασθαι. οἳ δὲ καὶ ὕπαρ λέγουσιν φανη̃ναί σφισιν ἐπὶ του̃ ἱστου̃ ἢ ἐπ᾽ ἄκρου του̃ κέρως τὸν Ἀχιλλέα, καθάπερ τοὺς Διοσκόρους· τοσόνδε μόνον τω̃ν Διοσκόρων μει̃ον ἔχειν τὸν Ἀχιλλέα, ὅσον οἱ μὲν Διόσκοροι τοι̃ς πανταχου̃ πλωιζομένοις ἐναργει̃ς φαίνονται καὶ φανέντες σωτη̃ρες γίγνονται, ὃ δὲ τοι̃ς πελάζουσιν ἤδη τῃ̃ νήσῳ. οἳ δὲ καὶ τὸν Πάτροκλόν σφισιν ὀφθη̃ναι ἐνύπνιον λέγουσιν. τάδε μὲν ὑπὲρ τη̃ς νήσου τη̃ς του̃ Ἀχιλλέως ἀκοὴν ἀνέγραψα τω̃ν ἢ αὐτω̃ν προσσχόντων ἢ ἄλλων πεπυσμένων· καί μοι δοκει̃ οὐκ ἄπιστα εἰ̃ναι. Ἀχιλλέα γὰρ ἐγὼ πείθομαι εἴπερ τινὰ καὶ ἄλλον ἥρω εἰ̃ναι, τῃ̃ τε εὐγενείᾳ τεκμαιρόμενος καὶ τῳ̃ κάλλει καὶ τῃ̃ ῥώμῃ τη̃ς ψυχη̃ς καὶ τῳ̃ νέον μεταλλάξαι ἐξ ἀνθρώπων καὶ τῃ̃ Ὁμήρου ἐπ᾽ αὐτῳ̃ ποιήσει καὶ τῳ̃ ἐρωτικὸν γενέσθαι καὶ φιλέταιρον, ὡς καὶ ἐπαποθανει̃ν ἑλέσθαι τοι̃ς παιδικοι̃ς. ἀπὸ δὲ του̃ Ψιλου̃ καλουμένου στόματος του̃ Ἴστρου ἐς τὸ δεύτερον στόμα στάδιοι ἑξήκοντα. ἐνθένδε ἐπὶ τὸ Καλὸν καλούμενον στόμα στάδιοι τεσσαράκοντα. καὶ ἀπὸ του̃ Καλου̃ ἐπὶ τὸ Νάρακον ὡ̃δε ὀνομαζόμενον στόμα τέταρτον του̃ Ἴστρου στάδιοι ἑξήκοντα. ἐνθένδε ἐπὶ τὸ πέμπτον εἴκοσι καὶ ἑκατόν, καὶ ἔνθεν ἐς Ἰστρίαν[^1b12e95a-4039-4919-8fa2-48c5509d972e] πόλιν στάδιοι πεντακόσιοι. ἐνθένδε ἐς Τομέα[^61d6ebb2-bed3-45c1-ae37-2975652c7082] πόλιν στάδιοι τριακόσιοι. ἀπὸ δὲ Τομέως[^af239c0c-15ce-46a0-9c14-c4b86a25d889] ἐς Κάλλατιν πόλιν ἄλλοι τριακόσιοι· ὅρμος ναυσίν. ἐνθένδε ἐς Καρω̃ν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν· καὶ ἡ γη̃ ἐν κύκλῳ του̃ λιμένος Καρία κλῄζεται. ἀπὸ δὲ Καρω̃ν λιμένος ἐς Τετρισιάδα στάδιοι εἴκοσι καὶ ἑκατόν. ἐνθένδε ἐς Βιζώνην χω̃ρον ἔρημον στάδιοι ἑξήκοντα. ἀπὸ δὲ Βιζώνης ἐς Διονυσόπολιν στάδιοι ὀγδοήκοντα. ἐνθένδε ἐς Ὀδησσὸν διακόσιοι· ὅρμος ναυσίν. ἐκ δὲ Ὀδησσου̃ ἐς του̃ Αἵμου[^e9acf180-da70-4ab5-959b-f94e8f6b7168] τὰς ὑπωρείας, αἳ δὴ ἐς τὸν Πόντον καθήκουσιν, στάδιοι τριακόσιοι ἑξήκοντα. καὶ δευ̃ρο ὅρμος ναυσίν. ἐκ δὲ του̃ Αἵμου[^a6b6aff2-47b6-4424-b6c2-dac97f82de05] ἐς Μεσημβρίαν πόλιν ἐνενήκοντα· ὅρμος ναυσίν. καὶ ἐκ Μεσημβρίας ἐς Ἀγχίαλον πόλιν στάδιοι ἑβδομήκοντα, καὶ ἐξ Ἀγχιάλου ἐς Ἀπολλωνίαν ὀγδοήκοντα καὶ ἑκατόν. αὑ̃ται πα̃σαι αἱ πόλεις Ἑλληνίδες εἰσίν, ᾠκισμέναι ἐν τῃ̃ Σκυθίᾳ, ἐν ἀριστερᾳ̃ ἐσπλέοντι ἐς τὸν Πόντον. ἐκ δὲ Ἀπολλωνίας ἐς Χερρόνησον στάδιοι ἑξήκοντα· ὅρμος ναυσίν. καὶ ἐκ Χερρονήσου ἐς Αὐλαίου τει̃χος πεντήκοντα καὶ διακόσιοι. ἐνθένδε ἐς Θυνιάδα ἀκτὴν εἴκοσι καὶ ἑκατόν. ἀπὸ δὲ Θυνιάδος ἐς Σαλμυδησσὸν στάδιοι διακόσιοι. τούτου του̃ χωρίου μνήμην πεποίηται Ξενοφω̃ν ὁ πρεσβύτερος, καὶ μέχρι τούτου λέγει τὴν στρατιὰν ἐλθει̃ν τω̃ν Ἑλλήνων, ἡ̃ς αὐτὸς ἡγήσατο, ὅτε τὰ τελευται̃α σὺν Σεύθῃ τῳ̃ Θρᾳκὶ ἐστράτευσεν. καὶ περὶ τὴς ἀλιμενότητος του̃ χωρίου πολλὰ ἀνέγραψεν, ὅτι ἐνταυ̃θα ἐκπίπτει τὰ πλοι̃α χειμω̃νι βιαζόμενα, καὶ οἱ Θρᾳ̃κες οἱ πρόσχωροι ὅτι ὑπὲρ τω̃ν ναυαγίων ἐν σφίσιν διαμάχονται. ἀπὸ δὲ Σαλμυδησσου̃ ἐς Φρυγίαν στάδιοι τριάκοντα καὶ τριακόσιοι. ἐνθένδε ἐπὶ Κυανέας εἴκοσι καὶ τριακόσιοι. αὑ̃ται δὲ αἱ Κυάνεαί εἰσιν, ἃς λέγουσιν οἱ ποιηταὶ πλαγκτὰς πάλαι εἰ̃ναι, καὶ διὰ τούτων πρώτην ναυ̃ν περα̃σαι τὴν Ἀργώ, ἥτις ἐς Κόλχους Ἰάσονα ἤγαγεν ἐκ δὲ Κυανέων ἐπὶ τὸ ἱερὸν του̃ Διὸς του̃ Οὐρίου, ἵναπερ τὸ στόμα του̃ Πόντου, στάδιοι τεσσαράκοντα. ἐνθένδε ἐς λιμένα Δάφνης τη̃ς Μαινομένης καλουμένης στάδιοι τεσσαράκοντα. ἀπὸ δὲ Δάφνης ἐς Βυζάντιον ὀγδοήκοντα. τάδε μὲν καὶ τὰ ἀπὸ του̃ Βοσπόρου του̃ Κιμμερίου ἐπὶ Βόσπορον τὸν Θρᾴκιον καὶ πόλιν Βυζάντιον. [^e4801186-cf14-4184-b1a0-b07340fbd108]: http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus:text:1999.04.0064:alphabetic+letter%3DA:entry+group%3D12 [^8b844f2a-e0b9-40dd-9548-6fdf007fb1bd]: see previous entry [^3f0e226b-f6c9-4ce9-9aa3-3cacc0744d1e]: http://en.wikipedia.org/wiki/Tyana [^52c64089-01c8-4a73-99dd-d28afc6c5af9]: The river (in Pleiades) or a settlement (not in Pleiades)? [^7010dcd9-ac7f-4bc7-9d87-fd87b9e3c966]: See previous note [^40ffa3fe-073b-4a5f-b4c1-c3f963edfa48]: The river (in Pleiades) or a settlement (not in Pleiades)? [^6d593939-9e8f-486a-8431-83cb35e55163]: The river or the settlement? [^ad2d2701-8891-4e9b-802e-8cd684bed985]: The people used as a way of defining borders [^95271f3b-db1a-4e37-af15-89fdf901eb5e]: People used to define a place [^c6d1ecd7-0a20-4133-b7bd-2af85cba54f0]: See previous [^668d7d29-7405-450a-99ad-f9195aa4dffb]: People defining a place/region [^e7fa8522-c312-4300-b61a-3154b161c341]: See previous [^c6c49c88-bd9f-4fb7-8dfe-7f9c7d6cb743]: Probably the Kimmerian Bosporus, as per the previous entry [^194829e5-9138-471b-8540-0818df3d50f7]: See previous note [^6dd6a6b3-4297-43fc-a760-2e88c193f5f8]: Is this a town rather than the river? [^26fa5a26-b884-4e21-8ecc-8a984334a2bf]: Is this a town rather than the river? [^e93f07fb-4574-488e-a6d2-9a3ad7cbe5eb]: See previous note [^8b01d30c-37e2-4b5c-b926-fdefc7a64181]: See previous note [^ff320d7d-da3f-4ff6-96a1-e1f409187dc4]: The text is funny because of the off-setting in the annotation screen [^1b12e95a-4039-4919-8fa2-48c5509d972e]: Does Istria = Histria [^61d6ebb2-bed3-45c1-ae37-2975652c7082]: Does Tomea = Tomis [^af239c0c-15ce-46a0-9c14-c4b86a25d889]: See previous note [^e9acf180-da70-4ab5-959b-f94e8f6b7168]: ὑπωρεία = foot of the mountain: thus, Mount Haemon? [^a6b6aff2-47b6-4424-b6c2-dac97f82de05]: See previous note