Marmor Parium: Marmor Parium

264-263 BCE

epigraphy.packhum.org

- Annotations   ·   No Other Contributors   ·   CC BY 4.0

Marmor Parium IG XII,5 444 ․․․․․ου [․․․․ {²nomen auctoris}² ἐκ συγγραμμάτω]ν(?) παν[τοί]ων — — — — — —νων(?) ἀνέγραψα τοὺς ἀν— — — — — — — ․․․․․ ἀρξάμ[εν]ος ἀπὸ Κέκροπος τοῦ πρώτου βασιλεύσαντος Ἀθηνῶν εἵως ἄρχοντος ἐμ Πάρωι [μὲν {²lacuna?}²] [․․․]υάνακτος, Ἀθήνησιν δὲ Διογνήτου ἀφ’ οὗ Κέκροψ Ἀθηνῶν ἐβασίλευσε καὶ ἡ χώρα Κεκροπία ἐκλήθη, τὸ πρότερον καλου- μένη Ἀκτικὴ ἀπὸ Ἀκταίου τοῦ αὐτόχθονος, ἔτη ΧΗΗΗΔ𐅃ΙΙΙ. ἀφ’ οὗ Δευκαλίων παρὰ τὸν Παρνασσὸν ἐν Λυκωρείαι ἐβασίλευσε, [βα]σιλε[ύ]- [ο]ντος Ἀθηνῶν Κέκροπος, ἔτη ΧΗΗΗΔ. ἀφ’ οὗ δίκη Ἀθήνησι[ν ἐγέ]νετο Ἄρει καὶ Ποσειδῶνι ὑπὲρ Ἁλιρροθίου τοῦ Ποσειδῶνος, καὶ ὁ τόπος ἐκλήθη Ἄρειος Πάγος, ἔτη ΧΗΗ𐅄Δ𐅃ΙΙΙ, βασιλεύοντος Ἀθηνῶν Κρ[ανα]οῦ. ἀφ’ οὗ κατακλυσμὸς ἐπὶ Δευκαλίωνος ἐγένετο καὶ Δευκαλίων τοὺς ὄμβρους ἔφυγεν ἐγ Λυκωρείας εἰς Ἀθήνας πρὸ[ς Κρανα]ὸν καὶ τοῦ Διὸ[ς τ]ο[ῦ] [Ὀλυ]μ[πί]ου τὸ ἱ[ερ]ὸν ἱδ[ρύσατ]ο καὶ τὰ Σωτήρια ἔθυσεν, [ἔ]τη ΧΗΗ𐅄Δ𐅃, βασιλεύοντος Ἀθηνῶν Κρ[α]ν[α]οῦ. ἀ[φ’ οὗ Ἀμφι]κτύων <ὁ> Δευκαλίωνος ἐβασίλευσεν ἐν Θερμοπύλαις καὶ συνήγε[ι]- [ρε τ]οὺς περὶ τὸ [ἱε]ρὸν οἰκοῦντας καὶ ὠ[νό]μασεν Ἀμφικτύονας, καὶ π[ροέθυσε]ν, οὗ[περ] καὶ νῦν ἔτι θύουσιν Ἀμφικτύονες, [ἔ]τη ΧΗΗ𐅄𐅃ΙΙΙ, βασιλεύοντος Ἀθηνῶν Ἀμφικτύονος. ἀφ’ οὗ Ἕλλην ὁ Δευκ[αλίωνος Φθι]ώτιδος ἐβασίλευσε καὶ Ἕλληνες [ὠν]ομάσθησαν, τὸ πρότερον Γραικοὶ καλούμενοι, καὶ τὸν ἀγῶνα Παναθ[ή]ναι[α] {²⁹Παν[ελλή]ν[ια]}²⁹ ἔθεσαν, ἔτη] ΧΗΗ𐅄𐅃ΙΙ, βασιλεύοντος Ἀθηνῶν Ἀμφικτύονος. ἀφ’ οὗ Κάδμος ὁ Ἀγήνορος εἰς Θήβας ἀφίκετο [— — — καὶ] ἔκτισε τὴν Καδμεί- αν, ἔτη ΧΗΗ𐅄𐅃, βασιλεύοντος Ἀθηνῶν Ἀμφικτύονος. ἀφ’ οὗ [Σπαρτοὶ οἱ μετὰ Κάδμου Θηβῶν ἐκπεσόντες Λακω]νικῆς ἐβασίλευσαν, ἔτη ΧΗΗ𐅄ΙΙ, βασιλεύοντος Ἀθηνῶν Ἀμφικτύονος. ἀφ’ οὗ ναῦ[ς Δαναὸν ἄγουσα μετὰ τῶν πεντ]ή[κοντα Δαναίδ]ων(?) ἐξ Αἰγύπτου [ε]ἰς τὴν Ἑλλάδα ἔπλευσε καὶ ὠνομάσθη πεντηκόντορος, καὶ αἱ Δαναοῦ θυγατέρες [— — —, καὶ Ἀμυμ]ώνη(?) καὶ Βα[— καὶ] ․․․․․․ὼ καὶ Ἑλίκη καὶ Ἀρχεδίκη ἀποκληρωθεῖσαι ὑπὸ τῶν λοιπῶν [Ἀθηνᾶς ἱερὸν(?) ἱδρύσ]αντ[ο] καὶ ἔθυσαν ἐπὶ τῆς ἀκτῆς ἐμ παρά[πλω]ι(?) ἐν Λίνδωι τῆς Ῥοδίας, ἔτη ΧΗΗΔΔΔΔ𐅃ΙΙ, βασιλεύο[ντος Ἀθηνῶν — — —(?)].                                      [ἀφ’ οὗ Ἐριχ]- θόνιος Παναθηναίοις τοῖς πρώτοις γενομένοις ἅρμα ἔζευξε καὶ τὸν ἀγῶνα ἐδείκνυε καὶ Ἀθηναίους [ὠν]ό[μασε, κ]αὶ [ἄγαλμα] [Θ]εῶν Μητρὸς ἐφάνη ἐγ Κυβέλοις, καὶ Ὕαγνις ὁ Φρὺξ αὐλοὺς πρῶτος ηὗρεν ἐγ Κ[ελ]α[ι]ναῖ[ς πόλει τῆ]ς Φρ[υγίας, καὶ ἁρμονίαν τὴν κα]- [λ]ουμένην Φρυγιστὶ πρῶτος ηὔλησε, καὶ ἄλλους νόμους Μητρός, Διονύσου, Πανὸς καὶ τὸν ἐπ[ὶ τῶι Πύθωνι ἐπικήδειον(?)] [Λυδιστί], ἔτη ΧΗΗΔΔΔΔΙΙ, βασιλεύοντος Ἀθηνῶν Ἐριχθονίου τοῦ τὸ ἅρμα ζεύξαντος.              ἀφ’ οὗ Μίνως [Κ]ρ[ήτης] βα[σιλεύσας Κνωσὸν] [καὶ Κυδω]νίαν ὤικισε, καὶ σίδηρος ηὑρέθη ἐν τῆι Ἴδηι, εὑρόντων τῶν Ἰδαίων Δακτύλων Κέλμιος κ[αὶ Δαμναμενέως, ἔτη — —, βα]- [σι]λεύοντος Ἀθηνῶν Πανδίονος. ἀφ’ οὗ Δημήτηρ ἀφικομένη εἰς Ἀθήνας καρπὸν ἐφύ[τευσ]εν καὶ Πρ[οηροσία(?) ἐ]πρά[χθη πρ]ώτη δ[— — —] [Τ]ριπτολέμου τοῦ Κελεοῦ καὶ Νεαίρας, ἔτη ΧΗΔΔΔΔ𐅃[Ι], βασιλεύοντος Ἀθήνησιν Ἐριχθέως.                                ἀφ’ οὗ Τριπτό[λεμος πρῶτος] [καρπὸν] ἔσπειρεν ἐν τῆι Ῥαρίαι καλουμένηι Ἐλευσῖνι, ἔτη Χ[Η]ΔΔΔΔ𐅃, βασιλεύοντος Ἀθηνῶν [Ἐριχθέως].                  [ἀφ’ οὗ Ὀρφεὺς ὁ Οἰάγρου καὶ Καλλιόπης] υἱὸ[ς τὴ]ν [ἑ]αυτοῦ πο<ί>ησιν ἐξ[έ]θηκε Κόρης τε ἁρπαγὴν καὶ Δήμητρος ζήτησιν καὶ τὸν αὐτου[ργηθέντα ὑπ’ αὐτῆς σπόρον καὶ τὸ] [ἐκεῖθεν ἔ]θος τῶν ὑποδεξαμένων τὸν καρπόν, ἔτη ΧΗΔΔΔ𐅃, βασιλεύοντος Ἀθηνῶν Ἐριχθέως.                                           [ἀφ’ οὗ Εὔμολπος ὁ] [Μουσαί]ου τὰ μυστήρια ἀνέφηνεν ἐν Ἐλευσῖνι καὶ τὰς τοῦ [πατρὸς Μ]ουσαίου ποιήσ[ει]ς ἐξέθηκ[εν, ἔτη ΧΗ— —, βασιλεύοντος Ἀθηνῶν] [Ἐριχθέ]ως τοῦ Πανδίονος. ἀφ’ οὗ καθαρμὸς πρῶτον ἐγένετο ․․․․․ΟΥΠΡΩΤΩΙΑΟΝ․․․ΕΑΝΤ․․․․․․, ἔτη Χ[— —]ΔΙΙ, βασιλεύοντος Ἀθηνῶν Πανδίονος τοῦ Κέκροπος. ἀφ’ οὗ [ἐ]ν Ἐλευσῖνι ὁ γυμνικὸς [ἀγὼν ἐτέθη, καὶ] ἀφ’ οὗ [τὰ Ὀλύμπια] [ἐν Ἤλιδ]ι [κ]αὶ τὰ Λύκαια ἐν Ἀρκαδίαι ἐγένετο, καὶ Λ․․ΚΚΕ․․․․․ Λυκάονος ἐδόθησαν [ἐν(?)] τοῖς Ἕλλ[η]σι[ν, ἔτ]η [Χ— —], βασιλεύον- τος Ἀθηνῶν Πανδίονος τοῦ Κέκροπος. ἀφ’ οὗ ΚΑ․․․․Γ․․․․․․․ΗΣΙΑΙ Ἡρακλῆς ․․․․․Ν․․․․․․․Ω․․․․․ΔΟΣΤ[․․․, ἔτη Χ — —], βασιλεύοντος Ἀθήνησιν Αἰγέως. ἀφ’ οὗ Ἀθήνησι [σπάνι]ς τῶν καρπῶν ἐγένετο καὶ μαντευομένο<ι>ς Ἀθην[αίοις Ἀπόλ]λων ἔ[χρ]η[σε τοῦ Ἀνδρόγεω φό]- [νου δίκα]ς ὑποσχε[ῖν] ἃ[ς] ἂμ Μίνως ἀξιώσει, ἔτη ΧΔΔΔΙ, βασιλεύοντος Ἀθηνῶν Αἰγ[έως].                                  