http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0159%3Abook%3D10
Pausanias
Description of Greece – Book 10
Φωκικά, Λοκρῶν Ὀζόλων
1.
γῆς δὲ τῆς Φωκίδος, ὅσον μὲν περὶ Τιθορέαν καὶ Δελφούς ἐστιν αὐτῆς, ἐκπαλαιοτάτου φανερὰ τὸ ὄνομα τοῦτο εἰληφυῖά ἐστιν ἀπὸ ἀνδρὸς Κορινθίου Φώκουτοῦ Ὀρνυτίωνος: ἔτεσι δ᾽ ὕστερον οὐ πολλοῖς ἐξενίκησε καὶ ἁπάσῃ γενέσθαι τῇ ἐφ᾽ἡμῶν καλουμένῃ Φωκίδι, Αἰγινητῶν ναυσὶν ἐς τὴν χώραν διαβάντων ὁμοῦ Φώκῳ τῷΑἰακοῦ. [2] τὰ μὲν δὴ ἀπαντικρὺ Πελοποννήσου καὶ τὰ ἐπὶ Βοιωτίας καθήκουσιν ἐπὶθάλασσαν οἱ Φωκεῖς, τῇ μὲν ἐς Κίρραν τὸ ἐπίνειον Δελφῶν, τῇ δ᾽ ἐπὶ Ἀντίκυρανπόλιν: τὰ δὲ πρὸς τοῦ Λαμιακοῦ κόλπου Λοκροὶ σφᾶς παραθαλασσίους οἱὙποκνημίδιοι κωλύουσιν εἶναι: οὗτοι γὰρ δή εἰσιν οἱ ταύτῃ τὴν Φωκίδαὑπεροικοῦντες, Σκαρφεῖς μὲν τὰ ἐπέκεινα Ἐλατείας, ὑπὲρ δὲ Ὑάμπολιν καὶ Ἄβας οἱπόλιν τε Ὀποῦντα καὶ Ὀπουντίων ἐπίνειον νεμόμενοι Κῦνον. [3]
τὰ δὲ ἐπιφανέστατα Φωκεῦσίν ἐστιν ἐν κοινῷ: πολέμου γὰρ τοῦ πρὸς Ἰλίῳμετεσχήκασι, καὶ Θεσσαλῶν ἐναντία ἐπολέμησαν πρότερον ἔτι ἢ ἐλάσαι τὸν Μῆδονἐπὶ Ἕλληνας, ὅτε δὴ καὶ ἐπεδείξαντο οἱ Φωκεῖς ἔργα ἐς μνήμην. κατὰ γὰρ τὴνὙάμπολιν, ᾗ τοὺς Θεσσαλοὺς προσεδέχοντο ἐμβαλεῖν σφισιν ἐς τὴν χώραν, ὑδρίαςκεράμου πεποιημένας κατορύξαντες καὶ ἐπ᾽ αὐτὰς γῆν ἐπιφορήσαντες ὑπέμενον τὴνἵππον τῶν Θεσσαλῶν: οἱ δέ, ἅτε οὐ προπεπυσμένοι τῶν Φωκέων τὴν τέχνην,ἐπελάσαντες τοὺς ἵππους λανθάνουσιν ἐπὶ τὰς ὑδρίας. ἐνταῦθα ἀπεχωλοῦντο μὲν οἱἵπποι τῶν ποδῶν ἐσπιπτόντων σφίσιν ἐς τὰς ὑδρίας, ἐκτείνοντο δὲ καὶ ἀπέπιπτον οἱἄνδρες ἀπὸ τῶν ἵππων. [4] ὡς δὲ οἱ Θεσσαλοὶ μείζονι ἢ τὰ πρότερα ἐς τοὺς Φωκέαςχρώμενοι τῇ ὀργῇ συνελέχθησαν ἀπὸ τῶν πόλεων πασῶν καὶ ἐς τὴν Φωκίδαἐστρατεύοντο, ἐνταῦθα οἱ Φωκεῖς ἐν οὐ μικρῷ ποιούμενοι δείματι τήν τε ἄλλην τῶνΘεσσαλῶν ἐς τὸν πόλεμον παρασκευὴν καὶ οὐχ ἥκιστα τῆς ἵππου τὸ πλῆθος καὶ ὁμοῦτῷ ἀριθμῷ τὴν ἐς τοὺς ἀγῶνας τῶν τε ἵππων καὶ αὐτῶν μελέτην τῶν ἱππέων,ἀποστέλλουσιν ἐς Δελφοὺς αἰτοῦντες τὸν θεὸν ἐκφυγεῖν τὸν ἐπιόντα κίνδυνον: καὶαὐτοῖς ἀφίκετο μάντευμα: “συμβαλέω θνητόν τε καὶ ἀθάνατον μαχέσασθαι,
νίκην δ᾽ ἀμφοτέροις δώσω, θνητῷ δέ νυ μᾶλλον.
” [5] ταῦτα ὡς ἐπύθοντο οἱ Φωκεῖς, λογάδας τριακοσίους καὶ Γέλωνα ἐπ᾽ αὐτοῖςἄρχοντα ἀποστέλλουσιν ἐς τοὺς πολεμίους ἄρτι ἀρχομένης νυκτός, προστάξαντέςσφισι κατοπτεῦσαί τε τὰ τῶν Θεσσαλῶν ὅντινα ἀφανέστατον δύναιντο τρόπον καὶαὖθις ἐς τὸ στράτευμα ἐπανήκειν κατὰ τῶν ὁδῶν τὴν μάλιστα ἄγνωστον, μηδὲἑκόντας μάχης ἄρχειν. οὗτοι ὑπὸ τῶν Θεσσαλῶν οἱ λογάδες ἀπώλοντο ἀθρόοι καὶαὐτοὶ καὶ ὁ ἡγούμενός σφισι Γέλων, συμπατούμενοί τε ὑπὸ τῶν ἵππων καὶ ὑπὸ τῶνἀνδρῶν φονευόμενοι. [6] καὶ ἡ συμφορὰ σφῶν
κατάπληξιν τοῖς ἐπὶ τοῦ στρατοπέδου τῶν Φωκέων τηλικαύτην ἐνεποίησεν, ὥστε καὶτὰς γυναῖκας καὶ παῖδας καὶ ὅσα τῶν κτημάτων ἄγειν ἦν σφίσιν ἢ φέρειν, ἔτι δὲ καὶἐσθῆτα καὶ χρυσόν τε καὶ ἄργυρον καὶ τὰ ἀγάλματα τῶν θεῶν ἐς ταὐτὸ συλλέξαντεςπυρὰν ὡς μεγίστην ἐποίησαν, καὶ ἐπ᾽ αὐτοῖς ἀριθμὸν τριάκοντα ἄνδρας ἀπολείπουσι:[7] προσετέτακτο δὲ τοῖς ἀνδράσιν, εἰ ἡττᾶσθαι τοὺς Φωκέας συμβαίνοι τῇ μάχῃ, τότεδὴ προαποσφάξαι μὲν τὰς γυναῖκάς τε καὶ παῖδας καὶ ὡς ἱερεῖα ἀναθέντας ταῦτά τεκαὶ τὰ χρήματα ἐπὶ τὴν πυρὰν καὶ ἐνέντας πῦρ οὕτως ἤδη διαφθαρῆναι καὶ αὐτοὺςἤτοι ὑπ᾽ ἀλλήλων ἢ ἐς τὴν ἵππον τῶν Θεσσαλῶν ἐσπίπτοντας. ἀντὶ τούτου μὲνἅπαντα τὰ ἀνάλγητα βουλεύματα ἀπόνοια ὑπὸ Ἑλλήνων ὀνομάζεται Φωκική, τότε δὲοἱ Φωκεῖς ἐποιοῦντο αὐτίκα ἐπὶ τοὺς Θεσσαλοὺς ἔξοδον: [8] στρατηγοὶ δὲ ἦσάν σφισιῬοῖός τε Ἀμβροσσεὺς καὶ Ὑαμπολίτης Δαϊφάντης, οὗτος μὲν δὴ ἐπὶ τῇ ἵππῳ,δυνάμεως δὲ τῆς πεζῆς ὁ Ἀμβροσσεύς. ὁ δὲ χώραν ἐν τοῖς ἄρχουσιν ἔχων τὴν μεγίστηνμάντις ἦν Τελλίας ὁ Ἠλεῖος, καὶ ἐς τὸν Τελλίαν τοῖς Φωκεῦσι τῆς σωτηρίας ἀπέκειντοαἱ ἐλπίδες. [9] ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα τοῖς Φωκεῦσιν ἐγίνετο ἐνὀφθαλμοῖς τὰ ἐς τὰς γυναῖκας καὶ ἐς τὰ τέκνα δόξαντα, τήν τε σωτηρίαν οὐκ ἐνβεβαίῳ σφίσιν ἑώρων σαλεύουσαν καὶ τούτων ἕνεκα ἐς παντοῖα ἀφικνοῦντοτολμήματα: προσγενομένου δὲ καὶ τοῦ ἐκ θεῶν εὐμενοῦς νίκην τῶν τότε ἀνείλοντοἐπιφανεστάτην. [10] τό τε λόγιον τὸ γεγενημένον τοῖς Φωκεῦσι παρὰ τοῦ Ἀπόλλωνοςκαὶ τοῖς πᾶσιν Ἕλλησιν ἐγνώσθη: τὸ γὰρ σύνθημα κατὰ τὰ αὐτὰ ὑπὸ τῶνστρατηγούντων ἐδίδοτο ἐν ταῖς μάχαις Θεσσαλοῖς μὲν Ἀθηνᾶς Ἰτωνίας, τοῖς δὲ ὁἐπώνυμος Φῶκος. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἀναθήματα οἱ Φωκεῖς ἀπέστειλαν ἐςΔελφοὺς Ἀπόλλωνα καὶ Τελλίαν τότε τὸν μάντιν καὶ ὅσοι μαχομένοις ἄλλοι σφίσινἐστρατήγησαν, σὺν δὲ αὐτοῖς καὶ ἥρωας τῶν ἐπιχωρίων: ἔργα δὲ αἱ εἰκόνεςἈριστομέδοντός εἰσιν Ἀργείου. [11]
εὑρέθη δὲ καὶ ὕστερον τοῖς Φωκεῦσιν οὐκ ἀποδέον σοφίᾳ τῶν προτέρων. ὡς γὰρ δὴ τὰστρατόπεδα ἀντεκάθητο περὶ τὴν ἐς τὴν Φωκίδα ἐσβολήν, λογάδες Φωκέωνπεντακόσιοι φυλάσσοντες πλήρη τὸν κύκλον τῆς σελήνης ἐπιχειροῦσιν ἐν τῇ νυκτὶτοῖς Θεσσαλοῖς, αὐτοί τε ἀληλιμμένοι γύψῳ καὶ ἐνδεδυκότες ὅπλα λευκὰ ἐπὶ τῇγύψῳ. ἐνταῦθα ἐξεργασθῆναι φόνον τῶν Θεσσαλῶν λέγεται πλεῖστον, θειότερόν τιἡγουμένων ἢ κατὰ ἔφοδον πολεμίων τὸ ἐν τῇ νυκτὶ συμβαῖνον. ὁ δὲ Ἠλεῖος ἦνΤελλίας ὃς καὶ ταῦτα τοῖς Φωκεῦσιν ἐμηχανήσατο ἐς τοὺς Θεσσαλούς. 2.
ἐπεὶ δὲ ἐς τὴν Εὐρώπην ὁ Περσῶν στρατὸς διέβη, λέγεται τοὺς Φωκέας φρονῆσαι μὲνὑπὸ ἀνάγκης τὰ βασιλέως, αὐτομολῆσαι δὲ ἐκ τῶν Μήδων καὶ ἐς τὸ Ἑλληνικὸν παρὰτὸ ἔργον τὸ Πλαταιᾶσι παρατάξασθαι. χρόνῳ δὲ ὕστερον κατέλαβεν αὐτοὺςζημιωθῆναι χρήμασιν ὑπὸ Ἀμφικτυόνων: οὐδὲ ἔχω τοῦ λόγου τὸ ἀληθὲς ἐξευρεῖν εἴτεἀδικήσασιν ἐπεβλήθη σφίσιν εἴτε Θεσσαλοὶ κατὰ τὸ ἐκ παλαιοῦ μῖσος γενέσθαι τὴνζημίαν τοῖς Φωκεῦσιν ἦσαν οἱ πράξαντες. [2] ἐχόντων δὲ ἀθύμως αὐτῶν πρὸς τῆςζημίας τὸ μέγεθος, Φιλόμηλος σφᾶς ὑπολαβὼν ὁ Θεοτίμου, Φωκέων οὐδενὸςἀξιώματι ὕστερος—πατρὶς δὲ αὐτῷ Λέδων τῶν ἐν Φωκεῦσιν ἦν πόλεων—οὗτος οὖν ὁΦιλόμηλος τήν τε ἔκτισιν αὐτοῖς ἀδύνατον ἀπέφηνε τῶν χρημάτων καὶ ἀνέπειθε τὸἱερὸν καταλαβεῖν τὸ ἐν Δελφοῖς, λέγων καὶ ἄλλα ἐπαγωγὰ καὶ ὡς τὰ Ἀθηναίων καὶ ἐκΛακεδαίμονος ἐπιτήδεια ἐξ ἀρχῆς ἐστιν αὐτοῖς, Θηβαίων δὲ καὶ εἴ τις ἄλλοςκατασταίη σφίσιν ἐς πόλεμον, περιέσεσθαι καὶ ἀρετῇ σφᾶς καὶ δαπάνῃ χρημάτων. [3]ταῦτα τοῦ Φιλομήλου λέγοντος οὐκ ἐγίνετο ἀκούσια τῷ πλήθει τῶν Φωκέων, εἴτε τὴνγνώμην σφίσι τοῦ θεοῦ βλάπτοντος εἴτε καὶ αὐτοῖς πεφυκόσιν ἐπίπροσθεν εὐσεβείαςτὰ κέρδη ποιεῖσθαι. τὴν δὲ τῶν Δελφῶν κατάληψιν ἐποιήσαντο οἱ Φωκεῖς Ἡρακλείδουμὲν πρυτανεύοντος ἐν Δελφοῖς καὶ Ἀγαθοκλέους Ἀθήνῃσιν ἄρχοντος, τετάρτῳ δὲ ἔτειπέμπτης Ὀλυμπιάδος ἐπὶ ταῖς ἑκατόν, ἣν Πρῶρος ἐνίκα Κυρηναῖος στάδιον. [4]
καταλαβοῦσι δὲ αὐτοῖς τὸ ἱερὸν ξενικά τε αὐτίκα τὰ ἰσχυρότατα τῶν ἐν Ἕλλησινἠθροίσθη καὶ οἱ Θηβαῖοί σφισιν ἐς πόλεμον ἐκ τοῦ φανεροῦ καθεστήκεσαν, διάφοροικαὶ τὰ πρότερα ὄντες. χρόνος μὲν δὴ ἐγένετο ὃν ἐπολέμησαν δέκα ἔτη συνεχῶς, καὶ ἐντοσούτῳ πολέμου μήκει πολλάκις μὲν οἱ Φωκεῖς καὶ τὰ παρ᾽ αὐτοῖς ξενικὰ ἐνίκησε,πολλάκις δὲ ἦν τὰ τῶν Θηβαίων ἐπικρατέστερα: γενομένης δὲ κατὰ Νεῶνα πόλινσυμβολῆς ἐτράποντο οἱ Φωκεῖς, καὶ ὁ Φιλόμηλος ῥίπτει τε αὑτὸν ἐν τῇ φυγῇ κατὰὑψηλοῦ καὶ ἀποτόμου κρημνοῦ καὶ ἀφίησιν οὕτω τὴν ψυχήν: ἐτέτακτο δὲ καὶ ἄλλωςτοῖς Ἀμφικτύοσιν ἐς τοὺς συλῶντας αὕτη ἡ δίκη. [5] μετὰ δὲ Φιλόμηλον τελευτήσανταὈνομάρχῳ μὲν τὴν ἡγεμονίαν διδόασιν οἱ Φωκεῖς, ἐς δὲ τῶν Θηβαίων τὴν συμμαχίανπροσεχώρησε Φίλιππος ὁ Ἀμύντου: καὶ —ἐκράτησε γὰρ Φίλιππος τῆς συμβολῆς—φεύγων ὁ Ὀνόμαρχος καὶ ἐπὶ θάλασσαν ἀφικόμενος ἐνταῦθα ὑπὸ τῶν στρατιωτῶνκατηκοντίσθη τῶν οἰκείων, ὡς τὴν ἧσσάν σφισιν ὑπὸ ἀτολμίας συμβᾶσαν τῆς ἐκείνουκαὶ ἐς τὸ στρατηγεῖν ἀπειρίας. [6] Ὀνομάρχῳ μὲν τέλος τοῦ βίου τοιοῦτον ἐπήγαγεν ὁδαίμων, στρατηγὸν δὲ αὐτοκράτορα εἵλοντο ἀδελφὸν τοῦ Ὀνομάρχου Φάυλον.λέγουσι δὲ τοῦτον τὸν Φάυλον παρεληλυθέναι τε δὴ ἄρτι ἐπὶ τῶν Φωκέων τὴν ἀρχὴνκαὶ ὄψιν ὀνείρατος ἰδεῖν τοιάνδε. ἐν τοῖς ἀναθήμασι τοῦ Ἀπόλλωνος μίμημα ἦνχαλκοῦν ἀνδρὸς χρονιωτέρου, κατερρυηκότος τε ἤδη τὰς σάρκας καὶ τὰ ὀστᾶὑπολειπομένου μόνα: ἀνάθημα δὲ ὑπὸ Δελφῶν Ἱπποκράτους ἐλέγετο εἶναι τοῦἰατροῦ. τούτῳ δὴ ἑαυτὸν ἐοικέναι τῷ ἀναθήματι ἔδοξεν ὁ Φάυλος: αὐτίκα δὲὑπολαβοῦσα αὐτὸν φθοώδης νόσος ἐπετέλει τοῦ ἐνυπνίου τὴν μαντείαν. [7] Φαύλουδὲ ἀποθανόντος ἐς Φάλαικον τὸν παῖδα αὐτοῦ περιεχώρησεν ἡ ἐν Φωκεῦσι δυναστεία:καὶ ἐπεὶ ἔσχεν ὁ Φάλαικος αἰτίαν ἰδίᾳ περιποιεῖσθαι τῶν ἱερῶν χρημάτων, ἐπαύθη τῆςἀρχῆς. διαβὰς δὲ ναυσὶν ἐς Κρήτην ὁμοῦ Φωκέων τοῖς ᾑρημένοις τὰ ἐκείνου καὶ μοίρᾳτοῦ ξενικοῦ, Κυδωνίᾳ προσκαθήμενος— οὐ γάρ οἱ διδόναι χρήματα ἐβούλοντοαἰτοῦντι— τῆς στρατιᾶς τὸ πολὺ ἀπόλλυσι καὶ αὐτὸς ἀπώλετο. 3.
δεκάτῳ δὲ ὕστερον ἔτει μετὰ τὴν τοῦ ἱεροῦ κατάληψιν ἐπέθηκεν ὁ Φίλιππος πέρας τῷπολέμῳ, Φωκικῷ τε καὶ ἱερῷ κληθέντι τῷ αὐτῷ, Θεοφίλου μὲν Ἀθήνῃσιν ἄρχοντος,ὀγδόης δὲ Ὀλυμπιάδος καὶ ἑκατοστῆς ἔτει πρώτῳ, ἣν Πολυκλῆς ἐνίκα στάδιονΚυρηναῖος. καὶ ἐς ἔδαφος ἁλοῦσαι κατεβλήθησαν τῶν Φωκέων αἱ πόλεις: ἀριθμὸς δὲἦν αὐτῶν Λίλαια καὶ Ὑάμπολις καὶ Ἀντίκυρα καὶ Παραποτάμιοι καὶ Πανοπεύς τε καὶΔαυλίς. τούτων μὲν δὴ ὄνομα ἦν ἐκ παλαιοῦ, καὶ οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου:[2] τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας οὐχ ἥκισταἐπῶν ἕνεκα τῶν Ὁμήρου: τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξουγνωριμωτέρας ἐς τὸ Ἑλληνικὸν ἐποίησεν, Ἐρωχὸν καὶ Χαράδραν καὶ Ἀμφίκλειαν καὶΝεῶνας καὶ Τεθρώνιον καὶ Δρυμαίαν. αἱ δὲ ἄλλαι πλήν γε δὴ Ἐλατείας τὰ πρότεραοὐκ ἐπιφανεῖς ἦσαν, Τραχίς τε ἡ Φωκικὴ καὶ Μεδεὼν ὁ Φωκικὸς καὶ Ἐχεδάμεια καὶἌμβροσσος καὶ Λέδων καὶ Φλυγόνιον ἔτι καὶ Στῖρις. τότε δὲ κατεσκάφησάν τε αἱκατειλεγμέναι καὶ ἐς κώμας πλὴν Ἄβας ᾠκίσθησαν αἱ ἄλλαι: Ἀβαίοις δὲ ἐκτὸςἀσεβείας ὑπῆρχε καθεστηκέναι, καὶ οὔτε τοῦ ἱεροῦ τῆς καταλήψεως οὔτε τοῦ πολέμουμετεσχήκεσαν. [3] ἀφῃρέθησαν δὲ οἱ Φωκεῖς καὶ μετεῖναί σφισιν ἱεροῦ τοῦ ἐν Δελφοῖςκαὶ συνόδου τῆς ἐς τὸ Ἑλληνικόν, καὶ τὰς ψήφους αὐτῶν Μακεδόσιν ἔδοσαν οἱἈμφικτύονες. ἀνὰ χρόνον μέντοι τοῖς Φωκεῦσιν αἱ πόλεις ἀνῳκίσθησαν καὶ ἐς τὰςπατρίδας κατήχθησαν ἐκ τῶν κωμῶν, πλὴν εἰ μὴ ἀνοικισθῆναί τινας ἐκώλυσενἀσθένειά τε ἡ ἐξ ἀρχῆς καὶ ἡ τῶν χρημάτων ἐν τῷ τότε ἔνδεια: Ἀθηναῖοι δὲ καὶΘηβαῖοι σφᾶς ἦσαν οἱ κατάγοντες, πρὶν ἢ τὸ ἐν Χαιρωνείᾳ συμβῆναι πταῖσμα Ἕλλησι.[4] καὶ ἀγῶνος τοῦ ἐν Χαιρωνείᾳ μετέσχον οἱ Φωκεῖς, καὶ ὕστερον περὶ Λάμιαν καὶ ἐνΚραννῶνι ἐναντία Ἀντιπάτρου καὶ Μακεδόνων ἐμαχέσαντο: Γαλάτας δὲ καὶ τὴνΚελτικὴν στρατιὰν προθυμότατα ἠμύνοντο Ἑλλήνων, θεῷ τε τιμωροῦντες τῷ ἐνΔελφοῖς καὶ ἐς ἀπολογίαν ἅμα ἐμοὶ δοκεῖν τῶν ἀρχαίων ἐγκλημάτων. 4.
τούτοις μὲν δὴ τοιαῦτα ὑπῆρχεν ἐς μνήμην: στάδια δὲ ἐκ Χαιρωνείας εἴκοσιν ἐςΠανοπέας ἐστὶ πόλιν Φωκέων, εἴγε ὀνομάσαι τις πόλιν καὶ τούτους οἷς γε οὐκ ἀρχεῖαοὐ γυμνάσιόν ἐστιν, οὐ θέατρον οὐκ ἀγορὰν ἔχουσιν, οὐχ ὕδωρ κατερχόμενον ἐςκρήνην, ἀλλὰ ἐν στέγαις κοίλαις κατὰ τὰς καλύβας μάλιστα τὰς ἐν τοῖς ὄρεσιν,ἐνταῦθα οἰκοῦσιν ἐπὶ χαράδρᾳ. ὅμως δὲ ὅροι γε τῆς χώρας εἰσὶν αὐτοῖς ἐς τοὺςὁμόρους, καὶ ἐς τὸν σύλλογον συνέδρους καὶ οὗτοι πέμπουσι τὸν Φωκικόν. καὶγενέσθαι μὲν τῇ πόλει τὸ ὄνομα λέγουσιν ἀπὸ τοῦ Ἐπειοῦ πατρός, αὐτοὶ δὲ οὐΦωκεῖς, Φλεγύαι δὲ εἶναι τὸ ἐξ ἀρχῆς καὶ ἐς τὴν γῆν διαφυγεῖν φασι τὴν Φωκίδα ἐκ τῆςὈρχομενίας. [2] Πανοπέων δὲ τὸν ἀρχαῖον θεώμενοι περίβολον ἑπτὰ εἶναι σταδίωνμάλιστα εἰκάζομεν: ὑπῄει τε ἐπῶν ἡμᾶς τῶν Ὁμήρου μνήμη ὧν ἐποίησεν ἐς Τιτυόν,καλλίχορον τῶν Πανοπέων ὀνομάσας τὴν πόλιν, καὶ ὡς ἐν τῇ μάχῃ τῇ τε ἐπὶ τῷΠατρόκλου νεκρῷ καὶ Σχεδίον τὸν Ἰφίτου βασιλεύοντα Φωκέων καὶ ἀποθανόντα ὑφ᾽Ἕκτορος κατοικεῖν εἶπεν ἐν τῷ Πανοπεῖ. τοῦτο μὲν δὴ ἐφαίνετο ἡμῖν ἔχειν αἰτίαν,φόβῳ τῶν Βοιωτῶν —κατὰ γὰρ τοῦτό ἐστιν ἐκ τῆς Βοιωτίας ἡ ἐς τὴν Φωκίδα ἐσβολὴῥᾴστη—ἐνταῦθα οἰκεῖν τὸν βασιλέα ἅτε φρουρίῳ τῷ Πανοπεῖ χρώμενον: [3] τὸ ἕτερονδὲ οὐκ ἐδυνήθην συμβαλέσθαι πρότερον, ἐφ᾽ ὅτῳ καλλίχορον τὸν Πανοπέα εἴρηκε,πρὶν ἢ ἐδιδάχθην ὑπὸ τῶν παρ᾽ Ἀθηναίοις καλουμένων Θυιάδων. αἱ δὲ Θυιάδεςγυναῖκες μέν εἰσιν Ἀττικαί, φοιτῶσαι δὲ ἐς τὸν Παρνασσὸν παρὰ ἔτος αὐταί τε καὶ αἱγυναῖκες Δελφῶν ἄγουσιν ὄργια Διονύσῳ. ταύταις ταῖς Θυιάσι κατὰ τὴν ἐξ Ἀθηνῶνὁδὸν καὶ ἀλλαχοῦ χοροὺς ἱστάναι καὶ παρὰ τοῖς Πανοπεῦσι καθέστηκε: καὶ ἡἐπίκλησις ἡ ἐς τὸν Πανοπέα Ὁμήρου ὑποσημαίνειν τῶν Θυιάδων δοκεῖ τὸν χορόν. [4]
Πανοπεῦσι δέ ἐστιν ἐπὶ τῇ ὁδῷ πλίνθου τε ὠμῆς οἴκημα οὐ μέγα καὶ ἐν αὐτῷ λίθουτοῦ Πεντελῆσιν ἄγαλμα, ὃν Ἀσκληπιόν, οἱ δὲ Προμηθέα εἶναί φασι: καὶ παρέχονταίγε τοῦ λόγου μαρτύρια. λίθοι κεῖνταί σφισιν ἐπὶ τῇ χαράδρᾳ, μέγεθος μὲν ἑκάτεροςὡς φόρτον ἀποχρῶντα ἁμάξης εἶναι, χρῶμα δέ ἐστι πηλοῦ σφισιν, οὐ γεώδους ἀλλ᾽οἷος ἂν χαράδρας γένοιτο ἢ χειμάρρου ψαμμώδους, παρέχονται δὲ καὶ ὀσμὴνἐγγύτατα χρωτὶ ἀνθρώπου: ταῦτα ἔτι λείπεσθαι τοῦ πηλοῦ λέγουσιν ἐξ οὗ καὶ ἅπανὑπὸ τοῦ Προμηθέως τὸ γένος πλασθῆναι τῶν ἀνθρώπων. [5] ἐνταῦθα ἐπὶ τῇ χαράδρᾳκαὶ Τιτυοῦ μνῆμά ἐστι: περίοδος μὲν τοῦ χώματος τρίτον μάλιστά που σταδίου, τὸ δὲἔπος τὸ ἐν Ὀδυσσείᾳ “κείμενον ἐν δαπέδῳ: ὁ δ᾽ ἐπ᾽ ἐννέα κεῖτο πέλεθρα
”Hom. Od. 11.577οὐκ ἐπὶ μεγέθει πεποιῆσθαι τοῦ Τιτυοῦ φασιν, ἀλλ᾽ ἔνθα ὁ Τιτυὸςἐτέθη, Πλέθρα ἐννέα ὄνομα εἶναι τῷ χωρίῳ. [6] Κλέων δὲ ἀνὴρ Μάγνης, οἳ τῷ Ἕρμῳπροσοικοῦσιν, ἔφασκεν ἐς τὰ παράδοξα ἀπίστους εἶναι τῶν ἀνθρώπων οἷς ἂν μὴπαρὰ τὸν αὐτῶν γένηται βίον θεάμασιν ἐπιτυχεῖν λόγου μείζοσιν: αὐτὸς δὲ καὶ Τιτυὸνκαὶ ἄλλους ἔφη πείθεσθαι γεγονέναι κατὰ τὴν φήμην: τυχεῖν γὰρ δὴ ὢν ἐν Γαδείροις,καὶ ἐκπλεῦσαι μὲν αὐτός τε καὶ τὸν ἄλλον πάντα ὄχλον ἐκ τῆς νήσου κατὰ τὸἩρακλέους πρόσταγμα, ὡς δὲ αὖθις ἐπανήκειν ἐς τὰ Γάδειρα, ἄνδρα εὑρεῖνθαλάσσιον ἐκπεπτωκότα ἐς τὴν γῆν: τοῦτον πλέθρα μὲν πέντε μάλιστα ἐπέχειν,κεραυνωθέντα δὲ ὑπὸ τοῦ θεοῦ καίεσθαι. [7]
οὗτος μὲν δὴ ταῦτα ἔλεγεν, Πανοπέως δὲ ὅσον στάδια εἴκοσι καὶ ἑπτὰ ἀπέχει Δαυλίς.οἱ δὲ ἐνταῦθα ἄνθρωποι πλῆθος μέν εἰσιν οὐ πολλοί, μεγέθει δὲ καὶ ἀλκῇ καὶ ἐς ἐμὲἔτι δοκιμώτατοι Φωκέων. τὸ δὲ ὄνομα τῇ πόλει τεθῆναι λέγουσιν ἀπὸ Δαυλίδοςνύμφης, θυγατέρα δὲ εἶναι τοῦ Κηφισοῦ τὴν Δαυλίδα. τοῖς δέ ἐστιν εἰρημένον ὡς τὸχωρίον, ἔνθα ἡ πόλις ᾠκίσθη, παρείχετο συνεχῆ δένδρα, καλεῖσθαι δὲ τὰ δασέα ὑπὸτῶν πάλαι δαῦλα: ἐπὶ τούτῳ δὲ καὶ Αἰσχύλον τὰ Γλαύκου τοῦ Ἀνθηδονίου γένειαὑπήνην ὠνομακέναι δαῦλον. [8] ἐνταῦθα ἐν τῇ Δαυλίδι παραθεῖναι τῷ Τηρεῖ τὸν παῖδααἱ γυναῖκες λέγονται, καὶ ἀνθρώποις τῶν ἐπὶ τραπέζῃ μιασμάτων τοῦτο ἦρξεν. ὁ δὲἔποψ ἐς ὃν ἔχει λόγος τὸν Τηρέα ἀλλαγῆναι, οὗτος ὁ ὄρνις μέγεθος μὲν ὀλίγον ἐστὶνὑπὲρ ὄρτυγα, ἐπὶ τῇ κεφαλῇ δέ οἱ τὰ πτερὰ ἐς λόφου σχῆμα ἐξῆρται. [9] θαυμάσαι δὲἄξιον ὅτι ἐν τῇ γῇ ταύτῃ χελιδόνες οὔτε τίκτουσιν οὔτε ἐκλέπουσί γε τὰ ᾠά, οὐδ᾽ ἂνἀρχὴν πρὸς οἰκήματος ὀρόφῳ νεοσσιὰν χελιδὼν ποιήσαιτο: λέγουσι δὲ οἱ Φωκεῖς ὡςτῇ Φιλομήλᾳ καὶ ὄρνιθι οὔσῃ Τηρέως δεῖμα ἐφάνη καὶ οὕτω τῆς πατρίδος ἀπέστη τῆςΤηρέως. Δαυλιεῦσι δὲ Ἀθηνᾶς ἱερὸν καὶ ἄγαλμά ἐστιν ἀρχαῖον: τὸ δὲ ξόανον τὸ ἔτιπαλαιότερον λέγουσιν ἐπαγαγέσθαι Πρόκνην ἐξ Ἀθηνῶν. [10]
ἔστι δὲ τῆς Δαυλίας χώρα καλουμένη Τρωνίς: ἐνταῦθα ἡρῷον ἥρω Ἀρχηγέτουπεποίηται: τὸν δὲ ἥρω τοῦτον Ξάνθιππον οὐκ ἀφανῆ τὰ ἐς πόλεμον, οἱ δὲ Φῶκον εἶναιτὸν Ὀρνυτίωνος τοῦ Σισύφου φασίν. ἔχει δ᾽ οὖν ἐπὶ ἡμέρᾳ τε πάσῃ τιμὰς καὶ ἄγοντεςἱερεῖα οἱ Φωκεῖς τὸ μὲν αἷμα δι᾽ ὀπῆς ἐσχέουσιν ἐς τὸν τάφον, τὰ δὲ κρέα ταύτῃ σφίσινἀναλοῦν καθέστηκεν. 5.
ἔστι δὲ καὶ ἄνοδος διὰ τῆς Δαυλίδος ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ μακροτέρα τῆς ἐκΔελφῶν, οὐ μέντοι καὶ κατὰ ταὐτὰ χαλεπή. ἐς δὲ τὴν ἐπὶ Δελφῶν εὐθεῖανἀναστρέψαντι ἐκ Δαυλίδος καὶ ἰόντι ἐπὶ τὸ πρόσω, ἔστιν οἰκοδόμημα ἐν ἀριστερᾷ τῆςὁδοῦ καλούμενον Φωκικόν, ἐς ὃ ἀπὸ ἑκάστης πόλεως συνίασιν οἱ Φωκεῖς. [2] μεγέθειμὲν μέγα τὸ οἴκημα, ἐντὸς δὲ αὐτοῦ κίονες κατὰ μῆκός εἰσιν ἑστηκότες: ἀναβασμοὶ δὲἀπὸ τῶν κιόνων ἀνήκουσιν ἐς ἑκάτερον τοῖχον, καὶ ἐπὶ τῶν ἀναβασμῶν τούτων οἱσυνιόντες τῶν Φωκέων καθέζονται. πρὸς δὲ τῷ πέρατι κίονες μὲν οὐκ εἰσὶν οὐδὲἀναβασμοί, Διὸς δὲ ἄγαλμα καὶ Ἀθηνᾶς καὶ Ἥρας, τὸ μὲν ἐν θρόνῳ τοῦ Διός,ἑκατέρωθεν δὲ ἡ μὲν κατὰ δεξιά, ἡ δὲ κατὰ ἀριστερὰ παρεστῶσα ἡ Ἀθηνᾶ πεποίηται.[3]
προϊὼν δὲ αὐτόθεν ἐπὶ ὁδὸν ἀφίξῃ καλουμένην Σχιστήν: ἐπ᾽ αὐτῇ τῇ ὁδῷ τὰ ἐς τὸνφόνον τοῦ πατρὸς Οἰδίποδι εἰργάσθη. ἔδει δὲ ἄρα παθημάτων τῶν Οἰδίποδος ἀνὰπᾶσαν τὴν Ἑλλάδα ὑπολειφθῆναι μνημόσυνα. τεχθέντος μέν γε διαπείραντες διὰ τῶνσφυρῶν κέντρα ἐκτιθέασιν αὐτὸν ἐς τὴν Πλαταιίδα, ὄρος τὸν Κιθαιρῶνα: Κόρινθος δὲκαὶ ἡ ἐπὶ τῷ ἰσθμῷ χώρα τροφὸς τῷ Οἰδίποδι ἐγένετο: γῆ δὲ ἡ Φωκὶς καὶ ὁδὸς ἡ Σχιστὴτοῦ πατρῴου φόνου τὸ μίασμα ὑπεδέξατο: Θηβαίοις δὲ καὶ ἐς πλέον γάμων τέ σφισιτῶν Οἰδίποδος καὶ ἀδικίας τῆς Ἐτεοκλέους ἐστὶν ἡ φήμη. [4] Οἰδίποδι μὲν ὁδὸς ἡΣχιστὴ καὶ τόλμημα τὸ ἐπ᾽ αὐτῇ κακῶν ἦρχε, καὶ τὰ τοῦ Λαΐου μνήματα καὶ οἰκέτουτοῦ ἑπομένου ταὐτὰ ἔτι ἐν μεσαιτάτῳ τῆς τριόδου ἐστὶ καὶ ἐπ᾽ αὐτῷ λίθοι λογάδεςσεσωρευμένοι: Δαμασίστρατον δὲ ἄνδρα ἐν Πλαταιαῖς βασιλεύοντα ἐπιτυχεῖν τεκειμένοις τοῖς νεκροῖς καὶ θάψαι φασὶν αὐτούς. [5]
ἡ δὲ λεωφόρος αὐτόθεν ἡ ἐς Δελφοὺς καὶ προσάντης γίνεται μᾶλλον καὶ ἀνδρὶεὐζώνῳ χαλεπωτέρα. λέγεται δὲ πολλὰ μὲν καὶ διάφορα ἐς αὐτοὺς τοὺς Δελφούς,πλείω δὲ ἔτι ἐς τοῦ Ἀπόλλωνος τὸ μαντεῖον. φασὶ γὰρ δὴ τὰ ἀρχαιότατα Γῆς εἶναι τὸχρηστήριον, καὶ Δαφνίδα ἐπ᾽ αὐτῷ τετάχθαι πρόμαντιν ὑπὸ τῆς Γῆς: [6] εἶναι δὲ αὐτὴντῶν περὶ τὸ ὄρος νυμφῶν. ἔστι δὲ ἐν Ἕλλησι ποίησις, ὄνομα μὲν τοῖς ἔπεσίν ἐστινΕὐμολπία, Μουσαίῳ δὲ τῷ Ἀντιοφήμου προσποιοῦσι τὰ ἔπη: πεποιημένον οὖν ἐστινἐν τούτοις Ποσειδῶνος ἐν κοινῷ καὶ Γῆς εἶναι τὸ μαντεῖον, καὶ τὴν μὲν χρᾶν αὐτήν,Ποσειδῶνι δὲ ὑπηρέτην ἐς τὰ μαντεύματα εἶναι Πύρκωνα. καὶ οὕτως ἔχει τὰἔπη:“αὐτίκα δὲ Χθονίης φωνὴ πινυτὸν φάτο μῦθον,
σὺν δὲ τε Πύρκων ἀμφίπολος κλυτοῦ Ἐννοσιγαίου.
”Musaeus, Eumolpiaχρόνῳ δὲ ὕστερον, ὅσον τῇ Γῇ μετῆν, δοθῆναι Θέμιδι ὑπ᾽ αὐτῆςλέγουσιν, Ἀπόλλωνα δὲ παρὰ Θέμιδος λαβεῖν δωρεάν: Ποσειδῶνι δὲ ἀντὶ τοῦμαντείου Καλαύρειαν ἀντιδοῦναί φασιν αὐτὸν τὴν πρὸ Τροιζῆνος. [7] ἤκουσα δὲ καὶὡς ἄνδρες ποιμαίνοντες ἐπιτύχοιεν τῷ μαντείῳ, καὶ ἔνθεοί τε ἐγένοντο ὑπὸ τοῦἀτμοῦ καὶ ἐμαντεύσαντο ἐξ Ἀπόλλωνος. μεγίστη δὲ καὶ παρὰ πλείστων ἐς Φημονόηνδόξα ἐστίν, ὡς πρόμαντις γένοιτο ἡ Φημονόη τοῦ θεοῦ πρώτη καὶ πρώτη τὸ ἑξάμετρονᾖσεν. Βοιὼ δὲ ἐπιχωρία γυνὴ ποιήσασα ὕμνον Δελφοῖς ἔφη κατασκευάσασθαι τὸμαντεῖον τῷ θεῷ τοὺς ἀφικομένους ἐξ Ὑπερβορέων τούς τε ἄλλους καὶ Ὠλῆνα:τοῦτον δὲ καὶ μαντεύσασθαι πρῶτον καὶ ᾁσαι πρῶτον τὸ ἑξάμετρον. [8] πεποίηκε δὲ ἡΒοιὼ τοιάδε: “ἔνθα τοι εὔμνηστον χρηστήριον ἐκτελέσαντο
παῖδες Ὑπερβορέων Παγασὸς καὶ δῖος Ἀγυιεύς.
”Boeo, work unknownἐπαριθμοῦσα δὲ καὶ ἄλλους τῶν Ὑπερβορέων, ἐπὶ τελευτῇ τοῦὕμνου τὸν Ὠλῆνα ὠνόμασεν: “Ὠλήν θ᾽, ὃς γένετο πρῶτος Φοίβοιο προφάτας,
πρῶτος δ᾽ ἀρχαίων ἐπέων τεκτάνατ᾽ ἀοιδάν.
”Boeo, work unknownοὐ μέντοι τά γε ἥκοντα ἐς μνήμην ἐς ἄλλον τινά, ἐς δὲ γυναικῶνμαντείαν ἀνήκει μόνων. [9] ποιηθῆναι δὲ τὸν ναὸν τῷ Ἀπόλλωνι τὸ ἀρχαιότατονδάφνης φασί, κομισθῆναι δὲ τοὺς κλάδους ἀπὸ τῆς δάφνης τῆς ἐν τοῖς Τέμπεσι:καλύβης δ᾽ ἂν σχῆμα οὗτός γε ἂν εἴη παρεσχηματισμένος ὁ ναός. δεύτερα δὲ λέγουσινοἱ Δελφοὶ γενέσθαι ὑπὸ μελισσῶν τὸν ναὸν ἀπό τε τοῦ κηροῦ τῶν μελισσῶν καὶ ἐκπτερῶν: πεμφθῆναι δὲ ἐς Ὑπερβορέους φασὶν αὐτὸν ὑπὸ τοῦ Ἀπόλλωνος. [10] λέγεταιδὲ καὶ ἕτερος λόγος, ὡς τὸν ναὸν κατεσκευάσατο ἀνὴρ Δελφός, ὄνομα δὲ αὐτῷΠτερᾶν εἶναι: κατὰ τοῦτο οὖν γενέσθαι καὶ τῷ ναῷ τοὔνομα ἀπὸ τοῦ οἰκοδομήσαντος:ἀπὸ τούτου δὲ τοῦ Πτερᾶ καὶ πόλιν Κρητικὴν προσθήκῃ γράμματος Ἀπτερεούς φασινὀνομάζεσθαι. τὸν γὰρ δὴ λόγον τὸν ἔχοντα ἐς τὴν ἐν τοῖς ὄρεσιν αὐξομένην πτέριν,ὡς ἐκ τῆς πόας ταύτης χλωρᾶς ἔτι διεπλέξαντο ναόν, οὐδὲ ἀρχὴν προσίεμαι τὸνλόγον τοῦτον. [11] τὰ δὲ ἐς τὸν τρίτον τῶν ναῶν, ὅτι ἐγένετο ἐκ χαλκοῦ, θαῦμα οὐδέν,εἴ γε Ἀκρίσιος μὲν θάλαμον χαλκοῦν τῇ θυγατρὶ ἐποιήσατο, Λακεδαιμονίοις δὲἈθηνᾶς ἱερὸν Χαλκιοίκου καὶ ἐς ἡμᾶς ἔτι λείπεται, Ῥωμαίοις δὲ ἡ ἀγορὰ μεγέθουςἕνεκα καὶ κατασκευῆς τῆς ἄλλης θαῦμα οὖσα παρέχεται τὸν ὄροφον χαλκοῦν: οὕτωκαὶ ναὸν τῷ Ἀπόλλωνι οὐκ ἂν ἄπο γε τοῦ εἰκότος εἴη γενέσθαι χαλκοῦν. [12] τὰμέντοι ἄλλα με οὐκ ἔπειθεν ὁ λόγος ἢ Ἡφαίστου τὸν ναὸν τέχνην εἶναι ἢ τὰ ἐς τὰςᾠδοὺς τὰς χρυσᾶς, ἃ δὴ Πίνδαρος ᾖσεν ἐπ᾽ ἐκείνῳ τῷ ναῷ:“χρύσειαι δ᾽ ἐξύπερθ᾽αἰετοῦ
ἄειδον Κηληδόνες.
”Pindar, work unknownοὗτος μὲν δὴ ταῦτα ἐς μίμησιν ἐμοὶ δοκεῖν τῶν παρ᾽ ὉμήρῳΣειρήνων ἐποίησεν: οὐ μὴν οὐδὲ τρόπον ὅντινα ἀφανισθῆναι συνέπεσε τῷ ναῷ, κατὰταὐτὰ εἰρημένα εὕρισκον: καὶ γὰρ ἐς χάσμα γῆς ἐμπεσεῖν αὐτὸν καὶ ὑπὸ πυρὸςτακῆναι λέγουσιν. [13] τέταρτος δὲ ὑπὸ Τροφωνίου μὲν εἰργάσθη καὶ Ἀγαμήδους,λίθου δὲ αὐτὸν ποιηθῆναι μνημονεύουσι: κατεκαύθη δὲ Ἐρξικλείδου μὲν Ἀθήνῃσινἄρχοντος, πρώτῳ δὲ τῆς ὀγδόης Ὀλυμπιάδος ἔτει καὶ πεντηκοστῆς, ἣν Κροτωνιάτηςἐνίκα Διόγνητος. τὸν δ᾽ ἐφ᾽ ἡμῶν τῷ θεῷ ναὸν ᾠκοδόμησαν μὲν ἀπὸ τῶν ἱερῶν οἱἈμφικτύονες χρημάτων, ἀρχιτέκτων δέ τις Σπίνθαρος ἐγένετο αὐτοῦ Κορίνθιος. 6.
πόλιν δὲ ἀρχαιοτάτην οἰκισθῆναί φασιν ἐνταῦθα ὑπὸ Παρνασσοῦ, Κλεοδώρας δὲ εἶναινύμφης παῖδα αὐτόν: καί οἱ πατέρας, καθάπερ γε καὶ ἄλλοις τῶν καλουμένων ἡρώων,Ποσειδῶνά τε θεὸν καὶ
Κλεόπομπον ἄνδρα ἐπονομάζουσιν. ἀπὸ τούτου δὲ τοῦ Παρνασσοῦ τῷ τε ὄρει τὸὄνομα τεθῆναι λέγουσι καὶ ἀπὸ τούτου Παρνασσίαν ὀνομασθῆναι νάπην: τῶνπετομένων τε ὀρνίθων ** τὴν ἀπ᾽ αὐτῶν μαντείαν γενέσθαι Παρνασσοῦ τὸ εὕρημα. [2]ταύτην μὲν οὖν κατακλυσθῆναι τὴν πόλιν ὑπὸ τῶν ὄμβρων τῶν κατὰ Δευκαλίωνασυμβάντων: τῶν δὲ ἀνθρώπων ὅσοι διαφυγεῖν τὸν χειμῶνα ἠδυνήθησαν, λύκωνὠρυγαῖς ἀπεσώθησαν ἐς τοῦ Παρνασσοῦ τὰ ἄκρα ὑπὸ ἡγεμόσι τῆς πορείας τοῖςθηρίοις, πόλιν δὲ ἣν ἔκτισαν ἐκάλεσαν ἐπὶ τούτῳ Λυκώρειαν. [3] λέγεται δὲ καὶ ἄλλοςδιάφορος λόγος τῷ προτέρῳ, Ἀπόλλωνι ἐκ νύμφης Κωρυκίας γενέσθαι Λύκωρον, καὶἀπὸ μὲν Λυκώρου πόλιν Λυκώρειαν, τὸ ἄντρον δὲ ὀνομασθῆναι τὸ Κωρύκιον ἀπὸ τῆςνύμφης. λέγεται δὲ καὶ τάδε, Κελαινὼ θυγατέρα Ὑάμῳ τῷ Λυκώρου γενέσθαι,Δελφὸν δέ, ἀφ᾽ οὗ τῇ πόλει τὸ ὄνομα τὸ ἐφ᾽ ἡμῶν ἐστι, Κελαινοῦς τε αὐτὸν τῆς Ὑάμουκαὶ Ἀπόλλωνος εἶναι. [4] οἱ δὲ Καστάλιόν τε ἄνδρα αὐτόχθονα καὶ θυγατέραἐθέλουσιν αὐτῷ γενέσθαι Θυίαν, καὶ ἱερᾶσθαί τε τὴν Θυίαν Διονύσῳ πρῶτον καὶὄργια ἀγαγεῖν τῷ θεῷ: ἀπὸ ταύτης δὲ καὶ ὕστερον ὅσαι τῷ Διονύσῳ μαίνονταιΘυιάδας καλεῖσθαι σφᾶς ὑπὸ ἀνθρώπων: Ἀπόλλωνος δ᾽ οὖν παῖδα καὶ Θυίαςνομίζουσιν εἶναι Δελφόν. οἱ δὲ μητρὸς μὲν Μελαίνης φασὶν αὐτόν, θυγατρὸς Κηφισοῦ.[5] χρόνῳ δὲ ὕστερον καὶ Πυθὼ τὴν πόλιν, οὐ Δελφοὺς μόνον ἐκάλεσαν οἱπεριοικοῦντες, καθὰ καὶ Ὁμήρῳ πεποιημένα ἐν καταλόγῳ Φωκέων ἐστίν. οἱ μὲν δὴγενεαλογεῖν τὰ πάντα ἐθέλοντες παῖδα εἶναι Δελφοῦ Πύθην καὶ ἀπὸ τούτουβασιλεύσαντος γενέσθαι τῇ πόλει τὸ ὄνομα ἥγηνται: λόγος δὲ ὃς ἥκει τῶν ἀνθρώπωνἐς τοὺς πολλούς, τὸν ὑπὸ τοῦ Ἀπόλλωνος τοξευθέντα σήπεσθαί φησιν ἐνταῦθα, καὶδιὰ τοῦτο ὄνομα τῇ πόλει γενέσθαι Πυθώ: πύθεσθαι γὰρ δὴ τὰ σηπόμενα οἱ τότεἔλεγον, καὶ τοῦδε ἕνεκα Ὅμηρος πεποίηκεν ὡς ἡ τῶν Σειρήνων νῆσος ἀνάπλεωςὀστῶν εἴη, ὅτι οἱ τῆς ᾠδῆς αὐτῶν ἀκούοντες ἐπύθοντο ἄνθρωποι. [6] τὸν δὲἀποθανόντα ὑπὸ τοῦ Ἀπόλλωνος ποιηταὶ μὲν δράκοντα εἶναι καὶ ἐπὶ τῷ μαντείῳφύλακα ὑπὸ Γῆς τετάχθαι φασί: λέγεται δὲ καὶ ὡς Κριοῦ δυναστεύοντος ἀνδρὸς περὶΕὔβοιαν παῖς γένοιτο ὑβριστής, καὶ ἐσύλησε μὲν τοῦ θεοῦ τὸ ἱερόν, ἐσύλησε δὲ καὶοἴκους ἀνδρῶν εὐδαιμόνων. ὡς δὲ ἐπεστράτευε καὶ δεύτερον, ἐνταῦθα οἱ Δελφοὶ τὸνἈπόλλωνα ἱκέτευον ἀμῦναί σφισι τὸν ἐπιόντα κίνδυνον: [7] καὶ ἡ Φημονόη πρόμαντιςτηνικαῦτα οὖσα ἐν ἑξαμέτρῳ σφίσιν ἔχρησεν:“ἀγχοῦ δὴ βαρὺν ἰὸν ἐπ᾽ ἀνέρι Φοῖβοςἐφήσει
σίντῃ Παρνησσοῖο: φόνου δέ ἑ Κρήσιοι ἄνδρες
χεῖρας ἁγιστεύσουσι: τὸ δὲ κλέος οὔ ποτ᾽ ὀλεῖται.
” 7.
ἔοικε δὲ ἐξ ἀρχῆς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς ὑπὸ ἀνθρώπων ἐπιβεβουλεῦσθαι πλείστωνἤδη. οὗτός τε ὁ Εὐβοεὺς λῃστὴς καὶ ἔτεσιν ὕστερον τὸ ἔθνος τὸ Φλεγυῶν, ἔτι δὲΠύρρος ὁ Ἀχιλλέως ἐπεχείρησεν αὐτῷ, καὶ δυνάμεως μοῖρα τῆς Ξέρξου, καὶ οἱ χρόνοντε ἐπὶ πλεῖστον καὶ μάλιστα τοῦ θεοῦ τοῖς χρήμασιν ἐπελθόντες οἱ ἐν Φωκεῦσιδυνάσται, καὶ ἡ Γαλατῶν στρατιά. ἔμελλε δὲ ἄρα οὐδὲ τῆς Νέρωνος ἐς πάνταὀλιγωρίας ἀπειράτως ἕξειν, ὃς τὸν Ἀπόλλωνα πεντακοσίας θεῶν τε ἀναμὶξ ἀφείλετοκαὶ ἀνθρώπων εἰκόνας χαλκᾶς. [2]
ἀρχαιότατον δὲ ἀγώνισμα γενέσθαι μνημονεύουσι καὶ ἐφ᾽ ᾧ πρῶτον ἆθλα ἔθεσαν,ᾆσαι ὕμνον ἐς τὸν θεόν: καὶ ᾖσε καὶ ἐνίκησεν ᾁδων Χρυσόθεμις ἐκ Κρήτης, οὗ δὴ ὁπατὴρ λέγεται Καρμάνωρ καθῆραι Ἀπόλλωνα. Χρυσοθέμιδος δὲ ὕστερον Φιλάμμωνάτε ᾠδῇ μνημονεύουσι νικῆσαι καὶ ἐπ᾽ ἐκείνῳ Θάμυριν τὸν Φιλάμμωνος. Ὀρφέα δὲσεμνολογίᾳ τῇ ἐπὶ τελεταῖς καὶ ὑπὸ φρονήματος τοῦ ἄλλου καὶ Μουσαῖον τῇ ἐςπάντα μιμήσει τοῦ Ὀρφέως οὐκ ἐθελῆσαί φασιν αὐτοὺς ἐπὶ ἀγῶνι μουσικῆςἐξετάζεσθαι. [3] φασὶ δὲ καὶ Ἐλευθῆρα ἀνελέσθαι Πυθικὴν νίκην μέγα καὶ ἡδὺφωνοῦντα, ἐπεὶ ᾁδειν γε αὐτὸν οὐχ αὑτοῦ τὴν ᾠδήν. λέγεται δὲ καὶ Ἡσίοδονἀπελαθῆναι τοῦ ἀγωνίσματος ἅτε οὐ κιθαρίζειν ὁμοῦ τῇ ᾠδῇ δεδιδαγμένον. Ὅμηροςδὲ ἀφίκετο μὲν ἐς Δελφοὺς ἐρησόμενος ὁπόσα καὶ ἐδεῖτο, ἔμελλε δὲ αὐτῷ καὶκιθαρίζειν διδαχθέντι ἀχρεῖον τὸ μάθημα ὑπὸ τῶν ὀφθαλμῶν τῆς συμφορᾶςγενήσεσθαι. [4] τῆς δὲ τεσσαρακοστῆς Ὀλυμπιάδος καὶ ὀγδόης, ἣν Γλαυκίας ὁΚροτωνιάτης ἐνίκησε, ταύτης ἔτει τρίτῳ ἆθλα ἔθεσαν οἱ Ἀμφικτύονες κιθαρῳδίας μὲνκαθὰ καὶ ἐξ ἀρχῆς, προσέθεσαν δὲ καὶ αὐλῳδίας ἀγώνισμα καὶ αὐλῶν:ἀνηγορεύθησαν δὲ νικῶντες Κεφαλήν τε Μελάμπους κιθαρῳδίᾳ καὶ αὐλῳδὸς ἈρκὰςἘχέμβροτος, Σακάδας δὲ Ἀργεῖος ἐπὶ τοῖς αὐλοῖς: ἀνείλετο δὲ ὁ Σακάδας οὗτος καὶἄλλας δύο τὰς ἐφεξῆς ταύτης πυθιάδας. [5] ἔθεσαν δὲ καὶ ἆθλα τότε ἀθληταῖςπρῶτον, τά τε ἐν Ὀλυμπίᾳ πλὴν τεθρίππου καὶ αὐτοὶ νομοθετήσαντες δολίχου καὶδιαύλου παισὶν εἶναι δρόμον. δευτέρᾳ δὲ πυθιάδι οὐκ ἐπὶ ἄθλοις ἐκάλεσαν ἔτιἀγωνίζεσθαι, στεφανίτην δὲ τὸν ἀγῶνα ἀπὸ τούτου κατεστήσαντο: καὶ αὐλῳδίαν τότεκατέλυσαν, καταγνόντες οὐκ εἶναι τὸ ἄκουσμα εὔφημον: ἡ γὰρ αὐλῳδία μέλη τε ἦναὐλῶν τὰ σκυθρωπότατα καὶ ἐλεγεῖα θρῆνοι προσᾳδόμενα τοῖς αὐλοῖς. [6] μαρτυρεῖδέ μοι καὶ τοῦ Ἐχεμβρότου τὸ ἀνάθημα, τρίπους χαλκοῦς ἀνατεθεὶς τῷ Ἡρακλεῖ τῷ ἐνΘήβαις: ἐπίγραμμα δὲ ὁ τρίπους εἶχεν:“Ἐχέμβροτος Ἀρκὰς θῆκε τῷ Ἡρακλεῖ
νικήσας τόδ᾽ ἄγαλμ᾽ Ἀμφικτυόνων ἐν ἀέθλοις,
Ἕλλησι δ᾽ ἀείδων μέλεα καὶ ἐλέγους.
”κατὰ τοῦτο μὲν τῆς αὐλῳδίας ἐπαύσθη τὸ ἀγώνισμα: προσέθεσαν δὲ καὶ ἵππωνδρόμον, ἀνηγορεύθη δὲ ἐπὶ τῷ ἅρματι Κλεισθένης ὁ Σικυῶνος τυραννήσας. [7] ὀγδόῃδὲ πυθιάδι προσενομοθέτησαν κιθαριστὰς τοὺς ἐπὶ τῶν κρουμάτων τῶν ἀφώνων: καὶΤεγεάτης ἐστεφανοῦτο Ἀγέλαος. τρίτῃ δὲ πυθιάδι ἐπὶ ταῖς εἴκοσι προστιθέασινὁπλίτην δρόμον: καὶ ἐπ᾽ αὐτῷ Τιμαίνετος ἐκ Φλιοῦντος ἀνείλετο τὴν δάφνην,Ὀλυμπιάσιν ὕστερον πέντε ἢ Δαμάρετος Ἡραιεὺς ἐνίκησεν. ὀγδόῃ δὲ ἐπὶτεσσαράκοντα πυθιάδι καὶ συνωρίδος εἶναι κατεστήσαντο δρόμον: καὶ ἘξηκεστίδουΦωκέως ἐνίκησεν ἡ συνωρίς. πέμπτῃ δὲ πυθιάδι ἀπὸ ταύτης πώλους ἔζευξαν ὑπὸἅρματι: καὶ παρέδραμεν Ὀρφώνδα Θηβαίου τέθριππον. [8] παγκράτιον δ᾽ ἐν παισὶ καὶσυνωρίδα τε πώλων καὶ πῶλον κέλητα πολλοῖς ἔτεσιν ὕστερον κατεδέξαντο Ἠλείων,τὸ μὲν πρώτῃ πυθιάδι ἐπὶ ταῖς ἑξήκοντα, καὶ Ἰολαΐδας ἐνίκα Θηβαῖος: διαλιπόντες δὲἀπὸ ταύτης μίαν κέλητι ἔθεσαν δρόμον πώλῳ, ἐνάτῃ δὲ ἐπὶ ταῖς ἑξήκοντα συνωρίδιπωλικῇ, καὶ ἐπὶ μὲν τῷ πώλῳ τῷ κέλητι Λυκόρμας ἀνηγορεύθη Λαρισαῖος,Πτολεμαῖος δὲ ἐπὶ τῇ συνωρίδι Μακεδών: ἔχαιρον γὰρ δὴ Μακεδόνες οἱ ἐν Αἰγύπτῳκαλούμενοι βασιλεῖς, καθάπερ γε ἦσαν. δάφνης δὲ στέφανος ἐπὶ τῶν Πυθίων τῇ νίκῃκατ᾽ ἄλλο μὲν ἐμοὶ δοκεῖν ἐστιν οὐδέν, ὅτι δὲ τῆς Λάδωνος θυγατρὸς Ἀπόλλωναἐρασθῆναι κατέσχηκεν ἡ φήμη. 8.
καταστήσασθαι δὲ συνέδριον ἐνταῦθα Ἑλλήνων οἱ μὲν Ἀμφικτύονα τὸν Δευκαλίωνοςνομίζουσι καὶ ἀπὸ τούτου τοῖς συνελθοῦσιν ἐπίκλησιν Ἀμφικτύονας γενέσθαι,Ἀνδροτίων δὲ ἐν τῇ Ἀτθίδι ἔφη συγγραφῇ ὡς τὸ ἐξ ἀρχῆς ἀφίκοντο ἐς Δελφοὺς παρὰτῶν προσοικούντων συνεδρεύοντες, καὶ ὀνομασθῆναι μὲν Ἀμφικτίονας τοὺςσυνελθόντας, ἐκνικῆσαι δὲ ἀνὰ χρόνον τὸ νῦν σφισιν ὄνομα. [2] ὑπὸ μὲν δὴἈμφικτύονος αὐτοῦ φασιν ἐς συνέδριον κοινὸν τοσάδε γένη τοῦ Ἑλληνικοῦσυναχθῆναι, Ἴωνας Δόλοπας Θεσσαλοὺς Αἰνιᾶνας Μάγνητας Μαλιέας ΦθιώταςΔωριεῖς Φωκέας Λοκροὺς τῇ Φωκίδι ὁμόρους ὑπὸ τῷ ὄρει τῇ Κνήμιδι: καταλαβόντωνδὲ Φωκέων τὸ ἱερὸν καὶ ὕστερον δεκάτῳ ἔτει λαβόντος πέρας τοῦ πολέμου,μεταβολὴν καὶ τὰ Ἀμφικτυόνων ἔσχε. Μακεδόνες μὲν γὰρ τελεῖν ἐς Ἀμφικτύοναςεὕραντο, Φωκέων δὲ τὸ ἔθνος καὶ ἐκ τοῦ Δωρικοῦ Λακεδαιμόνιοι μετασχόντεςἐπαύσαντο Ἀμφικτυονίας, οἱ μὲν τοῦ τολμήματος ἕνεκα οἱ Φωκεῖς, οἱ δὲ συμμαχίαςεὕραντο οἱ Λακεδαιμόνιοι τῆς Φωκέων ζημίαν. [3] Βρέννου δὲ τὸν Γαλατῶν στρατὸνἀγαγόντος ἐς Δελφοὺς προθυμίαν ἐς τὸν πόλεμον οἱ Φωκεῖς πλείστην τοῦ Ἑλληνικοῦπαρέσχοντο, καὶ ἀπὸ τοῦ ἔργου τούτου μετασχεῖν Ἀμφικτυονίας αὖθις καὶ ἐς τὰ ἄλλαἐγένετο ἀξίωμα αὐτοῖς ἀνασώσασθαι τὸ ἀρχαῖον. βασιλεὺς δὲ Αὔγουστος μετεῖναικαὶ Νικοπολίταις τοῖς πρὸς τῷ Ἀκτίῳ συνεδρίου τοῦ Ἀμφικτυόνων ἠθέλησε:Μάγνητας μὲν οὖν καὶ Μαλιεῖς καὶ Αἰνιᾶνας καὶ Φθιώτας Θεσσαλοῖς συντελεῖν, τὰςψήφους δὲ ὅσαι τούτων τε καὶ Δολόπων—οὐ γὰρ ἔτι ἦν Δολόπων γένος—Νικοπολίταςφέρειν. [4] οἱ δὲ Ἀμφικτύονες οἱ ἐπ᾽ ἐμοῦ τριάκοντα ἀριθμῷ ἦσαν: ἐκ Νικοπόλεως μὲνκαὶ Μακεδονίας τε καὶ Θεσσαλῶν, ἀπὸ ἑκάστων ἀριθμῷ ἦσαν ἕξ, ἐκ δὲ Βοιωτῶν—Θεσσαλίαν γὰρ καὶ οὗτοι τὰ ἀρχαιότερα ᾤκησαν καὶ Αἰολεῖς τηνικαῦτα ἐκαλοῦντο—καὶ ἐκ Φωκέων τε καὶ Δελφῶν, παρὰ τούτων δύο ἑκάστων: εἷς δ᾽ ἐκ Δωρίδος τῆςἀρχαίας. [5] πέμπουσι δὲ καὶ Λοκροὶ οἵ τε καλούμενοι Ὀζόλαι καὶ οἱ πέραν Εὐβοίαςἕνα ἑκάτεροι, καὶ Εὐβοεύς ἐστιν εἷς: Πελοποννησίων δὲ ἐξ Ἄργους καὶ Σικυῶνος καὶΚορίνθου σὺν Μεγαρεῦσίν ἐστιν εἷς καὶ εἷς Ἀθηναῖος. αἱ μὲν δὴ πόλεις Ἀθῆναι καὶΔελφοὶ καὶ ἡ Νικόπολις, αὗται μὲν ἀποστέλλουσι συνεδρεύσοντας ἐς Ἀμφικτυονίανπᾶσαν: ἀπὸ δὲ ἐθνῶν τῶν κατειλεγμένων ἑκάστῃ πόλει ἀνὰ μέρος ἐς Ἀμφικτύοναςκαὶ ἐν χρόνου περιόδῳ συντελεῖν ἔστιν. [6]
ἐσελθόντι δὲ ἐς τὴν πόλιν εἰσὶν ἐφεξῆς ναοί: καὶ ὁ μὲν πρῶτος αὐτῶν ἐρείπια ἦν, ὁ ἐπὶτούτῳ δὲ κενὸς καὶ ἀγαλμάτων καὶ ἀνδριάντων: ὁ δὲ αὐτῶν τρίτος καὶ ὁ τέταρτος, ὁμὲν τῶν ἐν Ῥώμῃ βασιλευσάντων εἶχεν οὐ πολλῶν τινῶν εἰκόνας, ὁ τέταρτος δὲἈθηνᾶς καλεῖται Προνοίας. τῶν δὲ ἀγαλμάτων τὸ ἐν τῷ προνάῳ Μασσαλιωτῶνἀνάθημά ἐστι, μεγέθει τοῦ ἔνδον ἀγάλματος μεῖζον. οἱ δὲ Μεσσαλιῶται Φωκαέωνεἰσὶν ἄποικοι τῶν ἐν Ἰωνίᾳ, μοῖρα καὶ αὕτη τῶν ποτε Ἅρπαγον τὸν Μῆδον φυγόντωνἐκ Φωκαίας: γενόμενοι δὲ ναυσὶν ἐπικρατέστεροι Καρχηδονίων τήν τε γῆν ἣν ἔχουσινἐκτήσαντο καὶ ἐπὶ μέγα ἀφίκοντο εὐδαιμονίας. [7] τῶν μὲν δὴ Μασσαλιωτῶν χαλκοῦντὸ ἀνάθημά ἐστι: χρυσοῦ δὲ ἀσπίδα ὑπὸ Κροίσου τοῦ Λυδοῦ τῇ Ἀθηνᾷ τῇ Προνοίᾳδοθεῖσαν, ἐλέγετο ὑπὸ τῶν Δελφῶν ὡς Φιλόμηλος αὐτὴν ἐσύλησε. πρὸς δὲ τῷ ἱερῷτῆς Προνοίας Φυλάκου τέμενός ἐστιν ἥρωος: καὶ ὁ Φύλακος οὗτος ὑπὸ Δελφῶν ἔχειφήμην κατὰ τὴν ἐπιστρατείαν σφίσιν ἀμῦναι τὴν Περσῶν. [8] ἐν δὲ τοῦ γυμνασίου τῷὑπαίθρῳ πεφυκέναι ποτὲ ἀγρίαν φασὶν ὕλην, καὶ Ὀδυσσέα, ἡνίκα ὡς τὸν Αὐτόλυκονἀφικόμενος μετὰ τοῦ Αὐτολύκου τῶν παίδων ἐθήρευε, τότε αὐτὸν τὸ τραῦμα τὸ ὑπὲρτοῦ γόνατος ἐνταῦθα σχεῖν ὑπὸ τοῦ συός. τραπομένῳ δὲ ἐς ἀριστερὰν ἀπὸ τοῦγυμνασίου καὶ ὑποκαταβάντι οὐ πλέον ἐμοὶ δοκεῖν ἢ τρία στάδια, ποταμός ἐστινὀνομαζόμενος Πλεῖστος: οὗτος ὁ Πλεῖστος ἐπὶ Κίρραν τὸ ἐπίνειον Δελφῶν καὶ τὴνταύτῃ κάτεισι θάλασσαν. [9] ἐκ δὲ τοῦ γυμνασίου τὴν ἐς τὸ ἱερὸν ἀνιόντι ἔστιν ἐνδεξιᾷ τῆς ὁδοῦ τὸ ὕδωρ τῆς Κασταλίας, καὶ πιεῖν ἡδὺ καὶ λοῦσθαι καλόν. δοῦναι δὲ τὸὄνομα τῇ πηγῇ γυναῖκα λέγουσιν ἐπιχωρίαν, οἱ δὲ ἄνδρα Καστάλιον: Πανύασσις δὲ ὁΠολυάρχου πεποιηκὼς ἐς Ἡρακλέα ἔπη θυγατέρα Ἀχελῴου τὴν Κασταλίαν φησὶνεἶναι. λέγει γὰρ δὴ περὶ τοῦ Ἡρακλέους:“Παρνησσὸν νιφόεντα θοοῖς διὰ ποσσὶπερήσας
ἵκετο Κασταλίης Ἀχελωΐδος ἄμβροτον ὕδωρ.
”Panyassis, work unknown [10] ἤκουσα δὲ καὶ ἄλλο τοιόνδε, τὸ ὕδωρ τῇ Κασταλίᾳποταμοῦ δῶρον εἶναι τοῦ Κηφισοῦ. τοῦτο ἐποίησε καὶ Ἀλκαῖος ἐν προοιμίῳ τῷ ἐςἈπόλλωνα: βεβαιοῦνται δὲ οὐχ ἥκιστα οἱ Λιλαιεῖς, οἳ ἐς τοῦ Κηφισοῦ τὴν πηγὴνπέμματα ἐπιχώρια καὶ ἄλλα ὁπόσα νομίζουσιν ἀφιᾶσιν ἔν τισιν εἰρημέναις ἡμέραις,καὶ αὖθις ἐν τῇ Κασταλίᾳ φασὶν αὐτὰ ἀναφαίνεσθαι. 9.
Δελφοῖς δὲ ἡ πόλις ἄναντες διὰ πάσης παρέχεται σχῆμα, κατὰ τὰ αὐτὰ δὲ τῇ πόλει τῇἄλλῃ καὶ ὁ ἱερὸς περίβολος τοῦ Ἀπόλλωνος. οὗτος δὲ μεγέθει μέγας καὶ ἀνωτάτω τοῦἄστεώς ἐστι: τέτμηνται δὲ καὶ ἔξοδοι δι᾽ αὐτοῦ συνεχεῖς. ὁπόσα δὲ τῶν ἀναθημάτωνεἶναί μοι λόγου μάλιστα ἄξια ἐφαίνετο, ποιησόμεθα
αὐτῶν μνήμην. [2] ἀθλητὰς μὲν οὖν καὶ ὅσαι ἀγωνισταὶ μουσικῆς τῶν ἀνθρώπων τοῖςπλείοσιν ἐγίνοντο μετὰ οὐδενὸς λογισμοῦ, μετὰ τῆς οὐ πάνυ τι ἡγοῦμαι σπουδῆςἀξίους: ἀθλητὰς δὲ ὁπόσοι τι καὶ ὑπελείποντο ἐς δόξαν, ἐν λόγῳ σφᾶς ἐδήλωσα τῷ ἐςἨλείους. Φαΰλῳ δὲ Κροτωνιάτῃ—Ὀλυμπίασι μὲν οὐκ ἔστιν αὐτῷ νίκη, τὰς δὲ Πυθοῖπεντάθλου δύο ἀνείλετο καὶ σταδίου τὴν τρίτην: ἐναυμάχησε δὲ καὶ ἐναντία τοῦΜήδου ναῦν τε παρασκευασάμενος οἰκείαν καὶ Κροτωνιατῶν ὁπόσοι ἐπεδήμουν τῇἙλλάδι ἀνεβίβασεν— τούτου ἐστὶν ἀνδριὰς ἐν Δελφοῖς. τὰ μὲν δὴ ἐς τὸν Κροτωνιάτηνοὕτως εἶχεν, ἐσελθόντι δὲ ἐς τὸ τέμενος [3] χαλκοῦς ταῦρος τέχνη μὲν Θεοπρόπουἐστὶν Αἰγινήτου, Κορκυραίων δὲ ἀνάθημα. λέγεται δὲ ὡς ταῦρος ἐν τῇ Κορκύρᾳκαταλιπὼν τὰς ἄλλας βοῦς καὶ ἀπὸ τῆς νομῆς κατερχόμενος ἐμυκᾶτο ἐπὶ θαλάσσῃ:γινομένου δὲ ἐπὶ ἡμέρᾳ πάσῃ τοῦ αὐτοῦ κάτεισιν ἐπὶ θάλασσαν ὁ βουκόλος, καὶ εἶδενἰχθύων τῶν θύννων ἀτέκμαρτόν τι ἀριθμῷ πλῆθος. [4] καὶ ὁ μὲν δῆλα τοῖς ἐν τῇ πόλειΚορκυραίοις ἐποίησεν: οἱ δὲ—ἑλεῖν γὰρ τοὺς θύννους προαιρούμενοι τὴν ἄλλωςταλαιπωρίαν εἶχον—θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς: καὶ οὕτω Ποσειδῶνί τεἐκεῖνον θύουσι τὸν ταῦρον καὶ αὐτίκα μετὰ τὴν θυσίαν αἱροῦσι τοὺς ἰχθῦς, καί σφισιτὸ ἀνάθημα ἐν Ὀλυμπίᾳ τε καὶ ἐν Δελφοῖς ἐστιν ἡ δεκάτη τῆς ἄγρας. [5] ἐφεξῆς δὲΤεγεατῶν ἀναθήματα ἀπὸ Λακεδαιμονίων Ἀπόλλων ἐστὶ καὶ Νίκη καὶ οἱ ἐπιχώριοιτῶν ἡρώων, Καλλιστώ τε ἡ Λυκάονος καὶ Ἀρκὰς ὁ ἐπώνυμος τῆς γῆς καὶ οἱ τοῦἈρκάδος παῖδες Ἔλατος καὶ Ἀφείδας καὶ Ἀζάν, ἐπὶ δὲ αὐτοῖς Τρίφυλος: τούτῳ δὲ ἦνοὐκ Ἐρατὼ τῷ Τριφύλῳ μήτηρ, ἀλλὰ Λαοδάμεια ἡ Ἀμύκλα τοῦ ἐν Λακεδαίμονιβασιλεύσαντος: ἀνάκειται δὲ καὶ Ἔρασος Τριφύλου παῖς. [6] οἱ δὲ εἰργασμένοι τὰἀγάλματα Παυσανίας ἐστὶν Ἀπολλωνιάτης, οὗτος μὲν τόν τε Ἀπόλλωνα καὶΚαλλιστώ, τὴν δὲ Νίκην καὶ τοῦ Ἀρκάδος τὴν εἰκόνα ὁ Σικυώνιος Δαίδαλος:Ἀντιφάνης δὲ Ἀργεῖος καὶ Σαμόλας Ἀρκάς, οὗτος μὲν τὸν Τρίφυλον καὶ Ἀζᾶνα,Ἔλατον δὲ καὶ Ἀφείδαντά τε καὶ Ἔρασον ὁ Ἀργεῖος. ταῦτα μὲν δὴ οἱ Τεγεᾶταιἔπεμψαν ἐς Δελφούς, Λακεδαιμονίους ὅτε ἐπὶ σφᾶς ἐστρατεύσαντο αἰχμαλώτουςἑλόντες: [7] Λακεδαιμονίων δὲ ἀπαντικρὺ τούτων ἀναθήματά ἐστιν ἀπ᾽ ἈθηναίωνΔιόσκουροι καὶ Ζεὺς καὶ Ἀπόλλων τε καὶ Ἄρτεμις, ἐπὶ δὲ αὐτοῖς Ποσειδῶν τε καὶΛύσανδρος ὁ Ἀριστοκρίτου στεφανούμενος ὑπὸ τοῦ Ποσειδῶνος, Ἀγίας τε ὃς τῷΛυσάνδρῳ τότε ἐμαντεύετο καὶ Ἕρμων ὁ τὴν ναῦν τοῦ Λυσάνδρου τὴν στρατηγίδακυβερνῶν. [8] τοῦτον μὲν δὴ τὸν Ἕρμωνα Θεόκοσμος ποιήσειν ἔμελλεν ὁ Μεγαρεὺςἅτε ὑπὸ τῶν Μεγαρέων ἐγγραφέντα ἐς τὴν πολιτείαν: οἱ δὲ Διόσκουροι Ἀντιφάνουςεἰσὶν Ἀργείου καὶ ὁ μάντις τέχνη Πίσωνος ἐκ Καλαυρείας τῆς Τροιζηνίων:Ἀθηνόδωρος δὲ καὶ Δαμέας, ὁ μὲν τὴν Ἄρτεμίν τε καὶ Ποσειδῶνα εἰργάσατο, ἔτι δὲ τὸνΛύσανδρον, Ἀθηνόδωρος δὲ τὸν Ἀπόλλωνα ἐποίησε καὶ τὸν Δία: [9] οὗτοι δὲ Ἀρκάδεςεἰσὶν ἐκ Κλείτορος. ἀνάκεινται δὲ καὶ ὄπισθεν τῶν κατειλεγμένων ὅσοισυγκατειργάσαντο τῷ Λυσάνδρῳ τὰ ἐν Αἰγὸς ποταμοῖς ἢ αὐτῶν Σπαρτιατῶν ἢ ἀπὸτῶν συμμαχησάντων, εἰσὶ δὲ οἵδε: Ἄρακος μὲν καὶ Ἐριάνθης, ὁ μὲν αὐτῶν ἐκΛακεδαίμονος, ὁ δὲ Ἐριάνθης Βοιώτιος *** ὑπὲρ τοῦ Μίμαντος, ἐντεῦθεν μὲνἈστυκράτης, Χῖοι δὲ Κηφισοκλῆς καὶ Ἑρμόφαντός τε καὶ Ἱκέσιος, Τίμαρχος δὲ καὶΔιαγόρας Ῥόδιοι, Κνίδιος δὲ Θεόδαμος, ἐκ δὲ Ἐφέσου Κιμμέριος, καὶ ΜιλήσιοςΑἰαντίδης. [10] τούτους μὲν δὴ ἐποίησε Τίσανδρος, τοὺς δὲ ἐφεξῆς Ἄλυπος Σικυώνιος,Θεόπομπον Μύνδιον καὶ Κλεομήδην Σάμιον καὶ ἐξ Εὐβοίας Ἀριστοκλέα τε Καρύστιονκαὶ Αὐτόνομον Ἐρετριέα καὶ Ἀριστόφαντον Κορίνθιον καὶ Ἀπολλόδωρον Τροιζήνιονκαὶ ἐξ Ἐπιδαύρου Δίωνα τῆς ἐν τῇ Ἀργολίδι. ἐχόμενοι δὲ τούτων Ἀξιόνικός ἐστινἈχαιὸς ἐκ Πελλήνης, ἐκ δὲ Ἑρμιόνος Θεάρης, καὶ Φωκεύς τε Πυρρίας καὶ ΚώμωνΜεγαρεὺς καὶ Ἀγασιμένης Σικυώνιος, ἐκ δὲ Ἀμβρακίας καὶ Κορίνθου τε καὶ ΛευκάδοςΤηλυκράτης καὶ Πυθόδοτος Κορίνθιος καὶ Ἀμβρακιώτης Εὐαντίδας: τελευτᾷ δὲἘπικυδίδας καὶ Ἐτεόνικος οἱ Λακεδαιμόνιοι: Πατροκλέους δὲ καὶ Κανάχου φασὶνἔργα. [11] τὴν δὲ πληγὴν Ἀθηναῖοι τὴν ἐν Αἰγὸς ποταμοῖς οὐ μετὰ τοῦ δικαίουσυμβῆναί σφισιν ὁμολογοῦσι: προδοθῆναι γὰρ ἐπὶ χρήμασιν ὑπὸ τῶνστρατηγησάντων, Τυδέα δὲ εἶναι καὶ Ἀδείμαντον οἳ τὰ δῶρα ἐδέξαντο παρὰΛυσάνδρου. καὶ ἐς ἀπόδειξιν τοῦ λόγου Σιβύλλης παρέχονται τὸν χρησμόν: “καὶ τότ᾽Ἀθηναίοισι βαρύστονα κήδεα θήσει
Ζεὺς ὑψιβρεμέτης, οὗπερ κράτος ἐστὶ μέγιστον,
νηυσὶ φερεπτολέμοισι μάχην καὶ δηιοτῆτα
ὀλλυμέναις δολεροῖσι τρόποις, κακότητι νομήων.