ἀφ’ οὗ Θησ[εὺς βασιλεύσας] Ἀθηνῶν τὰς δώδεκα πόλεις εἰς τὸ αὐτὸ συνώικισεν, καὶ πολιτείαν(?) καὶ τὴν δημοκρατίαν ἀπ[έδ]ω[κε, καὶ — — — — — —] [․․․․]ος Ἀθηνῶν τὸν τῶν Ἰσθμίων ἀγῶνα ἔθηκε Σίνιν ἀποκτείνας, ἔτη 𐅅ΗΗΗΗ𐅄ΔΔΔΔ𐅃. ἀπὸ τῆς Ἀμ[αζ]όν[ων εἰς] τὴ[ν Ἀττικὴν στρατείας ἔτη] [𐅅ΗΗΗΗ𐅄]ΔΔΔΔΙΙ, βασιλεύοντος Ἀθηνῶν Θησέως. ἀφ’ οὗ Ἀργεῖοι [μ]ε[τ]’ Ἀδράσ[του ἐπὶ Θή]βας [ἐστράτ]ευσαν καὶ τὸν ἀγῶνα [ἐ]ν [Νεμέ]α[ι ἔ]θ[εσ]αν [ἐπ’ Ἀρχε]- [μόρωι(?)], ἔτη 𐅅ΗΗΗΗ𐅄ΔΔΔ𐅃ΙΙ, βασιλεύοντος Ἀθηνῶν Θησέως. ἀφ’ οὗ οἱ [Ἕλλη]νες εἰς Τροίαν ἐ[ξεστ]ράτευσ[αν], ἔτη 𐅅ΗΗΗΗ𐅄ΙΙΙΙ, βασιλεύοντος Ἀθη[νῶν] [Μεν]εσθέως τρεισκαιδεκάτου ἔτους. ἀφ’ οὗ Τροία ἥλω, ἔτη 𐅅ΗΗΗΗΔΔΔΔ𐅃, βασιλεύοντος Ἀθηνῶν [Μενεσθέ]ως δευτέρου <καὶ εἰκοστοῦ> ἔτους μηνὸς Θ[αρ]- [γηλιῶ]νος ἑβδόμηι φθίνοντος. ἀφ’ οὗ Ὀρέστη[ι τῶ]ι Ἀ[γαμέμνο]ν[ος καὶ τῆι Α]ἰγίσθου θυγατρὶ [Ἠριγ]όν[ηι ὑπὲρ Αἰ]γίσθου καὶ [Κλ]υ[ταιμήστρας φόνου δίκη] [ἐγένετ]ο ἐν Ἀρεί[ωι] Πάγωι, ἣν Ὀρέστης ἐνίκησεν [ἴσων γενομένων τ]ῶν [ψήφων, ἔτη [𐅅]ΗΗΗΗΔΔΔ[ΔΙ]ΙΙ(?), βασιλεύοντος Ἀθηνῶν Δημοφῶντος.                                          ἀφ οὗ [Σαλαμῖνα] [τὴν ἐγ] Κύπρωι Τεῦκρος ὤικισεν, ἔτη 𐅅ΗΗΗΗΔΔΔ𐅃ΙΙΙ, βασιλεύοντος Ἀθηνῶν Δημοφῶντος. ἀφ’ οὗ Νη[λ]εὺς ὤικισ[ε Μίλητον καὶ τὴν] ἄλ[λ]η[ν] ἅ[πα]σ[αν] [Ἰωνί]αν Ἔφεσον Ἐρυθρὰς Κλαζομενὰς [Πριήν]ην [Λέβεδ]ον [Τέω] Κολοφῶνα [Μ]υοῦντα [Φώκ]α[ιαν] Σάμον [Χίον, καὶ] τὰ [Παν]ιώνι[α] ἐγένετο, ἔτ[η] [𐅅ΗΗΗΔΔΙΙΙ, βασιλεύοντος Ἀθηνῶν Μέ<δοντος>. {<Με>νεσθ<έ>ως τρεισκαιδεκάτου [ἔτο]υς}. ἀφ οὗ [Ἡσ]ίοδος ὁ ποιητὴς [ἐφάν]η, ἔτη 𐅅Η𐅄ΔΔ․․, βασιλεύοντος Ἀθηνῶν — ․․․․․ ἀφ’ οὗ Ὅμηρος ὁ ποιητὴς ἐφάνη, ἔτη 𐅅ΗΔΔΔΔΙΙΙ, βασιλεύοντος Ἀθηνῶ[ν Δ]ιογνήτου. ἀφ’ οὗ Φ[εί]δων ὁ Ἀργεῖος ἐδήμευσ[ε τὰ μ]έ[τρα καὶ] [στ]αθμὰ κατεσκεύασε καὶ νόμισμα ἀργυροῦν ἐν Αἰγίνηι ἐποίησεν ἑνδέκατος ὢν ἀφ’ Ἡρακλέους, ἔτη 𐅅ΗΔΔΔΙ, βασιλεύοντος Ἀθηνῶν [Φερεκλ]είους. ἀφ’ οὗ Ἀρχίας Εὐαγήτου δέκατος ὢν ἀπὸ Τημένου ἐκ Κορίνθου ἤγαγε τὴν ἀποικίαν [καὶ ἔκτισε] Συρακού[σσας, ἔτη — — —,] [․․ βασι]λεύ[ον]τος Ἀθηνῶν Αἰσχύλου, ἔτους εἰκοστοῦ καὶ ἑνός. ἀφ’ οὗ κατ’ ἐνιαυτὸν ἦρξεν ὁ ἄρχων, ἔτ[η] ΗΗΗΗΔΔ. ἀφ’ οὗ [Ἀρχίλοχ]ο[ς(?) ․․․․․․․] [․․․․․․․․․․], ἔτη ΗΗΗΗΔ𐅃ΙΙΙ, ἄρχοντος Ἀθήνησι Λυσιά[δου]. ἀφ’ οὗ Τέρπανδρος ὁ Δερδένεος ὁ Λέσβιος τοὺς νόμους τοὺ[ς κιθ]α[ρωι]δ[ικ]οὺς {ΘΑΙΑΥΛΗΤ․․} [ἐκαι]- [νοτόμ]ησε καὶ τὴν ἔμπροσθε μουσικὴν μετέστησεν, ἔτ[η] ΗΗΗ𐅄ΔΔΔΙ, ἄρχοντος Ἀθήνησιν Δρωπίδου. ἀφ’ οὗ Ἀ[λυάττη]ς Λυδ[ῶν ἐβα]σίλευσ[εν, ἔτη] [ΗΗΗ]ΔΔΔΔΙ, ἄρχοντος Ἀθήνησιν Ἀριστοκλε[ί]ους. ἀφ’ οὗ Σαπφὼ ἐγ Μιτυλήνης εἰς Σικελίαν ἔπλευσε φυγοῦσα [— — — —, ἔτη ΗΗΗΔΔ—], [ἄρχο]ντος Ἀθήνησιν μὲν Κριτίου τοῦ προτέρου, ἐν Συρακούσσαις δὲ τῶν γαμόρων κατεχόντων τὴν ἀρχὴν.                    [ἀφ’ οὗ Ἀ]μ[φικτ]ύ[ονες ἔθ]υ[σαν κ]αταπο- [λημήσα]ντες Κύρραν, καὶ ὁ ἀγὼν ὁ γυμνικὸς ἐτέθη χρηματίτης ἀπὸ τῶν λαφύρων, ἔτη ΗΗ[Η]ΔΔ𐅃ΙΙ, ἄρχοντος Ἀθήνησιν Σίμω[ν]ος.                                           ἀφ’ οὗ [ἐν Δελφοῖ]ς [ὁ στε]φανίτης ἀγὼν πάλιν ἐτέθη, ἔτη ΗΗΗΔ𐅃ΙΙΙ, ἄρχοντος Ἀθήνησι Δαμασίου τοῦ δευτέρου. ἀφ’ οὗ ἐν Ἀθ[ήν]αις κωμω[ιδῶν χο]ρ[ὸς ἐτ]έθη [στη]σάν- [των πρώ]των Ἰκαριέων, εὑρόντος Σουσαρίωνος, καὶ ἆθλον ἐτέθη πρῶτον ἰσχάδω[ν] ἄρσιχο[ς] καὶ οἴνου με[τ]ρητής, [ἔτη ΗΗ— — ἄρχοντος Ἀθήνησιν] [․․․․․․․․]. ἀφ’ οὗ Πεισίστρατος Ἀθηνῶν ἐτυράννευσεν, ἔτη ΗΗ𐅄ΔΔΔΔ𐅃ΙΙ, ἄρχοντος [Ἀθήνησ]ι Κ[ωμέ]ου. ἀφ’ οὗ Κροῖσος [ἐξ] Ἀσίας [εἰς] Δελφοὺς ἀ[πέστειλε θεωρούς], [ἔτη ΗΗ𐅄]ΔΔΔΔΙΙ, ἄρχοντος Ἀθήνησιν Εὐθυδήμου. ἀφ’ οὗ Κῦρος ὁ Περσῶν βασιλεὺς Σάρδεις ἔλαβεν καὶ Κροῖσον ὑπὸ [τῆς Πυθία]ς σφαλ[έντα(?), ἔτη ΗΗ𐅄ΔΔ— —, ἄρχοντος Ἀθήνησιν — — —]· [ἦν δὲ] καὶ Ἱππῶναξ κατὰ τοῦτον ὁ ἰαμβοποιός. ἀφ’ οὗ Θέσπις ὁ ποιητὴς [ὑπεκρίνα]το πρῶτος, ὃς ἐδίδαξε [δρ]ᾶ[μα ἐν ἄστ[ει, καὶ ἐ]τέθη ὁ [τ]ράγος [ἆθλον], ἐτη ΗΗ𐅄— —, ἄρχοντος Ἀθ[ήνη]- [σι ․․․]ναίου τοῦ προτέρου. ἀφ’ οὗ Δαρεῖος Περσῶν ἐβασίλευσε Μάγου τελευτήσαντος, ἔτη [ΗΗ]𐅄𐅃Ι, ἄρχοντος Ἀθήνησ[ι — —]. ἀφ’ οὗ Ἁρμόδιος καὶ [Ἀριστογε]ίτων ἀπέκτε[ιναν] [Ἵππα]ρχον Πεισιστράτου [διά]δ[οχ]ον καὶ Ἀθηναῖοι [ἐξανέστ]ησαν τοὺς Πεισιστρατίδας ἐκ [τοῦ Π]ελασγι[κ]οῦ τείχους, ἔτη ΗΗΔΔΔΔ𐅃ΙΙΙ, ἄρχοντος Ἀθήνησιν Ἁ[ρ]π[ακ]- [τίδου](?). ἀφ’ οὗ χοροὶ πρῶτον ἠγωνίσαντο ἀνδρῶν, ὅ [τε] διδάξας Ὑπό[δι]κος ὁ Χαλκιδεὺ[ς] ἐνίκ[α], ἔτη ΗΗΔΔΔΔ𐅃Ι, ἄρχοντος Ἀθήνησιν Λυσαγόρου.                                ἀφ’ οὗ Με[λαν]ιππί[δης] Μ[ήλιος] [ἐνίκησ]εν Ἀθήνησιν, ἔτη ΗΗΔΔΔΙ, ἄρχοντος Ἀθήνησι Πυθοκρίτου. ἀφ’ οὗ ἡ ἐμ Μαραθῶνι μάχη ἐγένετο Ἀθηναίοις πρὸς τοὺς Πέρσας Ἀρ[ταφ]έ[ρνην τε τὸ]ν Δαρείου ἀδελ[φ]ι- [δοῦν κα]ὶ [Δᾶ]τιν στρατηγόν, ἣν ἐνίκων Ἀθηναῖοι, ἔτη ΗΗΔΔ𐅃ΙΙ, ἄρχοντος Ἀθήνησιν [τοῦ] δευτέρου [Φα]ιν[ί]π[που], ἧι ἐν μάχηι συνηγωνίσατο Αἰσχύλος ὁ ποιητὴς [ἐ]- [τ]ῶ[ν] ὢν ΔΔΔ𐅃. ἀφ’ οὗ Σιμωνίδης ὁ Σιμωνίδου πάππος τοῦ ποιητοῦ, ποιητὴς ὢν καὶ αὐτός, ἐνίκησεν [Ἀθή]νησι, καὶ Δαρεῖος τελευτᾶι, Ξέρξης δὲ ὁ υἱὸς βασιλεύει, ἔ[τη] [ΗΗ]ΔΔ𐅃Ι, ἄρχοντος Ἀθήνησι Ἀριστείδου. ἀφ’ οὗ Αἰσχύλος ὁ ποιητὴς τραγωιδίαι πρῶτον ἐνίκησε, καὶ Εὐριπίδης ὁ ποιητὴς ἐγένετο, καὶ Στησίχορος ὁ ποιητὴς εἰ[ς] τὴν Ἑλλάδα ἀ[φίκετ]ο, ἔτη ΗΗΔΔΙΙ, ἄρχοντος Ἀθήνησιν Φιλοκράτους. ἀφ’ οὗ Ξέρξης τὴν σχεδίαν ἔζευξεν ἐν Ἑλλησπόντωι καὶ τὸν Ἄθω διώρυξε καὶ ἡ ἐν Θερμο[πύ]- λαις μάχη ἐγένετο καὶ ναυμαχία τοῖς Ἕλλησι περὶ Σαλαμῖνα πρὸς τοὺς Πέρσας, ἣν ἐνίκων οἱ Ἕλληνες, ἔτη ΗΗΔ𐅃ΙΙ, ἄρχοντος Ἀθήνησι Καλλιάδου.                                                 ἀφ’ οὗ ἡ ἐν Πλαταιαῖς μάχη ἐγένετο Ἀθηναίοις πρὸς Μαρδόνιον τὸν Ξέρξου στρατηγόν, ἣν ἐνίκων Ἀθηναῖοι, καὶ Μαρδόνιος ἐτελεύτησεν ἐν τῆι μάχηι, καὶ τὸ πῦρ ἐρύη ἐ[ν] [Σ]ι[κ]ελίαι περὶ τὴν Αἴτνην, ἔτη ΗΗΔ𐅃Ι, ἄρχοντος Ἀθήνησι Ξανθίππου(!). ἀφ’ οὗ Γ[έ]λων ὁ Δεινομένους [Συρακουσσῶν] ἐτυράννευσεν ἔτη ΗΗΔ𐅃, ἄρχοντος Ἀθήνησι Τιμοσθέν[ου]. [ἀ]φ’ οὗ Σιμωνίδης ὁ Λεωπρέπους ὁ Κεῖος ὁ τὸ μνηνονικὸν εὑρὼν ἐνίκησεν Ἀθήνησι διδάσκων, καὶ αἱ εἰκόνες ἐστάθησαν Ἁρμοδίου καὶ Ἀριστογείτονος, ἔτη ΗΗΔΙΙΙΙ ἄρχοντος Ἀθήνησιν [Ἀ]δειμάντου. ἀφ’ οὗ Ἱέρων Συρακουσσῶν ἐτυράννευσεν, ἔτη ΗΗ𐅃ΙΙΙ, ἄρχοντος Ἀθήνησι Χ[άρ]ητος· ἦν δὲ καὶ Ἐπίχαρμος ὁ ποιητὴς κατὰ τοῦ- τον. ἀφ’ οὗ Σοφοκλῆς ὁ Σοφίλλου ὁ ἐκ Κολωνοῦ ἐνίκησε τραγωιδίαι ἐτῶν ὢν ΔΔ𐅃ΙΙΙ, ἔτη ΗΗ𐅃Ι, ἄρχοντος Ἀθήνησι Ἀψηφίωνος(!).                     ἀφ’ οὗ ἐν Αἰγὸς ποταμοῖς ὁ λίθος ἔπεσε, καὶ Σιμωνίδης ὁ ποιητὴς ἐτελεύτησεν βιοὺς ἔτη 𐅄ΔΔΔΔ, ἔτη ΗΗ𐅃, ἄρχοντος Ἀθήνησι Θεαγενίδου.              ἀφ’ οὗ Ἀλέξανδρος ἐτελεύτησεν, ὁ δὲ υἱὸς Περδίκ- κας Μακεδόνων βασιλεύει, ἔτη Η𐅄ΔΔΔΔ𐅃ΙΙΙΙ, ἄρχοντος Ἀθήνησιν Εὐθίππου. ἀφ’ οὗ Αἰσχύλος ὁ ποιητὴς βιώσας ἔτη 𐅄Δ𐅃ΙΙΙΙ ἐτελεύτησεν ἐγ [Γέ]- [λ]αι τῆς Σικελίας, ἔτη Η𐅄ΔΔΔΔΙΙΙ, ἄρχοντος Αθήνησι Καλλέου τοῦ προτέρου. ἀφ’ οὗ Εὐριπίδης ἐτῶν ὢν ΔΔΔΔΙΙΙ{Ι} τραγωιδίαι πρῶτον ἐνίκησεν, ἔτη Η𐅄Δ[Δ𐅃ΙΙΙΙ], [ἄρχ]οντος Ἀθήνησι Διφί[λου· ἦ]σαν δὲ κατ’ Εὐριπίδην Σωκράτης τε καὶ Ἀναξαγόρας. ἀφ’ οὗ Ἀρχέλαος Μακεδόνων βασιλεύει Περδίκκου τελευτήσαντος, ἔτη Η[𐅄𐅃ΙΙ], [ἄρχ]οντος Ἀθήνησιν Ἀστυφίλου. ἀφ’ οὗ Διονύσιος Συρακουσσῶν ἐτυράννευσεν, ἔτη ΗΔΔΔΔ𐅃ΙΙ, ἄρχοντος Ἀθήνησιν Εὐκτήμονος. ἀφ’ οὗ Εὐριπίδης βι[ώσας ἔτη 𐅄ΔΔ𐅃ΙΙ] [ἐτε]λεύτησεν, ἔτη ΗΔΔΔΔ𐅃, ἄρχοντος Ἀθήνησι Ἀντιγένους. ἀ[φ]’ οὗ Σο[φ]οκλῆς ὁ ποιητὴς βιώσας ἔτη 𐅄ΔΔΔΔΙΙ(?) ἐτελεύτησεν, καὶ Κῦρος ἀνέβ[η, ἔτη ΗΔΔΔΔΙΙ(?)] [ἄρχ]οντος Ἀθήνησι Καλλίου τοῦ προτέρου. ἀφ’ οὗ Τελέστης Σελινούντιος [ἐ]νίκησεν Ἀθήνησιν, ἔτη ΗΔΔΔ𐅃ΙΙΙΙ, ἄρχοντος Ἀθήνησιν Μίκωνος. ἀφ’ οὗ [κατῆλθον οἱ Ἕλληνες οἱ] [μετ]ὰ Κύρου ἀναβάντες, καὶ Σωκράτης ὁ φιλόσοφος ἐτελεύτησεν βιοὺς ἔτη 𐅄ΔΔ, ἔτη ΗΔΔΔ𐅃ΙΙ, ἄρχοντος Ἀθήνησιν Λάχητος. ἀφ’ οὗ Ἀρ[ι]στ[όνους ὁ κιθαρωιδὸς ἐνίκη]- [σεν] Ἀθήνησιν, ἔτη ΗΔΔΔ𐅃, ἄρχοντος Ἀθήνησιν Ἀριστοκράτους. ἀφ’ οὗ Π[ολ]ύιδος Σηλυμβριανὸς διθυράμβωι ἐνίκησεν Ἀθήνησιν ἔτη Η[Δ—, ἄρχοντος Ἀθήνησιν — —]. [ἀφ’] οὗ Φιλόξενος διθυραμβοποιὸς τελευτᾶι βιοὺς ἔτη 𐅄𐅃, ἔτη ΗΔ𐅃Ι, ἄρχοντος Ἀθήνησιν Πυθέου. ἀφ’ οὗ Ἀναξανδρίδης ὁ κωμ[οιδοποιὸς ἐνίκησεν Ἀθήνησιν, ἔτη ΗΔ—, ἄρχοντος] Ἀθήνησι Καλλέου. ἀφ’ οὗ Ἀστυδάμας Ἀθήνησιν ἐνίκησεν, ἔτη Η𐅃ΙΙΙΙ, ἄρχοντος Ἀθήνησιν Ἀστείου· κατεκάη δὲ τότε κα[ὶ ὁ ἐν Δελφοῖς ναός]. [ἀφ’ οὗ ἡ ἐν Λεύκτροις μάχη] [ἐ]γένετο Θηβαίων καὶ Λακεδαιμονίων, ἣν ἐνίκων Θηβαῖοι, ἔτη Η𐅃ΙΙ, ἄρχοντος Ἀθήνησιν Φρασικλείδου· καὶ Ἀλ[έξανδρος ὁ Ἀμύντου κατὰ τοῦτον Μακεδόνων] βασιλεύει. ἀφ’ οὗ Στησίχορος ὁ Ἱμερ[α]ῖος ὁ δεύτερος ἐνίκησεν Ἀθήνησιν, καὶ οἰκίσθη Μεγάλη πόλι[ς, ἔτη Η𐅃Ι {²⁷Η𐅃?}²⁷, ἄρχοντος Ἀθήνησιν — —]. ἀφ’ οὗ Διονύσιος Σικελιώτης ἐτελεύτησεν, ὁ δὲ υἱὸς Διονύσιος ἐτυράννευσεν, καὶ Ἀλέ[ξα]ν[δ]ρ[ος τελευτᾶι, Περδίκκας δὲ ὁ Ἀμύντου Μακεδόνων βα]- σιλεύει, ἔτη ΗΙΙΙΙ, ἄρχοντος Ἀθήνησιν Ναυσιγένους. ἀφ’ οὗ Φωκεῖς τὸ ἐν Δελφοῖς μα[ντεῖον κατέλαβον — — — ἔτη —, ἄρχοντος Ἀθή]- νησι Κηφισοδώρου(!). ἀφ’ οὗ Τιμόθεος βιώσας ἔτη 𐅃ΔΔΔΔ ἐτελεύτησεν, ἔτ[η — —,] [ἄρχοντος Ἀθήνησιν — —]. [ἀφ’ οὗ Φίλιππος ὁ Ἀμύντου Μα]- κεδόνων βασιλεύει καὶ Ἀρτοξέρξης ἐτελεύτησεν, Ὦχος δὲ ὁ υἱὸς β[ασιλεύει, ἔτη — —, ἄρχοντος Ἀθήνησιν — — —]. ἀφ’ οὗ {²poeta}² Ἀθήνη]- [σι] ἐνίκησεν, ἔτη 𐅄ΔΔΔΔΙΙΙ, ἄρχοντος Ἀθήνησιν Ἀγαθοκλε[ί]ους. [ἀφ’ οὗ — — — — — — — — ἐγ]ένετο, ἔτη 𐅄ΔΔΔΔΙ, ἄρχοντος Ἀθήνησι Καλλιστ[ράτου· — — — — —] [— ἐπὶ τού]του. ἀφ’ οὗ Καλλι[— — — — — —] [ἔτ]η 𐅄— —, ἄρχοντος [Ἀθήνησιν — —].                 {²lacuna. Anni c.89-c.75.