”τὰ δὲ ἕτερα ἐκ Μουσαίου χρησμῶν μνημονεύουσι:“καὶ γὰρ Ἀθηναίοισιν ἐπέρχεταιἄγριος ὄμβρος
ἡγεμόνων κακότητι, παραιφασίη δέ τις ἔσται
ἥττης: οὐ λήσουσι πόλιν, τίσουσι δὲ ποινήν.
” [12] ταῦτα μὲν δὴ ἐπὶ τοσοῦτον εἰρήσθω: τὸν δὲ ὑπὲρ τῆς καλουμένης ΘυρέαςΛακεδαιμονίων ἀγῶνα καὶ Ἀργείων, Σίβυλλα μὲν καὶ τοῦτον προεθέσπισεν ὡςσυμβήσοιτο ἐξ ἴσου ταῖς πόλεσιν, Ἀργεῖοι δὲ ἀξιοῦντες ἐσχηκέναι πλέον ἐν τῷ ἔργῳχαλκοῦν ἵππον—τὸν δούρειον δῆθεν—ἀπέστειλαν ἐς Δελφούς: τὸ δὲ ἔργονἈντιφάνους ἐστὶν Ἀργείου. 10.
τῷ βάθρῳ δὲ τῷ ὑπὸ τὸν ἵππον τὸν δούρειον δὴ ἐπίγραμμα μέν ἐστιν ἀπὸ δεκάτης τοῦΜαραθωνίου ἔργου τεθῆναι τὰς εἰκόνας: εἰσὶ δὲ Ἀθηνᾶ τε καὶ Ἀπόλλων καὶ ἀνὴρ τῶνστρατηγησάντων Μιλτιάδης: ἐκ δὲ τῶν ἡρώων καλουμένων Ἐρεχθεύς τε καὶ Κέκροψκαὶ Πανδίων, οὗτοι μὲν δὴ καὶ Λεώς τε καὶ Ἀντίοχος ὁ ἐκ Μήδας Ἡρακλεῖ γενόμενοςτῆς Φύλαντος, ἔτι δὲ Αἰγεύς τε καὶ παίδων τῶν Θησέως Ἀκάμας, οὗτοι μὲν καὶ φυλαῖςἈθήνῃσιν ὀνόματα κατὰ μάντευμα ἔδοσαν τὸ ἐκ Δελφῶν: ὁ δὲ Μελάνθου Κόδρος καὶΘησεὺς καὶ Νηλεύς ἐστιν, οὗτοι δὲ οὐκέτι τῶν ἐπωνύμων εἰσί. [2] τοὺς μὲν δὴκατειλεγμένους Φειδίας ἐποίησε, καὶ ἀληθεῖ λόγῳ δεκάτη καὶ οὗτοι τῆς μάχης εἰσίν:Ἀντίγονον δὲ καὶ τὸν παῖδα Δημήτριον καὶ Πτολεμαῖον τὸν Αἰγύπτιον χρόνῳ ὕστερονἀπέστειλαν ἐς Δελφούς, τὸν μὲν Αἰγύπτιον καὶ εὐνοίᾳ τινὶ ἐς αὐτόν, τοὺς δὲΜακεδόνας τῷ ἐς αὐτοὺς δέει. [3]
πλησίον δὲ τοῦ ἵππου καὶ ἄλλα ἀναθήματά ἐστιν Ἀργείων, οἱ ἡγεμόνες τῶν ἐς Θήβαςὁμοῦ Πολυνείκει στρατευσάντων, Ἄδραστός τε ὁ Ταλαοῦ καὶ Τυδεὺς Οἰνέως καὶ οἱἀπόγονοι Προίτου καὶ Καπανεὺς Ἱππόνου καὶ Ἐτέοκλος ὁ Ἴφιος, Πολυνείκης τε καὶ ὁἹππομέδων ἀδελφῆς Ἀδράστου παῖς: Ἀμφιαράου δὲ καὶ ἅρμα ἐγγὺς πεποίηται καὶἐφεστηκὼς Βάτων ἐπὶ τῷ ἅρματι ἡνίοχός τε τῶν ἵππων καὶ τῷ Ἀμφιαράῳ καὶ ἄλλωςπροσήκων κατὰ οἰκειότητα: τελευταῖος δὲ Ἀλιθέρσης ἐστὶν αὐτῶν. [4] οὗτοι μὲν δὴὙπατοδώρου καὶ Ἀριστογείτονός εἰσιν ἔργα, καὶ ἐποίησαν σφᾶς, ὡς αὐτοὶ Ἀργεῖοιλέγουσιν, ἀπὸ τῆς νίκης ἥντινα ἐν Οἰνόῃ τῇ Ἀργείᾳ αὐτοί τε καὶ Ἀθηναίων ἐπίκουροιΛακεδαιμονίους ἐνίκησαν. ἀπὸ δὲ τοῦ αὐτοῦ ἐμοὶ δοκεῖν ἔργου καὶ τοὺς Ἐπιγόνουςὑπὸ Ἑλλήνων καλουμένους ἀνέθεσαν οἱ Ἀργεῖοι: κεῖνται γὰρ δὴ εἰκόνες καὶ τούτων,Σθένελος καὶ Ἀλκμαίων, κατὰ ἡλικίαν ἐμοὶ δοκεῖν πρὸ Ἀμφιλόχου τετιμημένος, ἐπὶ δὲαὐτοῖς Πρόμαχος καὶ Θέρσανδρος καὶ Αἰγιαλεύς τε καὶ Διομήδης: ἐν μέσῳ δὲΔιομήδους καὶ τοῦ Αἰγιαλέως ἐστὶν Εὐρύαλος. [5] ἀπαντικρὺ δὲ αὐτῶν ἀνδριάντες τεεἰσὶν ἄλλοι: τούτους δὲ ἀνέθεσαν οἱ Ἀργεῖοι τοῦ οἰκισμοῦ τοῦ Μεσσηνίων Θηβαίοιςκαὶ Ἐπαμινώνδᾳ μετασχόντες. ἡρώων δέ εἰσιν αἱ εἰκόνες, Δαναὸς μὲν βασιλέωνἰσχύσας τῶν ἐν Ἄργει μέγιστον, Ὑπερμήστρα δὲ ἅτε καθαρὰ χεῖρας μόνη τῶνἀδελφῶν: παρὰ δὲ αὐτὴν καὶ ὁ Λυγκεὺς καὶ ἅπαν τὸ ἐφεξῆς αὐτῶν γένος τὸ ἐςἩρακλέα τε καὶ ἔτι πρότερον καθῆκον ἐς Περσέα. [6]
Ταραντίνων δὲ οἱ ἵπποι οἱ χαλκοῖ καὶ αἰχμάλωτοι γυναῖκες ἀπὸ Μεσσαπίων εἰσίν,ὁμόρων τῇ Ταραντίνων βαρβάρων, Ἀγελάδα δὲ ἔργα τοῦ Ἀργείου. Τάραντα δὲἀπῴκισαν μὲν Λακεδαιμόνιοι, οἰκιστὴς δὲ ἐγένετο Σπαρτιάτης Φάλανθος.στελλομένῳ δὲ ἐς ἀποικίαν τῷ Φαλάνθῳ λόγιον ἦλθεν ἐκ Δελφῶν: ὑετοῦ αὐτὸναἰσθόμενον ὑπὸ αἴθρᾳ, τηνικαῦτα καὶ χώραν κτήσεσθαι καὶ πόλιν. [7] τὸ μὲν δὴπαραυτίκα οὔτε ἰδίᾳ τὸ μάντευμα ἐπισκεψάμενος οὔτε πρὸς τῶν ἐξηγητῶν τιναἀνακοινώσας κατέσχε ταῖς ναυσὶν ἐς Ἰταλίαν: ὡς δέ οἱ νικῶντι τοὺς βαρβάρους οὐκἐγίνετο οὔτε τινὰ ἑλεῖν τῶν πόλεων οὔτε ἐπικρατῆσαι χώρας, ἐς ἀνάμνησιν ἀφικνεῖτοτοῦ χρησμοῦ, καὶ ἀδύνατα ἐνόμιζέν οἱ τὸν θεὸν χρῆσαι: μὴ γὰρ ἄν ποτε ἐν καθαρῷ καὶαἰθρίῳ τῷ ἀέρι ὑσθῆναι. καὶ αὐτὸν ἡ γυνὴ ἀθύμως ἔχοντα —ἠκολουθήκει γὰρ οἴκοθεν—τά τε ἄλλα ἐφιλοφρονεῖτο καὶ ἐς τὰ γόνατα ἐσθεμένη τὰ αὑτῆς τοῦ ἀνδρὸς τὴνκεφαλὴν ἐξέλεγε τοὺς φθεῖρας: καί πως ὑπὸ εὐνοίας δακρῦσαι παρίσταται τῇ γυναικὶὁρώσῃ τοῦ ἀνδρὸς ἐς οὐδὲν προχωροῦντα τὰ πράγματα. [8] προέχει δὲ ἀφειδέστεροντῶν δακρύων καὶ—ἔβρεχε γὰρ τοῦ Φαλάνθου τὴν κεφαλήν—συνίησί τε τῆς
μαντείας—ὄνομα γὰρ δὴ ἦν Αἴθρα τῇ γυναικί—καὶ οὕτω τῇ ἐπιούσῃ νυκτὶ Τάραντατῶν βαρβάρων εἷλε μεγίστην καὶ εὐδαιμονεστάτην τῶν ἐπὶ θαλάσσῃ πόλεων.Τάραντα δὲ τὸν ἥρω Ποσειδῶνός φασι καὶ ἐπιχωρίας νύμφης παῖδα εἶναι, ἀπὸ δὲ τοῦἥρωος τεθῆναι τὰ ὀνόματα τῇ πόλει τε καὶ τῷ ποταμῷ: καλεῖται γὰρ δὴ Τάρας κατὰ τὰαὐτὰ τῇ πόλει καὶ ὁ ποταμός. 11.
πλησίον δὲ τοῦ ἀναθήματος τοῦ Ταραντίνων Σικυωνίων ἐστὶ θησαυρός: χρήματα δὲοὔτε ἐνταῦθα ἴδοις ἂν οὔτε ἐν ἄλλῳ τῶν θησαυρῶν. Κνίδιοι δὲ ἐκόμισαν ἀγάλματα ἐςΔελφοὺς Τριόπαν οἰκιστὴν τῆς Κνίδου παρεστῶτα ἵππῳ καὶ Λητὼ καὶ Ἀπόλλωνά τεκαὶ Ἄρτεμιν ἀφιέντας τῶν βελῶν ἐπὶ Τιτυόν: ὁ δὲ καὶ τετρωμένος ἐστὶν ἤδη τὸ σῶμα.[2]
ταῦτα ἕστηκε παρὰ τὸν Σικυωνίων θησαυρόν: ἐποιήθη δὲ καὶ ὑπὸ Σιφνίων ἐπὶ αἰτίᾳτοιᾷδε θησαυρός. Σιφνίοις ἡ νῆσος χρυσοῦ μέταλλα ἤνεγκε, καὶ αὐτοὺς τῶνπροσιόντων ἐκέλευσεν ὁ θεὸς ἀποφέρειν δεκάτην ἐς Δελφούς: οἱ δὲ τὸν θησαυρὸνᾠκοδομήσαντο καὶ ἀπέφερον τὴν δεκάτην. ὡς δὲ ὑπὸ ἀπληστίας ἐξέλιπον τὴν φοράν,ἐπικλύσασα ἡ θάλασσα ἀφανῆ τὰ μέταλλά σφισιν ἐποίησεν. [3] ἀνέθεσαν δὲ καὶἀνδριάντας Λιπαραῖοι ναυμαχίᾳ κρατήσαντες Τυρρηνῶν. οἱ δὲ Λιπαραῖοι οὗτοιΚνιδίων μὲν ἦσαν ἄποικοι, τῆς δὲ ἀποικίας ἡγεμόνα γενέσθαι φασὶν ἄνδρα Κνίδιον:ὄνομα δὲ εἶναί οἱ Πένταθλον Ἀντίοχος ὁ Ξενοφάνους Συρακούσιος ἐν τῇ Σικελιώτιδισυγγραφῇ φησι. λέγει δὲ καὶ ὡς ἐπὶ Παχύνῳ τῇ ἄκρᾳ τῇ ἐν Σικελίᾳ κτίσαντες πόλιναὐτοὶ μὲν ἐκπίπτουσιν ὑπὸ Ἐλύμων καὶ Φοινίκων πολέμῳ πιεσθέντες, τὰς νήσους δὲἔσχον ἐρήμους ἔτι ἢ ἀναστήσαντες τοὺς ἐνοικοῦντας, ἃς καὶ κατὰ τὰ τὰ ἔπη τὰὉμήρεια Αἰόλου καὶ ἐς ἡμᾶς ἔτι ὀνομάζουσι. [4] τούτων Λιπάραν μὲν κτίσαντες πόλινἐνταῦθα οἰκοῦσιν, Ἱέραν δὲ καὶ Στρογγύλην καὶ Διδύμας γεωργοῦσι διαβαίνοντεςναυσὶν ἐς αὐτάς. ἐν δὲ τῇ Στρογγύλῃ καὶ πῦρ δῆλόν ἐστιν ἀνιὸν ἐκ τῆς γῆς: καὶ ἐνἹέρᾳ δὲ πῦρ τε αὐτόματον ἐπὶ ἄκρας ἀνακαίεται τῆς νήσου καὶ ἐπὶ θαλάσσῃ λουτράἐστιν ἐπιτήδεια, εἰ δέξεταί σε ἠπίως τὸ ὕδωρ, ἐπεὶ ἄλλως γε χαλεπὸν ὑπὸ ζεστότητόςἐστιν ἐμβαίνεσθαι. [5]
οἱ δὲ θησαυροὶ Θηβαίων ἀπὸ ἔργου τῶν ἐς πόλεμον, καὶ Ἀθηναίων ἐστὶν ὡσαύτως:Κνιδίους δὲ οὐκ οἶδα εἰ ἐπὶ νίκῃ τινὶ ἢ ἐς ἐπίδειξιν εὐδαιμονίας ᾠκοδομήσαντο, ἐπεὶΘηβαίοις γε ἀπὸ ἔργου τοῦ ἐν Λεύκτροις καὶ Ἀθηναίοις ἀπὸ τῶν ἐς Μαραθῶναἀποβάντων ὁμοῦ Δάτιδί εἰσιν οἱ θησαυροί. Κλεωναῖοι δὲ ἐπιέσθησαν μὲν κατὰ τὸαὐτὸ Ἀθηναίοις ὑπὸ νόσου τῆς λοιμώδους, κατὰ δὲ μάντευμα ἐκ Δελφῶν ἔθυσαντράγον ἀνίσχοντι ἔτι τῷ ἡλίῳ, καὶ—εὕραντο γὰρ λύσιν τοῦ κακοῦ—τράγον χαλκοῦνἀποπέμπουσι τᾷ Ἀπόλλωνι. Ποτιδαιατῶν δὲ τῶν ἐν Θρᾴκῃ καὶ Συρακουσίων, τῶν μένἐστιν ὁ θησαυρὸς ἀπὸ τοῦ Ἀττικοῦ τοῦ μεγάλου πταίσματος, Ποτιδαιᾶται δὲεὐσεβείας τῆς ἐς τὸν θεὸν ἐποίησαν. [6]
ᾠκοδόμησαν δὲ καὶ Ἀθηναῖοι στοὰν ἀπὸ χρημάτων ἃ ἐν τῷ πολέμῳ σφίσιν ἐγένετοἀπό τε Πελοποννησίων καὶ ὅσαι Πελοποννησίοις ἦσαν τοῦ Ἑλληνικοῦ σύμμαχοι.ἀνάκειται δὲ καὶ πλοίων τὰ ἄκρα κοσμήματα καὶ ἀσπίδες χαλκαῖ: τὸ δὲ ἐπίγραμμα τὸἐπ᾽ αὐτοῖς ἀριθμεῖ τὰς πόλεις ἀφ᾽ ὧν οἱ Ἀθηναῖοι τὰ ἀκροθίνια ἀπέστειλαν, τήν τεἨλείων καὶ Λακεδαιμονίων Σικυῶνά τε καὶ Μέγαρα καὶ Πελληνέας ἈχαιῶνἈμβρακίαν τε καὶ Λευκάδα καὶ αὐτὴν Κόρινθον: γενέσθαι δὲ ἀπὸ τῶν ναυμαχιῶντούτων καὶ θυσίαν Θησεῖ καὶ τῷ Ποσειδῶνι ἐπὶ τῷ ὀνομαζομένῳ Ῥίῳ. καί μοι φαίνεταιτὸ ἐπίγραμμα ἐς Φορμίωνα τὸν Ἀσωπίχου ἔχειν καὶ ἐς τοῦ Φορμίωνος τὰ ἔργα. 12.
πέτρα δέ ἐστιν ἀνίσχουσα ὑπὲρ τῆς γῆς: ἐπὶ ταύτῃ Δελφοὶ στᾶσάν φασιν ᾆσαι τοὺςχρησμοὺς γυναῖκα ὄνομα Ἡροφίλην, Σίβυλλαν δὲ ἐπίκλησιν. τὴν δὲ πρότερονγενομένην, ταύτην ταῖς μάλιστα ὁμοίως οὖσαν ἀρχαίαν εὕρισκον, ἣν θυγατέραἝλληνες Διὸς καὶ Λαμίας τῆς Ποσειδῶνός φασιν εἶναι, καὶ χρησμούς τε αὐτὴνγυναικῶν πρώτην ᾆσαι καὶ ὑπὸ τῶν Λιβύων Σίβυλλαν λέγουσιν ὀνομασθῆναι. [2] ἡ δὲἩροφίλη νεωτέρα μὲν ἐκείνης, φαίνεται δὲ ὅμως πρὸ τοῦ πολέμου γεγονυῖα καὶ αὕτητοῦ Τρωικοῦ, καὶ Ἑλένην τε προεδήλωσεν ἐν τοῖς χρησμοῖς, ὡς ἐπ᾽ ὀλέθρῳ τῆς Ἀσίαςκαὶ Εὐρώπης τραφήσοιτο ἐν Σπάρτῃ, καὶ ὡς Ἴλιον ἁλώσεται δι᾽ αὐτὴν ὑπὸ Ἑλλήνων.Δήλιοι δὲ καὶ ὕμνον μέμνηνται τῆς γυναικὸς ἐς Ἀπόλλωνα. καλεῖ δὲ οὐχ Ἡροφίληνμόνον ἀλλὰ καὶ Ἄρτεμιν ἐν τοῖς ἔπεσιν αὑτήν, καὶ Ἀπόλλωνος γυνὴ γαμετή, τοτὲ δὲἀδελφὴ καὶ αὖθις θυγάτηρ φησὶν εἶναι. [3] ταῦτα μὲν δὴ μαινομένη τε καὶ ἐκ τοῦ θεοῦκάτοχος πεποίηκεν: ἑτέρωθι δὲ εἶπε τῶν χρησμῶν ὡς μητρὸς μὲν ἀθανάτης εἴη μιᾶςτῶν ἐν Ἴδῃ νυμφῶν, πατρὸς δὲ ἀνθρώπου, καὶ οὕτω λέγει τὰ ἔπη:“εἰμὶ δ᾽ ἐγὼ γεγαυῖαμέσον θνητοῦ τε θεᾶς τε,
νύμφης δ᾽ ἀθανάτης, πατρὸς δ᾽ αὖ κητοφάγοιο,
μητρόθεν Ἰδογενής, πατρὶς δέ μοί ἐστιν ἐρυθρή
Μάρπησσος, μητρὸς ἱερή, ποταμός τ᾽ Ἀιδωνεύς.
” [4] ἦν δὲ ἔτι καὶ νῦν ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ πόλεως Μαρπήσσου τὰ ἐρείπια καὶ ἐναὐτοῖς οἰκήτορες ὅσον ἑξήκοντα ἄνθρωποι: ὑπέρυθρος δὲ πᾶσα ἡ περὶ τὴνΜάρπησσον γῆ καὶ δεινῶς ἐστιν αὐχμώδης, ὥστε καὶ τῷ Ἀϊδωνεῖ ποταμῷ καταδύεσθαίτε ἐς τὴν χώραν καὶ ἀνασχόντι τὸ αὐτὸ αὖθις πάσχειν, τέλος δὲ καὶ ἀφανίζεσθαι κατὰτῆς γῆς, αἴτιον ἐμοὶ δοκεῖν ἐστιν ὅτι λεπτή τε κατὰ τοῦτο καὶ σηραγγώδης ἐστὶν ἡ Ἴδη.ἀπέχει δὲ Ἀλεξανδρείας τῆς ἐν τῇ Τρῳάδι τεσσαράκοντα ἡ Μάρπησσος καὶ διακόσιαστάδια. [5] τὴν δὲ Ἡροφίλην οἱ ἐν τῇ Ἀλεξανδρείᾳ ταύτῃ νεωκόρον τε τοῦ Ἀπόλλωνοςγενέσθαι τοῦ Σμινθέως καὶ ἐπὶ τῷ ὀνείρατι τῷ Ἑκάβης χρῆσαί φασιν αὐτὴν ἃ δὴ καὶἐπιτελεσθέντα ἴσμεν. αὕτη ἡ Σίβυλλα ᾤκησε μὲν τὸ πολὺ τοῦ βίου ἐν Σάμῳ, ἀφίκετοδὲ καὶ ἐς Κλάρον τὴν Κολοφωνίων καὶ ἐς Δῆλόν τε καὶ ἐς Δελφούς: ὁπότε δὲ ἀφίκοιτο,ἐπὶ ταύτης ἱσταμένη τῆς πέτρας ᾖδε. [6] τὸ μέντοι χρεὼν αὐτὴν ἐπέλαβεν ἐν τῇΤρῳάδι, καί οἱ τὸ μνῆμα ἐν τῷ ἄλσει τοῦ Σμινθέως ἐστὶ καὶ ἐλεγεῖον ἐπὶ τῆςστήλης:“ἅδ᾽ ἐγὼ ἁ Φοίβοιο σαφηγορίς εἰμι Σίβυλλα
τῷδ᾽ ὑπὸ λαϊνέῳ σάματι κευθομένα,
παρθένος αὐδάεσσα τὸ πρίν, νῦν δ᾽ αἰὲν ἄναυδος,
μοίρᾳ ὑπὸ στιβαρᾷ τάνδε λαχοῦσα πέδαν.
ἀλλὰ πέλας Νύμφαισι καὶ Ἑρμῇ τῷδ᾽ ὑπόκειμαι,
μοῖραν ἔχοισα κάτω τᾶς τότ᾽ ἀνακτορίας.
”ὁ μὲν δὴ παρὰ τὸ μνῆμα ἕστηκεν Ἑρμῆς λίθου τετράγωνον σχῆμα: ἐξ ἀριστερᾶς δὲὕδωρ τε κατερχόμενον ἐς κρήνην καὶ τῶν Νυμφῶν ἐστι τὰ ἀγάλματα. [7] Ἐρυθραῖοι δὲ—ἀμφισβητοῦσι γὰρ τῆς Ἡροφίλης προθυμότατα Ἑλλήνων—Κώρυκόν τε καλούμενονὄρος καὶ ἐν τῷ ὄρει σπήλαιον ἀποφαίνουσι, τεχθῆναι τὴν Ἡροφίλην ἐν αὐτῷλέγοντες, Θεοδώρου δὲ ἐπιχωρίου ποιμένος καὶ νύμφης παῖδα εἶναι: Ἰδαίαν δὲἐπίκλησιν γενέσθαι τῇ νύμφῃ κατ᾽ ἄλλο μὲν οὐδέν, τῶν δὲ χωρίων τὰ δασέα ὑπὸ τῶνἀνθρώπων ἴδας τότε ὀνομάζεσθαι. τὸ δὲ ἔπος τὸ ἐς τὴν Μάρπησσον καὶ τὸν ποταμὸντὸν Ἀϊδωνέα, τοῦτο οἱ Ἐρυθραῖοι τὸ ἔπος ἀφαιροῦσιν ἀπὸ τῶν χρησμῶν. [8]
τὴν δὲ ἐπὶ ταύτῃ χρησμοὺς κατὰ ταὐτὰ εἰποῦσαν ἐκ Κύμης τῆς ἐν Ὀπικοῖς εἶναι,καλεῖσθαι δὲ αὐτὴν Δημὼ συνέγραψεν Ὑπέροχος ἀνὴρ Κυμαῖος. χρησμὸν δὲ οἱΚυμαῖοι τῆς γυναικὸς ταύτης ἐς οὐδένα εἶχον ἐπιδείξασθαι, λίθου δὲ ὑδρίαν ἐνἈπόλλωνος ἱερῷ δεικνύουσιν οὐ μεγάλην, τῆς Σιβύλλης ἐνταῦθα κεῖσθαι φάμενοι τὰὀστᾶ. [9] ἐπετράφη δὲ καὶ ὕστερον τῆς Δημοῦς παρ᾽ Ἑβραίοις τοῖς ὑπὲρ τῆςΠαλαιστίνης γυνὴ χρησμολόγος, ὄνομα δὲ αὐτῇ Σάββη: Βηρόσου δὲ εἶναι πατρὸς καὶἘρυμάνθης μητρός φασι Σάββην: οἱ δὲ αὐτὴν Βαβυλωνίαν, ἕτεροι δὲ Σίβυλλανκαλοῦσιν Αἰγυπτίαν. [10]
Φαεννὶς δὲ θυγάτηρ βασιλεύσαντος ἀνδρὸς ἐν Χάοσι καὶ αἱ Πέλειαι παρὰ Δωδωναίοιςἐμαντεύσαντο μὲν ἐκ θεοῦ καὶ αὗται, Σίβυλλαι δὲ ὑπὸ ἀνθρώπων οὐκ ἐκλήθησαν. τῆςμὲν δὴ πυθέσθαι τὴν ἡλικίαν καὶ ἐπιλέξασθαι τοὺς χρησμούς *** Ἀντιόχου γὰρ μετὰτὸ ἁλῶναι Δημήτριον αὐτίκα ἐς τὴν ἀρχὴν καθισταμένου γέγονε Φαεννίς. τὰςΠελειάδας δὲ Φημονόης τε ἔτι προτέρας γενέσθαι λέγουσι καὶ ᾆσαι γυναικῶν πρώταςτάδε τὰ ἔπη:“Ζεὺς ἦν, Ζεὺς ἐστίν, Ζεὺς ἔσσεται: ὦ μεγάλε Ζεῦ.
Γᾶ καρποὺς ἀνίει, διὸ κλῄζετε Ματέρα γαῖαν.
” [11]
χρησμολόγους δὲ ἄνδρας Κύπριόν τε Εὔκλουν καὶ Ἀθηναίους Μουσαῖον τὸνἈντιοφήμου καὶ Λύκον τὸν Πανδίονος, τούτους τε γενέσθαι καὶ ἐκ Βοιωτίας Βάκινφασὶ κατάσχετον ἄνδρα ἐκ νυμφῶν: τούτων πλὴν Λύκου τῶν ἄλλων ἐπελεξάμην τοὺςχρησμούς.
τοσαῦται μὲν ἄχρι ἐμοῦ λέγονται γυναῖκες καὶ ἄνδρες ἐκ θεοῦ μαντεύσασθαι: ἐν δὲτῷ χρόνῳ τῷ πολλῷ καὶ αὖθις γένοιτο ἂν ἕτερα τοιαῦτα. 13.
βίσωνος δὲ ταύρου τῶν Παιονικῶν χαλκοῦ πεποιημένην κεφαλὴν Δρωπίων Λέοντοςἔπεμψεν ἐς
Δελφοὺς βασιλεὺς Παιόνων. οὗτοι οἱ βίσωνες χαλεπώτατοι θηρίων εἰσὶν ἁλίσκεσθαιζῶντες, καὶ δίκτυα οὐκ ἂν οὕτω γένοιτο ἰσχυρὰ ὡς ἀντισχεῖν τῇ ἐμβολῇ. θηρεύονται δὲοὗτοι τρόπον τοιόνδε. ἐπειδὰν χωρίον οἱ ἀγρεύοντες πρανὲς εὕρωσι καθῆκον ἐςκοιλότητα, πρῶτα μὲν φράγματι ἰσχυρῷ πέριξ ὠχυρώσαντο, δεύτερον δὲ τὸ κάταντεςκαὶ τὸ περὶ τῷ πέρατι ὁμαλὸν αὐτοῦ νεοδάρτοις βύρσαις κατεστόρεσαν: ἢν δὲ τύχωσινἀποροῦντες βυρσῶν, τότε καὶ τὰ αὖα τῶν δερμάτων ὑπὸ ἐλαίου σφίσιν ὀλισθηρὰποιεῖται. [2] τὸ δὲ ἐντεῦθεν οἱ μάλιστα ἱππεύειν ἀγαθοὶ συνελαύνουσιν ἐς τὸεἰρημένον χωρίον τοὺς βίσωνας: οἱ δὲ εὐθὺς ἐν ταῖς πρώταις τῶν βυρσῶν ὀλισθόντεςκατὰ τοῦ πρανοῦς κυλίνδονται, ἕως κατενεχθῶσιν ἐς τὸ ὁμαλόν. ἐρριμμένοι δὲἐνταῦθα ἠμέληνται κατ᾽ ἀρχάς: τετάρτῃ δὲ ἢ πέμπτῃ μάλιστα ἡμέρᾳ τῶν μὲν ἤδη τοῦθυμοῦ τὸ πολὺ ὁ λιμὸς ἀφαιρεῖ καὶ ἡ ταλαιπωρία, οἱ δέ σφισιν, οἷς [3] τέχνητιθασεύειν, προσφέρουσιν ἔτι κειμένοις πίτυος τῆς ἡμέρου καρπὸν προεκλέξαντες ἐκτῶν ἐλαχίστων ἐλύτρων: ἑτέρας δὲ οὐκ ἂν τροφῆς τό γε παραυτίκα ἅψαιτο τὰ θηρία:τέλος δὲ διαλαβόντες δεσμοῖς ἄγουσι. [4] καὶ τοὺς μὲν τρόπον αἱροῦσι τὸν εἰρημένον,τοῦ βίσωνος δὲ τῆς κεφαλῆς καταντικρὺ τῆς χαλκῆς ἀνδριάς ἐστι θώρακά τεἐνδεδυκὼς καὶ χλαμύδα ἐπὶ τῷ θώρακι: Ἀνδρίων δὲ ἀνάθημα οἱ Δελφοὶ λέγουσινἈνδρέα εἶναι τὸν οἰκιστήν. τό τε ἄγαλμα τοῦ Ἀπόλλωνος καὶ Ἀθηνᾶς τε καὶ ἈρτέμιδοςΦωκέων ἀναθήματά ἐστιν ἀπὸ Θεσσαλῶν ὁμόρων τε—πλὴν ὅσον οἱ Λοκροὶ σφᾶς οἱἘπικνημίδιοι διείργουσι—καὶ ἀεὶ πολεμίων ὄντων. [5] ἀνέθεσαν δὲ καὶ οἱ ἐν ΦαρσάλῳΘεσσαλοὶ καὶ Μακεδόνων οἱ ὑπὸ τῇ Πιερίᾳ πόλιν Δῖον οἰκοῦντες Κυρηναῖοί τε τοῦἙλληνικοῦ τοῦ ἐν Λιβύῃ, οὗτοι μὲν τὸ ἅρμα καὶ ἐπὶ τῷ ἅρματι ἄγαλμα Ἄμμωνος,Μακεδόνες δὲ οἱ ἐν Δίῳ τὸν Ἀπόλλωνα ὃς εἰλημμένος ἐστὶ τῆς ἐλάφου, Φαρσάλιοι δὲἈχιλλέα τε ἐπὶ ἵππῳ καὶ ὁ Πάτροκλος συμπαραθεῖν οἱ καὶ τῷ ἵππῳ. Κορίνθιοι δὲ οἱΔωριεῖς ᾠκοδόμησαν θησαυρὸν καὶ οὗτοι: [6] καὶ ὁ χρυσὸς ὁ ἐκ Λυδῶν ἀνέκειτοἐνταῦθα. τὸ δὲ ἄγαλμα τοῦ Ἡρακλέους ἀνάθημά ἐστι Θηβαίων, ὅτε Φωκεῦσινἐπολέμησαν τὸν ἱερὸν καλούμενον πόλεμον. εἰσὶ καὶ εἰκόνες χαλκαῖ Φωκέωνἀναθέντων, ἡνίκα δευτέρᾳ συμβολῇ τὸ ἱππικὸν ἐτρέψαντο τὸ ἐκ Θεσσαλίας. Φλιάσιοιδὲ ἐκόμισαν ἐς Δελφοὺς Δία τε χαλκοῦν καὶ ὁμοῦ τῷ Διὶ ἄγαλμα Αἰγίνης. ἐκ δὲΜαντινείας τῆς Ἀρκάδων Ἀπόλλων χαλκοῦς ἐστιν ἀνάθημα: οὗτος οὐ πόρρω τοῦΚορινθίων ἐστὶ θησαυροῦ. [7]
Ἡρακλῆς δὲ καὶ Ἀπόλλων ἔχονται τοῦ τρίποδος καὶ ἐς μάχην περὶ αὐτοῦ καθίστανται:Λητὼ μὲν δὴ καὶ Ἄρτεμις Ἀπόλλωνα, Ἀθηνᾶ δὲ Ἡρακλέα ἐπέχουσι τοῦ θυμοῦ.Φωκέων καὶ τοῦτό ἐστιν ἀνάθημα, ὅτε σφίσιν ἐπὶ τοὺς Θεσσαλοὺς Τελλίας ἡγήσατοἨλεῖος. τὰ μὲν δὴ ἄλλα ἀγάλματα Δίυλλός τε ἐν κοινῷ καὶ Ἀμυκλαῖος, τὴν δὲ Ἀθηνᾶνκαὶ Ἄρτεμιν Χίονίς ἐστιν εἰργασμένος: Κορινθίους δὲ εἶναί φασιν αὐτούς. [8] λέγεταιδὲ ὑπὸ Δελφῶν Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος ἐλθόντι ἐπὶ τὸ χρηστήριον τὴν πρόμαντινΞενόκλειαν οὐκ ἐθελῆσαί οἱ χρᾶν διὰ τοῦ Ἰφίτου τὸν φόνον: τὸν δὲ ἀράμενον τὸντρίποδα ἐκ τοῦ ναοῦ φέρειν ἔξω, εἰπεῖν τε δὴ τὴν πρόμαντιν:“ἄλλος ἄρ᾽ ἩρακλέηςΤιρύνθιος, οὐχὶ Κανωβεύς:
”πρότερον γὰρ ἔτι ὁ Αἰγύπτιος Ἡρακλῆς ἀφίκετο ἐς Δελφούς. τότε δὲ ὁ Ἀμφιτρύωνοςτόν τε τρίποδα ἀποδίδωσι τῷ Ἀπόλλωνι καὶ παρὰ τῆς Ξενοκλείας ὁπόσα ἐδεῖτοἐδιδάχθη. παραδεξάμενοι δὲ οἱ ποιηταὶ τὸν λόγον μάχην Ἡρακλέους πρὸς Ἀπόλλωναὑπὲρ τρίποδος ᾁδουσιν. [9]
ἐν κοινῷ δὲ ἀνέθεσαν ἀπὸ ἔργου τοῦ Πλαταιᾶσιν οἱ Ἕλληνες χρυσοῦν τρίποδαδράκοντι ἐπικείμενον χαλκῷ. ὅσον μὲν δὴ χαλκὸς ἦν τοῦ ἀναθήματος, σῶον καὶ ἐς ἐμὲἔτι ἦν: οὐ μέντοι κατὰ τὰ αὐτὰ καὶ τὸν χρυσὸν οἱ Φωκέων ὑπελίποντο ἡγεμόνες. [10]Ταραντῖνοι δὲ καὶ ἄλλην δεκάτην ἐς Δελφοὺς ἀπὸ βαρβάρων Πευκετίων ἀπέστειλαν:τέχνη μὲν τὰ ἀναθήματα Ὀνάτα τοῦ Αἰγινήτου καὶ Ἀγελάδα ἐστὶ τοῦ Ἀργείου, εἰκόνεςδὲ καὶ πεζῶν καὶ ἱππέων, βασιλεὺς Ἰαπύγων Ὦπις ἥκων τοῖς Πευκετίοις σύμμαχος.οὗτος μὲν δὴ εἴκασται τεθνεῶτι ἐν τῇ μάχῃ, οἱ δὲ αὐτῷ κειμένῳ ἐφεστηκότες ὁ ἥρωςΤάρας ἐστὶ καὶ Φάλανθος ὁ ἐκ Λακεδαίμονος, καὶ οὐ πόρρω τοῦ Φαλάνθου δελφίς:πρὶν γὰρ δὴ ἐς Ἰταλίαν ἀφικέσθαι, καὶ ναυαγίᾳ τε ἐν τῷ πελάγει τῷ Κρισαίῳ τὸνΦάλανθον χρήσασθαι καὶ ὑπὸ δελφῖνος ἐκκομισθῆναί φασιν ἐς τὴν γῆν. 14.
οἱ δὲ πελέκεις Περικλύτου τοῦ Εὐθυμάχου Τενεδίου ἀνδρὸς ἐπὶ λόγῳ ἀνάθημά εἰσινἀρχαίῳ. Κύκνον παῖδα εἶναι Ποσειδῶνος καὶ βασιλεύειν φασὶν ἐν Κολώναις: αἱ δὲᾠκοῦντο ἐν τῇ γῇ τῇ Τρῳάδι αἱ Κολῶναι κατὰ νῆσον κείμεναι Λεύκοφρυν. [2] ἔχοντοςδὲ θυγατέρα ὄνομα Ἡμιθέαν τοῦ Κύκνου καὶ υἱὸν καλούμενον Τέννην ἐκ Προκλείας—ἣ Κλυτίου μὲν ἦν θυγάτηρ, ἀδελφὴ δὲ Καλήτορος, ὃν Ὅμηρος ἐν Ἰλιάδι ἀποθανεῖνφησιν ὑπὸ Αἴαντος, ὅτε ὑπὸ τὴν Πρωτεσιλάου ναῦν ἔφερεν ὁ Καλήτωρ τὸ πῦρ—ταύτης οὖν προαποθανούσης ἡ ἐπεισελθοῦσα Φιλονόμη ἡ Κραγάσου —διήμαρτε γὰρἐρασθεῖσα τοῦ Τέννου—ψεύδεται πρὸς τὸν ἄνδρα ὡς αὐτὴ μὲν οὐκ ἐθέλουσα, τὸν δὲαὑτῇ Τέννην συγγενέσθαι θελήσαντα: καὶ ὁ Κύκνος πείθεται τῇ ἀπάτῃ, καὶ ἐςλάρνακα ἐνθέμενος ὁμοῦ τῇ ἀδελφῇ Τέννην ἐς θάλασσαν σφᾶς ἀφίησι. [3] σώζονταίτε δὴ πρὸς τὴν νῆσον οἱ παῖδες τὴν Λεύκοφρυν καὶ ὄνομα ἡ νῆσος τὸ νῦν ἔσχεν ἀπὸτοῦ Τέννου. Κύκνος δὲ—οὐ γὰρ τὸν πάντα ἔμελλε χρόνον ἀγνοήσειν ἀπατώμενος—ἔπλει παρὰ τὸν υἱὸν ἄγνοιάν τε ὁμολογήσων τὴν αὑτοῦ καὶ παραιτησόμενος τὸἁμάρτημα: προσορμισαμένου δὲ τῇ νήσῳ καὶ ἐξάψαντος ἀπὸ τῆς νεὼς πρός τινα ἢπέτραν ἢ δένδρον τοὺς κάλους, Τέννης πελέκει σφᾶς ἀπέκοψεν ὑπὸ τοῦ θυμοῦ. [4] ἐπὶτούτῳ μὲν ἐς τοὺς ἀρνουμένους στερεῶς λέγεσθαι καθέστηκεν ὡς ὁ δεῖνα ὅστις δὴΤενεδίῳ πελέκει τόδε τι ἀποκόψειεν. Τέννην μὲν ὑπὸ Ἀχιλλέως ἀποθανεῖν ἀμύνοντατῇ οἰκείᾳ φασὶν Ἕλληνες: Τενέδιοι δὲ ἀνὰ χρόνον ὑπὸ ἀσθενείας προσεχώρησαν τοῖςἈλεξάνδρειαν ἐν τῇ ἠπείρῳ τῇ Τρῳάδι ἔχουσιν. [5]
Ἕλληνες δὲ οἱ ἐναντία βασιλέως πολεμήσαντες ἀνέθεσαν μὲν Δία ἐς Ὀλυμπίανχαλκοῦν, ἀνέθεσαν δὲ καὶ ἐς Δελφοὺς Ἀπόλλωνα ἀπὸ ἔργων τῶν ἐν ταῖς ναυσὶν ἐπίτε Ἀρτεμισίῳ καὶ ἐν Σαλαμῖνι. λέγεται δὲ καὶ ὡς Θεμιστοκλῆς ἀφίκοιτο ἐς Δελφοὺςλαφύρων τῶν Μηδικῶν κομίζων τῷ Ἀπόλλωνι: ἐρωτήσαντα δὲ ὑπὲρ τῶν ἀναθημάτωνεἰ ἐντὸς ἀναθήσει τοῦ ναοῦ, ἐκέλευεν αὐτὸν ἡ Πυθία τὰ παράπαν ἀποφέρειν ἐκ τοῦἱεροῦ. καὶ ἔχει οὕτω τὰ ἐς τοῦ τοῦ χρησμοῦ:“μή μοι Περσῆος σκύλων περικαλλέακόσμον
νηῷ ἐγκαταθῇς: οἶκόνδ᾽ ἀπόπεμπε τάχιστα.
” [6] θαῦμα οὖν ἐποιούμεθα εἰ ἀπηξίωσεν ἐκείνου μόνου μὴ προσέσθαι τὰ ἀπὸ τῶνΜήδων. καὶ οἱ μὲν ἀπώσασθαι ἂν τὸν θεὸν καὶ ἅπαντα ὁμοίως ἡγοῦντο ὅσα ἀπὸ τοῦΠέρσου, εἰ ὥσπερ ὁ Θεμιστοκλῆς καὶ οἱ ἄλλοι πρότερον ἢ ἀναθεῖναι σφᾶς ἐπήροντοτὸν Ἀπόλλωνα: οἱ δὲ εἰδότα τὸν θεὸν ὅτι ἱκέτης τοῦ Πέρσου γενήσοιτο ὁ Θεμιστοκλῆς,ἐπὶ τούτῳ τὰ δῶρα ἔφασαν οὐκ ἐθελῆσαι λαβεῖν, ἵνα μὴ ἀναθέντι τὸ ἔχθος ἄπαυστονποιήσῃ τὸ ἀπὸ τοῦ Μήδου. στρατείαν δὲ τὴν ἐπὶ τὴν Ἑλλάδα ἀπὸ τοῦ βαρβάρου ἔστινεὑρεῖν προρρηθεῖσαν μὲν ἐν τοῖς Βάκιδος χρησμοῖς, πρότερον δ᾽ ἔτι Εὔκλῳ τὰ ἐςαὐτὴν πεποιημένα ἐστίν. [7]
Δελφῶν δὲ ἀνάθημά ἐστιν αὐτῶν πλησίον τοῦ βωμοῦ τοῦ μεγάλου λύκος χαλκοῦς.λέγουσι δὲ τῶν τοῦ θεοῦ χρημάτων συλήσαντα ἄνθρωπον, τὸν μὲν ὁμοῦ τῷ χρυσίῳκατακρύψαντα ἔχειν αὑτὸν ἔνθα τοῦ Παρνασσοῦ μάλιστα ἦν συνεχὲς ὑπὸ ἀγρίωνδένδρων, λύκον δὲ ἐπιθέσθαι οἱ καθεύδοντι, καὶ ἀποθανεῖν τε ὑπὸ τοῦ λύκου τὸνἄνθρωπον καὶ ὡς ἐς τὴν πόλιν ὁσημέραι φοιτῶν ὠρύετο ὁ λύκος: ἐπεὶ δὲ οὐκ ἄνευθεοῦ παραγίνεσθαί σφισιν ὑπελάμβανον, οὕτως ἐπακολουθοῦσι τῷ θηρίῳ, καὶἀνευρίσκουσί τε τὸ ἱερὸν χρυσίον καὶ ἀνέθεσαν λύκον τῷ θεῷ χαλκοῦν. 15.
Φρύνης δὲ εἰκόνα ἐπίχρυσον Πραξιτέλης μὲν εἰργάσατο ἐραστὴς καὶ οὗτος, ἀνάθημαδὲ αὐτῆς Φρύνης ἐστὶν ἡ εἰκών. τὰ δὲ ἐφεξῆς ταύτῃ, τὰ μὲν ἀγάλματα τοῦ ἈπόλλωνοςἘπιδαύριοι τὸ ἕτερον οἱ ἐν τῇ Ἀργολίδι ἀπὸ Μήδων, τὸ δὲ αὐτῶν Μεγαρεῖς ἀνέθεσανἈθηναίους μάχῃ πρὸς Νισαίᾳ κρατήσαντες: Πλαταιέων δὲ βοῦς ἐστιν, ἡνίκα ἐν τῇσφετέρᾳ καὶ οὗτοι Μαρδόνιον τὸν Γωβρύου μετὰ Ἑλλήνων ἠμύναντο ἄλλων. καὶαὖθις δύο Ἀπόλλωνος, τὸ μὲν Ἡρακλεωτῶν τῶν πρὸς τῷ Εὐξείνῳ, τὸ δὲ Ἀμφικτυόνωνἐστίν, ὅτε Φωκεῦσιν ἐπεργαζομένοις τοῦ θεοῦ τὴν χώραν ἐπέβαλον χρημάτων ζημίαν:[2] ὁ δὲ Ἀπόλλων οὗτος καλεῖται μὲν ὑπὸ Δελφῶν Σιτάλκας, μέγεθος δὲ πέντε πηχῶνκαὶ τριάκοντά ἐστι. στρατηγοὶ δὲ οἱ πολλοὶ καὶ Ἀρτέμιδος, τὸ δὲ Ἀθηνᾶς, δύο τεἈπόλλωνος ἀγάλματα ἔστιν Αἰτωλῶν, ἡνίκα σφίσιν ἐξειργάσθη τὰ ἐς Γαλάτας.στρατιὰν δὲ τὴν Κελτῶν, ὡς ἐκ τῆς Εὐρώπης διαβήσοιτο ἐς τὴν Ἀσίαν ἐπ᾽ ὀλέθρῳ τῶνπόλεων, Φαεννὶς προεδήλωσεν ἐν τοῖς χρησμοῖς γενεᾷ πρότερον ἢ ἐπράχθη τὸ ἔργον:[3] “ἦ τότ᾽ ἀμειψάμενος στεινὸν πόρον Ἑλλησπόντου
† αὐδήσει Γαλατῶν ὀλοὸς στρατός, οἵ ῥ᾽ ἀθεμίστως
Ἀσίδα πορθήσουσι: θεὸς δ᾽ ἔτι κύντερα θήσει
πάγχυ μάλ᾽, οἳ ναίουσι παρ᾽ ἠϊόνεσσι θαλάσσης—
εἰς ὀλίγον: τάχα γάρ σφιν ἀοσσητῆρα Κρονίων
ὁρμήσει, ταύροιο διοτρεφέος φίλον υἱόν,
ὃς πᾶσιν Γαλάτῃσιν ὀλέθριον ἦμαρ ἐφήσει.
”παῖδα δὲ εἶπε ταύρου τὸν ἐν Περγάμῳ βασιλεύσαντα Ἄτταλον: τὸν δὲ αὐτὸν τοῦτονκαὶ ταυρόκερων προσείρηκε χρηστήριον. [4]
ἱππικοῦ δὲ ἡγεμόνας ἀναβεβηκότας ἐπὶ ἵππους Φεραῖοι παρὰ τῷ Ἀπόλλωνι ἔστησαντρεψάμενοι τὴν Ἀττικὴν ἵππον.
τὸν δὲ φοίνικα ἀνέθεσαν Ἀθηναῖοι τὸν χαλκοῦν, καὶ αὐτὸν καὶ Ἀθηνᾶς ἄγαλμαἐπίχρυσον ἐπὶ τῷ φοίνικι, ἀπὸ ἔργων ὧν ἐπ᾽ Εὐρυμέδοντι ἐν ἡμέρᾳ τῇ αὐτῇ τὸ μὲνπεζῇ, τὸ δὲ ναυσὶν ἐν τῷ ποταμῷ κατώρθωσαν. τούτου τοῦ ἀγάλματος ἐνιαχοῦ τὸνἐπ᾽ αὐτῷ χρυσὸν ἐθεώμην λελυμασμένον. [5] ἐγὼ μὲν δὴ τὸ ἔγκλημα ἐς κακούργουςτε ἦγον καὶ φῶρας ἀνθρώπους: Κλειτόδημος δέ, ὁπόσοι τὰ Ἀθηναίων ἐπιχώριαἔγραψαν ὁ ἀρχαιότατος, οὗτος ἐν τῷ λόγῳ φησὶ τῷ Ἀττικῷ, ὅτε Ἀθηναῖοιπαρεσκευάζοντο ἐπὶ Σικελίᾳ τὸν στόλον, ὡς ἔθνος τι ἄπειρον κοράκων κατῆρε τότεἐς Δελφούς, καὶ περιέκοπτόν τε τοῦ ἀγάλματος τούτου καὶ ἀπέρρησσον τοῖςῥάμφεσιν ἀπ᾽ αὐτοῦ τὸν χρυσόν: λέγει δὲ καὶ ὡς τὸ δόρυ καὶ τὰς γλαῦκας καὶ ὅσοςκαρπὸς ἐπὶ τῷ φοίνικι ἐπεποίητο ἐς μίμησιν τῆς ὀπώρας, κατακλάσαιεν καὶ ταῦτα οἱκόρακες. [6] Ἀθηναίοις μὲν δὴ καὶ ἄλλα σημεῖα μὴ ἐκπλεῦσαι σφᾶς ἀπαγορεύοντα ἐςΣικελίαν διηγήσατο ὁ Κλειτόδημος, Κυρηναῖοι δὲ ἀνέθεσαν ἐν Δελφοῖς Βάττον ἐπὶἅρματι, ὃς ἐς Λιβύην ἤγαγε σφᾶς ναυσὶν ἐκ Θήρας. ἡνίοχος μὲν τοῦ ἅρματός ἐστιΚυρήνη, ἐπὶ δὲ τῷ ἅρματι Βάττος τε καὶ Λιβύη στεφανοῦσά ἐστιν αὐτόν: ἐποίησε δὲἈμφίων Ἀκέστορος Κνώσσιος. [7] ἐπεὶ δὲ ᾤκισε Βάττος τὴν Κυρήνην, λέγεται καὶ τῆςφωνῆς γενέσθαι οἱ τοιόνδε ἴαμα: ἐπιὼν τῶν Κυρηναίων τὴν χώραν ἐν τοῖς ἐσχάτοιςαὐτῆς ἐρήμοις ἔτι οὖσι θεᾶται λέοντα, καὶ αὐτὸν τὸ δεῖμα τὸ ἐκ τῆς θέας βοῆσαι σαφὲςκαὶ μέγα ἠνάγκασεν. οὐ πόρρω δὲ τοῦ Βάττου καὶ ἄλλον ἔστησαν οἱ ἈμφικτύονεςἈπόλλωνα ἀπὸ τοῦ ἀδικήματος τοῦ ἐς τὸν θεὸν τῶν Φωκέων. 16.
τῶν δὲ ἀναθημάτων ἃ οἱ βασιλεῖς ἀπέστειλαν οἱ Λυδῶν, οὐδὲν ἔτι ἦν αὐτῶν εἰ μὴσιδηροῦν μόνον τὸ ὑπόθημα τοῦ Ἀλυάττου κρατῆρος. τοῦτο Γλαύκου μέν ἐστιν ἔργοντοῦ Χίου, σιδήρου κόλλησιν ἀνδρὸς εὑρόντος: ἔλασμα δὲ ἕκαστον τοῦ ὑποθήματοςἐλάσματι ἄλλῳ προσεχὲς οὐ περόναις ἐστὶν ἢ κέντροις, μόνη δὲ ἡ κόλλα συνέχει τεκαὶ ἔστιν αὕτη τῷ σιδήρῳ δεσμός. [2] σχῆμα δὲ τοῦ ὑποθήματος κατὰ πύργον μάλισταἐς μύουρον ἀνιόντα ἀπὸ εὐρυτέρου τοῦ κάτω: ἑκάστη δὲ πλευρὰ τοῦ ὑποθήματος οὐδιὰ πάσης πέφρακται, ἀλλά εἰσιν αἱ πλάγιαι τοῦ σιδήρου ζῶναι ὥσπερ ἐν κλίμακι οἱἀναβασμοί: τὰ δὲ ἐλάσματα τοῦ σιδήρου τὰ ὀρθὰ ἀνέστραπται κατὰ τὰ ἄκρα ἐς τὸἐκτός, καὶ ἕδρα τοῦτο ἦν τῷ κρατῆρι. [3]
τὸν δὲ ὑπὸ Δελφῶν καλούμενον Ὀμφαλὸν λίθου πεποιημένον λευκοῦ, τοῦτο εἶναι τὸἐν μέσῳ γῆς πάσης αὐτοί τε λέγουσιν οἱ Δελφοὶ καὶ ἐν ᾠδῇ τινι Πίνδαροςὁμολογοῦντά σφισιν ἐποίησεν. [4] Λακεδαιμονίων δὲ ἀνάθημά ἐστιν ἐνταῦθα,Καλάμιδος δὲ ἔργον, Ἑρμιόνη ἡ Μενελάου θυγάτηρ, ἡ συνοικήσασα Ὀρέστῃ τῷἈγαμέμνονος καὶ ἔτι πρότερον Νεοπτολέμῳ τῷ Ἀχιλλέως. Εὐρύδαμον δὲ στρατηγόντε Αἰτωλῶν καὶ στρατοῦ τοῦ Γαλατῶν ἐναντία ἡγησάμενον ἀνέθεσαν οἱ Αἰτωλοί. [5]
ἔστι δὲ ἐν τοῖς Κρητικοῖς ὄρεσι καὶ κατ᾽ ἐμὲ ἔτι Ἔλυρος πόλις: οὗτοι οὖν αἶγα χαλκῆνἀπέστειλαν ἐς Δελφούς, δίδωσι δὲ νηπίοις ἡ αἲξ Φυλακίδῃ καὶ Φιλάνδρῳ γάλα: παῖδαςδὲ αὐτοὺς οἱ Ἐλύριοί φασιν Ἀπόλλωνός τε εἶναι καὶ Ἀκακαλλίδος νύμφης,συγγενέσθαι δὲ τῇ Ἀκακαλλίδι Ἀπόλλωνα ἐν πόλει Τάρρᾳ καὶ οἴκῳ Καρμάνορος. [6]
Καρύστιοι δὲ οἱ Εὐβοεῖς βοῦν καὶ οὗτοι χαλκοῦν παρὰ τῷ Ἀπόλλωνι ἔστησαν ἀπὸἔργου τοῦ Μηδικοῦ: βοῦς δὲ οἱ Καρύστιοι καὶ οἱ Πλαταιεῖς τὰ ἀναθήματα ἐποιήσαντο,ὅτι ἐμοὶ δοκεῖν ἀπωσάμενοι τὸν βάρβαρον τήν τε ἄλλην βεβαίως ἐκτήσαντοεὐδαιμονίαν καὶ ἀροῦν ἐλευθέραν τὴν γῆν. στρατηγῶν δὲ εἰκόνας καὶ Ἀπόλλωνά τεκαὶ Ἄρτεμιν τὸ ἔθνος τὸ Αἰτωλικὸν ἀπέστειλαν καταστρεψάμενοι τοὺς ὁμόρουςσφίσιν Ἀκαρνᾶνας. [7]
παραλογώτατον δὲ ἐπυνθανόμην ὑπάρξαν Λιπαραίοις ἐς Τυρσηνούς. τοὺς γὰρ δὴΛιπαραίους ἐναντία ναυμαχῆσαι τῶν Τυρσηνῶν ναυσὶν ὡς ἐλαχίσταις ἐκέλευσεν ἡΠυθία. πέντε οὖν ἀνάγονται τριήρεσιν ἐπὶ τοὺς Τυρσηνούς: οἱ δὲ—ἀπηξίουν γὰρ μὴἀποδεῖν Λιπαραίων τὰ ναυτικά—ἀντανάγονταί σφισιν ἴσαις ναυσί. ταύτας τε οὖναἱροῦσιν οἱ Λιπαραῖοι καὶ ἄλλας πέντε ὑστέρας σφίσιν ἀνταναχθείσας, καὶ τρίτηννεῶν πεντάδα καὶ ὡσαύτως τετάρτην ἐχειρώσαντο. ἀνέθεσαν οὖν ἐς Δελφοὺς ταῖςἁλούσαις ναυσὶν ἀριθμὸν ἴσα Ἀπόλλωνος ἀγάλματα. [8]
Ἐχεκρατίδης δὲ ἀνὴρ Λαρισαῖος τὸν Ἀπόλλωνα ἀνέθηκε τὸν μικρόν: καὶ ἁπάντωνπρῶτον τεθῆναι τῶν ἀναθημάτων τοῦτό φασιν οἱ Δελφοί. 17.
βαρβάρων δὲ τῶν πρὸς τῇ ἑσπέρᾳ οἱ ἔχοντες Σαρδώ, εἰκόνα οὗτοι χαλκῆν τοῦἐπωνύμου σφίσιν ἀπέστειλαν. ἡ δὲ Σαρδὼ μέγεθος μὲν καὶ εὐδαιμονίαν ἐστὶν ὁμοίαταῖς μάλιστα ἐπαινουμέναις: ὄνομα δὲ αὐτῇ τὸ ἀρχαῖον ὅ τι μὲν ὑπὸ τῶν ἐπιχωρίωνἐγένετο οὐκ οἶδα, Ἑλλήνων δὲ οἱ κατ᾽ ἐμπορίαν ἐσπλέοντες Ἰχνοῦσσαν ἐκάλεσαν, ὅτιτὸ σχῆμα τῇ νήσῳ κατ᾽ ἴχνος μάλιστά ἐστιν ἀνθρώπου. μῆκος δὲ ἀπ᾽ αὐτῆς εἴκοσιστάδιοι καὶ ἑκατόν εἰσι καὶ χίλιοι, εὖρος δὲ ἐς εἴκοσί τε καὶ τετρακοσίους προήκει. [2]πρῶτοι δὲ διαβῆναι λέγονται ναυσὶν ἐς τὴν νῆσον Λίβυες: ἡγεμὼν δὲ τοῖς Λίβυσιν ἦνΣάρδος ὁ Μακήριδος, Ἡρακλέους δὲ ἐπονομασθέντος ὑπὸ Αἰγυπτίων τε καὶ Λιβύων.Μακήριδι μὲν δὴ αὐτῷ τὰ ἐπιφανέστατα ὁδὸς ἐγένετο ἡ ἐς Δελφούς: Σάρδῳ δὲἡγεμονία τε ὑπῆρξε τῶν Λιβύων ἡ ἐς τὴν Ἰχνοῦσσαν καὶ τὸ ὄνομα ἀπὸ τοῦ Σάρδουτούτου μετέβαλεν ἡ νῆσος. οὐ μέντοι τούς γε αὐτόχθονας ἐξέβαλεν ὁ τῶν Λιβύωνστόλος, σύνοικοι δὲ ὑπ᾽ αὐτῶν οἱ ἐπελθόντες ἀνάγκῃ μᾶλλον ἢ ὑπὸ εὐνοίαςἐδέχθησαν. καὶ πόλεις μὲν οὔτε οἱ Λίβυες οὔτε τὸ γένος τὸ ἐγχώριον ἠπίσταντοποιήσασθαι: σποράδες δὲ ἐν καλύβαις τε καὶ σπηλαίοις, ὡς ἕκαστοι τύχοιεν, ᾤκησαν.[3] ἔτεσι δὲ ὕστερον μετὰ τοὺς Λίβυας ἀφίκοντο ἐκ τῆς Ἑλλάδος ἐς τὴν νῆσον οἱ μετ᾽Ἀρισταίου. παῖδα δὲ λέγουσιν Ἀρισταῖον Ἀπόλλωνός τε εἶναι καὶ Κυρήνης: ἐπὶ δὲ τοῦἈκταίωνος περισσῶς ἀλγήσαντα τῇ συμφορᾷ καὶ Βοιωτίᾳ τε καὶ πάσῃ τῇ Ἑλλάδι κατὰταὐτὰ ἀχθόμενον, οὕτως ἐς τὴν Σαρδὼ μετοικῆσαί φασιν αὐτόν. [4] οἱ δὲ καὶ Δαίδαλονἀποδρᾶναι τηνικαῦτα †καὶ οἴκου διὰ τὴν ἐπιστρατείαν τὴν Κρητῶν καὶ ἀποικίας ἐς τὴνΣαρδὼ μετασχεῖν τῷ Ἀρισταίῳ νομίζουσιν: ἔχοι δ᾽ ἂν λόγον οὐδένα Αὐτονόῃ τῇΚάδμου συνοικήσαντι τῷ Ἀρισταίῳ Δαίδαλον ἢ ἀποικίας ἢ ἄλλου τινὸς μετεσχηκέναι,ὃς ἡλικίαν κατὰ Οἰδίποδα ἦν βασιλεύοντα ἐν Θήβαις. πόλιν δ᾽ οὖν οἰκίζουσινοὐδεμίαν οὐδ᾽ οὗτοι, ὅτι ἀριθμῷ τε καὶ ἰσχύι ἐλάσσονες ἐμοὶ δοκεῖν ἢ κατὰ πόλεωςἦσαν οἰκισμόν. [5] μετὰ δὲ Ἀρισταῖον Ἴβηρες ἐς τὴν Σαρδὼ διαβαίνουσιν ὑπὸ ἡγεμόνιτοῦ στόλου Νώρακι, καὶ ᾠκίσθη Νώρα πόλις ὑπὸ αὐτῶν: ταύτην πρώτην γενέσθαιπόλιν μνημονεύουσιν ἐν τῇ νήσῳ, παῖδα δὲ Ἐρυθείας τε τῆς Γηρυόνου καὶ Ἑρμοῦλέγουσιν εἶναι τὸν Νώρακα. τετάρτη δὲ μοῖρα Ἰολάου Θεσπιέων τε καὶ ἐκ τῆς Ἀττικῆςστρατιὰ κατῆρεν ἐς Σαρδώ, καὶ Ὀλβίαν μὲν πόλιν οἰκίζουσιν, ἰδίᾳ δὲ Ὀγρύλην οἱἈθηναῖοι διασώζοντες τῶν δήμων τῶν οἴκοι τινὸς τὸ ὄνομα: ἢ καὶ αὐτὸς τοῦ στόλουμετεῖχεν Ὀγρύλος. ἔστι δ᾽ οὖν καὶ κατ᾽ ἐμὲ ἔτι χωρία τε Ἰολάια ἐν τῇ Σαρδοῖ καὶἸόλαος παρὰ τῶν οἰκητόρων ἔχει τιμάς. [6] Ἰλίου δὲ ἁλισκομένης ἄλλοι τε ἐκφεύγουσιτῶν Τρώων καὶ οἱ ἀποσωθέντες μετὰ Αἰνείου: τούτων μοῖρα ἀπενεχθεῖσα ὑπὸ ἀνέμωνἐς Σαρδὼ ἀνεμίχθησαν τοῖς προενοικοῦσιν Ἕλλησι. καταστῆναι δὲ ἐς μάχην τῷἙλληνικῷ καὶ τοῖς Τρωσὶν ἐκώλυσε τοὺς βαρβάρους: παρασκευῇ τε γὰρ ἴσοι τῇ ἁπάσῃτὰ ἐς πόλεμον ἦσαν καὶ ὁ Θόρσος ποταμὸς διὰ μέσου σφίσι ῥέων τῆς χώρας ἐπ᾽ ἴσηςκαὶ ἀμφοτέροις διαβαίνειν παρεῖχε δέος. [7] ὕστερον μέντοι πολλοῖς ἔτεσιν οἱ Λίβυεςἐπεραιώθησάν τε αὖθις ἐς τὴν νῆσον στόλῳ μείζονι καὶ ἦρξαν ἐς τὸ Ἑλληνικὸνπολέμου. τὸ μὲν δὴ Ἑλληνικὸν ἐς ἅπαν ἐπέλαβε φθαρῆναι, ἢ ὀλίγον ἐγένετο ἐξ αὐτοῦτὸ ὑπολειφθέν: οἱ δὲ Τρῶες ἐς τῆς νήσου τὰ ὑψηλὰ ἀναφεύγουσι, καταλαβόντες δὲὄρη δύσβατα ὑπὸ σκολόπων τε καὶ κρημνῶν Ἰλιεῖς μὲν ὄνομα καὶ ἐς ἐμὲ ἔτι ἔχουσι,Λίβυσι μέντοι τὰς μορφὰς καὶ τῶν ὅπλων τὴν σκευὴν καὶ ἐς τὴν πᾶσαν δίαιτανἐοίκασιν. [8]
ἔστι δὲ νῆσος οὐ πολὺ ἀπέχουσα τῆς Σαρδοῦς, Κύρνος ὑπὸ Ἑλλήνων, ὑπὸ δὲ Λιβύωντῶν ἐνοικούντων καλουμένη Κορσική. ἐκ ταύτης μοῖρα οὐκ ἐλαχίστη στάσειπιεσθεῖσα ἀφίκετο ἐς τὴν Σαρδώ, καὶ ᾤκησαν τῆς χώρας ἀποτεμόμενοι τῆς ἐν τοῖςὄρεσιν: ὑπὸ μέντοι τῶν ἐν τῇ Σαρδοῖ τῷ ὀνόματι ὀνομάζονται τῷ οἴκοθεν Κορσοί. [9]Καρχηδόνιοι δὲ ὅτε ναυτικῷ μάλιστα ἴσχυσαν, κατεστρέψαντο μὲν καὶ ἅπαντας τοὺςἐν τῇ Σαρδοῖ πλὴν Ἰλιέων τε καὶ Κορσῶν—τούτοις δὲ μὴ ἐς δουλείαν ὑπαχθῆναι τὸἐχυρὸν ἤρκεσε τῶν ὀρῶν—, ᾤκισαν δὲ ἐν τῇ νήσῳ καὶ αὐτοὶ πόλιν οἱ ΚαρχηδόνιοιΚάραλίν τε καὶ Σύλκους. τοῦ δὲ ἐπικουρικοῦ τῶν Καρχηδονίων Λίβυες ἢ Ἴβηρες ἐςἀμφισβήτησιν λαφύρων ἀφικόμενοι καὶ ὡς εἶχον ὀργῆς ἀποστάντες ἐσῳκίσαντο ἐς τὰὑψηλὰ καὶ οὗτοι τῆς νήσου. Βαλαροὶ τὸ ὄνομά ἐστιν αὐτοῖς κατὰ γλῶσσαν τὴνΚυρνίων: Βαλαροὺς γὰρ τοὺς φυγάδας καλοῦσιν οἱ Κύρνιοι. [10]
γένη μὲν τοσαῦτα τὴν Σαρδὼ καὶ ἐσῳκισμένα οὕτω νέμεται, τῆς δὲ νήσου τὰ πρὸς τῆςἄρκτου καὶ ἠπείρου τῆς κατὰ Ἰταλίαν ἐστὶν ὄρη δύσβατα τὰ πέρατα συνάπτονταἀλλήλοις: καὶ ἢν παραπλέῃς, ναυσὶν οὔτε ὅρμους παρέχεται κατὰ τοῦτο ἡ νῆσοςπνεύματά τε ἄτακτα καὶ ἰσχυρὰ αἱ ἄκραι τῶν ὀρῶν καταπέμπουσιν ἐς τὴν θάλασσαν.[11] ἔστι δὲ καὶ ἄλλα διὰ μέσης αὐτῆς ὄρη χθαμαλώτερα. ὁ δὲ ἀὴρ ὁ ἐνταῦθα θολερόςτε ὡς ἐπίπαν ἐστὶ καὶ νοσώδης: αἴτιοι δὲ οἵ τε ἅλες οἱ πηγνύμενοι καὶ ὁ νότος βαρὺςκαὶ βίαιος ἐγκείμενος, οἱ ἄνεμοί τε οἱ ἀπὸ τῆς ἄρκτου διὰ τὸ ὑψηλὸν τῶν ὀρῶν τῶνπρὸς τῆς Ἰταλίας κωλύονται πνέοντες θέρους ὥρᾳ τόν τε ἀέρα τὸν ταύτῃ καὶ τὴν γῆνἀναψύχειν. οἱ δὲ τὴν Κύρνον σταδίους φασὶν οὐ πλέονας ἀπὸ τῆς Σαρδοῦς ἢ ὀκτὼ τῇθαλάσσῃ διείργεσθαι, ὀρεινήν τε οὖσαν καὶ ἐς ὕψος διὰ πάσης ἀνήκουσαν: τὸνΖέφυρον οὖν καὶ Βορέαν ὑπὸ τῆς Κύρνου κωλύεσθαι νομίζουσι μὴ καὶ ἄχρι τῆςΣαρδοῦς ἐξικνεῖσθαι. [12] ὄφεις δὲ οὔτε ἐπὶ συμφορᾷ τῇ ἀνθρώπων οὔτε ὅσονἀνώλεθρον αὐτῶν, οὐδὲ οἱ λύκοι τρέφεσθαι πεφύκασιν. οἱ δὲ τράγοι ἄγριοι μέγεθοςμὲν τοὺς ἑτέρωθι οὐχ ὑπερβάλλουσιν, εἶδος δέ ἐστιν αὐτοῖς ὁποῖον ἐν πλαστικῇ τις ἂντῇ Αἰγιναίᾳ ποιήσειεν ἀγρίου κριοῦ: τὰ μέντοι ἀμφὶ τὸ στῆθος δασύτερά ἐστιν αὐτοῖςἢ ὡς πρὸς Αἰγιναίαν τέχνην εἰκάσαι: κέρατα δὲ οὐ διεστηκότα ἀπὸ τῆς κεφαλῆς, ἀλλὰἐς εὐθὺ παρὰ τὰ ὦτα ἔχουσιν ἐληλιγμένα: ὠκύτητι δὲ ἅπαντα τὰ θηρία ὑπερήρκασι.[13] πλὴν δὲ ἢ βοτάνης μιᾶς καθαρεύει καὶ ἀπὸ φαρμάκων ἡ νῆσος ὅσα ἐργάζεταιθάνατον: ἡ πόα δὲ ἡ ὀλέθριος σελίνῳ μέν ἐστιν ἐμφερής, τοῖς φαγοῦσι δὲ γελῶσινἐπιγίνεσθαι τὴν τελευτὴν λέγουσιν. ἐπὶ τούτῳ δὲ Ὅμηρός τε καὶ οἱ ἔπειτα ἄνθρωποιτὸν ἐπὶ οὐδενὶ ὑγιεῖ Σαρδάνιον γέλωτα ὀνομάζουσι. φύεται δὲ μάλιστα ἡ πόα περὶ τὰςπηγάς, οὐ μέντοι μεταδίδωσί γε καὶ τῷ ὕδατι τοῦ ἰοῦ.
τὸν μὲν δὴ περὶ τῆς Σαρδοῦς λόγον ἐπεισηγαγόμεθα ἐς τὴν Φωκίδα συγγραφήν, ὅτιοὐχ ἥκιστα καὶ ἐς ταύτην οἱ Ἕλληνες τὴν νῆσον ἀνηκόως εἶχον: 18. τὸν δὲ ἵππον, ὃςἐφεξῆς τῇ εἰκόνι ἐστὶ τοῦ Σάρδου, Ἀθηναῖος Καλλίας Λυσιμαχίδου πατρὸς ἀναθεῖναίφησιν ἰδίᾳ περιποιησάμενος ἀπὸ τοῦ πρὸς Πέρσας πολέμου χρήματα. Ἀχαιοὶ δὲἀνέθεσαν Ἀθηνᾶς ἄγαλμα πόλιν τῶν ἐν Αἰτωλίᾳ παραστησάμενοι πολιορκίᾳ: τῇπόλει δὲ ἣν εἷλον Φάνα τοὔνομα ἦν. γενέσθαι δὲ χρόνον φασὶν οὐκ ὀλίγον τῇπολιορκίᾳ: καὶ ὡς ἀδυνάτως εἶχον ἑλεῖν τὴν πόλιν, θεωροὺς ἀποστέλλουσιν ἐςΔελφούς, καὶ αὐτοῖς ἀφίκετο μάντευμα: [2] “γῆς Πέλοπος ναέται καὶ Ἀχαιίδος, οἳ ποτὶΠυθώ
ἤλθετε πευσόμενοι ὥς κε πτολίεθρον ἕλητε,
ἀλλ᾽ ἄγε δὴ φράζεσθε λάχος πόσον ἦμαρ ἕκαστον
λαῶν πινόντων ῥύεται πόλιν, ἡ δὲ πέπωκεν:
οὕτω γάρ κεν ἕλοιτε Φάναν πυργήρεα κώμην.
” [3] οὐ συνιέντες οὖν ὁποῖόν τι ἤθελεν ὁ χρησμὸς λέγειν, οἱ μὲν οἴκαδε ἀποπλεῖνἐβουλεύοντο διαλύσαντες τὴν πολιορκίαν, οἱ δὲ ἐντὸς τοῦ τείχους οἵ τε ἄλλοι οὐδενὶλόγῳ σφᾶς ἐνεποιοῦντο καὶ γυνὴ πρόεισιν ἐκ τοῦ τείχους ὕδωρ ἐκ τῆς ὑπὸ τῷ τείχειλαβεῖν πίδακος. ἐπιδραμόντες δὲ ἐκ τοῦ στρατεύματος αἰχμάλωτόν τε τὴν γυναῖκααἱροῦσι καὶ διδάσκονται παρ᾽ αὐτῆς οἱ Ἀχαιοὶ ὅτι τὸ ὀλίγον τὸ ἐκ τῆς πίδακος ὕδωρ,ὁπότε ἐφ᾽ ἑκάστης λάβοιεν τῆς νυκτός, διεμετροῦντο αὐτό, καὶ ἄλλο ἦν τοῖς ἔνδονἀλέξημα οὐδὲν ἐς δίψαν. οὕτω δὴ συγχέαντες οἱ Ἀχαιοὶ τὴν πηγὴν τὸ πόλισμααἱροῦσιν. [4]
Ῥόδιοι δὲ οἱ ἐν Λίνδῳ παρὰ ταύτην τὴν Ἀθηνᾶν τὸ ἄγαλμα ἔστησαν τοῦ Ἀπόλλωνος.ἀνέθεσαν δὲ καὶ Ἀβρακιῶται χαλκοῦν ὄνον, νυκτομαχίᾳ Μολοσσοὺς νικήσαντες.λόχον μέν σφισιν ἐν νυκτὶ οἱ Μολοσσοὶ παρεσκεύασαν: ὄνου δέ, ὃς ἐλαυνόμενος ἐκτοῦ ἀγροῦ τότε ἔτυχεν, ὄνον θήλειαν διώκοντος σὺν ὕβρει τε τῇ ἄλλῃ καὶ τραχύτητιτοῦ φθέγματος, ὡσαύτως δὲ καὶ τοῦ ἀνδρὸς ὃς τὸν ὄνον ἤλαυνε βοῶντος ἀσαφῆ τε καὶἄκοσμα, οὕτως οἵ τε ἐκ τῆς ἐνέδρας τῶν Μολοσσῶν ἐξανίστανται ταραχθέντες καὶ οἱἈμβρακιῶται φωράσαντες τὰ ἐπὶ σφίσι βεβουλευμένα ἐπιχειροῦσιν ἐν τῇ νυκτί, καὶἐκράτησαν μάχῃ τῶν Μολοσσῶν. [5]
Ὀρνεᾶται δὲ οἱ ἐν τῇ Ἀργολίδι πολέμῳ σφᾶς Σικυωνίων πιεζόντων τῷ Ἀπόλλωνιεὔξαντο, εἰ ἀπώσαιντο ἐκ τῆς πατρίδος τῶν Σικυωνίων τὸν στρατόν, πομπήν τε ἐνΔελφοῖς αὐτῷ στελεῖν ὁσημέραι καὶ ἱερεῖα θύσειν οἷα δὴ καὶ ὅσα ἀριθμόν. νικῶσί τεδὴ μάχῃ τοὺς Σικυωνίους, καὶ ὥς σφισιν ἐφ᾽ ἡμέρας πάσης ἀποδιδοῦσι τὰ κατὰ τὴνεὐχὴν δαπάνη τε ἦν μεγάλη καὶ μείζων ἔτι τοῦ ἀναλώματος ἡ ταλαιπωρία, οὕτω δὴσόφισμα εὑρίσκουσιν ἀναθεῖναι τῷ θεῷ θυσίαν τε καὶ πομπὴν χαλκᾶ ποιήματα. [6]
ἔστιν ἐνταῦθα καὶ ἄθλων τῶν Ἡρακλέους τὸ ἐς τὴν ὕδραν, ἀνάθημά τε ὁμοῦΤισαγόρου καὶ τέχνη, σιδήρου καὶ ἡ ὕδρα καὶ ὁ Ἡρακλῆς. σιδήρου δὲ ἐργασίαν τὴν ἐπὶἀγάλμασι χαλεπωτάτην καὶ πόνου συμβέβηκεν εἶναι πλείστου: θαύματος μὲν δὴ καὶτοῦ Τισαγόρου τὸ ἔργον, ὅστις δὴ ὁ Τισαγόρας, θαύματος δὲ οὐκ ἐλαχίστου καὶ ἐνΠεργάμῳ λέοντός τε καὶ ὑὸς ἀγρίου κεφαλαί, σιδήρου καὶ αὗται: Διονύσῳ δὲἀναθήματα σφᾶς ἐποιήσαντο. [7]
Φωκέων δὲ οἱ ἔχοντες Ἐλάτειαν—ἀντέσχον γὰρ τῇ Κασσάνδρου πολιορκίᾳὈλυμπιοδώρου σφίσιν ἐξ Ἀθηνῶν ἀμύνοντος—λέοντα τῷ Ἀπόλλωνι χαλκοῦνἀποπέμπουσιν ἐς Δελφούς. ὁ δὲ Ἀπόλλων ὁ ἐγγυτάτω τοῦ λέοντος Μασσαλιωτῶνἐστιν ἀπὸ τῆς πρὸς Καρχηδονίους ἀπαρχὴ ναυμαχίας.
πεποίηται δὲ ὑπὸ Αἰτωλῶν τρόπαιόν τε καὶ γυναικὸς ἄγαλμα ὡπλισμένης, ἡ Αἰτωλίαδῆθεν: ταῦτα ἀνέθεσαν ἐπιθέντες οἱ Αἰτωλοὶ Γαλάταις δίκην ὠμότητος τῆς ἐςΚαλλιέας. ἐπίχρυσος δὲ εἰκών, ἀνάθημα Γοργίου τοῦ ἐκ Λεοντίνων, αὐτὸς Γοργίαςἐστίν εἰκών. 19.
παρὰ δὲ τὸν Γοργίαν ἀνάθημά ἐστιν Ἀμφικτυόνων Σκιωναῖος Σκύλλις, ὃς καταδῦναικαὶ ἐς τὰ βαθύτατα θαλάσσης πάσης ἔχει φήμην: ἐδιδάξατο δὲ καὶ Ὕδναν τὴνθυγατέρα δύεσθαι. [2] οὗτοι περὶ τὸ ὄρος τὸ Πήλιον ἐπιπεσόντος ναυτικῷ τῷ Ξέρξουβιαίου χειμῶνος προσεξειργάσαντό σφισιν ἀπώλειαν, τάς τε ἀγκύρας καὶ εἰ δή τιἄλλο ἔρυμα ταῖς τριήρεσιν ἦν ὑφέλκοντες. ἀντὶ τούτου μὲν οἱ Ἀμφικτύονες καὶ αὐτὸνΣκύλλιν καὶ τὴν παῖδα ἀνέθεσαν: ἐν δὲ τοῖς ἀνδριᾶσιν ὁπόσους Νέρων ἔλαβεν ἐκΔελφῶν, ἐν τούτοις τὸν ἀριθμὸν καὶ τῆς Ὕδνης ἀπεπλήρωσεν ἡ εἰκών. καταδύονται δὲἐς θάλασσαν γένους τοῦ θήλεος αἱ καθαρῶς ἔτι παρθένοι. [3]
τὸ ἀπὸ τούτου δὲ ἔρχομαι διηγησόμενος λόγον Λέσβιον. ἁλιεῦσιν ἐν Μηθύμνῃ τὰδίκτυα ἀνείλκυσεν ἐκ θαλάσσης πρόσωπον ἐλαίας ξύλου πεποιημένον: τοῦτο ἰδέανπαρείχετο φέρουσαν μὲν τοι ἐς τὸ θεῖον, ξένην δὲ καὶ ἐπὶ θεοῖς Ἑλληνικοῖς οὐκαθεστῶσαν. εἴροντο οὖν οἱ Μηθυμναῖοι τὴν Πυθίαν ὅτου θεῶν ἢ καὶ ἡρώων ἐστὶν ἡεἰκών: ἡ δὲ αὐτοὺς σέβεσθαι Διόνυσον Φαλλῆνα ἐκέλευσεν. ἐπὶ τούτῳ οἱ Μηθυμναῖοιξόανον μὲν τὸ ἐκ τῆς θαλάσσης παρὰ σφίσιν ἔχοντες καὶ θυσίαις καὶ εὐχαῖς τιμῶσι,χαλκοῦν δὲ ἀποπέμπουσιν ἐς Δελφούς. [4]
τὰ δὲ ἐν τοῖς ἀετοῖς, ἔστιν Ἄρτεμις καὶ Λητὼ καὶ Ἀπόλλων καὶ Μοῦσαι δύσις τε Ἡλίουκαὶ Διόνυσός τε καὶ αἱ γυναῖκες αἱ Θυιάδες. τὰ μὲν δὴ πρῶτα αὐτῶν ἈθηναῖοςΠραξίας μαθητὴς Καλάμιδός ἐστιν ὁ ἐργασάμενος: χρόνου δὲ ὡς ὁ ναὸς ἐποιεῖτοἐγγινομένου Πραξίαν μὲν ἔμελλεν ἀπάξειν τὸ χρεών, τὰ δὲ ὑπολειπόμενα τοῦ ἐν τοῖςἀετοῖς κόσμου ἐποίησεν Ἀνδροσθένης, γένος μὲν καὶ οὗτος Ἀθηναῖος, μαθητὴς δὲΕὐκάδμου. ὅπλα δὲ ἐπὶ τῶν ἐπιστυλίων χρυσᾶ, Ἀθηναῖοι μὲν τὰς ἀσπίδας ἀπὸ τοῦἔργου τοῦ Μαραθῶνι ἀνέθεσαν, Αἰτωλοὶ δὲ τά τε ὄπισθεν καὶ τὰ ἐν ἀριστερᾷΓαλατῶν δὴ ὅπλα: σχῆμα δὲ αὐτῶν ἐστιν ἐγγυτάτω τῶν Περσικῶν γέρρων. [5]
Γαλατῶν δὲ τῆς ἐς τὴν Ἑλλάδα ἐπιστρατείας ἔχει μέν τινα μνήμην καὶ ἡ ἐς τὸβουλευτήριον ἡμῖν τὸ Ἀττικὸν συγγραφή: προάγειν δὲ ἐς τὸ σαφέστερον τὰ ἐς αὐτοὺςἠθέλησα ἐν τῷ λόγῳ τῷ ἐς Δελφούς, ὅτι ἔργων τῶν ἐπὶ τοὺς βαρβάρους τὰ μέγισταἝλλησιν ἐνταῦθα ἦν. ὑπερόριον μὲν οἱ Κελτοὶ στρατείαν πρώτην ὑπὸ ἡγεμόνιἐποιήσαντο Καμβαύλῃ: προελθόντες δὲ ἄχρι τῆς Θρᾴκης τὸ πρόσω τῆς πορείας οὐκἀπεθάρσησαν, καταγνόντες αὑτῶν ὅτι ὀλίγοι τε ἦσαν καὶ οὐκ ἀξιόμαχοι κατ᾽ ἀριθμὸνἝλλησιν. [6] ἐπεὶ δὲ καὶ δεύτερον ἐπιφέρειν ἐδόκει ὅπλα ἐπὶ τὴν ἄλλων— ἐνῆγον δὲμάλιστα οἱ ὁμοῦ Καμβαύλῃ ἐκστρατεύσαντες ἅτε λῃστειῶν τε ἤδη γεγευμένοι καὶἁρπαγῆς καὶ κερδῶν ἐς ἔρωτα ἥκοντες—, πολὺς μὲν δὴ πεζός, οὐκ ἐλάχιστοι δὲἠθροίσθησαν καὶ ἐς τὸ ἱππικόν: ἐς μοίρας οὖν τρεῖς ἔνεμον οἱ ἡγεμόνες τὸν στρατόν,καὶ ἄλλος ἐξ αὐτῶν ἐπὶ ἄλλην ἐτέτακτο ἰέναι χώραν. [7] ἐπὶ μὲν οὖν Θρᾷκας καὶ τὸἔθνος τὸ Τριβαλλῶν ἔμελλε Κερέθριος ἡγήσεσθαι: τοῖς δὲ ἐς Παιονίαν ἰοῦσι Βρέννοςἦσαν καὶ Ἀκιχώριος ἄρχοντες: Βόλγιος δὲ ἐπὶ Μακεδόνας τε καὶ Ἰλλυριοὺς ἤλασε, καὶἐς ἀγῶνα πρὸς Πτολεμαῖον κατέστη τότε ἔχοντα τὴν Μακεδόνων βασιλείαν.Πτολεμαῖος δὲ ἦν οὗτος ὃς Σέλευκόν τε ἐδολοφόνησε τὸν Ἀντιόχου, καταπεφευγὼςὅμως ἱκέτης ὡς αὐτόν, καὶ εἶχεν ἐπίκλησιν Κεραυνὸς διὰ τὸ ἄγαν τολμηρόν. καὶ ὁ μὲναὐτός τε ὁ Πτολεμαῖος ἀπέθανεν ἐν τῇ μάχῃ καὶ τῶν Μακεδόνων ἐγένετο οὐκἐλαχίστη φθορά: προελθεῖν δὲ ὡς ἐπὶ τὴν Ἑλλάδα οὐδὲ τότε ἐθάρσησαν οἱ Κελτοί, καὶὁ δεύτερος οὕτω στόλος ἐπανῆλθεν ἐς τὴν οἰκείαν. [8] ἔνθα δὴ ὁ Βρέννος πολὺς μὲν ἐνσυλλόγοις τοῖς κοινοῖς, πολὺς δὲ καθ᾽ ἕκαστον ἦν τῶν ἐν τέλει Γαλατῶν ἐπὶ τὴνἙλλάδα ἐπαίρων στρατεύεσθαι, ἀσθένειάν τε Ἑλλήνων τὴν ἐν τῷ παρόντιδιηγούμενος καὶ ὡς χρήματα πολλὰ μὲν ἐν τῷ κοινῷ, πλείονα δὲ ἐν ἱεροῖς τά τεἀναθήματα καὶ ἄργυρος καὶ χρυσός ἐστιν ἐπίσημος: ἀνέπεισέ τε δὴ τοὺς Γαλάταςἐλαύνειν ἐπὶ τὴν Ἑλλάδα, καὶ αὑτῷ συνάρχοντας ἄλλους τε προσείλετο τῶν ἐν τέλεικαὶ τὸν Ἀκιχώριον. [9] ὁ δὲ ἀθροισθεὶς στρατὸς πεζοὶ μὲν μυριάδες ἐγένοντοπεντεκαίδεκα προσόντων σφίσι δισχιλίων, οἱ δὲ ἱππεύοντες τετρακόσιοι καὶ δισμύριοι.τοσοῦτοι μὲν ἦσαν τῶν ἱππέων τὸ ἀεὶ ἐνεργόν, ἀριθμὸς δὲ αὐτῶν ὁ ἀληθὴς διακόσιοίτε καὶ χίλιοι καὶ ἓξ μυριάδες: δύο γὰρ οἰκέται περὶ ἕκαστον τῶν ἱππευόντων ἦσαν,ἀγαθοὶ καὶ αὐτοὶ τὰ ἱππικὰ καὶ ἵππους ὁμοίως ἔχοντες. [10] Γαλατῶν δὲ τοῖςἱππεύουσιν ἀγῶνος συνεστηκότος ὑπομένοντες τῆς τάξεως ὄπισθεν οἱ οἰκέται τοσάδεσφίσιν ἐγίνοντο χρήσιμοι: τῷ γὰρ ἱππεῖ συμβὰν ἢ τῷ ἵππῳ πεσεῖν, τὸν μὲν ἵππονπαρεῖχεν ἀναβῆναι τῷ ἀνδρί, τελευτήσαντος δὲ τοῦ ἀνδρὸς ὁ δοῦλος ἀντὶ τοῦδεσπότου τὸν ἵππον ἀνέβαινεν: εἰ δὲ ἀμφοτέρους ἐπιλάβοι τὸ χρεών, ἐνταῦθα ἕτοιμοςἦν ἱππεύς. λαμβανόντων δὲ τραύματα αὐτῶν, ὁ μὲν ὑπεξῆγε τῶν δούλων ἐς τὸστρατόπεδον τὸν τραυματίαν, ὁ δὲ καθίστατο ἐς τὴν τάξιν ἀντὶ τοῦ ἀπελθόντος. [11]ταῦτα ἐμοὶ δοκεῖν ἐνομίσθη τοῖς Γαλάταις ἐς μίμησιν τοῦ ἐν Πέρσαις ἀριθμοῦ τῶνμυρίων, οἳ ἐκαλοῦντο Ἀθάνατοι. διάφορα δὲ ἦν, ὅτι κατελέγοντο ἀντὶ τῶνἀποθνησκόντων ὑπὸ μὲν Περσῶν τῆς μάχης ὕστερον, Γαλάταις δὲ ὑπ᾽ αὐτὴν τοῦἔργου τὴν ἀκμὴν ὁ ἀριθμὸς ἀπεπληροῦτο τῶν ἱππέων. τοῦτο ὠνόμαζον τὸ σύνταγματριμαρκισίαν τῇ ἐπιχωρίῳ φωνῇ: καὶ ἵππῳ τὸ ὄνομα ἴστω τις μάρκαν ὂν τὰ ὑπὸ τῶνΚελτῶν. [12]
παρασκευῇ μὲν τοσαύτῃ καὶ μετὰ διανοίας τοιαύτης ἐπὶ τὴν Ἑλλάδα ὁ Βρέννοςἤλαυνε: τοῖς δέ γε Ἕλλησι κατεπεπτώκει μὲν ἐς ἅπαν τὰ φρονήματα, τὸ δὲ ἰσχυρὸντοῦ δείματος προῆγεν ἐς ἀνάγκην τῇ Ἑλλάδι ἀμύνειν. ἑώρων δὲ τὸν ἐν τῷ παρόντιἀγῶνα οὐχ ὑπὲρ ἐλευθερίας γενησόμενον, καθὰ ἐπὶ τοῦ Μήδου ποτέ, οὐδὲ δοῦσινὕδωρ καὶ γῆν τὰ ἀπὸ τούτου σφίσιν ἄδειαν φέροντα: ἀλλὰ τά τε ἐς Μακεδόνας καὶΘρᾷκας καὶ Παίονας τὰ ἐπὶ τῆς προτέρας καταδρομῆς τῶν Γαλατῶν ἔτι σφίσιν ἔκειτοἐν μνήμῃ, καὶ τὰ ἐν τῷ παρόντι τὰ ἐς Θεσσαλοὺς παρανομήματα ἀπηγγέλλετο. ὡςοὖν ἀπολωλέναι δέον ἢ δ᾽ οὖν ἐπικρατεστέρους εἶναι, κατ᾽ ἄνδρα τε ἰδίᾳ καὶ αἱ πόλειςδιέκειντο ἐν κοινῷ. 20.
πάρεστι δέ, ὅστις ἐθέλοι καὶ ἀνταριθμῆσαι τούς τε ἐπὶ βασιλέα Ξέρξην ἐς Πύλας καὶτοὺς τότε ἐναντία Γαλατῶν ἀθροισθέντας. ἐπὶ μέν γε τὸν Μῆδον ἀφίκοντο τοσοίδεἙλλήνων: Λακεδαιμόνιοι οἱ μετὰ Λεωνίδου τριακοσίων οὐ πλείονες, Τεγεᾶταιπεντακόσιοι καὶ ἐκ Μαντινείας ἴσοι, παρὰ δὲ Ὀρχομενίων Ἀρκάδων εἴκοσί τε καὶἑκατόν, ἀπὸ δὲ τῶν ἄλλων χίλιοι τῶν ἐν Ἀρκαδίᾳ πόλεων, ὀγδοήκοντα δὲ ἐκ Μυκηνῶνκαὶ ἐκ Φλιοῦντος διακόσιοι, διπλάσιοι δὲ τούτων Κορίνθιοι: παρεγένοντο δὲ καὶΒοιωτῶν ἑπτακόσιοι ἐκ δὲ Θεσπείας καὶ ἐκ Θηβῶν τετρακόσιοι. χίλιοι δὲ Φωκέωνἐφύλασσον μὲν τὴν ἀτραπὸν ἐν τῇ Οἴτῃ, προσέστω δὲ τῷ παντὶ Ἑλληνικῷ καὶ ὁἀριθμὸς ὁ τούτων. [2] Λοκροὺς δὲ τοὺς ὑπὸ τῷ ὄρει τῇ Κνήμιδι Ἡρόδοτος μὲν οὐχὑπήγαγεν ἐς ἀριθμόν, ἀλλ᾽ ἀφικέσθαι σφᾶς ἀπὸ πασῶν ἔφη τῶν πόλεων:τεκμήρασθαι δὲ ἀριθμὸν καὶ τούτων ἔστιν ἐγγύτατα τοῦ ἀληθοῦς: ἐς Μαραθῶνα γὰρἈθηναῖοι σὺν ἡλικίᾳ τε τῇ ἀχρείῳ καὶ δούλοις ἐνακισχιλίων ἀφίκοντο οὐ πλείους, τὸοὖν μάχιμον Λοκρῶν τὸ ἐς Θερμοπύλας ἐλθὸν οὐκ ἂν ὑπέρ γε ἑξακισχιλίους ἀριθμοίητις. οὕτω γένοιτο ἂν ὁ σύμπας στρατὸς διακόσιοι καὶ χίλιοι καὶ μύριοι. φαίνονται δὲοὐδὲ οὗτοι τὸν χρόνον πάντα ἐπὶ τῇ φρουρᾷ τῶν Πυλῶν καταμείναντες: πλὴν γὰρΛακεδαιμονίων τε αὐτῶν καὶ Θεσπιέων καὶ Μυκηναίων προαπέλιπον τὸ πέρας τῆςμάχης οἱ λοιποί. [3] ἐπὶ δὲ τοὺς ἀπὸ τοῦ Ὠκεανοῦ βαρβάρους τοσοίδε ἐς Θερμοπύλαςἀφίκοντο Ἕλληνες: ὁπλῖται μύριοι καὶ ἵππος πεντακοσία παρὰ Βοιωτῶν:ἐβοιωτάρχουν δὲ Κηφισόδοτος καὶ Θεαρίδας καὶ Διογένης καὶ Λύσανδρος. ἐκ δὲΦωκέων ἱππεῖς πεντακόσιοι καὶ ἐς τρισχιλίους ὁ ἀριθμὸς τῶν πεζῶν: στρατηγοὶ δὲΦωκέων Κριτόβουλός τε ἦν καὶ Ἀντίοχος. [4] Λοκροὺς δὲ τοὺς ἐπὶ Ἀταλάντῃ τῇ νήσῳΜειδίας ἦγεν: ἀριθμὸς δὲ αὐτῶν ἑπτακόσιοι, καὶ ἱππικόν σφισιν οὐ προσῆν. παρὰ δὲΜεγαρέων ἀφίκοντο ὁπλῖται τετρακόσιοι: τούτων ἦγε τὸ †ἱππικὸν Μεγαρεύς.Αἰτωλῶν δὲ πλείστη τε ἐγένετο στρατιὰ καὶ ἐς πᾶσαν μάχης ἰδέαν, ἡ μὲν ἵππος οὐλέγουσιν ὁπόση, ψιλοὶ δὲ ἐνενήκοντα καὶ ἑπτακόσιοι, πλέονες δὲ ἑπτακισχιλίωνἀριθμὸν ἦσαν οἱ ὁπλιτεύοντες: Αἰτωλοὺς δὲ ἦγον Πολύαρχος καὶ Πολύφρων τε καὶΛακράτης. [5] Ἀθηναίων δὲ στρατηγὸς μὲν Κάλλιππος ἦν ὁ Μοιροκλέους, καθὰἐδήλωσα καὶ ἐν τοῖς προτέροις τοῦ λόγου, δύναμις δὲ τριήρεις τε αἱ πλώιμοι πᾶσαι,πεντακόσιοι δὲ ἐς τὸ ἱππικόν, χίλιοι δὲ ἐτάσσοντο ἐν τοῖς πεζοῖς: καὶ
ἡγεμονίαν οὗτοι κατ᾽ ἀξίωμα εἶχον τὸ ἀρχαῖον. βασιλέων δὲ ξενικὰ πεντακόσιοί τε ἐκΜακεδονίας καὶ ἐκ τῆς Ἀσίας ἴσοι σφίσιν ἀφίκοντο ἀριθμόν: ἄρχοντες δὲ τῶν μὲν παρ᾽Ἀντιγόνου πεμφθέντων Ἀριστόδημος ἦν Μακεδών, τῶν δὲ παρὰ Ἀντιόχου τε καὶ ἐκτῆς Ἀσίας Τελέσαρχος τῶν ἐπὶ Ὀρόντῃ Σύρων. [6]
τοῖς δὲ ἐς Θερμοπύλας ἀθροισθεῖσιν Ἑλλήνων, ὡς ἐπύθοντο περί τε Μαγνησίαν καὶγῆν τὴν Φθιῶτιν ὄντα ἤδη τῶν Γαλατῶν τὸν στρατόν, ἔδοξεν ἤδη ψιλούς τε ἐς χιλίουςκαὶ ἐς τὴν ἵππον ἀπολέξαντας ἀποστεῖλαι σφᾶς ἐπὶ τὸν Σπερχειόν, ἵνα μηδὲ τὸνποταμὸν διαβῆναι τοῖς βαρβάροις ἄνευ ἀγῶνός τε καὶ κινδύνων ἐγγένηται. οἱ δὲἐλθόντες τὰς γεφύρας τε καταλύουσι καὶ αὐτοὶ παρὰ τὴν ὄχθην ἐστρατοπεδεύσαντο.ἦν δὲ οὐδὲ ὁ Βρέννος οὔτε πάντα ἀσύνετος οὔτε ἀπείρως εἶχεν ὡς ἄν τις βάρβαροςσοφίσματα ἐς πολεμίους ἐξευρεῖν. [7] εὐθὺς οὖν τῇ ἐπιούσῃ νυκτί, οὐ καθότι ἦν τὰἀρχαῖα τῷ ποταμῷ ζεύγματα ἀλλὰ ἐς τὸ κάτω, ὡς μή τις τοῖς Ἕλλησι διαβαινόντωνγένοιτο αἴσθησις, καὶ ᾗ μάλιστα ὁ Σπερχειὸς διεχεῖτο ἐς πλέον τοῦ πεδίου καὶ ἕλος τεἐποίει καὶ λίμνην ἀντὶ βιαίου καὶ στενοῦ ῥεύματος, κατὰ τοῦτο ὁ Βρέννος ὅσονμυρίους τῶν Γαλατῶν ἀπέστειλεν, ὁπόσοι τε νεῖν ἠπίσταντο ἐξ αὐτῶν καὶ ὅστις τῷμήκει τοῦ σώματος ἐτύγχανεν ὢν ὑπὲρ τοὺς πολλούς: εἰσὶ δὲ καὶ ἄλλως οἱ Κελτοὶμακρῷ πάντας ὑπερηρκότες μήκει τοὺς ἀνθρώπους. [8] οὗτοι οὖν διαβαίνουσιν ἐν τῇνυκτὶ διανηχόμενοι ὧδε τὸ λιμνῶδες τοῦ ποταμοῦ: καὶ τὰ ὅπλα, τοὺς ἐπιχωρίουςθυρεούς, ἐποιεῖτο ἕκαστος ἀντὶ σχεδίας, οἱ δὲ αὐτῶν μήκιστοι διελθεῖν ἐμβαδὸν τὸὕδωρ ἐδυνήθησαν. οἱ δὲ Ἕλληνες οἱ ἐπὶ τῷ Σπερχειῷ —πυνθάνονται γὰρ ὅτι κατὰ τὸἕλος διέβη μοῖρα τῶν βαρβάρων—αὐτίκα ἐς τὸ στράτευμα ἀναχωροῦσι, Βρέννος δὲτοῖς περὶ τὸν Μαλιακὸν κόλπον οἰκοῦσι ζευγνύναι τὸν Σπερχειὸν ἐπέτασσεν: οἱ δὲἤνυον τὸ ἔργον σπουδῇ, τῷ τε ἐκείνου δέει καὶ ἀπελθεῖν ἐκ τῆς χώρας σφίσινἐπιθυμοῦντες τοὺς βαρβάρους μηδὲ ἐπὶ πλέον κακουργεῖν μένοντας. [9] ὁ δὲ ὡς κατὰτὰς γεφύρας διεβίβασε τὴν στρατιάν, ἐχώρει πρὸς τὴν Ἡράκλειαν: καὶ διήρπασαν μὲντὰ ἐκ τῆς χώρας οἱ Γαλάται καὶ ἀνθρώπους τοὺς ἐπὶ τῶν ἀγρῶν ἐγκαταληφθένταςἐφόνευσαν, τὴν πόλιν δὲ οὐχ εἷλον. ἔτει γὰρ πρότερον τούτων οἱ Αἰτωλοὶ συντελεῖντοὺς Ἡρακλεώτας ἠνάγκασαν ἐς τὸ Αἰτωλικόν: τότε οὖν ἠμύνοντο ὡς περὶ πόλεωςοὐδέν τι Ἡρακλεώταις μᾶλλον ἢ καὶ αὑτοῖς προσηκούσης.
ἦν δὲ καὶ τῷ Βρέννῳ τὰ μὲν Ἡρακλεωτῶν ἐλάσσονος φροντίδος, ἀγώνισμα δὲἐποιεῖτο ἐξελάσαι τε ἐκ τῶν στενῶν τοὺς ἀντικαθημένους καὶ παρελθεῖν ἐς τὴν ἐντὸςΘερμοπυλῶν Ἑλλάδα. 21. προελθὼν οὖν ἀπὸ τῆς Ἡρακλείας—ἐπυνθάνετο γὰρ παρὰαὐτομόλων τοὺς συνειλεγμένους ἐς Πύλας ἀπὸ ἑκάστης πόλεως— ὑπερεφρόνει τετοῦ Ἑλληνικοῦ καὶ ἦρχεν ἐς τὴν ἐπιοῦσαν μάχης ἅμα ἀνίσχοντι τῷ ἡλίῳ, οὔτε Ἕλληναἔχων μάντιν οὔτε ἱεροῖς ἐπιχωρίοις χρώμενος, εἰ δὴ ἔστι γε μαντεία Κελτική. ἐνταῦθαοἱ Ἕλληνες ἐν σιγῇ τε ἐπῄεσαν καὶ ἐν κόσμῳ: καὶ ὡς ἀφίκοντο ἐς χεῖρας, οὔτε σφίσινοἱ πεζοὶ τοσοῦτο ἀπὸ τῆς τάξεως ἐξέθεον ὥστε τὴν φάλαγγα ἐπιταράσσειν τὴνοἰκείαν καὶ οἱ ψιλοὶ μένοντες κατὰ χώραν τά τε ἀκόντια ἔπεμπον καὶ ὅσα ἀπὸ τῶντόξων ἢ σφενδονῶν. [2] τὰ δὲ ἱππικὰ ἀμφοτέροις ἀχρεῖα ἐγένετο ἅτε οὐ στενοῦ μόνονχωρίου τοῦ μετὰ τὰς Πύλας ὄντος ἀλλὰ καὶ ὑπὸ αὐτοφυοῦς πέτρας λείου καὶ διὰ τῶνῥευμάτων τὸ συνεχὲς τὰ πλείονα καὶ ὀλισθηροῦ. τοῖς δὲ Γαλάταις τὰ μὲν τῆς σκευῆςἀσθενέστερα ἦν—θυρεοὺς γὰρ τοὺς ἐπιχωρίους εἶχον, καὶ ἄλλο σφίσιν οὐκ ἦν ὅπλονσκέπη σώματος—, πλέον δὲ ἔτι ἐμπειρίᾳ τῇ ἐς τὰ πολεμικὰ ἀπέδεον. [3] οἱ δὲ ἐν ὀργῇτε ἐπὶ τοὺς ἐναντίους καὶ θυμῷ μετὰ οὐδενὸς λογισμοῦ καθάπερ τὰ θηρία ἐχώρουν:καὶ οὔτε πελέκεσι διαιρουμένους ἢ ὑπὸ μαχαιρῶν ἡ ἀπόνοια τοὺς ἔτι ἐμπνέοντας ἔτιἀπέλειπεν, οὔτε ὅσοι βέλεσι καὶ ἀκοντίοις διεπείροντο, ὑφῄρουν τοῦ θυμοῦ, μέχρι οὗπαρέμενεν ἡ ψυχή: οἱ δὲ καὶ ἐκ τῶν τραυμάτων τὰ δόρατα οἷς ἐβέβληντο ἀνασπῶντεςἠφίεσάν τε ἐς τοὺς Ἕλληνας καὶ ἐχρῶντο ἐκ χειρός. [4] ἐν τούτῳ δὲ οἱ ἐπὶ τῶν τριήρωνἈθηναῖοι μόγις μὲν καὶ οὐκ ἄνευ κινδύνου, παραπλεύσαντες δὲ ὅμως διὰ τῆς ἰλύος, ἣἐπὶ πλεῖστον ἐπέχει τῆς θαλάσσης, καὶ τὰς ναῦς ὅτι ἐγγύτατα τῶν βαρβάρωνσχόντες, βέλεσί τε παντοίοις ἐς τὰ πλάγια καὶ τοξεύμασιν ἐς αὐτοὺς ἐχρῶντο.καμνόντων δὲ λόγου μειζόνως τῶν Κελτῶν καὶ ἅτε ἐν στενοχωρίᾳ μικρὰ μὲνδρώντων, διπλάσια δὲ καὶ τετραπλάσια πασχόντων, ἀναχωρεῖν ἐς τὸ στρατόπεδονἐσήμαινόν σφισιν οἱ ἡγεμόνες. οἱ δὲ ἀτάκτως καὶ σὺν οὐδενὶ ἀναστρέφοντες κόσμῳπολλοὶ μὲν συνεπατήθησαν ὑπὸ ἀλλήλων, πολλοὶ δὲ ἐς τὸ τέλμα ἐμπεσόντεςἠφανίσθησαν κατὰ τοῦ πηλοῦ, καὶ ἀπώλεια οὐκ ἐλάσσων ἀναχωροῦσιν αὐτοῖς ἢ ἐντοῦ ἀγῶνος συνέβη τῇ ἀκμῇ. [5]
τοὺς μὲν δὴ Ἕλληνας τὸ Ἀττικὸν ὑπερεβάλετο ἀρετῇ τὴν ἡμέραν ταύτην: αὐτῶν δὲἈθηναίων Κυδίας μάλιστα ἐγένετο ἀγαθός, νέος τε ἡλικίαν καὶ τότε ἐς ἀγῶνα ἐλθὼνπολέμου πρῶτον. ἀποθανόντος δὲ ὑπὸ τῶν Γαλατῶν τὴν ἀσπίδα οἱ προσήκοντεςἀνέθεσαν τῷ Ἐλευθερίῳ Διί, καὶ ἦν τὸ ἐπίγραμμα:“†ημαρλα δὴ ποθέουσα νέαν ἔτιΚυδίου ἥβην
ἀσπὶς ἀριζήλου φωτός, ἄγαλμα Διί,
ἇς διὰ δὴ πρώτας λαιὸν τότε πῆχυν ἔτεινεν,
εὖτ᾽ ἐπὶ τὸν Γαλάταν ἤκμασε θοῦρος Ἄρης.
” [6] τοῦτο μὲν δὴ ἐπεγέγραπτο πρὶν ἢ τοὺς ὁμοῦ Σύλλᾳ καὶ ἄλλα τῶν Ἀθήνῃσι καὶτὰς ἐν τῇ στοᾷ τοῦ Ἐλευθερίου Διὸς καθελεῖν ἀσπίδας: τότε δὲ ἐν ταῖς Θερμοπύλαιςοἱ μὲν Ἕλληνες μετὰ τὴν μάχην τούς τε αὑτῶν ἔθαπτον καὶ ἐσκύλευον τοὺςβαρβάρους, οἱ Γαλάται δὲ οὔτε ὑπὲρ ἀναιρέσεως τῶν νεκρῶν ἐπεκηρυκεύοντοἐποιοῦντό τε ἐπ᾽ ἴσης γῆς σφᾶς τυχεῖν ἢ θηρία τε αὐτῶν ἐμφορηθῆναι καὶ ὅσοντεθνεῶσι πολέμιόν ἐστιν ὀρνίθων. [7] ὀλιγώρως δὲ αὐτοὺς ἐς τῶν ἀπογινομένωνἔχειν τὰς ταφὰς δύο ἐμοὶ δοκεῖν τὰ ἀναπείθοντα ἦν, πολεμίους τε ἄνδρας ἐκπλῆξαικαὶ ὅτι ἔστι τεθνεώτων οὐ δι᾽ ἔθους οἶκτος αὐτοῖς. ἀπέθανον δὲ παρὰ τὴν μάχηντεσσαράκοντα μὲν τοῦ Ἑλληνικοῦ, τοὺς δὲ τῶν βαρβάρων οὐχ οἷόν τε ἦν ἀκριβῶςἐξευρεῖν: πολὺ γὰρ καὶ τὸ ἀφανισθὲν κατὰ τῆς ἰλύος ἐγένετο ἐξ αὐτῶν. 22.
ἑβδόμῃ δὲ ὕστερον μετὰ τὴν μάχην λόχος τῶν Γαλατῶν ἀνελθεῖν ἐς τὴν Οἴτηνἐπεχείρησε κατὰ Ἡράκλειαν: ἀτραπὸς δὲ στενὴ καὶ ταύτῃ μετὰ ταῦτα τὰ ἐρείπιαἀνήκει τὰ Τραχῖνος: ἦν δὲ καὶ ἱερὸν Ἀθηνᾶς τότε ὑπὲρ τῆς πόλεως Τραχινίδος καὶἀναθήματα ἐν αὐτῷ. ἔς τε οὖν τὴν Οἴτην ἀναβήσεσθαι κατὰ τὴν ἀτραπὸν ἤλπιζον καὶἅμα προσέσεσθαί σφισιν ἐν παρέργῳ τὰ ἐκ τοῦ ἱεροῦ *** τὴν φρουρὰν οἰομένουΤελεσάρχῳ. καὶ νικῶσι μὲν τοὺς βαρβάρους τῇ μάχῃ, αὐτὸς δὲ ἔπεσεν ὁ Τελέσαρχος,ἀνήρ εἴπερ τις καὶ ἄλλος πρόθυμος ἐς τὰ Ἑλλήνων. [2]
οἱ μὲν δὴ ἡγεμόνες τῶν βαρβάρων οἱ ἄλλοι κατεπεπλήγεσαν τὸ Ἑλληνικόν, καὶἠπόρουν ἅμα ὑπὲρ τῶν μελλόντων, ἐς οὐδέν σφισι πλέον προχωροῦντα ὁρῶντες τὰ ἐνχερσί: τῷ δὲ Βρέννῳ λογισμὸς παρίστατο ὡς εἰ ἀναγκάσει τοὺς Αἰτωλοὺς οἴκαδε ἐςτὴν Αἰτωλίαν ἀναχωρῆσαι, ῥᾴων ἤδη γενήσοιτο ὁ πόλεμος αὐτῷ πρὸς τὸ Ἑλληνικόν.ἀπολέξας οὖν τῆς στρατιᾶς μυριάδας τοὺς πεζοὺς τέσσαρας καὶ ὅσον ὀκτακοσίουςἱππέας, Ὀρεστόριόν τε αὐτοῖς καὶ Κόμβουτιν ἐφίστησιν ἄρχοντας, οἳ ὀπίσω κατὰ τοῦΣπερχειοῦ τὰς γεφύρας καὶ [3] αὖθις διὰ Θεσσαλίας ὁδεύσαντες ἐμβάλλουσιν ἐς τὴνΑἰτωλίαν: καὶ τὰ ἐς Καλλιέας Κόμβουτις οἱ ἐργασάμενοι καὶ Ὀρεστόριος ἦσαν,ἀνοσιώτατά τε ὧν ἀκοῇ ἐπιστάμεθα καὶ οὐδὲν τοῖς ἀνθρώπων τολμήμασιν ὅμοια.γένος μέν γε πᾶν ἐξέκοψαν τὸ ἄρσεν, καὶ ὁμοίως γέροντές τε καὶ τὰ νήπια ἐπὶ τῶνμητέρων τοῖς μαστοῖς ἐφονεύετο: τούτων δὲ καὶ τὰ ὑπὸ τοῦ γάλακτος πιότεραἀποκτείνοντες ἔπινόν τε οἱ Γαλάται τοῦ αἵματος καὶ ἥπτοντο τῶν σαρκῶν. [4]γυναῖκες δὲ καὶ ὅσοι ἐν ὥρᾳ τῶν παρθένων, ὅσαι μὲν φρονήματός τι αὐτῶν εἶχον,ἑαυτὰς ἔφθησαν ὡς ἡλίσκετο ἡ πόλις διειργασμέναι: τὰς δὲ ἔτι περιούσας ἐς ἰδέανὕβρεως πᾶσαν μετὰ ἀνάγκης ἦγον ἰσχυρᾶς, ἅτε ἴσον μὲν ἐλέου, ἴσον δὲ τὰς φύσεις καὶἔρωτος ἀπέχοντες. καὶ ὅσαι μὲν τῶν γυναικῶν ταῖς μαχαίραις τῶν Γαλατῶνἐπετύγχανον, αὐτοχειρίᾳ τὰς ψυχὰς ἠφίεσαν: ταῖς δὲ οὐ μετὰ πολὺ ὑπάρξειν τὸ χρεὼνἔμελλεν ἥ τε ἀσιτία καὶ ἡ ἀυπνία, ἀστέγων βαρβάρων ἐκ διαδοχῆς ἀλλήλοιςὑβριζόντων: οἱ δὲ καὶ ἀφιείσαις τὰς ψυχάς, οἱ δὲ καὶ ἤδη νεκραῖς συνεγίνοντο ὅμως. [5]
Αἰτωλοὶ δὲ πεπυσμένοι τε παρὰ ἀγγέλων ἦσαν ὁποῖαι σφᾶς κατειλήφεσαν συμφοραὶκαὶ αὐτίκα ὡς τάχους εἶχον ἀναστήσαντες ἀπὸ τῶν Θερμοπυλῶν τὴν δύναμινἠπείγοντο ἐς τὴν Αἰτωλίαν, τά τε παθήματα τῶν Καλλιέων ἐν ὀργῇ ποιούμενοι καὶπλέον ἔτι τὰς οὐχ ἑαλωκυίας πω διασώσασθαι πόλεις προθυμούμενοι.ἐξεστρατεύοντο δὲ καὶ οἴκοθεν ἀπὸ τῶν πόλεων πασῶν οἱ ἐν ἡλικίᾳ, ἀναμεμιγμένοιδ᾽ ἦσαν ὑπὸ ἀνάγκης τε καὶ φρονήματος καὶ οἱ γεγηρακότες: συνεστρατεύοντο δέσφισι καὶ αἱ γυναῖκες ἑκουσίως, πλέον ἐς τοὺς Γαλάτας καὶ τῶν ἀνδρῶν τῷ θυμῷχρώμεναι. [6] ὡς δὲ οἱ βάρβαροι συλήσαντες τούς τε οἴκους καὶ τὰ ἱερὰ καὶ ἐνέντεςπῦρ ἐς τὸ Κάλλιον ἐκομίζοντο τὴν αὐτήν, ἐνταῦθα Πατρεῖς μὲν ἐπικουροῦντεςΑἰτωλοῖς Ἀχαιῶν μόνοι προσέκειντο ἐξ ἐναντίας τοῖς βαρβάροις ἅτε ὁπλιτεύεινδεδιδαγμένοι, καὶ ὑπὸ πλήθους τε τῶν Γαλατῶν καὶ τῆς ἐς τὰ ἔργα ἀπονοίας μάλισταἐταλαιπώρησαν: οἱ δὲ Αἰτωλοὶ καὶ αἱ γυναῖκες αἱ Αἰτωλαὶ παρὰ πᾶσαν τεταγμένοιτὴν ὁδὸν ἐσηκόντιζόν τε ἐς τοὺς βαρβάρους, καὶ οὐδὲν ἄλλο ὅτι μὴ τοὺς ἐπιχωρίουςἐχόντων θυρεοὺς ὀλίγα αὐτῶν ἡμάρτανον, διώκοντάς τε ἀπέφευγον οὐ χαλεπῶς καὶἀναστρέφουσιν ἀπὸ τῆς διώξεως ἐπέκειντο αὖθις σπουδῇ. [7] Καλλιεῦσι δὲ καίπερδεινὰ οὕτω παθοῦσιν ὡς μηδὲ τὰ ὑπὸ Ὁμήρου πεποιημένα ἔς τε Λαιστρυγόνας καὶ ἐςΚύκλωπα ἐκτὸς εἶναι δοκεῖν ἀληθείας, ὅμως κατὰ τὴν ἀξίαν ἐγίνετο ἡ ὑπὲρ αὐτῶνδίκη: ἀπὸ γὰρ τεσσάρων μυριάδων προσόντων σφίσιν ὀκτακοσίων ἐλάσσονεςἡμίσεων ἐς τὸ στρατόπεδον οἱ βάρβαροι τὸ πρὸς Θερμοπύλαις ἀπεσώθησαν. [8]
περὶ δὲ τοὺς Ἕλληνας ἐν τῷ αὐτῷ χρόνῳ τοὺς ἐν Θερμοπύλαις συνέβαινεν ἄλλατοιαῦτα. ἀτραπός ἐστι διὰ τοῦ ὄρους τῆς Οἴτης, μία μὲν ἡ ὑπὲρ Τραχῖνος ἀπότομός τετὰ πλείω καὶ ὄρθιος δεινῶς, ἑτέρα δὲ ἡ διὰ τῆς Αἰνιάνων ὁδεῦσαι στρατῷ ῥᾴων, δι᾽ ἧςκαὶ Ὑδάρνης ποτὲ Μῆδος κατὰ νώτου τοῖς περὶ Λεωνίδην ἐπέθετο Ἕλλησι. [9] κατὰταύτην τὴν ὁδὸν ἐπηγγέλλοντο ἄξειν Βρέννον οἱ Ἡρακλεῶται καὶ οἱ Αἰνιᾶνες, οὐκακονοίᾳ τῇ ἐς τὸ Ἑλληνικόν, τοὺς δὲ Κελτοὺς ἐκ τῆς χώρας σφίσιν ἀπελθεῖν μηδὲἐγκαθημένους φθείρειν περὶ πολλοῦ ποιούμενοι. καί μοι φαίνεται Πίνδαρος ἀληθῆκαὶ ἐν τῷδε εἰπεῖν, ὃς πάντα τινὰ ὑπὸ κακῶν οἰκείων ἔφη πιέζεσθαι, ἐπὶ δὲ ἀλλοτρίοιςκήδεσιν ἀπήμαντον εἶναι. [10] τότε δὲ ἡ τῶν Αἰνιάνων καὶ ἡ τῶν Ἡρακλεωτῶνὑπόσχεσις ἐπήγειρε τὸν Βρέννον: καὶ Ἀκιχώριον μὲν κατέλιπεν ἐπὶ τῇ στρατιᾷ,προειπών, ἐπειδὰν περιλάβωσιν αὐτοὶ τὸ Ἑλληνικόν, τηνικαῦτα καὶ ἐκείνοις ἐφόδουκαιρὸν εἶναι: ἀπολέξας δὲ αὐτὸς μυριάδας τοῦ στρατοῦ τέσσαρας ἐποιεῖτο τὴν ὁδὸνδιὰ τῆς ἀτραποῦ. [11] καί πως ἐπ᾽ ἐκείνης συνέβαινε τῆς ἡμέρας τήν τε ὁμίχλην κατὰτοῦ ὄρους καταχεῖσθαι πολλὴν καὶ ἀμαυρὸν ὑπ᾽ αὐτῆς εἶναι τὸν ἥλιον, ὥστε τῶνΦωκέων τοῖς ἔχουσιν ἐπὶ τῇ ἀτραπῷ τὴν φρουρὰν οὐ πρότερον ἐπιόντες οἱ βάρβαροιπαρέσχοντο αἴσθησιν πρὶν ἢ πλησίον ἐγεγόνεσαν. ἐνταῦθα δὲ οἱ μὲν μάχης ἦρχον, οἱδὲ ἠμύνοντο ἐρρωμένως, τέλος δὲ ἐβιάσθησαν καὶ ἀναχωροῦσιν ἀπὸ τῆς ἀτραποῦ:καταδραμόντες μέντοι παρὰ τοὺς συμμάχους καὶ ἀπαγγείλαντες τὰ παρόνταἔφθησαν πρὶν ἢ ἀκριβῆ καὶ πανταχόθεν τελέαν γενέσθαι τοῦ Ἑλληνικοῦ τὴνκύκλωσιν. [12] ἔνθα δὴ οἱ ἐπὶ τῶν τριήρων Ἀθηναῖοι φθάνουσιν ὑπεξαγαγόντες ἐκτῶν Θερμοπυλῶν τὸ Ἑλληνικόν: καὶ οἱ μὲν κατὰ τὰς πατρίδας ἕκαστοι τὰς αὑτῶνἐσκεδάσθησαν, ὁ δὲ Βρέννος οὐδένα ἔτι ἐπισχὼν χρόνον, πρὶν ἢ τοὺς ἀπὸ τοῦστρατοπέδου τοῦ σὺν τῷ Ἀκιχωρίῳ παραγενέσθαι, τὴν ὁδὸν ἐποιεῖτο ἐπὶ τοὺςΔελφούς. οἱ δὲ καταφεύγουσιν ὑπὸ δείματος ἐπὶ τὸ χρηστήριον: καὶ ὁ θεὸς σφᾶς οὐκεἴα φοβεῖσθαι, φυλάξειν δὲ αὐτὸς ἐπηγγέλλετο τὰ ἑαυτοῦ. [13] οἱ δὲ ἀφικόμενοιτιμωρεῖν τῷ θεῷ τοσοίδε ἐγένοντο Ἑλλήνων: Φωκεῖς μὲν ἀπὸ τῶν πόλεων πασῶν, ἐκδὲ Ἀμφίσσης ὁπλῖται τετρακόσιοι, παρὰ δὲ Αἰτωλῶν ὀλίγοι μέν τινες αὐτίκα, ὅτεἐπύθοντο ἐς τὸ πρόσω χωροῦντας τοὺς βαρβάρους, διακοσίους δὲ καὶ χιλίουςΦιλόμηλος ἤγαγεν ὕστερον. τὸ δὲ μάλιστα ἐν ἀκμῇ τῶν Αἰτωλῶν ἐτράπετο ἐπὶ τὴνμετὰ τοῦ Ἀκιχωρίου στρατιάν, καὶ μάχης μὲν οὐκ ἦρχον, ὁδευόντων δὲ ἐπέκειντο ἀεὶτοῖς ἐσχάτοις ἁρπάζοντές τε τὰ τῶν σκευαγωγούντων καὶ αὐτοὺς τοὺς ἄνδραςφονεύοντες: καὶ ἡ πορεία κατὰ ταύτην μάλιστα ἐγίνετό σφισι βραδεῖα τὴν αἰτίαν.κατέλιπε δὲ καὶ περὶ τὴν Ἡράκλειαν ὁ Ἀκιχώριος μοῖραν, οἳ ἔμελλον φρουρήσειν τὰἐπὶ τοῦ στρατοπέδου χρήματα. 23.
Βρέννῳ δὲ καὶ τῇ στρατιᾷ τῶν τε Ἑλλήνων οἱ ἐς Δελφοὺς ἀθροισθέντες ἀντετάξαντο,καὶ τοῖς βαρβάροις ἀντεσήμαινε τὰ ἐκ τοῦ θεοῦ ταχύ τε καὶ ὧν ἴσμεν φανερώτατα. ἥτε γὰρ γῆ πᾶσα, ὅσην ἐπεῖχεν ἡ τῶν Γαλατῶν στρατιά, βιαίως καὶ ἐπὶ πλεῖστονἐσείετο τῆς ἡμέρας, βρονταί τε καὶ κεραυνοὶ συνεχεῖς ἐγίνοντο: [2] καὶ οἱ μὲνἐξέπληττόν τε τοὺς Κελτοὺς καὶ δέχεσθαι τοῖς ὠσὶ τὰ παραγγελλόμενα ἐκώλυον, τὰδὲ ἐκ τοῦ οὐρανοῦ οὐκ ἐς ὅντινα κατασκήψαι μόνον ἀλλὰ καὶ τοὺς πλησίον καὶ αὐτοὺςὁμοίως καὶ τὰ ὅπλα ἐξῆπτε. τά τε τῶν ἡρώων τηνικαῦτά σφισιν ἐφάνη φάσματα, ὁὙπέροχος καὶ ὁ Λαόδοκός τε καὶ Πύρρος: οἱ δὲ καὶ τέταρτον Φύλακον ἐπιχώριονΔελφοῖς ἀπαριθμοῦσιν ἥρωα. [3] ἀπέθανον δὲ καὶ αὐτῶν παρὰ τὸ ἔργον τῶν Φωκέωνἄλλοι τε ἀριθμὸν πολλοὶ καὶ Ἀλεξίμαχος, ὃς ἐν τῇ μάχῃ ταύτῃ μάλιστα Ἑλλήνωνἡλικίας τε τῷ ἀκμάζοντι καὶ ἰσχύι σώματος καὶ τῷ ἐρρωμένῳ τοῦ θυμοῦ κατεχρήσατοἐς τῶν βαρβάρων τὸν φόνον: Φωκεῖς δὲ εἰκόνα τοῦ Ἀλεξιμάχου ποιησάμενοιἀπέστειλαν τῷ Ἀπόλλωνι ἐς Δελφούς. [4]
τοιούτοις μὲν οἱ βάρβαροι παρὰ πᾶσαν τὴν ἡμέραν παθήμασί τε καὶ ἐκπλήξεισυνείχοντο: τὰ δὲ ἐν τῇ νυκτὶ πολλῷ σφᾶς ἔμελλεν ἀλγεινότερα ἐπιλήψεσθαι. ῥῖγόςτε γὰρ ἰσχυρὸν καὶ νιφετὸς ἦν ὁμοῦ τῷ ῥίγει, πέτραι τε ἀπολισθάνουσαι τοῦΠαρνασσοῦ μεγάλαι τε καὶ κρημνοὶ καταρρηγνύμενοι σκοπὸν τοὺς βαρβάρους εἶχον,καὶ αὐτοῖς οὐ κατὰ ἕνα ἢ δύο ἀλλὰ κατὰ τριάκοντα καὶ ἔτι πλείοσιν, ὡς ἕκαστοι ἐν τῷαὐτῷ φρουροῦντες ἢ καὶ ἀναπαυόμενοι τύχοιεν, ἀθρόοις ἡ ἀπώλεια ἐγένετο ὑπὸ τῆςἐμβολῆς τῶν κρημνῶν. [5] ἅμα δὲ τῷ ἡλίῳ ἀνίσχοντι οἱ Ἕλληνες ἐπῄεσάν σφισιν ἐκτῶν Δελφῶν, οἱ μὲν ἄλλοι τὴν ἐπὶ τὸ στράτευμα εὐθεῖαν, οἱ Φωκεῖς δὲ ἅτε καὶ μᾶλλονἔχοντες τῶν χωρίων ἐμπείρως κατέβησάν τε διὰ τῆς χιόνος κατὰ τὰ ἀπότομα τοῦΠαρνασσοῦ καὶ ἔλαθον κατὰ νώτου γενόμενοι τοῖς Κελτοῖς, ἠκόντιζόν τε ἐς αὐτοὺςκαὶ ἐτόξευον σὺν οὐδενὶ ἀπὸ τῶν βαρβάρων δείματι. [6] οἱ δὲ ἀρχομένης μὲν τῆςμάχης, καὶ μάλιστα οἱ περὶ τὸν Βρέννον —οὗτοι δὲ μήκιστοί τε ἦσαν καὶ ἀλκιμώτατοιτῶν Γαλατῶν—τότε μὲν ὑπὸ προθυμίας ἔτι ἀντεῖχον βαλλόμενοί τε πανταχόθεν καὶοὐχ ἧσσον ὑπὸ τοῦ ῥίγους, μάλιστα οἱ τραυματίαι, ταλαιπωροῦντες: ὡς δὲ καὶ ὁΒρέννος ἔλαβε τραύματα, ἐκεῖνον μὲν
λιποψυχήσαντα ἐκκομίζουσιν ἐκ τῆς μάχης, οἱ δὲ βάρβαροι πανταχόθεν σφίσινἐγκειμένων τῶν Ἑλλήνων ὑπέφευγόν τε ἄκοντες καὶ ἑαυτῶν τοὺς ἀδυνάτους διὰτραύματα ἕπεσθαι καὶ ἀρρωστίαν φονεύουσιν. [7] καὶ οἱ μὲν ἐστρατοπεδεύσαντο ἔνθανὺξ κατελάμβανεν ἀναχωροῦντας, ἐν δὲ τῇ νυκτὶ φόβος σφίσιν ἐμπίπτει Πανικός: τὰγὰρ ἀπὸ αἰτίας οὐδεμιᾶς δείματα ἐκ τούτου φασὶ γίνεσθαι. ἐνέπεσε μὲν ἐς τὸστράτευμα ἡ ταραχὴ περὶ βαθεῖαν τὴν ἑσπέραν, καὶ ὀλίγοι τὸ κατ᾽ ἀρχὰς ἐγένοντο οἱπαραχθέντες ἐκ τοῦ νοῦ, ἐδόξαζόν τε οὗτοι κτύπου τε ἐπελαυνομένων ἵππων καὶἐφόδου πολεμίων αἰσθάνεσθαι: μετὰ δὲ οὐ πολὺ καὶ ἐς ἅπαντας διέδρα ἡ ἄγνοια. [8]ἀναλαβόντες οὖν τὰ ὅπλα καὶ διαστάντες ἔκτεινόν τε ἀλλήλους καὶ ἀνὰ μέροςἐκτείνοντο, οὔτε γλώσσης τῆς ἐπιχωρίου συνιέντες οὔτε τὰς ἀλλήλων μορφὰς οὔτετῶν θυρεῶν καθορῶντες τὰ σχήματα: ἀλλὰ ἀμφοτέραις ταῖς τάξεσιν ὁμοίως ὑπὸ τῆςἐν τῷ παρόντι ἀγνοίας οἵ τε ἄνδρες οἱ ἀνθεστηκότες εἶναί σφισιν Ἕλληνες καὶ αὐτοὶκαὶ τὰ ὅπλα ἐφαίνοντο καὶ Ἑλλάδα ἀφιέναι τὴν φωνήν, ἥ τε ἐκ τοῦ θεοῦ μανίαπλεῖστον ἐξειργάσατο ὑπ᾽ ἀλλήλων τοῖς Γαλάταις τὸν φόνον. [9] τῶν δὲ Φωκέων ὅσοικατελίποντο κατὰ τοὺς ἀγροὺς φυλακῆς βοσκημάτων ἕνεκα, πρῶτοί τε ᾔσθοντο καὶἀπαγγέλλουσι τοῖς Ἕλλησι τὰ ἐν τῇ νυκτὶ κατασχόντα τοὺς βαρβάρους.ἀναθαρσήσαντες δὲ οἱ Φωκεῖς προθυμότερον ἔτι ἐνέκειντο τοῖς Κελτοῖς: διὰ φυλακῆςτε πλείονος τὰς ἐπαύλεις ἐποιοῦντο καὶ τὰ ἐς βίου χρείαν οὐ περιεώρων σφᾶς ἐκ τῆςχώρας ἀμαχεὶ λαμβάνοντας, ἐγεγόνει τε αὐτίκα τοῖς Γαλάταις διὰ παντὸς τοῦστρατοῦ καὶ σίτου καὶ ὅσα ἐς τροφὴν ἄλλα ἔνδεια ἰσχυρά. [10] πλῆθος δὲ τὸ ἐν τῇΦωκίδι αὐτῶν ἀναλωθέν, ὀλίγῳ μὲν ἑξακισχιλίων ἐλάσσονες οἱ ἐν ταῖς μάχαις, οἱ δ᾽ἐν τῇ χειμερίῳ διαφθαρέντες νυκτὶ καὶ ὕστερον οἱ ἐν τῷ Πανικῷ δείματι ἐγένοντοὑπὲρ τοὺς μυρίους, τοσοῦτοι δὲ ἄλλοι καὶ ὑπὸ τοῦ λιμοῦ. [11]
Ἀθηναίων δὲ ἄνδρες ἐπισκεψόμενοι μὲν ἀφίκοντο ἐν Δελφοῖς: τότε δὲ ἐπανήκοντες τάτε ἄλλα ἤγγελλον ὁποῖα συμβεβήκει τοῖς βαρβάροις καὶ τὰ ἐκ τοῦ θεοῦ κατειληφότα.οἱ δὲ αὐτοί τε ἐξεστρατεύοντο καὶ ὡς τὴν Βοιωτίαν διώδευον οἱ Βοιωτοί σφισινἀνεμίχθησαν: οὕτω δὴ ἀμφότεροι τοῖς βαρβάροις ἐπακολουθοῦντες ἐλόχων τε καὶἔκτεινον τοὺς ἀεὶ ἐσχάτους. [12] τοῖς δὲ φεύγουσιν ὁμοῦ τῷ Βρέννῳ καὶ οἱ περὶ τὸνἈκιχώριον ἐν τῇ προτέρᾳ νυκτὶ ἀνεμίχθησαν: βραδεῖαν γὰρ τὴν πορείαν ἐποίησάνσφισιν οἱ Αἰτωλοὶ τοῖς τε ἀκοντίοις ἐς αὐτοὺς ἀφειδέστερον καὶ ὅτῳ τύχοιεν καὶ ἄλλῳχρώμενοι, ὥστε ἐς τὸ στρατόπεδον τὸ πρὸς τῇ Ἡρακλείᾳ μοῖρα οὐ πολλὴ διέφυγεν ἐξαὐτῶν. τῷ δὲ Βρέννῳ κατὰ μὲν τὰ τραύματα ἐλείπετο ἔτι σωτηρίας ἐλπίς: τῶν δὲπολιτῶν φόβῳ φασὶν αὐτὸν καὶ τῇ αἰδοῖ πλέον, ἅτε τῶν ἐν τῇ Ἑλλάδι κακῶν αἴτιον,ἑκουσίως ἀφεῖναι τὴν ψυχὴν ἀκράτου πίνοντα τοῦ οἴνου. [13] καὶ τὸ ἀπὸ τούτου δὲ οἱβάρβαροι μέχρι μὲν τοῦ Σπερχειοῦ χαλεπῶς ἐκομίσθησαν, τῶν Αἰτωλῶν βιαίωςσφίσιν ἐγκειμένων: ὡς δὲ ἀφίκοντο ἐπὶ τὸν Σπερχειόν, οἱ ἐντεῦθεν ὑποκαθήμενοιΘεσσαλοὶ καὶ οἱ Μαλιεῖς ἐνεφορήθησαν οὕτω σφῶν ὡς μηδένα οἴκαδε ἀποσωθῆναι.[14] ἐγένετο δὲ τῶν Κελτῶν στρατεία τε ἐπὶ τὴν Ἑλλάδα καὶ ἡ ἀπώλεια ἈναξικράτουςἈθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς πέμπτης Ὀλυμπιάδος ἐπὶ εἴκοσι καὶ ἑκατόν,ἣν Λάδας Αἰγιεὺς ἐνίκα στάδιον: τῷ δὲ ἔτει τῷ ἐφεξῆς Δημοκλέους Ἀθήνῃσινἄρχοντος, οἱ δὲ αὖθις ἐς τὴν Ἀσίαν διαβαίνουσιν οἱ Κελτοί. 24.
ταῦτα μὲν δὴ οὕτω γενόμενα ἴστω τις: ἐν δὲ τῷ προνάῳ τῷ ἐν Δελφοῖς γεγραμμέναἐστὶν ὠφελήματα ἀνθρώποις ἐς βίον, ἐγράφη δὲ ὑπὸ ἀνδρῶν οὓς γενέσθαι σοφοὺςλέγουσιν Ἕλληνες. οὗτοι δὲ ἦσαν ἐκ μὲν Ἰωνίας Θαλῆς τε Μιλήσιος καὶ ΠριηνεὺςΒίας, Αἰολέων δὲ τῶν ἐν Λέσβῳ Πιττακὸς Μιτυληναῖος, ἐκ δὲ Δωριέων τῶν ἐν τῇ ἈσίᾳΚλεόβουλος Λίνδιος, καὶ Ἀθηναῖός τε Σόλων καὶ Σπαρτιάτης Χίλων: τὸν δὲ ἕβδομονΠλάτων ὁ Ἀρίστωνος ἀντὶ Περιάνδρου τοῦ Κυψέλου Μύσωνα κατείλοχε τὸν Χηνέα:κώμη δὲ ἐν τῇ Οἴτῃ τῷ ὄρει ᾠκοῦντο αἱ Χῆναι. οὗτοι οὖν οἱ ἄνδρες ἀφικόμενοι ἐςΔελφοὺς ἀνέθεσαν τῷ Ἀπόλλωνι τὰ ᾀδόμενα Γνῶθι σαυτὸν καὶ Μηδὲν ἄγαν. [2]
οὗτοι μὲν δὴ ἐνταῦθα ἔγραψαν τὰ εἰρημένα, θεάσαιο δ᾽ ἂν καὶ εἰκόνα Ὁμήρου χαλκῆνἐπὶ στήλῃ καὶ ἐπιλέξει τὸ μάντευμα ὃ γενέσθαι τῷ Ὁμήρῳ λέγουσιν:“ὄλβιε καὶδύσδαιμον—ἔφυς γὰρ ἐπ᾽ ἀμφοτέροισι—,
πατρίδα δίζηαι. μητρὶς δέ τοι, οὐ πατρίς ἐστιν.
ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα
δέξεται. ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.
”δεικνύουσι δὲ οἱ Ἰῆται καὶ Ὁμήρου μνῆμα ἐν τῇ νήσῳ καὶ ἑτέρωθι Κλυμένης, τὴνΚλυμένην μητέρα εἶναι τοῦ Ὁμήρου λέγοντες. [3] Κύπριοι δὲ—οἰκειοῦνται γὰρ δὴ καὶοὗτοι Ὅμηρον—Θεμιστώ τε αὐτῷ μητέρα εἶναι τῶν τινα ἐπιχωρίων γυναικῶν λέγουσικαὶ ὑπὸ Εὔκλου προθεσπισθῆναι τὰ ἐς τὴν γένεσιν τὴν Ὁμήρου φασὶν ἐν τοῖσδε:“καὶτότ᾽ ἐν εἰναλίῃ Κύπρῳ μέγας ἔσσετ᾽ ἀοιδός,
ὅν τε Θεμιστὼ τέξει ἐπ᾽ ἀγροῦ δῖα γυναικῶν
νόσφι πολυκτεάνοιο πολύκλειτον Σαλαμῖνος.
Κύπρον δὲ προλιπὼν διερός θ᾽ ὑπὸ κύμασιν ἀρθείς,
Ἑλλάδος εὐρυχόρου μοῦνος κακὰ πρῶτος ἀείσας
ἔσσεται ἀθάνατος καὶ ἀγήραος ἤματα πάντα.
”ταῦτα ἡμεῖς ἀκούσαντές τε καὶ ἐπιλεξάμενοι τοὺς χρησμοὺς ἰδίᾳ δὲ οὐδένα αὐτῶνλόγον οὔτε ἐς πατρίδα οὔτε περὶ ἡλικίας Ὁμήρου γράφομεν. [4]
ἐν δὲ τῷ ναῷ πεποίηται μὲν Ποσειδῶνος βωμός, ὅτι τὸ μαντεῖον τὸ ἀρχαιότατονκτῆμα ἦν καὶ Ποσειδῶνος, ἕστηκε δὲ καὶ ἀγάλματα Μοιρῶν δύο: ἀντὶ δὲ αὐτῶν τῆςτρίτης Ζεύς τε Μοιραγέτης καὶ Ἀπόλλων σφίσι παρέστηκε Μοιραγέτης. θεάσαιο δ᾽ ἂνἐνταῦθα καὶ ἑστίαν, ἐφ᾽ ᾗ Νεοπτόλεμον τὸν Ἀχιλλέως ὁ ἱερεὺς ἀπέκτεινε τοῦἈπόλλωνος: τὰ δὲ ἐς τοῦ Νεοπτολέμου τὴν τελευτήν ἐστιν ἡμῖν ἑτέρωθι εἰρημένα. [5]ἀνάκειται δὲ οὐ πόρρω τῆς ἑστίας θρόνος Πινδάρου: σιδήρου μέν ἐστιν ὁ θρόνος, ἐπὶδὲ αὐτῷ φασιν, ὁπότε ἀφίκοιτο ἐς Δελφοὺς, καθέζεσθαί τε τὸν Πίνδαρον καὶ ᾁδεινὁπόσα τῶν ᾀσμάτων ἐς Ἀπόλλωνά ἐστιν. ἐς δὲ τοῦ ναοῦ τὸ ἐσωτάτω, παρίασί τε ἐςαὐτὸ ὀλίγοι καὶ χρυσοῦν Ἀπόλλωνος ἕτερον ἄγαλμα ἀνάκειται. [6]
ἐξελθόντι δὲ τοῦ ναοῦ καὶ τραπέντι ἐς ἀριστερὰ περίβολός ἐστι καὶ Νεοπτολέμου τοῦἈχιλλέως ἐν αὐτῷ τάφος: καί οἱ κατὰ ἔτος ἐναγίζουσιν οἱ Δελφοί. ἐπαναβάντι δὲ ἀπὸτοῦ μνήματος λίθος ἐστὶν οὐ μέγας: τούτου καὶ ἔλαιον ὁσημέραι καταχέουσι καὶ κατὰἑορτὴν ἑκάστην ἔρια ἐπιτιθέασι τὰ ἀργά: ἔστι δὲ καὶ δόξα ἐς αὐτὸν δοθῆναι Κρόνῳτὸν λίθον ἀντὶ τοῦ παιδός, καὶ ὡς αὖθις ἤμεσεν αὐτὸν ὁ Κρόνος. [7]
ἰοῦσι δὲ ὡς ἐπὶ τὸν ναὸν αὖθις μετὰ τοῦ λίθου τὴν θέαν ἐστὶν ἡ Κασσοτὶς καλουμένηπηγή: τεῖχος δὲ οὐ μέγα ἐπ᾽ αὐτῇ καὶ ἡ ἄνοδος διὰ τοῦ τείχους ἐστὶν ἐπὶ τὴν πηγήν.ταύτης τῆς Κασσοτίδος δύεσθαί τε κατὰ τῆς γῆς λέγουσι τὸ ὕδωρ καὶ ἐν τῷ ἀδύτῳ τοῦθεοῦ τὰς γυναῖκας μαντικὰς ποιεῖν: τὴν δὲ τῇ κρήνῃ δεδωκυῖαν τὸ ὄνομα τῶν περὶ τὸνΠαρνασσὸν νυμφῶν φασιν εἶναι. 25.
ὑπὲρ δὲ τὴν Κασσοτίδα ἐστὶν οἴκημα γραφὰς ἔχον τῶν Πολυγνώτου, ἀνάθημα μὲνΚνιδίων, καλεῖται δὲ ὑπὸ Δελφῶν Λέσχη, ὅτι ἐνταῦθα συνιόντες τὸ ἀρχαῖον τά τεσπουδαιότερα διελέγοντο καὶ ὁπόσα μυθώδη: τοιαῦτ᾽ εἶναι πολλὰ ἀνὰ πᾶσαν τὴνἙλλάδα Ὅμηρος ἐν Μελανθοῦς λοιδορίᾳ πρὸς Ὀδυσσέα ἐδήλωσεν:“οὐδ᾽ ἐθέλειςεὕδειν χαλκήιον ἐς δόμον ἐλθὼν
ἠέ που ἐς λέσχην, ἀλλ᾽ ἐνθάδε πόλλ᾽ ἀγορεύεις.
”Hom. Od. 18.328 [2] ἐς τοῦτο οὖν ἐσελθόντι τὸ οἴκημα τὸ μὲν σύμπαν τὸ ἐν δεξιᾷτῆς γραφῆς Ἴλιός τέ ἐστιν ἑαλωκυῖα καὶ ἀπόπλους ὁ Ἑλλήνων. Μενελάῳ δὲ τὰ ἐς τὴνἀναγωγὴν εὐτρεπίζουσι, καὶ ναῦς ἐστι γεγραμμένη καὶ ἄνδρες ἐν τοῖς ναύταις καὶἀναμὶξ παῖδες, ἐν μέσῃ δέ ἐστι τῇ νηὶ ὁ κυβερνήτης Φρόντις κοντοὺς δύο ἔχων.Ὅμηρος δὲ Νέστορα ἐποίησεν ἄλλα τε διαλεγόμενον πρὸς Τηλέμαχον καὶ περὶ τοῦΦρόντιδος: πατρὸς μὲν Ὀνήτορος, Μενελάου δὲ ἦν κυβερνήτης, δοκιμώτατος δὲ ἐς τὴντέχνην, καὶ ὡς Σούνιον ἤδη τὸ ἐν τῇ Ἀττικῇ παραπλέοντα ἐπέλαβεν αὐτὸν τὸ χρεών:καὶ τέως ὁμοῦ Νέστορι ὁ Μενέλαος πλέων τότε κατὰ αἰτίαν ἀπελείφθη ταύτην, ἵναμνήματος καὶ ὅσα ἐπὶ νεκροῖς ἄλλα ἀξιώσειε τὸν Φρόντιν. [3] οὗτός τε οὖν ἐν τοῦΠολυγνώτου τῇ γραφῇ καὶ ὑπ᾽ αὐτὸν Ἰθαιμένης τέ τις κομίζων ἐσθῆτα καὶ Ἐχοίαξ διὰτῆς ἀποβάθρας κατιών ἐστιν, ὑδρίαν ἔχων χαλκῆν. καταλύουσι δὲ καὶ τοῦ Μενελάουτὴν σκηνὴν οὐ πόρρω τῆς νεὼς οὖσαν Πολίτης καὶ Στρόφιός τε καὶ Ἄλφιος. καὶ ἄλληνδιαλύων σκηνήν ἐστιν Ἀμφίαλος, ὑπὸ δὲ τοῦ Ἀμφιάλου τοῖς ποσὶ κάθηται παῖς:ἐπίγραμμα δὲ οὐκ ἔστι τῷ παιδί, γένεια δὲ μόνῳ τῷ Φρόντιδι. καὶ μόνου τούτου τὸὄνομα ἐκ τῆς ἐς Ὀδυσσέα ποιήσεως ἔμαθε, τῶν δὲ ἄλλων ἐμοὶ δοκεῖν τὰ ὀνόματασυνέθηκεν αὐτὸς ὁ Πολύγνωτος. [4]
Βρισηὶς δὲ ἑστῶσα καὶ Διομήδη τε ὑπὲρ αὐτῆς καὶ Ἶφις πρὸ ἀμφοτέρων ἐοίκασινἀνασκοπούμενοι τὸ Ἑλένης εἶδος. κάθηται δὲ αὐτή τε ἡ Ἑλένη καὶ Εὐρυβάτηςπλησίον: τὸν δὲ Ὀδυσσέως εἶναι κήρυκα εἰκάζομεν, οὐ μὴν εἶχεν ἤδη γένεια.θεράπαινα δὲ Ἠλέκτρα καὶ Πανθαλίς, ἡ μὲν τῇ Ἑλένῃ παρέστηκεν, ἡ δὲ ὑποδεῖ τὴνδέσποιναν ἡ Ἠλέκτρα: διάφορα δὲ καὶ ταῦτα τὰ ὀνόματα ἢ Ὅμηρος ἔθετο ἐν Ἰλιάδι,ἔνθα καὶ Ἑλένην καὶ ἰούσας ὁμοῦ τῇ Ἑλένῃ τὰς δούλας ἐπὶ τὸ τεῖχος πεποίηκεν. [5]κάθηται δὲ ὑπὲρ τὴν Ἑλένην πορφυροῦν ἀνὴρ ἀμπεχόμενος ἱμάτιον καὶ ἐς τὰ μάλιστακατηφής: Ἕλενον εἶναι τεκμήραιο ἂν τὸν Πριάμου καὶ πρὶν ἢ καὶ τὸ ἐπίγραμμαἐπιλέξασθαι. πλησίον δὲ τοῦ Ἑλένου Μέγης ἐστί: τέτρωται δὲ τὸν βραχίονα ὁ Μέγης,καθὰ δὴ καὶ Λέσχεως ὁ Αἰσχυλίνου Πυρραῖος ἐν Ἰλίου πέρσιδι ἐποίησε: τρωθῆναι δὲὑπὸ τὴν μάχην τοῦτον, ἣν ἐν τῇ νυκτὶ ἐμαχέσαντο οἱ Τρῶες, ὑπὸ Ἀδμήτου φησὶ τοῦΑὐγείου. [6] γέγραπται δὲ καὶ Λυκομήδης παρὰ τὸν Μέγητα ὁ Κρέοντος, ἔχων τραῦμαἐπὶ τῷ καρπῷ: Λέσχεως δ᾽ οὕτω φησὶν αὐτὸν ὑπὸ Ἀγήνορος τρωθῆναι. δῆλα οὖν ὡςἄλλως γε οὐκ ἂν ὁ Πολύγνωτος ἔγραψεν οὕτω τὰ ἕλκη σφίσιν, εἰ μὴ ἐπελέξατο τὴνποίησιν τοῦ Λέσχεω: προσεπέθηκε μέντοι καὶ σφυροῦ τῷ Λυκομήδει καὶ τρίτοντραῦμα ἐν τῇ κεφαλῇ. τέτρωται δὲ καὶ Εὐρύαλος ὁ Μηκιστέως κεφαλήν τε καὶ ἐπὶ τῇχειρὶ τὸν καρπόν. [7] οὗτοι μὲν δὴ ἀνωτέρω τῆς Ἑλένης εἰσὶν ἐν τῇ γραφῇ: ἐφεξῆς δὲτῇ Ἑλένῃ μήτηρ τε ἡ Θησέως ἐν χρῷ κεκαρμένη καὶ παίδων τῶν Θησέως Δημοφῶνἐστι φροντίζων, ὅσα γε ἀπὸ τοῦ σχήματος, εἰ ἀνασώσασθαί οἱ τὴν Αἴθραν ἐνέσται.Ἀργεῖοι δὲ καὶ ἐκ τῆς Σίνιδος θυγατρὸς γενέσθαι Θησεῖ Μελάνιππον λέγουσι, καὶ ὡςἀνέλοιτο ὁ Μελάνιππος δρόμου νίκην, ὅτε οἱ
Ἐπίγονοι καλούμενοι Νέμεια δεύτεροι οὗτοι ἔθεσαν μετὰ Ἄδραστον. [8] Λέσχεως δὲ ἐςτὴν Αἴθραν ἐποίησεν, ἡνίκα ἡλίσκετο Ἴλιον, ὑπεξελθοῦσαν ἐς τὸ στρατόπεδον αὐτὴνἀφικέσθαι τὸ Ἑλλήνων καὶ ὑπὸ τῶν παίδων γνωρισθῆναι τῶν Θησέως, καὶ ὡς παρ᾽Ἀγαμέμνονος αἰτήσαι Δημοφῶν αὐτήν: ὁ δὲ ἐκείνῳ μὲν ἐθέλειν χαρίζεσθαι, ποιήσεινδὲ οὐ πρότερον ἔφη πρὶν Ἑλένην πεῖσαι: ἀποστείλαντι δὲ αὐτῷ κήρυκα ἔδωκεν Ἑλένητὴν χάριν. ἔοικεν οὖν ὁ Εὐρυβάτης ὁ ἐν τῇ γραφῇ ἀφῖχθαί τε ὡς τὴν Ἑλένην τῆςΑἴθρας ἕνεκα καὶ τὰ ἐντεταλμένα ὑπὸ τοῦ Ἀγαμέμνονος ἀπαγγέλλειν. [9]
γυναῖκες δὲ αἱ Τρῳάδες αἰχμαλώτοις τε ἤδη καὶ ὀδυρομέναις ἐοίκασι. γέγραπται μὲνἈνδρομάχη, καὶ ὁ παῖς οἱ προσέστηκεν ἑλόμενος τοῦ μαστοῦ—τούτῳ Λέσχεωςῥιφθέντι ἀπὸ τοῦ πύργου συμβῆναι λέγει τὴν τελευτήν: οὐ μὴν ὑπὸ δόγματός γεἙλλήνων, ἀλλ᾽ ἰδίᾳ Νεοπτόλεμον αὐτόχειρα ἐθελῆσαι γενέσθαι—, γέγραπται δὲΜηδεσικάστη, θυγατέρων μὲν Πριάμου καὶ αὕτη τῶν νόθων, ἐξῳκίσθαι δὲ ἐς Πήδαιονπόλιν φησὶν αὐτὴν Ὅμηρος Ἰμβρίῳ Μέντορος παιδὶ ἀνδρὶ ἐς Πήδαιον συνοικοῦσαν.[10] ἡ μὲν δὴ Ἀνδρομάχη καὶ ἡ Μηδεσικάστη καλύμματά εἰσιν ἐπικείμεναι, Πολυξένηδὲ κατὰ τὰ εἰθισμένα παρθένοις ἀναπέπλεκται τὰς ἐν τῇ κεφαλῇ τρίχας: ἀποθανεῖνδὲ αὐτὴν ἐπὶ τῷ Ἀχιλλέως μνήματι ποιηταί τε ᾁδουσι καὶ γραφὰς ἔν τε Ἀθήναις καὶΠεργάμῳ τῇ ὑπὲρ Καΐκου θεασάμενος οἶδα ἐχούσας ἐς τῆς Πολυξένης τὰ παθήματα.[11] γέγραφε δὲ καὶ Νέστορα τῇ κεφαλῇ τε ἐπικείμενον πῖλον καὶ ἐν τῇ χειρὶ δόρυἔχοντα: καὶ ἵππος κονίεσθαι μέλλοντος παρέχεται σχῆμα: ἄχρι μὲν δὴ τοῦ ἵππουαἰγιαλός τε καὶ ἐν αὐτῷ ψηφῖδες ὑποφαίνονται, τὸ δὲ ἐντεῦθεν οὐκέτι ἔοικεν εἶναιθάλασσα. 26.