}² [ἀφ’ οὗ — — — — — — — — — — —]δο[— — —]. [ἀφ’ οὗ — —] [․․․․․ Φίλιππος ἐτ]ε[λε]ύ[τησε]ν, Ἀ[λέξανδρ]ος δὲ βασιλεύει, ἔτη 𐅄ΔΔΙΙ, ἄρχοντος Ἀθήνησι Πυθοδήλου. ἀφ’ οὗ Ἀλέξανδρος εἰς Τριβαλλοὺς καὶ Ἰλλυρίους ἐστρά[τευσε] καὶ Θηβαίων ἐπαναστάντων καὶ τὴμ φρουρὰν πολιορκούντων ἐπανελθὼν κατὰ κράτος λαβὼν τὴν πόλιν κατέσκαψεν, ἔτη 𐅄ΔΔΙ, ἄρχοντος Ἀθήνησι Εὐαινέτου. ἀπὸ τῆς Ἀλεξάνδρου διαβάσεως εἰς τὴν Ἀσίαν καὶ μάχης περὶ τὸν Γράνικον, καὶ ἀπὸ τῆς ἐν Ἰσσῶι μάχης Ἀλεξάνδρωι πρὸς Δαρεῖον ἔτη 𐅄ΔΔ, ἄρχοντος Ἀθήνησι Κτησικλείους. ἀφ’ οὗ Ἀλέξανδρος Φοινίκης καὶ Κύπρου καὶ Αἰγύπτου ἐκυρίευσε, ἔτη 𐅄Δ𐅃ΙΙΙΙ, ἄρχοντος Ἀθήνησι Νικοκράτους. ἀπὸ τῆς Ἀλεξάνδρου πρὸς Δαρεῖον μάχη[ς] τῆς περὶ Ἄρβηλα, ἣν ἐνίκησεν Ἀλέξανδρος, καὶ Βαβυλὼν ἥλω, καὶ ἀφῆκε τοὺς συμμάχους, καὶ Ἀλεξάνδρεια ἐκτίσθη, ἔτη 𐅄Δ𐅃ΙΙΙ ἄρχοντος Ἀθήνησιν Νικήτου. ἀφ’ οὗ Κάλλιππος ἀστρολογίαν ἐξέθηκεν καὶ Ἀλέξανδρος Δαρεῖον ἔλαβεν, Βῆσον δὲ ἐκρέμασεν, ἔτη 𐅄Δ𐅃Ι, ἄρχοντος Ἀθήνησι Ἀριστοφῶντος. ἀφ’ οὗ Φιλήμων ὁ κωμοιδο- ποιὸς ἐνίκησεν, ἔτη 𐅄ΔΙΙΙΙ, ἄρχοντος Ἀθήνησι Εὐθυκρίτου· ὠικίσθη δὲ πρὸς τῶι Τανάϊ πόλις ἑλληνίς. ἀπὸ τῆς Ἀλεξάν[δ]ρου μεταλλαγῆς καὶ Πτολεμαίου Αἰγύπτο[υ] κυριεύσεως ἔτη 𐅄𐅃, ἄρχοντος Ἀθήνησι Ἡγησίου. ἀπὸ τοῦ πολέμου τοῦ γενομένου περὶ Λαμίαν Ἀθηναίοις πρὸς Ἀντίπατρον, καὶ ἀπὸ τῆς ναυμαχίας τῆς γενομένης Μακεδόσιν πρὸς Ἀθηναίους περὶ Ἀμοργόν, ἣν ἐνίκων Μακεδόνες, ἔτη 𐅄𐅃ΙΙΙΙ, ἄρχοντος Ἀθήνησιν Κηφισοδώρου. ἀφ’ οὗ Ἀντίπατρος Ἀ- θήνας ἔλαβε καὶ Ὀφέλας Κυρήνην, ἀποσταλεὶς ὑπὸ Πτολεμαίου, ἔτη 𐅄𐅃ΙΙΙ, ἄρχοντος Ἀθήνησι Φιλοκλέους. ἀφ’ οὗ Ἀντίγονος εἰς τὴν Ἀσίαν διέβη καὶ Ἀλέξανδρος εἰς Μέμφιν ἐτέθη καὶ Περδίκκας εἰς Αἴγυπτον στρατεύσας ἐτελεύτησεν καὶ Κράτερος καὶ Ἀριστοτέλης ὁ σοφιστὴς ἐτελεύτη- σεν, ἔτη 𐅄𐅃ΙΙ, βιοὺς ἔτη 𐅄, ἄρχοντος Ἀθήνησι Ἀρχίππου· ἐπορεύθη δὲ καὶ Πτολεμαῖος εἰς Κυρήνην. ἀπὸ τῆς Ἀντιπάτρου τελευτῆς, Κασσάνδρου δὲ ἀποχωρήσεως ἐγ Μακεδονίας καὶ ἀπὸ τῆς ἐγ Κυζίκωι πολιουρκίας, ἣν ἐπολιούρκησεν Ἀριδαῖος, καὶ ἀφ’ οὗ Πτολεμαῖος ἔλαβεν Συρίαν καὶ Φοινίκην, ἔτη 𐅄𐅃, ἄρχοντος Ἀθή- νησι Ἀπολλοδώρου· τῶι δ’ αὐτῶι ἔτει τούτωι καὶ Ἀγαθοκλῆν Συρακόσιοι εἵλοντο ἐπὶ τῶν ἐρυμάτων τῶν ἐν Σικελίαι αὐτοκράτορα στρατηγόν. ἀπὸ τῆς Κλείτου [ν]αυμα[χί]ας καὶ Νικάνορος περὶ τὸ ἱερὸν τὸ Καλχηδονίων, καὶ ὅτε Δημήτριος νόμους ἔθηκεν Ἀθήνησιν, ἔτη 𐅄ΙΙΙ, ἄρχοντος Ἀθήνησι Δημογένους. ἀφ’ οὗ Κάσσανδρος εἰς Μακεδονίαν κατῆλθεν καὶ Θῆβαι οἰκίσθησαν καὶ Ὀλυμπιὰς ἐτελεύτησεν καὶ Κασσάνδρεια ἐκτίσθη καὶ Ἀγαθοκλῆς Συρακουσ- σ[ῶ]ν ἐτυράννευσεν, ἔτη 𐅄ΙΙ, ἄρχοντος Ἀθήνησι Δημοκλείδ[ου]· ἐνίκα δὲ καὶ Μένανδρος ὁ κωμοιδοποιὸς Ἀθήνησιν τότε πρῶτον. ἀφ’ οὗ Σωσιφά- νης ποιητὴς τελευτᾶι, ἔτη ΔΔΔΔ𐅃ΙΙΙΙ, ἄρχοντος [Ἀθήνη]σιν [Θ]εο[φρ]άστου, [β]ι[οὺς ἔτη Δ]ΔΔΔ𐅃. ἀφ’ οὗ ὁ ἥλιος ἐξέλιπεν καὶ Πτολεμαῖος Δημήτριον ἐνίκα ἐν Γάζει καὶ Σέλευκον ἀπέστειλεν εἰς Βαβυλῶνα, ἔτη Δ[ΔΔΔ]𐅃ΙΙΙ, ἄ[ρχ]οντο[ς Ἀθήνη]σιν Πο[λέμ]ωνος. ἀφ’ [οὗ Ν]ι[κ]οκρέων ἐτελεύτησεν καὶ Πτολεμαῖος κυρι- εύει τῆς νήσου, ἔτη ΔΔΔΔ𐅃ΙΙ, ἄ[ρχ]οντος Ἀθ[ήνη]σ[ιν] Σι[μωνίδ]ου. ἀφ’ οὗ Ἀλ[έξ]α[νδρος ὁ Ἀλεξάνδρου τ]ελ[ε]υτᾶι καὶ ἕτερος ἐκ τῆς Ἀρταβάζου θυγατρὸς Ἡρα- κλῆς, καὶ Ἀγαθοκλῆς διέβη εἰς Καρχηδ[όνα — — —c.36— — —, ἔτη Δ]ΔΔΔ𐅃Ι, ἄρχοντος Ἀθήνησι Ἱερομνήμονος. ἀφ’ οὗ Λ[υ]- [σι]μάχεια πόλις ἐκτίσθη, καὶ Ὀφέλας [ε]ἰ[ς Κα]ρχ[ηδόνα στρατεύσας — — —c.30— — — κ]αὶ Πτολεμαῖος ὁ υἱὸς ἐγ Κῶι ἐγένετο καὶ Κλ[εο]- [π]άτρα ἐν Σάρδεσιν ἀπέθαν[εν καὶ ὁ σωτὴρ Πτολεμαῖος εἰς τὴν Ἑλλάδα διέβη(?), ἔτη ΔΔΔΔ𐅃, ἄρχοντος Ἀθήνη]σ[ι Δη]μ[ητ]ρίου. ἀφ’ οὗ Δημήτριος ὁ Ἀντιγόνου τὸ[μ] [Π]ειραιᾶ πολιορκήσας ἔλαβε[ν καὶ Δημήτριος ὁ Φαληρεὺς(?) Ἀθήνας] [παρέδωκεν(?), ἔτη ΔΔΔΔΙΙΙΙ, ἄρχοντος] Ἀθήνησι Καιρίμου. ἀφ’ οὗ Δημήτριος Μουνυχίαν κατ[έ]- σκαψεν καὶ Κύπρον ἔλαβεν καὶ Φίλα π․․․․․․․․․․․․․․․․․․․․․․․ον — — —c.23— — —σ․․ου [ἔτη Δ]ΔΔΔΙΙΙ, ἄρχοντος Ἀθήνησιν Ἀναξικράτου[ς]. ἀφ’ οὗ Σωσιφάνης ὁ ποιητὴς [ἐ]γ[ένετο καὶ ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․] [ἔτη ΔΔΔΔΙΙ, ἄρχοντος Ἀθήνη]σ[ι Κ]οροίβου. ἀπὸ τῆς πε[ρ]ὶ Ῥόδον πολιορκίας, καὶ ἀφ’ ο[ὗ] [Πτ]ολεμαῖος τὴν βασιλείαν παρ[έ]λ[α]β[εν, ἔτ]η [ΔΔΔΔΙ, ἄρχοντος Ἀθήνησι Εὐξενίππου]. [ἀπὸ τῶ]ν σ[ε]ι[σ]μῶν τῶν [γε]νομένων καθ’ Ἰωνίαν, καὶ ὅτε Δημήτριος Χαλκ[ί]- [δα ἔλαβ]εν καθ’ ὁμολογίαν καὶ πρεσ[βε— — —c.42— — — Δη]μητρίου, [ἔ]τ[η] ΔΔΔΔ, ἄρχοντος Ἀθήνησι Φερεκλείους. ἀφ’ οὗ [κομήτης ἀσ]τὴρ ἐφ[ά]ν[η] καὶ Λυσίμαχ[ο]ς [εἰς τὴν Ἀσίαν διέβη(?), ἔτη] [ΔΔΔ𐅃ΙΙΙΙ, ἄρχοντος Ἀθήνησι] Λ[εωστ]ρ[άτου]. [ἀφ’] οὗ [δ]ιάλυσις Κασσάνδρωι καὶ Δημητρίωι [ἐγένετο ․․․․․]ν․․․․․․․․․ Κασσ[α]ν[δ]ρο[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ Ἀντίγονος ἐτελεύτη]σ[εν, ἔτη ΔΔΔ𐅃ΙΙΙ, ἄρχοντος Ἀθήνησι Νικοκλείους. [ἀφ’ οὗ ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ Δημητ]ρίου εἰς Χαλκίδα ἀνα[β]ολῆς, Ἀθηναῖοι δὲ Κάσ- [σανδρ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ․․․․․․]ιωι Πτολεμαι[․․․․․․, ἔ]τη ΔΔΔ𐅃, [ἄρχοντος Ἀθηνησι Εὐκτήμονος].