τῶν δὲ γυναικῶν τῶν μεταξὺ τῆς τε Αἴθρας καὶ Νέστορος, εἰσὶν ἄνωθεν τούτωναἰχμάλωτοι καὶ αὗται Κλυμένη τε καὶ Κρέουσα καὶ Ἀριστομάχη καὶ Ξενοδίκη.Κλυμένην μὲν οὖν Στησίχορος ἐν Ἰλίου πέρσιδι κατηρίθμηκεν ἐν ταῖς αἰχμαλώτοις:ὡσαύτως δὲ καὶ Ἀριστομάχην ἐποίησεν ἐν Νόστοις θυγατέρα μὲν Πριάμου,Κριτολάου δὲ γυναῖκα εἶναι τοῦ Ἱκετάονος: Ξενοδίκης δὲ μνημονεύσαντα οὐκ οἶδαοὔτε ποιητὴν οὔτε ὅσοι λόγων συνθέται. ἐπὶ δὲ τῇ Κρεούσῃ λέγουσιν ὡς ἡ θεῶν μήτηρκαὶ Ἀφροδίτη δουλείας ἀπὸ Ἑλλήνων αὐτὴν ἐρρύσαντο, εἶναι γὰρ δὴ καὶ Αἰνείου τὴνΚρέουσαν γυναῖκα: Λέσχεως δὲ καὶ ἔπη τὰ Κύπρια διδόασιν Εὐρυδίκην γυναῖκαΑἰνείᾳ. [2] γεγραμμέναι δὲ ἐπὶ κλίνης ὑπὲρ ταύτας Δηινόμη τε καὶ Μητιόχη καὶ Πεῖσίςἐστι καὶ Κλεοδίκη: τούτων ἐν Ἰλιάδι καλουμένῃ μικρᾷ μόνης ἐστὶ τὸ ὄνομα τῆςΔηινόμης, τῶν δ᾽ ἄλλων ἐμοὶ δοκεῖν συνέθηκε τὰ ὀνόματα ὁ Πολύγνωτος. γέγραπταιδὲ καὶ Ἐπειὸς γυμνὸς καταβάλλων ἐς ἔδαφος τῶν Τρώων τὸ τεῖχος: ἀνέχει δὲ ὑπὲραὐτὸ κεφαλὴ τοῦ ἵππου μόνη τοῦ δουρείου. Πολυποίτης δὲ ὁ Πειρίθου δεδεμένος τὴνκεφαλὴν ταινίᾳ καὶ παρ᾽ αὐτὸν Ἀκάμας ἐστὶν ὁ Θησέως ἐπικείμενος τῇ κεφαλῇκράνος: [3] λόφος δὲ ἐπὶ τῷ κράνει πεποίηται. καὶ Ὀδυσσεύς τέ ἐστι ** καὶ ἐνδέδυκεθώρακα Ὀδυσσεύς. Αἴας δὲ ὁ Οἰλέως ἔχων ἀσπίδα βωμῷ προσέστηκεν, ὀμνύμενοςὑπὲρ τοῦ ἐς Κασσάνδραν τολμήματος: ἡ δὲ κάθηταί τε ἡ Κασσάνδρα χαμαὶ καὶ τὸἄγαλμα ἔχει τῆς Ἀθηνᾶς, εἴγε δὴ ἀνέτρεψεν ἐκ βάθρων τὸ ξόανον, ὅτε ἀπὸ τῆςἱκεσίας αὐτὴν ὁ Αἴας ἀφεῖλκε. γεγραμμένοι δὲ καὶ οἱ παῖδές εἰσιν οἱ Ἀτρέως,ἐπικείμενοι καὶ οὗτοι κράνη, Μενελάῳ δὲ ἀσπίδα ἔχοντι δράκων ἐπὶ τῇ ἀσπίδι ἐστὶνεἰργασμένος τοῦ ἐν Αὐλίδι φανέντος ἐπὶ τοῖς ἱερείοις τέρατος ἕνεκα. ὑπὸ τούτοις τοῖςτὸν Αἴαντα ἐξορκοῦσιν, κατ᾽ εὐθὺ δὲ τοῦ ἵππου τοῦ [4] παρὰ τῷ Νέστορι Νεοπτόλεμοςἀπεκτονώς ἐστιν Ἔλασον, ὅστις δὴ ὁ Ἔλασος. οὗτος μὲν δὴ ὀλίγον ἐμπνέοντι ἔτιεἴκασται: Ἀστύνοον δέ, οὗ δὴ ἐποιήσατο καὶ Λέσχεως μνήμην, πεπτωκότα ἐς γόνυ ὁΝεοπτόλεμος ξίφει παίει. Νεοπτόλεμον δὲ μόνον τοῦ Ἑλληνικοῦ φονεύοντα ἔτι τοὺςΤρῶας ἐποίησεν ὁ Πολύγνωτος, ὅτι ὑπὲρ τοῦ Νεοπτολέμου τὸν τάφον ἡ γραφὴ πᾶσαἔμελλεν αὐτῷ γενήσεσθαι. τοῦ δὲ Ἀχιλλέως τῷ παιδὶ Ὅμηρος μὲν Νεοπτόλεμονὄνομα ἐν ἁπάσῃ οἱ τίθεται τῇ ποιήσει: τὰ δὲ Κύπρια ἔπη φησὶν ὑπὸ Λυκομήδους μὲνΠύρρον, Νεοπτόλεμον δὲ ὄνομα ὑπὸ Φοίνικος αὐτῷ τεθῆναι, ὅτι Ἀχιλλεὺς ἡλικίᾳ ἔτινέος πολεμεῖν ἤρξατο. [5] γέγραπται δὲ βωμός τε καὶ ὑπὸ δείματος παῖς μικρὸςἐχόμενος τοῦ βωμοῦ: κεῖται δὲ καὶ θώραξ ἐπὶ τῷ βωμῷ χαλκοῦς. κατὰ δὴ ἐμὲ σπάνιοντῶν θωράκων τὸ σχῆμα ἦν τούτων, τὸ δὲ ἀρχαῖον ἔφερον αὐτούς. δύο ἦν χαλκᾶποιήματα, τὸ μὲν στέρνῳ καὶ τοῖς ἀμφὶ τὴν γαστέρα ἁρμόζον, τὸ δὲ ὡς νώτου σκέπηνεἶναι —γύαλα ἐκαλοῦντο—: τὸ μὲν ἔμπροσθεν τὸ δὲ ὄπισθεν προσῆγον, ἔπειταπερόναι συνῆπτον πρὸς ἄλληλα. [6] ἀσφάλειαν δὲ ἀποχρῶσαν ἐδόκει παρέχεσθαι καὶἀσπίδος χωρίς: ἐπὶ τούτῳ καὶ Ὅμηρος Φόρκυνα τὸν Φρύγα οὐκ ἔχοντα ἀσπίδαἐποίησεν, ὅτι αὐτῷ γυαλοθώραξ ἦν. ἐγὼ δὲ γραφῇ μεμιμημένον τοῦτον ἐθεασάμηνὑπὸ τοῦ Πολυγνώτου, καὶ ἐν Ἀρτέμιδος τῆς Ἐφεσίας Καλλιφῶν ὁ Σάμιος Πατρόκλῳτοῦ θώρακος τὰ γύαλα ἁρμοζούσας ἔγραψε γυναῖκας. [7]
τοῦ βωμοῦ δὲ ἐπέκεινα Λαοδίκην ἔγραψεν ἑστῶσαν. ταύτην οὔτε ὑπὸ ποιητοῦκατειλεγμένην ἐν ταῖς αἰχμαλώτοις ταῖς Τρῳάσιν εὕρισκον οὔτε ἄλλως ἐφαίνετοἔχειν μοι τὸ εἰκὸς ἢ ἀφεθῆναι τὴν Λαοδίκην ὑπὸ Ἑλλήνων. Ὅμηρος μέν γε ἐδήλωσενἐν Ἰλιάδι Μενελάου καὶ Ὀδυσσέως ξενίαν παρὰ Ἀντήνορι καὶ ὡς Ἑλικάονι ἡ Λαοδίκησυνοικοίη τῷ Ἀντήνορος: [8] Λέσχεως δὲ τετρωμένον τὸν Ἑλικάονα ἐν τῇ νυκτομαχίᾳγνωρισθῆναί τε ὑπὸ Ὀδυσσέως καὶ ἐξαχθῆναι ζῶντα ἐκ τῆς μάχης φησίν. ἕποιτο ἂνοὖν τῇ Μενελάου καὶ Ὀδυσσέως κηδεμονίᾳ περὶ οἶκον τὸν Ἀντήνορος μηδὲ ἐς τοῦἙλικάονος τὴν γυναῖκα ἔργον δυσμενὲς ὑπὸ Ἀγαμέμνονος καὶ Μενελάου γενέσθαι:Εὐφορίων δὲ ἀνὴρ Χαλκιδεὺς σὺν οὐδενὶ εἰκότι τὰ ἐς τὴν Λαοδίκην ἐποίησεν. [9]ἐφεξῆς δὲ τῇ Λαοδίκῃ ὑποστάτης τε λίθου καὶ λουτήριόν ἐστιν ἐπὶ τῷ ὑποστάτῃχαλκοῦν, Μέδουσα δὲ κατέχουσα ταῖς χερσὶν ἀμφοτέραις τὸ ὑπόστατον ἐπὶ τοῦἐδάφους κάθηται: ἐν δὲ ταῖς Πριάμου θυγατράσιν ἀριθμήσαι τις ἂν καὶ ταύτην κατὰτοῦ Ἱμεραίου τὴν ᾠδήν. παρὰ δὲ τὴν Μέδουσαν ἐν χρῷ κεκαρμένη πρεσβῦτις ἢἄνθρωπός ἐστιν εὐνοῦχος, παιδίον δὲ ἐν τοῖς γόνασιν ἔχει γυμνόν: τὸ δὲ τὴν χεῖραὑπὸ δείματος ἐπίπροσθε τῶν ὀφθαλμῶν πεποίηται. 27.
νεκροὶ δὲ ὁ μὲν γυμνὸς Πῆλις ὄνομα ἐπὶ τὸν νῶτόν ἐστιν ἐρριμμένος, ὑπὸ δὲ τὸνΠῆλιν Ἠιονεύς τε κεῖται καὶ Ἄδμητος ἐνδεδυκότες ἔτι τοὺς θώρακας: καὶ αὐτῶνΛέσχεως Ἠιονέα ὑπὸ Νεοπτολέμου, τὸν δὲ ὑπὸ Φιλοκτήτου φησὶν ἀποθανεῖν τὸνἌδμητον. ἄλλοι δὲ ἀνωτέρω τούτων ὑπὸ μὲν τὸ λουτήριον Λεώκριτός ἐστιν ὁΠουλυδάμαντος τεθνεὼς ὑπὸ Ὀδυσσέως, ὑπὲρ δὲ Ἠιονέα τε καὶ Ἄδμητον Κόροιβος ὁΜύγδονος: τούτου μνῆμά τε ἐπιφανὲς ἐν ὅροις πεποίηται Φρυγῶν Στεκτορηνῶν καὶἀπ᾽ αὐτοῦ ποιηταῖς Μύγδονας ὄνομα ἐπὶ τοῖς Φρυξὶ τίθεσθαι καθέστηκεν. ἀφίκετομὲν δὴ ἐπὶ τὸν Κασσάνδρας ὁ Κόροιβος γάμον, ἀπέθανε δέ, ὡς μὲν ὁ πλείων λόγος,ὑπὸ Νεοπτολέμου, Λέσχεως δὲ ὑπὸ Διομήδους ἐποίησεν. [2] εἰσὶ δὲ καὶ ἐπάνω τοῦΚοροίβου Πρίαμος καὶ Ἀξίων τε καὶ Ἀγήνωρ. Πρίαμον δὲ οὐκ ἀποθανεῖν ἔφη Λέσχεωςἐπὶ τῇ ἐσχάρᾳ τοῦ Ἑρκείου, ἀλλὰ ἀποσπασθέντα ἀπὸ τοῦ βωμοῦ πάρεργον τῷΝεοπτολέμῳ πρὸς ταῖς τῆς οἰκίας γενέσθαι θύραις. ἐς δὲ Ἑκάβην Στησίχορος ἐν Ἰλίουπέρσιδι ἐποίησεν ἐς Λυκίαν ὑπὸ Ἀπόλλωνος αὐτὴν κομισθῆναι. Ἀξίονα δὲ παῖδα εἶναιΠριάμου Λέσχεως καὶ ἀποθανεῖν αὐτὸν ὑπὸ Εὐρυπύλου τοῦ Εὐαίμονός φησι: τοῦἈγήνορος δὲ κατὰ τὸν αὐτὸν ποιητὴν Νεοπτόλεμος αὐτόχειρ ἐστί: καὶ οὕτω φαίνοιτοἂν Ἔχεκλος μὲν φονευθεὶς ὁ Ἀγήνορος ὑπὸ Ἀχιλλέως, Ἀγήνωρ δὲ αὐτὸς ὑπὸ τοῦΝεοπτολέμου. [3] Λαομέδοντος δὲ τὸν νεκρὸν Σίνων τε ἑταῖρος Ὀδυσσέως καὶἈγχίαλός εἰσιν ἐκκομίζοντες. γέγραπται δὲ καὶ ἄλλος τεθνεώς: ὄνομά οἱ Ἔρεσος: τὰδὲ ἐς Ἔρεσόν τε καὶ Λαομέδοντα, ὅσα γε ἡμεῖς ἐπιστάμεθα, ᾖσεν οὐδείς. ἔστι δὲ οἰκίατε ἡ Ἀντήνορος καὶ παρδάλεως κρεμάμενον δέρμα ὑπὲρ τῆς ἐσόδου, σύνθημα εἶναιτοῖς Ἕλλησιν ἀπέχεσθαι σφᾶς οἴκου τοῦ Ἀντήνορος. γέγραπται δὲ Θεανώ τε καὶ οἱπαῖδες, Γλαῦκος μὲν καθήμενος ἐπὶ θώρακι γυάλοις συνηρμοσμένῳ, Εὐρύμαχος δὲἐπὶ πέτρᾳ. [4] παρὰ δὲ αὐτὸν ἕστηκεν Ἀντήνωρ καὶ ἐφεξῆς θυγάτηρ Ἀντήνορος Κρινώ:παιδίον δὲ ἡ Κρινὼ φέρει νήπιον. τῶν προσώπων δὲ ἅπασιν οἷον ἐπὶ συμφορᾷ σχῆμάἐστι. κιβωτὸν δὲ ἐπὶ ὄνον καὶ ἄλλα τῶν σκευῶν εἰσιν ἀνατιθέντες οἰκέται: κάθηται δὲκαὶ ἐπὶ τοῦ ὄνου παιδίον μικρόν. κατὰ τοῦτο τῆς γραφῆς καὶ ἐλεγεῖόν ἐστιΣιμωνίδου:“γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος
υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
”Simonides, unknown location. 28.
τὸ δὲ ἕτερον μέρος τῆς γραφῆς τὸ ἐξ ἀριστερᾶς χειρός, ἔστιν Ὀδυσσεὺς καταβεβηκὼςἐς τὸν Ἅιδην ὀνομαζόμενον, ὅπως Τειρεσίου τὴν ψυχὴν περὶ τῆς ἐς τὴν οἰκείανἐπέρηται σωτηρίας: ἔχει δὲ οὕτω τὰ ἐς τὴν γραφήν. ὕδωρ εἶναι ποταμὸς ἔοικε, δῆλα ὡςὁ Ἀχέρων, καὶ κάλαμοί τε ἐν αὐτῷ πεφυκότες καὶ ἰχθύες: ἔστι δ᾽ ἀμυδρὰ οὕτω δή τι τὰεἴδη τῶν ἰχθύων ὡς σκιὰς μᾶλλον ἢ ἰχθῦς εἰκάσεις. καὶ ναῦς ἐστιν ἐν τῷ ποταμῷ καὶ ὁπορθμεὺς ἐπὶ ταῖς κώπαις. [2] ἐπηκολούθησε δὲ ὁ Πολύγνωτος ἐμοὶ δοκεῖν ποιήσειΜινυάδι: ἔστι γὰρ δὴ ἐν τῇ Μινυάδι ἐς Θησέα ἔχοντα καὶ Πειρίθουν“ἔνθ᾽ ἤτοι νέα μὲννεκυάμβατον, ἣν ὁ γεραιός
πορθμεὺς ἦγε Χάρων, οὐκ ἔλαβον ἔνδοθεν ὅρμου.
”Minyad, an unknown work.ἐπὶ τούτῳ οὖν καὶ Πολύγνωτος γέροντα ἔγραψεν ἤδη τῇἡλικίᾳ τὸν Χάρωνα. [3] οἱ δὲ ἐπιβεβηκότες τῆς νεὼς οὐκ ἐπιφανεῖς ἐς ἅπαν εἰσὶν οἷςπροσήκουσι. Τέλλις μὲν ἡλικίαν ἐφήβου γεγονὼς φαίνεται, Κλεόβοια δὲ ἔτι παρθένος,ἔχει δὲ ἐν τοῖς γόνασι κιβωτὸν ὁποίας ποιεῖσθαι νομίζουσι Δήμητρι. ἐς μὲν δὴ τὸνΤέλλιν τοσοῦτον ἤκουσα ὡς ὁ ποιητὴς Ἀρχίλοχος ἀπόγονος εἴη τρίτος Τέλλιδος,Κλεόβοιαν δὲ ἐς Θάσον τὰ ὄργια τῆς Δήμητρος ἐνεγκεῖν πρώτην ἐκ Πάρου φασίν. [4]
ἐπὶ δὲ τοῦ Ἀχέροντος τῇ ὄχθῃ μάλιστα θέας ἄξιον, ὅτι ὑπὸ τοῦ Χάρωνος τὴν ναῦνἀνὴρ οὐ δίκαιος ἐς πατέρα ἀγχόμενός ἐστιν ὑπὸ τοῦ πατρός. περὶ πλείστου γὰρ δὴἐποιοῦντο οἱ πάλαι γονέας, ὥσπερ ἔστιν ἄλλοις τε τεκμήρασθαι καὶ ἐν Κατάνῃ τοῖςκαλουμένοις Εὐσεβέσιν, οἵ, ἡνίκα ἐπέρρει τῇ Κατάνῃ πῦρ τὸ ἐκ τῆς Αἴτνης, χρυσὸνμὲν καὶ ἄργυρον ἐν οὐδενὸς μερίδι ἐποιήσαντο, οἱ δὲ ἔφευγον ὁ μὲν ἀράμενος μητέρα,ὁ δὲ αὐτῶν τὸν πατέρα: προϊόντας δὲ οὐ σὺν ῥᾳστώνῃ καταλαμβάνει σφᾶς τὸ πῦρἐπειγόμενον τῇ φλογί: καὶ —οὐ γὰρ κατετίθεντο οὐδ᾽ οὕτω τοὺς γονέας— διχῇσχισθῆναι λέγεται τὸν ῥύακα, καὶ αὐτούς τε τοὺς νεανίσκους, σὺν δὲ αὐτοῖς τοὺςγονέας τὸ πῦρ οὐδέν σφισι λυμηνάμενον παρεξῆλθεν. [5] οὗτοι μὲν δὴ τιμὰς καὶ ἐςἐμὲ ἔτι παρὰ Καταναίων ἔχουσιν, ἐν δὲ τῇ Πολυγνώτου γραφῇ πλησίον τοῦ ἀνδρός, ὃςτῷ πατρὶ ἐλυμαίνετο καὶ δι᾽ αὐτὸ ἐν Ἅιδου κακὰ ἀναπίμπλησι, τούτου πλησίον ἱερὰσεσυληκὼς ἀνὴρ ὑπέσχε δίκην: γυνὴ δὲ ἡ κολάζουσα αὐτὸν φάρμακα ἄλλα τε καὶ ἐςαἰκίαν οἶδεν ἀνθρώπων. [6] περισσῶς δὲ ἄρα εὐσεβείᾳ θεῶν ἔτι προσέκειντο οἱἄνθρωποι, ὡς Ἀθηναῖοί τε δῆλα ἐποίησαν, ἡνίκα εἷλον Ὀλυμπίου Διὸς ἐνΣυρακούσαις ἱερόν, οὔτε κινήσαντες τῶν ἀναθημάτων οὐδὲν τὸν ἱερέα τε τὸνΣυρακούσιον φύλακα ἐπ᾽ αὐτοῖς ἐάσαντες: ἐδήλωσε δὲ καὶ ὁ Μῆδος Δᾶτις λόγοις τεοὓς εἶπε πρὸς Δηλίους καὶ τῷ ἔργῳ, ἡνίκα ἐν Φοινίσσῃ νηὶ ἄγαλμα εὑρὼν Ἀπόλλωνοςἀπέδωκεν αὖθις Ταναγραίοις ἐς Δήλιον. οὕτω μὲν τὸ θεῖον καὶ οἱ πάντες τότε ἦγον ἐντιμῇ, καὶ ἐπὶ λόγῳ τοιούτῳ τὰ ἐς τὸν συλήσαντα ἱερὰ ἔγραψε Πολύγνωτος. [7]
ἔστι δὲ ἀνωτέρω τῶν κατειλεγμένων Εὐρύνομος: δαίμονα εἶναι τῶν ἐν Ἅιδου φασὶν οἱΔελφῶν ἐξηγηταὶ τὸν Εὐρύνομον, καὶ ὡς τὰς σάρκας περιεσθίει τῶν νεκρῶν, μόνασφίσιν ἀπολείπων τὰ ὀστᾶ. ἡ δὲ Ὁμήρου ποίησις ἐς Ὀδυσσέα καὶ ἡ Μινυάς τε
καλουμένη καὶ οἱ Νόστοι—μνήμη γὰρ δὴ ἐν ταύταις καὶ Ἅιδου καὶ τῶν ἐκεῖ δειμάτωνἐστὶν—ἴσασιν οὐδένα Εὐρύνομον δαίμονα. τοσοῦτο μέντοι δηλώσω, ὁποῖός τε ὁΕὐρύνομος καὶ ἐπὶ ποίου γέγραπται τοῦ σχήματος: κυανοῦ τὴν χρόαν μεταξύ ἐστι καὶμέλανος, ὁποῖαι καὶ τῶν μυιῶν αἱ πρὸς τὰ κρέα εἰσὶ προσιζάνουσαι, τοὺς δὲ ὀδόνταςφαίνει, καθεζομένῳ δὲ ὑπέστρωταί οἱ δέρμα γυπός. [8] ἐφεξῆς δὲ μετὰ τὸν Εὐρύνομονἥ τε ἐξ Ἀρκαδίας Αὔγη καὶ Ἰφιμέδειά ἐστι: καὶ ἡ μὲν παρὰ Τεύθραντα ἡ Αὔγη ἀφίκετοἐς Μυσίαν, καὶ γυναικῶν ὁπόσαις ἐς τὸ αὐτὸ Ἡρακλέα ἀφικέσθαι λέγουσι, μάλισταδὴ παῖδα ἐοικότα ἔτεκε τῷ πατρί: τῇ δ᾽ Ἰφιμεδείᾳ γέρα δέδοται μεγάλα ὑπὸ τῶν ἐνΜυλάσοις Καρῶν. 29.
τῶν δὲ ἤδη μοι κατειλεγμένων εἰσὶν ἀνώτεροι τούτων ἱερεῖα καὶ οἱ ἑταῖροι τοῦὈδυσσέως Περιμήδης καὶ Εὐρύλοχος φέροντες: τὰ δέ ἐστι μέλανες κριοὶ τὰ ἱερεῖα.μετὰ δὲ αὐτοὺς ἀνήρ ἐστι καθήμενος, ἐπίγραμμα δὲ Ὄκνον εἶναι λέγει τὸν ἄνθρωπον:πεποίηται μὲν πλέκων σχοινίον, παρέστηκε δὲ θήλεια ὄνος ἐπεσθίουσα τὸπεπλεγμένον ἀεὶ τοῦ σχοινίου. τοῦτον εἶναι τὸν Ὄκνον φίλεργόν φασιν ἄνθρωπον,γυναῖκα δὲ ἔχειν δαπανηράν: καὶ ὁπόσα συλλέξαιτο ἐργαζόμενος, οὐ πολὺ δὴὕστερον ὑπὸ ἐκείνης ἀνήλωτο. [2] τὰ οὖν ἐς τοῦ Ὄκνου τὴν γυναῖκα ἐθέλουσιναἰνίξασθαι τὸν Πολύγνωτον. οἶδα δὲ καὶ ὑπὸ Ἰώνων, ὁπότε ἴδοιέν τινα πονοῦντα ἐπὶοὐδενὶ ὄνησιν φέροντι, ὑπὸ τούτων εἰρημένον ὡς ὁ ἀνὴρ οὗτος συνάγει τοῦ Ὄκνου τὴνθώμιγγα. ὄκνον δ᾽ οὖν καὶ μάντεων οἱ ὁρῶντες τοὺς οἰωνοὺς καλοῦσί τινα ὄρνιθα: καὶἔστιν οὗτος ὁ ὄκνος μέγιστος μὲν καὶ κάλλιστος ἐρωδιῶν, εἰ δὲ ἄλλος τις ὀρνίθωνσπάνιός ἐστι καὶ οὗτος. [3] γέγραπται δὲ καὶ Τιτυὸς οὐ κολαζόμενος ἔτι, ἀλλὰ ὑπὸ τοῦσυνεχοῦς τῆς τιμωρίας ἐς ἅπαν ἐξανηλωμένος, ἀμυδρὸν καὶ οὐδὲ ὁλόκληρον εἴδωλον.
ἐπιόντι δὲ ἐφεξῆς τὰ ἐν τῇ γραφῇ, ἔστιν ἐγγυτάτω τοῦ στρέφοντος τὸ καλῴδιονἈριάδνη: κάθηται μὲν ἐπὶ πέτρας, ὁρᾷ δὲ ἐς τὴν ἀδελφὴν Φαίδραν, τό τε ἄλλοαἰωρουμένην σῶμα ἐν σειρᾷ καὶ ταῖς χερσὶν ἀμφοτέραις ἑκατέρωθεν τῆς σειρᾶςἐχομένην: παρεῖχε δὲ τὸ σχῆμα καίπερ ἐς τὸ εὐπρεπέστερον πεποιημένονσυμβάλλεσθαι τὰ ἐς τῆς Φαίδρας τὴν τελευτήν. [4] τὴν δὲ Ἀριάδνην ἢ κατά τιναἐπιτυχὼν δαίμονα ἢ καὶ ἐπίτηδες αὐτὴν λοχήσας ἀφείλετο Θησέα ἐπιπλεύσαςΔιόνυσος στόλῳ μείζονι, οὐκ ἄλλος κατὰ ἐμὴν δόξαν, ἀλλὰ ὁ πρῶτος μὲν ἐλάσας ἐπὶἸνδοὺς στρατείᾳ, πρῶτος δὲ Εὐφράτην γεφυρώσας ποταμόν: Ζεῦγμά τε ὠνομάσθηπόλις καθ᾽ ὅ τι ἐζεύχθη τῆς χώρας ὁ Εὐφράτης, καὶ ἔστιν ἐνταῦθα ὁ κάλως καὶ ἐς ἡμᾶςἐν ᾧ τὸν ποταμὸν ἔζευξεν, ἀμπελίνοις ὁμοῦ πεπλεγμένος καὶ κισσοῦ κλήμασι. [5] τὰμὲν δὴ ἐς Διόνυσον πολλὰ ὑπό τε Ἑλλήνων λεγόμενα καὶ ὑπὸ Αἰγυπτίων ἐστίν: ὑπὸδὲ τὴν Φαίδραν ἐστὶν ἀνακεκλιμένη Χλῶρις ἐπὶ τῆς Θυίας γόνασιν. οὐχ ἁμαρτήσεταιμὲν δὴ οὐδὲ ὅστις φησὶ φιλίαν εἶναι ἐς ἀλλήλας, ἡνίκα ἔτυχον αἱ γυναῖκες ζῶσαι: ἦσανγὰρ δὴ ἡ μὲν ἐξ Ὀρχομενοῦ τοῦ ἐν Βοιωτίᾳ ἡ Χλῶρις, ἡ δὲ Κασταλίου θυγάτηρ ἀπὸτοῦ Παρνασσοῦ. εἶπον δ᾽ ἂν καὶ ἄλλοι τὸν ἐς αὐτὰς λόγον, τῇ μὲν συγγενέσθαιΠοσειδῶνα τῇ Θυίᾳ, Χλῶριν δὲ Ποσειδῶνος παιδὶ Νηλεῖ συνοικῆσαι. [6] παρὰ δὲ τὴνΘυίαν Πρόκρις τε ἕστηκεν ἡ Ἐρεχθέως καὶ μετ᾽ αὐτὴν Κλυμένη: ἐπιστρέφει δὲ αὐτῇ τὰνῶτα ἡ Κλυμένη. ἔστι δὲ πεποιημένα ἐν Νόστοις Μινύου μὲν τὴν Κλυμένην θυγατέραεἶναι, γήμασθαι δὲ αὐτὴν Κεφάλῳ τῷ Δηίονος καὶ γενέσθαι σφίσιν Ἴφικλον παῖδα. τὰδὲ ἐς τὴν Πρόκριν καὶ οἱ πάντες ᾁδουσιν, ὡς προτέρα Κεφάλῳ ἢ Κλυμένη συνῴκησεκαὶ ὃν τρόπον ἐτελεύτησεν ὑπὸ τοῦ ἀνδρός. [7] ἐσωτέρω δὲ τῆς Κλυμένης Μεγάραντὴν ἐκ Θηβῶν ὄψει: ταύτην γυναῖκα ἔσχεν Ἡρακλῆς τὴν Μεγάραν καὶ ἀπεπέμψατοἀνὰ χρόνον, ἅτε παίδων τε ἐστερημένος τῶν ἐξ αὐτῆς καὶ αὐτὴν ἡγούμενος οὐκ ἐπὶἀμείνονι τῷ δαίμονι γῆμαι.
γυναικῶν δὲ τῶν κατειλεγμένων ὑπὲρ τῆς κεφαλῆς ἥ τε Σαλμωνέως θυγάτηρ ἐστὶνἐπὶ πέτρας καθεζομένη καὶ Ἐριφύλη παρ᾽ αὐτὴν ἐστιν ἑστῶσα, διὰ μὲν τοῦ χιτῶνοςἀνέχουσα ἄκρους παρὰ τὸν τράχηλον τοὺς δακτύλους, τοῦ χιτῶνος δὲ ἐν τοῖς κοίλοιςεἰκάσεις τῶν χειρῶν τῇ ἑτέρᾳ ἐκεῖνον τὸν ὅρμον αὐτὴν ἔχειν. [8] ὑπὲρ δὲ τὴνἘριφύλην ἔγραψεν Ἐλπήνορά τε καὶ Ὀδυσσέα ὀκλάζοντα ἐπὶ τοῖς ποσίν, ἔχοντα ὑπὲρτοῦ βόθρου τὸ ξίφος: καὶ ὁ μάντις Τειρεσίας πρόεισιν ἐπὶ τὸν βόθρον. μετὰ δὲ τὸνΤειρεσίαν ἐπὶ πέτρας ἡ Ὀδυσσέως μήτηρ Ἀντίκλειά ἐστιν: ὁ δὲ Ἐλπήνωρ ἀμπέχεταιφορμὸν ἀντὶ ἐσθῆτος, σύνηθες τοῖς ναύταις φόρημα. [9] κατωτέρω δὲ τοῦ Ὀδυσσέωςἐπὶ θρόνων καθεζόμενοι Θησεὺς μὲν τὰ ξίφη τό τε Πειρίθου καὶ τὸ ἑαυτοῦ ταῖς χερσὶνἀμφοτέραις ἔχει, ὁ δὲ ἐς τὰ ξίφη βλέπων ἐστὶν ὁ Πειρίθους: εἰκάσαις ἂν ἄχθεσθαι τοῖςξίφεσιν αὐτὸν ὡς ἀχρείοις καὶ ὄφελός σφισιν οὐ γεγενημένοις ἐς τὰ τολμήματα.Πανύασσις δὲ ἐποίησεν ὡς Θησεὺς καὶ Πειρίθους ἐπὶ τῶν θρόνων παράσχοιντοσχῆμα οὐ κατὰ δεσμώτας, προσφύεσθαι δὲ ἀπὸ τοῦ χρωτὸς ἀντὶ δεσμῶν σφισιν ἔφητὴν πέτραν. [10] Θησέως δὲ καὶ Πειρίθου τὴν λεγομένην φιλίαν ἐν ἀμφοτέραιςἐδήλωσεν Ὅμηρος ταῖς ποιήσεσι, καὶ Ὀδυσσεὺς μὲν πρὸς Φαίακας λέγων ἐστὶ “καί νύκ᾽ ἔτι προτέρους ἴδον ἀνέρας οὓς ἔθελόν περ,
Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα:
”Hom. Od. 11.631 foll.πεποίηται δὲ αὐτῷ καὶ ἐν Ἰλιάδι ὁ Νέστωρ ἄλλα τε ἐπὶἈγαμέμνονος καὶ Ἀχιλλέως νουθεσίᾳ καὶ ἔπη τάδε εἰρηκώς:“οὐ γάρ πω τοίους ἴδονἀνέρας οὐδὲ ἴδωμαι
οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
Καινέα τ᾽ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
Θησέα τ᾽ Αἰγείδην ἐπιείκελον ἀθανάτοισιν.
”Hom. Il. 1.262 foll. 30.
ἐφεξῆς δὲ τὰς Πανδάρεω θυγατέρας ἔγραψεν ὁ Πολύγνωτος. Ὁμήρῳ δὲ ἐνΠηνελόπης λόγοις ἐστὶν ὡς ἀποθάνοιεν μὲν ταῖς παρθένοις οἱ γεινάμενοι κατὰμήνιμα ἐκ θεῶν, αὐτὰς δὲ ὀρφανὰς τραφῆναι μὲν ὑπὸ Ἀφροδίτης, λαβεῖν δὲ καὶ παρ᾽ἄλλων θεῶν, Ἥρας μὲν φρονεῖν τε ἱκανὰς εἶναι καὶ εἶδος καλάς, μῆκος δὲ τοῦσώματος Ἄρτεμίν φησιν αὐταῖς δωρήσασθαι, ἔργα δὲ γυναιξὶν ἁρμόζοντα ὑπὸ Ἀθηνᾶςδιδαχθῆναι. [2] Ἀφροδίτην μὲν οὖν ἐς οὐρανὸν ἀνέρχεσθαι, παρὰ Διὸς γάμονεὐδαίμονα ἐθέλουσαν ταῖς παισὶν εὕρασθαι, τὰς δὲ ἀπούσης ἐκείνης ἁρπασθῆναί τεὑπὸ Ἁρπυιῶν καὶ Ἐρινύσιν ὑπ᾽ αὐτῶν δοθῆναι. τάδε μέν ἐστιν ἐς αὐτὰς Ὁμήρῳπεποιημένα, Πολύγνωτος δὲ κόρας τε ἐστεφανωμένας ἄνθεσι καὶ παιζούσας ἔγραψενἀστραγάλοις, ὄνομα δὲ αὐταῖς Καμειρώ τε καὶ Κλυτίη. τὸν δὲ Πανδάρεων Μιλήσιόν τεἐκ Μιλήτου τῆς Κρητικῆς ὄντα ἴστω τις καὶ ἀδικήματος ἐς τὴν κλοπὴν Ταντάλῳ καὶτοῦ ἐπὶ τῷ ὅρκῳ μετασχόντα σοφίσματος. [3] μετὰ δὲ τοῦ Πανδάρεω τὰς κόραςἈντίλοχος τὸν μὲν ἕτερον ἐπὶ πέτρας τῶν ποδῶν, τὸ δὲ πρόσωπον καὶ τὴν κεφαλὴνἐπὶ ταῖς χερσὶν ἀμφοτέραις ἔχων ἐστίν, Ἀγαμέμνων δὲ μετὰ τὸν Ἀντίλοχον σκήπτρῳτε ὑπὸ τὴν ἀριστερὰν μασχάλην ἐρειδόμενος καὶ ταῖς χερσὶν ἐπανέχων ῥάβδον:Πρωτεσίλαος δὲ πρὸς Ἀχιλλέα ἀφορᾷ καθεζόμενος. καὶ ὁ Πρωτεσίλαος τοιοῦτονπαρέχεται σχῆμα, ὑπὲρ δὲ τὸν Ἀχιλλέα Πάτροκλός ἐστιν ἑστηκώς. οὗτοι πλὴν τοῦἈγαμέμνονος οὐκ ἔχουσι γένεια οἱ ἄλλοι. [4] γέγραπται δὲ ὑπὲρ αὐτοὺς Φῶκός τεἡλικίαν μειράκιον καὶ Ἰασεὺς γενείων μὲν εὖ ἔχων, δακτύλιον δὲ ἐκ τῆς ἀριστερᾶς τοῦΦώκου περιαιρούμενος χειρὸς ἐπὶ τοιῷδέ ἐστι λόγῳ. Φώκῳ τῷ Αἰακοῦ διαβάντι ἐξΑἰγίνης ἐς τὴν νῦν καλουμένην Φωκίδα, καὶ ἀνθρώπων τε ἀρχὴν τῶν ἐν τῇ ἠπείρῳταύτῃ κτήσασθαι καὶ αὐτῷ θέλοντι ἐνταῦθα οἰκῆσαι, ἀφίκετο ἐπὶ πλεῖστον ὁ Ἰασεὺςφιλίας, καί οἱ δῶρα ἄλλα τε ὡς τὸ εἰκὸς ἐδωρήσατο καὶ λίθου σφραγῖδα ἐνδεδεμένηνχρυσῷ: Φώκῳ δὲ οὐ μετὰ πολὺν χρόνον ἀνακομισθέντι ἐς Αἴγιναν Πηλεὺς αὐτίκαἐβούλευσε τοῦ βίου τὴν τελευτήν. καὶ τοῦδε ἕνεκα ἐν τῇ γραφῇ ἐς ἀνάμνησιν ἐκείνηςτῆς φιλίας ὅ τε Ἰασεὺς τὴν σφραγῖδά ἐστιν ἐθέλων θεάσασθαι καὶ ὁ Φῶκος παρεὶςλαβεῖν αὐτήν. [5]
ὑπὲρ τούτους Μαῖρά ἐστιν ἐπὶ πέτρᾳ καθεζομένη: περὶ δὲ αὐτῆς πεποιημένα ἐστὶν ἐνΝόστοις ἀπελθεῖν μὲν παρθένον ἔτι ἐξ ἀνθρώπων, θυγατέρα δὲ αὐτὴν εἶναι Προίτουτοῦ Θερσάνδρου, τὸν δὲ εἶναι Σισύφου. ἐφεξῆς δὲ τῆς Μαίρας Ἀκταίων ἐστὶν ὁἈρισταίου καὶ ἡ τοῦ Ἀκταίωνος μήτηρ, νεβρὸν ἐν ταῖς χερσὶν ἔχοντες ἐλάφου καὶ ἐπὶδέρματι ἐλάφου καθεζόμενοι: κύων τε θηρευτικὴ παρακατάκειταί σφισι βίου τοῦἈκταίωνος ἕνεκα καὶ τοῦ ἐς τὴν τελευτὴν τρόπου. [6]
ἀποβλέψαντι δὲ αὖθις ἐς τὰ κάτω τῆς γραφῆς, ἔστιν ἐφεξῆς μετὰ τὸν Πάτροκλον οἷαἐπὶ λόφου τινὸς Ὀρφεὺς καθεζόμενος, ἐφάπτεται δὲ καὶ τῇ ἀριστερᾷ κιθάρας, τῇ δὲἑτέρᾳ χειρὶ ἰτέας ψαύει: κλῶνές εἰσιν ὧν ψαύει, προσανακέκλιται δὲ τῷ δένδρῳ. τὸ δὲἄλσος ἔοικεν εἶναι τῆς Περσεφόνης, ἔνθα αἴγειροι καὶ ἰτέαι δόξῃ τῇ Ὁμήρουπεφύκασιν: Ἑλληνικὸν δὲ τὸ σχῆμά ἐστι τῷ Ὀρφεῖ, καὶ οὔτε ἡ ἐσθὴς οὔτε ἐπίθημάἐστιν ἐπὶ τῇ κεφαλῇ Θρᾴκιον. [7] τῷ δένδρῳ δὲ τῇ ἰτέᾳ κατὰ τὸ ἕτερον μέροςπροσανακεκλιμένος ἐστὶν αὐτῇ Προμέδων. εἰσὶ μὲν δὴ οἳ νομίζουσι καθάπερ ἐςποίησιν ἐπεσῆχθαι τὸ Προμέδοντος ὄνομα ὑπὸ τοῦ Πολυγνώτου: τοῖς δὲ εἰρημένονἐστὶν ἄνδρα Ἕλληνα ἔς τε τὴν ἄλλην ἅπασαν γενέσθαι φιλήκοον μουσικὴν καὶ ἐπὶ τῇᾠδῇ μάλιστα τῇ Ὀρφέως. [8] κατὰ τοῦτο τῆς γραφῆς Σχεδίος ὁ Φωκεῦσιν ἡγησάμενοςἐς Τροίαν καὶ μετὰ τοῦτον Πελίας ἐστὶν ἐν θρόνῳ καθεζόμενος, τὰ γένεια ὁμοίως καὶτὴν κεφαλὴν πολιός, ἐνορᾷ δὲ ἐς τὸν Ὀρφέα: ὁ δὲ Σχεδίος ἐγχειρίδιόν τε ἔχων καὶἄγρωστίν ἐστιν ἐστεφανωμένος. Θαμύριδι δὲ ἐγγὺς καθεζομένῳ τοῦ Πελίουδιεφθαρμέναι αἱ ὄψεις καὶ ταπεινὸν ἐς ἅπαν σχῆμά ἐστι καὶ ἡ κόμη πολλὴ μὲν ἐπὶ τῆςκεφαλῆς, πολλὴ δὲ αὐτῷ καὶ ἐν τοῖς γενείοις: λύρα δὲ ἔρριπται πρὸς τοῖς ποσί,κατεαγότες αὐτῆς οἱ πήχεις καὶ αἱ χορδαὶ κατερρωγυῖαι. [9] ὑπὲρ τούτου ἐστὶν ἐπὶπέτρας καθεζόμενος Μαρσύας, καὶ Ὄλυμπος παρ᾽ αὐτὸν παιδός ἐστιν ὡραίου καὶαὐλεῖν διδασκομένου σχῆμα ἔχων. οἱ δὲ ἐν Κελαιναῖς Φρύγες ἐθέλουσι μὲν τὸνποταμὸν ὃς διέξεισιν αὐτοῖς διὰ τῆς πόλεως ἐκεῖνόν ποτε εἶναι τὸν αὐλητήν, ἐθέλουσιδὲ καὶ εὕρημα εἶναι τοῦ Μαρσύου τὸ Μητρῷον αὔλημα: φασὶ δὲ ὡς καὶ τὴν Γαλατῶνἀπώσαιντο στρατείαν τοῦ Μαρσύου σφίσιν ἐπὶ τοὺς βαρβάρους ὕδατί τε ἐκ τοῦποταμοῦ καὶ μέλει τῶν αὐλῶν ἀμύναντος. 31.
εἰ δὲ ἀπίδοις πάλιν ἐς τὸ ἄνω τῆς γραφῆς, ἔστιν ἐφεξῆς τῷ Ἀκταίωνι Αἴας ὁ ἐκΣαλαμῖνος, καὶ Παλαμήδης τε καὶ Θερσίτης κύβοις χρώμενοι παιδιᾷ, τοῦ Παλαμήδουςτῷ εὑρήματι: Αἴας δὲ ὁ ἕτερος ἐς αὐτοὺς ὁρᾷ παίζοντας. τούτῳ τῷ Αἴαντι τὸ χρῶμάἐστιν οἷον ἂν ἀνδρὶ ναυαγῷ γένοιτο ἐπανθούσης τῷ χρωτὶ ἔτι τῆς ἅλμης. [2] ἐς δὲ τὸαὐτὸ ἐπίτηδες τοῦ Ὀδυσσέως τοὺς ἐχθροὺς ἤγαγεν ὁ Πολύγνωτος: ἀφίκετο δὲ ἐςὈδυσσέως δυσμένειαν ὁ τοῦ Ὀιλέως Αἴας, ὅτι τοῖς Ἕλλησιν Ὀδυσσεὺς παρῄνεικαταλιθῶσαι τὸν Αἴαντα ἐπὶ τῷ ἐς Κασσάνδραν τολμήματι: Παλαμήδην δὲἀποπνιγῆναι προελθόντα ἐπὶ ἰχθύων θήραν, Διομήδην δὲ τὸν ἀποκτείναντα εἶναι καὶὈδυσσέα ἐπιλεξάμενος ἐν ἔπεσιν οἶδα τοῖς Κυπρίοις. [3] Μελέαγρος δὲ ὁ Οἰνέωςἀνωτέρω μὲν ἢ ὁ τοῦ Ὀιλέως Αἴας ἐστὶν ἐν τῇ γραφῇ, ἔοικε δὲ ὁρῶντι ἐς τὸν Αἴαντα.τούτοις πλὴν τῷ Παλαμήδει γένειά ἐστι τοῖς ἄλλοις. ἐς δὲ τοῦ Μελεάγρου τὴντελευτὴν Ὁμήρῳ μέν ἐστιν εἰρημένα ὡς Ἐρινὺς καταρῶν ἀκούσαι τῶν Ἀλθαίας καὶἀποθάνοι κατὰ ταύτην ὁ Μελέαγρος τὴν αἰτίαν, αἱ δὲ Ἠοῖαί τε καλούμεναι καὶ ἡΜινυὰς ὡμολογήκασιν ἀλλήλαις: Ἀπόλλωνα γὰρ δὴ αὗταί φασιν αἱ ποιήσεις ἀμῦναιΚούρησιν ἐπὶ τοὺς Αἰτωλοὺς καὶ ἀποθανεῖν Μελέαγρον ὑπὸ Ἀπόλλωνος. [4] τὸν δὲἐπὶ τῷ δαλῷ λόγον, ὡς δοθείη μὲν ὑπὸ Μοιρῶν τῇ Ἀλθαίᾳ, Μελεάγρῳ δὲ οὐ πρότερονἔδει τὴν τελευτὴν συμβῆναι πρὶν ἢ ὑπὸ πυρὸς ἀφανισθῆναι τὸν δαλὸν καὶ ὡς ὑπὸ τοῦθυμοῦ καταπρήσειεν αὐτὸν ἡ Ἀλθαία, τοῦτον τὸν λόγον Φρύνιχος ὁ Πολυφράδμονοςπρῶτος ἐν δράματι ἔδειξε Πλευρωνίαις: “κρυερὸν γὰρ οὐκ
ἤλυξεν μόρον, ὠκεῖα δέ νιν φλὸξ κατεδαίσατο,
δαλοῦ περθομένου ματρὸς ὑπ᾽ αἰνᾶς κακομηχάνου.
”Polyphradmon, Pleuronian Women, unknown location.οὐ μὴν φαίνεταί γε ὁ Φρύνιχοςπροαγαγὼν τὸν λόγον ἐς πλέον ὡς εὕρημα ἄν τις οἰκεῖον, προσαψάμενος δὲ αὐτοῦμόνον ἅτε ἐς ἅπαν ἤδη διαβεβοημένου τὸ Ἑλληνικόν. [5]
ἐν δὲ τοῖς κάτω τῆς γραφῆς μετὰ τὸν Θρᾷκά εἰσι Θάμυριν Ἕκτωρ μὲν καθεζόμενος—ἀμφοτέρας ἔχει τὰς χεῖρας περὶ τὸ ἀριστερὸν γόνυ, ἀνιωμένου σχῆμα ἐμφαίνων—,μετὰ δὲ αὐτὸν Μέμνων ἐστὶν ἐπὶ πέτρᾳ καθεζόμενος καὶ Σαρπηδὼν συνεχὴς τῷΜέμνονι: ἐπικέκλιται δὲ τὸ πρόσωπον ἐπὶ τὰς χεῖρας ἀμφοτέρας ὁ Σαρπηδών, ἡ δὲἑτέρα τῶν χειρῶν τοῦ Μέμνονος ἐπὶ τῷ ὤμῳ τοῦ Σαρπηδόνος κεῖται. [6] γένεια μὲνπᾶσίν ἐστιν αὐτοῖς, ἐν δὲ τοῦ Μέμνονος τῇ χλαμύδι καὶ ὄρνιθές εἰσιν ἐπειργασμέναι:Μεμνονίδες ταῖς ὄρνισίν ἐστιν ὄνομα, κατὰ δὲ ἔτος οἱ Ἑλλησπόντιοί φασιν αὐτὰς ἐνεἰρημέναις ἡμέραις ἰέναι τε ἐπὶ τοῦ Μέμνονος τὸν τάφον, καὶ ὁπόσον τοῦ μνήματοςδένδρων ἐστὶν ἢ πόας ψιλόν, τοῦτο καὶ σαίρουσιν αἱ ὄρνιθες καὶ ὑγροῖς τοῖς πτεροῖςτοῦ Αἰσήπου τῷ ὕδατι ῥαίνουσι. [7] παρὰ δὲ τῷ Μέμνονι καὶ παῖς Αἰθίοψ πεποίηταιγυμνός, ὅτι ὁ Μέμνων βασιλεὺς ἦν τοῦ Αἰθιόπων γένους. ἀφίκετο μέντοι ἐς Ἴλιον οὐκἀπ᾽ Αἰθιοπίας ἀλλὰ ἐκ Σούσων τῶν Περσικῶν καὶ ἀπὸ τοῦ Χοάσπου ποταμοῦ, τὰ ἔθνηπάντα ὅσα ᾤκει μεταξὺ ὑποχείρια πεποιημένος: Φρύγες δὲ καὶ τὴν ὁδὸν ἔτιἀποφαίνουσι δι᾽ ἧς τὴν στρατιὰν ἤγαγε τὰ ἐπίτομα ἐκλεγόμενος τῆς χώρας: τέτμηταιδὲ διὰ τῶν μονῶν ἡ ὁδός. [8]
ὑπὲρ δὲ τὸν Σαρπηδόνα τε καὶ Μέμνονα, ἔστιν ὑπὲρ αὐτοὺς ὁ Πάρις οὐκ ἔχων πωγένεια: κροτεῖ δὲ ταῖς χερσίν, οἷος ἂν γένοιτο ἀνδρὸς ἀγροίκου κρότος: ἐοικέναι τὸνΠάριν φήσεις τῷ ψόφῳ τῶν χειρῶν Πενθεσίλειαν παρ᾽ αὑτὸν καλοῦντι. ἔστι δὲ καὶ ἡΠενθεσίλεια ὁρῶσα ἐς τὸν Πάριν, τοῦ προσώπου δὲ ἔοικε τῷ νεύματι ὑπερορᾶν τεαὐτὸν καὶ ἐν οὐδενὸς τίθεσθαι λόγῳ: τὸ δὲ σχῆμά ἐστι τῇ Πενθεσιλείᾳ παρθένοςτόξον ἔχουσα τοῖς Σκυθικοῖς ἐμφερὲς καὶ παρδάλεως δέρμα ἐπὶ τῶν ὤμων. [9] αἱ δὲὑπὲρ τὴν Πενθεσίλειαν φέρουσαι μέν εἰσιν ὕδωρ ἐν κατεαγόσιν ὀστράκοις, πεποίηταιδὲ ἡ μὲν ἔτι ὡραία τὸ εἶδος, ἡ δὲ ἤδη τῆς ἡλικίας προήκουσα: ἰδίᾳ μὲν δὴ οὐδὲνἐπίγραμμα ἐπὶ ἑκατέρᾳ τῶν γυναικῶν, ἐν κοινῷ δέ ἐστιν ἐπὶ ἀμφοτέραις εἶναι σφᾶςτῶν οὐ μεμυημένων γυναικῶν. [10] ἀνωτέρω τούτων ἐστὶν ἡ Λυκάονος Καλλιστὼ καὶΝομία τε καὶ ἡ Νηλέως Πηρώ: ταύτης ἕδνα τῶν γάμων βοῦς ὁ Νηλεὺς ᾔτει τὰςἸφίκλου. τῇ Καλλιστοῖ δὲ ἀντὶ μὲν στρωμνῆς ἐστιν αὐτῇ δέρμα ἄρκτου, τοὺς πόδας δὲἐν τοῖς Νομίας γόνασιν ἔχει κειμένους. ἐδήλωσε δέ μοι τὰ πρότερα τοῦ λόγου φάναιτοὺς Ἀρκάδας Νομίαν εἶναι φασὶν ἐπιχώριον νύμφην: τὰς νύμφας δὲ εἶναι πολὺν μέντινα ἀριθμὸν βιούσας ἐτῶν, οὐ μέντοι παράπαν γε ἀπηλλαγμένας θανάτου, ποιητῶνἐστιν ἐς αὐτὰς λόγος.
μετὰ δὲ τὴν Καλλιστὼ καὶ ὅσαι σὺν ἐκείνῃ γυναῖκες, κρημνοῦ τε σχῆμά ἐστι καὶ ὁΑἰόλου Σίσυφος ἀνῶσαι πρὸς τὸν κρημνὸν βιαζόμενος τὴν πέτραν. [11] ἔστι δὲ καὶπίθος ἐν τῇ γραφῇ, πρεσβύτης δὲ ἄνθρωπος, ὁ δὲ ἔτι παῖς, καὶ γυναῖκες, νέα μὲν ὑπὸτῇ πέτρᾳ, παρὰ δὲ τὸν πρεσβύτην ἐοικυῖα ἐκείνῳ τὴν ἡλικίαν: οἱ μὲν δὴ ἄλλοιφέρουσιν ὕδωρ, τῇ δὲ γραῒ κατεᾶχθαι τὴν ὑδρίαν εἰκάσεις: ὅσον δὲ ἐν τῷ ὀστράκῳλοιπόν ἦν τοῦ ὕδατος, ἐκχέουσά ἐστιν αὖθις ἐς τὸν πίθον. ἐτεκμαιρόμεθα δ᾽ εἶναι καὶτούτους τῶν τὰ δρώμενα Ἐλευσῖνι ἐν οὐδενὶ θεμένων λόγῳ: οἱ γὰρ ἀρχαιότεροι τῶνἙλλήνων τελετὴν τὴν Ἐλευσινίαν πάντων ὁπόσα ἐς εὐσέβειαν ἥκει τοσούτῳ ἦγονἐντιμότερον ὅσῳ καὶ θεοὺς ἐπίπροσθεν ἡρώων. [12]
ὑπὸ τούτῳ δὲ τῷ πίθῳ Τάνταλος καὶ ἄλλα ἔχων ἐστὶν ἀλγεινὰ ὁπόσα Ὅμηρος ἐπ᾽αὐτῷ πεποίηκεν, ἐπὶ δὲ αὐτοῖς πρόσεστίν οἱ καὶ τὸ ἐκ τοῦ ἐπηρτημένου λίθου δεῖμα.Πολύγνωτος μὲν δῆλός ἐστιν ἐπακολουθήσας τῷ Ἀρχιλόχου λόγῳ: Ἀρχίλοχος δὲ οὐκοἶδα εἴτε ἐδιδάχθη παρὰ ἄλλων τὰ ἐς τὸν λίθον εἴτε καὶ αὐτὸς ἐς τὴν ποίησινἐσηνέγκατο.
τοσαύτη μὲν πλῆθος καὶ εὐπρεπείας ἐς τοσοῦτόν ἐστιν ἥκουσα ἡ τοῦ Θασίου γραφή:32. τοῦ περιβόλου δὲ τοῦ ἱεροῦ θέατρον ἔχεται θέας ἄξιον, ἐπαναβάντι δὲ ἐκ τοῦπεριβόλου ** Διονύσου δὲ ἄγαλμα ἐνταῦθα Κνιδίων ἐστὶν ἀνάθημα. στάδιον δέ σφισινἀνωτάτω τῆς πόλεως τοῦτό ἐστιν: ἐπεποίητο δὲ ἐκ τῆς πέτρας ὁποῖαι περὶ τὸνΠαρνασσόν εἰσιν αἱ πολλαί, ἄχρις Ἀθηναῖος Ἡρώδης λίθῳ τῷ Πεντελῆσιν αὐτὸμετεκόσμησεν.
τὰ μὲν δὴ ἀνήκοντα ἐς συγγραφὴν τοσαῦτά τε καὶ τοιαῦτα κατ᾽ ἐμὲ ἦν τὰ δὲλειπόμενα ἐν Δελφοῖς: [2] ἰόντι δὲ ἐκ Δελφῶν ἐπὶ τὰ ἄκρα τοῦ Παρνασσοῦ, σταδίοιςμὲν ὅσον ἑξήκοντα ἀπωτέρω Δελφῶν ἐστιν ἄγαλμα χαλκοῦν, καὶ ῥᾴων εὐζώνῳ ἀνδρὶἢ ἡμιόνοις τε καὶ ἵπποις ἐπὶ τὸ ἄντρον ἐστὶν ἄνοδος τὸ Κωρύκιον. τούτῳ δὲ τῷ ἄντρῳγενέσθαι τὸ ὄνομα ἀπὸ νύμφης Κωρυκίας ἐδήλωσα ὀλίγον τι ἔμπροσθεν: σπηλαίωνδὲ ὧν εἶδον θέας ἄξιον μάλιστα ἐφαίνετο εἶναί μοι. [3] ὅσα μὲν γὰρ ἐπί τε αἰγιαλοῖςκαὶ ἀγχιβαθεῖ τῇ θαλάσσῃ, τούτων μὲν οὐδὲ ἀριθμὸν ἄν τις ἐθέλων ἐξεύροι,ὀνομαστότατα δὲ ἔν τε Ἕλλησι καὶ ἐν γῇ τῇ βαρβάρων ἐστί: Φρύγες οἱ ἐπὶ ποταμῷΠεγκέλᾳ, τὰ δὲ ἄνωθεν ἐξ Ἀρκαδίας καὶ Ἀζάνων ἐς ταύτην ἀφικόμενοι τὴν χώραν,δεικνύουσιν ἄντρον καλούμενον Στεῦνος περιφερές τε καὶ ὕψους ἔχον εὐπρεπῶς:Μητρὸς δέ ἐστιν ἱερόν, καὶ ἄγαλμα Μητρὸς πεποίηται. [4] Θεμισώνιον δὲ τὸ ὑπὲρΛαοδικείας Φρύγες μὲν καὶ τοῦτο οἰκοῦσιν: ὅτε δὲ ὁ Γαλατῶν στρατὸς ἔφερε καὶ ἦγενἸωνίαν καὶ Ἰωνίας τὰ ὅμορα, οἱ Θεμισωνεῖς φασιν αὑτοῖς Ἡρακλέα βοηθὸν καὶἈπόλλωνα γενέσθαι καὶ Ἑρμῆν: τούτους γὰρ τοῖς τὰς ἀρχὰς ἔχουσιν ἄντρον τε δι᾽ὀνειράτων δεῖξαι καὶ ἀποκρυφθῆναι Θεμισωνεῦσι καὶ γυναιξὶν αὐτῶν καὶ παισὶν ἐςτοῦτο προστάξαι τὸ ἄντρον. [5] καὶ ἐπὶ τούτῳ πρὸ τοῦ σπηλαίου σφίσιν ἀγάλματα οὐμεγάλα ἐστὶν Ἡρακλέους καὶ Ἑρμοῦ τε καὶ Ἀπόλλωνος, Σπηλαῗται καλούμενοι: τὸ δὲἀπέχει ὅσον τριάκοντα τοῦ ἄστεως σταδίους, ὕδατος δέ εἰσιν ἐν αὐτῷ πηγαί: οὔτε δὲἔσοδος ἐς αὐτὸ φέρει οὔτε ἐπὶ πολὺ ἡ αὐγὴ δίεισι τοῦ ἡλίου, τοῦ τε ὀρόφου τὰ πλείοναἐγγυτάτω τοῦ ἐδάφους γίνεται. [6] ἔστι δὲ καὶ τοῖς ἐπὶ ποταμῷ Ληθαίῳ ΜάγνησινΑὐλαὶ καλούμενον χωρίον: ἐνταῦθα Ἀπόλλωνι ἀνεῖται σπήλαιον, μεγέθους μὲνεἵνεκα οὐ πολλοῦ θαύματος, τὸ δὲ ἄγαλμα τοῦ Ἀπόλλωνος τὰ μάλιστα ἀρχαῖον καὶἰσχὺν ἐπὶ ἔργῳ παρέχεται παντί: καὶ αὐτῷ ἄνδρες ἱεροὶ κατὰ κρημνῶν τε ἀποτόμωνκαὶ πετρῶν πηδῶσιν ὑψηλῶν καὶ ὑπερμήκη δένδρα ἐριπόντες ἐκ ῥιζῶν κατὰ τὰστενώτατα τῶν ἀτραπῶν ὁμοῦ τοῖς ἄχθεσιν ὁδεύουσι. [7] τὸ δὲ ἄντρον τὸ Κωρύκιονμεγέθει τε ὑπερβάλλει τὰ εἰρημένα καὶ ἔστιν ἐπὶ πλεῖστον ὁδεῦσαι δι᾽ αὐτοῦ καὶ ἄνευλαμπτήρων: ὅ τε ὄροφος ἐς αὔταρκες ἀπὸ τοῦ ἐδάφους ἀνέστηκε, καὶ ὕδωρ τὸ μὲνἀνερχόμενον ἐκ πηγῶν, πλέον δὲ ἔτι ἀπὸ τοῦ ὀρόφου στάζει, ὥστε καὶ δῆλα ἐν τῷἐδάφει σταλαγμῶν τὰ ἴχνη διὰ παντός ἐστι τοῦ ἄντρου. ἱερὸν δὲ αὐτὸ οἱ περὶ τὸνΠαρνασσὸν Κωρυκίων τε εἶναι Νυμφῶν καὶ Πανὸς μάλιστα ἥγηνται. ἀπὸ δὲ τοῦΚωρυκίου χαλεπὸν ἤδη καὶ ἀνδρὶ εὐζώνῳ πρὸς τὰ ἄκρα ἀφικέσθαι τοῦ Παρνασσοῦ: τὰδὲ νεφῶν τέ ἐστιν ἀνωτέρω τὰ ἄκρα καὶ αἱ Θυιάδες ἐπὶ τούτοις τῷ Διονύσῳ καὶ τῷἈπόλλωνι μαίνονται. [8]
Τιθορέα δὲ ἀπωτέρω Δελφῶν ὀγδοήκοντα ὡς εἰκάσαι σταδίοις ἐστὶ καὶ ἑκατὸν ἰόντιτὴν διὰ τοῦ Παρνασσοῦ: τὴν δὲ οὐ πάντα ὀρεινήν, ἀλλὰ καὶ ὀχήμασιν ἐπιτήδειονπλεόνων ἔτι ἐλέγετο εἶναι σταδίων. διάφορα ἐς τὸ ὄνομα οἶδα τῆς πόλεως Ἡροδότῳτε εἰρημένα ἐν ἐπιστρατείᾳ τοῦ Μήδου καὶ Βάκιδι ἐν χρησμοῖς. [9] Βάκις μέν γεΤιθορέας τοὺς ἐνθάδε ἐκάλεσεν ἀνθρώπους: Ἡροδότου δὲ ὁ ἐς αὐτοὺς λόγος ἐπιόντοςφησὶ τοῦ βαρβάρου τοὺς ἐνταῦθα οἰκοῦντας ἀναφυγεῖν ἐς τὴν κορυφήν, ὄνομα δὲΝεῶνα μὲν τῇ πόλει, Τιθορέαν δὲ εἶναι τοῦ Παρνασσοῦ τῇ ἄκρᾳ. ἔοικεν οὖν ἀνὰχρόνον πρῶτα μὲν δὴ τῇ ἁπάσῃ χώρᾳ, μετὰ δὲ ταῦτα, ἐπειδὴ ἀνῳκίσθησαν ἀπὸ τῶνκωμῶν, ἐκνικῆσαι καὶ ἐπὶ τῇ πόλει Τιθορέαν μηδὲ ἔτι Νεῶνα ὀνομάζεσθαι: Τιθορέᾳ δὲοἱ ἐπιχώριοι τεθῆναί φασιν ἀπὸ Τιθορέας νύμφης, οἷαι τὸ ἀρχαῖον λόγῳ τῷ ποιητῶνἐφύοντο ἀπό τε ἄλλων δένδρων καὶ μάλιστα ἀπὸ τῶν δρυῶν. [10] γενεᾷ δὲ ἤ μεγενέσθαι μιᾷ πρότερον ἐς τὸ χεῖρον ἔτρεψεν ὁ δαίμων τὰ ἐν τῇ Τιθορέᾳ. θεάτρου μὲνδὴ καὶ κατασκευὴ καὶ περίβολός ἐστιν ἀγορᾶς ἀρχαιοτέρας: τὰ δὲ τῶν ἐν τῇ πόλειμάλιστα ἐς μνήμην ἥκοντα Ἀθηνᾶς ἐστιν ἄλσος καὶ ναός τε καὶ ἄγαλμα: καὶ ἐςμνήμην Ἀντιόπης μνῆμά ἐστι καὶ Φώκου. καί μοι τοῦ λόγου τὰ ἔχοντα ἐς Θηβαίουςἐδήλωσε μὲν ὡς ἡ Ἀντιόπη δι᾽ ὀργὴν ἐκ Διονύσου μανείη, καὶ κατὰ αἰτίαν ἥντιναἐπεσπάσατο ἐκ τοῦ θεοῦ τὸ μήνιμα, ἐδήλωσε δὲ καὶ ὡς ἐρασθέντι Φώκῳ [11] τῷὈρνυτίωνος συνῴκησε καὶ τέθαπται ὁμοῦ τῷ Φώκῳ, καὶ Βάκιδι ὁποῖά ἐστι τῷχρησμολόγῳ κοινὰ ἐς τοῦτον τὸν τάφον καὶ ἐς τὸν Ζήθου τε ἐν Θήβαις καὶ Ἀμφίονος.τὰ μὲν δὴ ἐς συγγραφὴν τῶν ἐν τῷ πολίσματι ὅτι μὴ τὰ εἰρημένα ἄλλο ἦν οὐδέν,ποταμὸς δὲ παρὰ τῶν Τιθορέων ῥέων τὴν πόλιν ποτόν σφισι γίνεται καταβαίνουσί τεἐπὶ τὴν ὄχθην καὶ ἀρυομένοις τὸ ὕδωρ: ὄνομα δέ ἐστιν αὐτῷ Καχάλης. [12]
σταδίοις δὲ ἀπωτέρω Τιθορέας ἑβδομήκοντα ναός ἐστιν Ἀσκληπιοῦ, καλεῖται δὲἈρχαγέτας: τιμὰς δὲ παρὰ αὐτῶν ἔχει Τιθορέων καὶ ἐπ᾽ ἴσης παρὰ Φωκέων τῶνἄλλων. ἐντὸς μὲν δὴ τοῦ περιβόλου τοῖς τε ἱκέταις καὶ ὅσοι τοῦ θεοῦ δοῦλοι, τούτοιςμὲν ἐνταῦθά εἰσι καὶ οἰκήσεις: ἐν μέσῳ δὲ ὅ τε ναὸς καὶ ἄγαλμα λίθου πεποιημένον,γένεια ἔχον μέγεθος καὶ ὑπὲρ δύο πόδας: κλίνη δὲ ἐν δεξιᾷ κεῖται τοῦ ἀγάλματος,θύειν δὲ αὐτῷ τὰ πάντα ὁμοίως νομίζουσι πλὴν αἰγῶν. [13]
τοῦ δὲ Ἀσκληπιοῦ περὶ τεσσαράκοντα ἀπέχει σταδίους περίβολος καὶ ἄδυτον ἱερὸνἼσιδος, ἁγιώτατον ὁπόσα Ἕλληνες θεῷ τῇ Αἰγυπτίᾳ πεποίηνται: οὔτε γὰρ περιοικεῖνἐνταῦθα οἱ Τιθορεεῖς νομίζουσιν οὔτε ἔσοδος ἐς τὸ ἄδυτον ἄλλοις γε ἢ ἐκείνοις ἐστὶνοὓς ἂν αὐτὴ προτιμήσασα ἡ Ἶσις καλέσῃ σφᾶς δι᾽ ἐνυπνίων. τὸ δὲ αὐτὸ καὶ ἐν ταῖςὑπὲρ Μαιάνδρου πόλεσι θεοὶ ποιοῦσιν οἱ καταχθόνιοι: οὓς γὰρ ἂν ἐς τὰ ἄδυτα ἐσιέναιθελήσωσιν, ἀποστέλλουσιν αὐτοῖς ὀνειράτων ὄψεις. [14] ἐν δὲ τῇ Τιθορέων καὶ δὶςἑκάστου τοῦ ἔτους τῇ Ἴσιδι πανήγυριν ἄγουσι, τὴν μὲν τῷ ἦρι, τὴν δὲ μετοπωρινήν:τρίτῃ δὲ ἡμέρᾳ πρότερον κατὰ ἑκατέραν τῶν πανηγύρεων, ὅσοις ἐστὶν ἐσελθεῖνἄδεια, τὸ ἄδυτον ἐκκαθαίρουσι τρόπον τινὰ ἀπόρρητον, καὶ δὴ καὶ τῶν ἱερείων ἃ ἐπὶτῆς προτέρας ἐνεβλήθη πανηγύρεως, τούτων ὁπόσα ἂν ὑπολειπόμενα εὕρωσικομίζουσιν ἐς τὸ αὐτὸ ἀεὶ χωρίον καὶ κατορύσσουσιν ἐνταῦθα: δύο τε ἀπὸ τοῦ ἀδύτουστάδια ἐτεκμαιρόμεθα ἐς τοῦτο εἶναι τὸ χωρίον. [15] ταύτῃ μὲν δὴ τῇ ἡμέρᾳ τοσαῦταπερὶ τὸ ἱερὸν δρῶσι, τῇ δὲ ἐπιούσῃ σκηνὰς οἱ καπηλεύοντες ποιοῦνται καλάμου τε καὶἄλλης ὕλης αὐτοσχεδίου: τῇ τελευταίᾳ δὲ τῶν τριῶν πανηγυρίζουσι πιπράσκοντες καὶἀνδράποδα καὶ κτήνη τὰ πάντα, ἔτι δὲ ἐσθῆτας καὶ ἄργυρον καὶ χρυσόν: [16] μετὰ δὲμεσοῦσαν τὴν ἡμέραν τρέπονται πρὸς θυσίαν. θύουσι δὲ καὶ βοῦς καὶ ἐλάφους οἱεὐδαιμονέστεροι, ὅσοι δέ εἰσιν ἀποδέοντες πλούτῳ, καὶ χῆνας καὶ ὄρνιθας τὰςμελεαγρίδας: οἰσὶ δὲ ἐς τὴν θυσίαν οὐ νομίζουσιν οὐδὲ ὑσὶ χρῆσθαι καὶ αἰξίν. ὅσοιςμὲν δὴ καθαγίσασι τὰ ἱερεῖα ἐς τὸ ἄδυτον ἀποστεῖλαι *** πεποιημένους ἀρχήν,καθελίξαι δεῖ σφᾶς τὰ ἱερεῖα λίνου τελαμῶσιν ἢ βύσσου: τρόπος δὲ τῆς σκευασίαςἐστὶν ὁ Αἰγύπτιος. [17] πομπεύει τε δὴ πάντα ὅσα ἔθυσαν καὶ οἱ μὲν ἐς τὸ ἄδυτον τὰἱερεῖα ἐσπέμπουσιν, οἱ δὲ ἔμπροσθε τοῦ ἀδύτου καθαγίζουσι τὰς σκηνὰς καὶἀποχωροῦσιν αὐτοὶ σπουδῇ. καί φασί ποτε ἄνθρωπον οὐ τῶν καταβαινόντων ἐς τὸἄδυτον, βέβηλον δέ, ἡνίκα ἤρχετο ἡ πυρὰ καίεσθαι, τηνικαῦτα ἐσελθεῖν ἐς τὸ ἄδυτονὑπὸ πολυπραγμοσύνης τε καὶ τόλμης: καί οἱ πάντα ἀνάπλεα εἰδώλων φαίνεσθαι, καὶἀναστρέψαι μὲν αὐτὸν ἐς τὴν Τιθορέαν, διηγησάμενον δὲ ἃ ἐθεάσατο ἀφεῖναι τὴνψυχήν. [18] ἐοικότα δὲ ἀνδρὸς ἤκουσα Φοίνικος, ἄγειν τῇ Ἴσιδι Αἰγυπτίους τὴν ἑορτήν,ὅτε αὐτὴν τὸν Ὄσιριν πενθεῖν λέγουσι: τηνικαῦτα δὲ καὶ ὁ Νεῖλος ἀναβαίνειν σφίσινἄρχεται, καὶ τῶν ἐπιχωρίων πολλοῖς ἐστιν εἰρημένα ὡς τὰ αὔξοντα τὸν ποταμὸν καὶἄρδειν τὰς ἀρούρας ποιοῦντα δάκρυά ἐστι τῆς Ἴσιδος. τότε οὖν τὸν Ῥωμαῖον, ὃςἐπετέτραπτο Αἴγυπτον, ἄνδρα ἔφη χρήμασιν ἀναπείσαντα ἐς τὸ ἄδυτον καταπέμψαιτῆς Ἴσιδος τὸ ἐν Κόπτῳ: καὶ ὁ ἐσπεμφθεὶς ἀνέστρεψε μὲν ἐκ τοῦ ἀδύτου,διηγησάμενον δὲ ὁπόσα ἐθεάσατο καὶ τοῦτον αὐτίκα ἐπυνθανόμην τελευτῆσαι. τὸἔπος οὖν ἀληθεύειν ἔοικε τὸ Ὁμήρου, σὺν οὐδενὶ αἰσίῳ τοὺς θεοὺς τῷ γένει τῶνἀνθρώπων ἐναργῶς ὁρᾶσθαι. [19] τὸ δὲ ἔλαιον τὸ ἐν τῇ Τιθορέων ἀποδεῖ μὲν πλήθειτοῦ τε Ἀττικοῦ καὶ τοῦ Σικυωνίου, χρόᾳ δὲ ὑπερβάλλει καὶ ἡδονῇ τὸ Ἰβηρικὸν καὶ τὸ ἐκτῆς νήσου τῆς Ἰστρίας: καὶ μύρα τε ἀπ᾽ αὐτοῦ παντοῖα ἑψοῦσι καὶ τὸ ἔλαιον ὡςβασιλέα ἄγουσιν. 33.
ἑτέρα δὲ ἐκ Τιθορέας ὁδὸς ἡ ἐπὶ Λέδοντά ἐστιν: πόλις δέ ποτε ἐνομίζετο καὶ αὕτη, κατ᾽ἐμὲ δὲ ὑπὸ ἀσθενείας ἐξελελοίπεσαν οἱ Λεδόντιοι τὴν πόλιν, καὶ ἄνθρωποι περὶἑβδομήκοντα οἱ οἰκοῦντες ἦσαν ἐπὶ τῷ Κηφισῷ: Λέδων δ᾽ οὖν ὄνομα ταῖς οἰκήσεσίνἐστιν αὐτῶν, καὶ ἐς τὸν Φωκέων σύλλογον κοινὸν τελεῖν ἠξίωνται καὶ οὗτοι, καθάπεργε καὶ οἱ Πανοπεῖς. τῶν δὲ ἀνθρώπων οἳ οἰκοῦσιν ἐπὶ τῷ Κηφισῷ τεσσαράκοντά ἐστινἀνωτέρω σταδίοις Λέδοντος τῆς ἀρχαίας τὰ ἐρείπια, καὶ τὸ ὄνομα ἀπὸ ἀνδρὸς λαβεῖντὴν πόλιν φασὶν αὐτόχθονος. [2] κακῶν δὲ ἀπέλαυσαν μὲν ἀνιάτων καὶ ἄλλαι πόλειςδι᾽ ἀδικίαν ἐπιχωρίων ἀνδρῶν: ἐς τελέαν δὲ ἀπώλειαν ὤλισθον Ἴλιον μὲν διὰ τὴν ἐςΜενέλαον ὕβριν τοῦ Ἀλεξάνδρου, Μιλήσιοι δὲ διὰ τὸ ἐς τὰς ἐπιθυμίας Ἑστιαίουπρόχειρον καὶ ἔρωτα ἄλλοτε μὲν τῆς ἐν Ἠδωνοῖς πόλεως, τοτὲ δὲ εἶναι Δαρείουσύμβουλον, ἄλλοτε δὲ ἐπανήκειν ἐς Ἰωνίαν: καὶ δὴ καὶ Λεδοντίοις Φιλόμηλοςἀσέβειαν τὴν ἑαυτοῦ δημοσίᾳ παρέσχε σφίσιν ἀναμάξασθαι. [3]
Λίλαια δὲ ἡμέρας μὲν ὁδὸν καὶ ὥρᾳ χειμῶνος ἀπέχει Δελφῶν κατιοῦσι διὰ τοῦΠαρνασσοῦ, στάδια δὲ ἐτεκμαιρόμεθα ὀγδοήκοντα εἶναι τῆς ὁδοῦ καὶ ἑκατόν. τοὺς δὲἐνταῦθα ἀνθρώπους, καὶ ἐπειδὴ ἀνῳκίσθη αὐτοῖς ἡ πόλις, ἀτύχημα ἐκ Μακεδονίαςδεύτερον σφᾶς ἔμελλεν ἐπιλήψεσθαι. πολιορκηθέντες γὰρ ὑπὸ Φιλίππου τοῦΔημητρίου παρέστησαν κατὰ συνθήκας, καὶ ἐσήχθη φρουρά σφισιν ἐς τὴν πόλιν, ἕωςοὗ ἀνὴρ ἐπιχώριος—ὄνομα δέ οἱ ἦν Πάτρων—τούς τε ἐν ἡλικίᾳ τῶν πολιτῶνσυνέστησεν ἐπὶ τὴν φρουρὰν καὶ κρατήσας τοὺς Μακεδόνας μάχῃ ἠνάγκασενἀπελθεῖν σφᾶς ὑποσπόνδους: Λιλαιεῖς δὲ αὐτὸν ἀντὶ τῆς εὐεργεσίας ταύτηςἀνέθεσαν ἐς Δελφούς. [4] ἔστι δὲ ἐν Λιλαίᾳ θέατρον καὶ ἀγορά τε καὶ λουτρά: ἔστι δὲκαὶ θεῶν ἱερὰ Ἀπόλλωνος, τὸ δὲ Ἀρτέμιδος: ἀγάλματα δὲ ὀρθὰ ἐργασίας τε τῆςἈττικῆς καὶ τῆς Πεντελῆσι λιθοτομίας. Λίλαιαν δὲ τῶν καλουμένων Ναΐδων καὶθυγατέρα εἶναι τοῦ Κηφισοῦ καὶ ἀπὸ τῆς νύμφης τὸ ὄνομα τεθῆναι τῇ πόλει φασί. [5]καὶ ὁ ποταμὸς ἐνταῦθα ἔχει τὰς πηγάς: ἄνεισι δὲ ἐκ τῆς γῆς οὐ τὰ πάντα μεθ᾽ ἡσυχίας,ἀλλ᾽ ὡς τὰ πλείω συμβαίνειν μεσούσης μάλιστα τῆς ἡμέρας παρέχεται φωνὴνἀνερχόμενος: εἰκάσαις ἂν μυκωμένῳ ταύρῳ τὸν ἦχον τοῦ ὕδατος. ἔχει δὲ ἡ Λίλαια καὶπρὸς τὰς τοῦ ἔτους ὥρας μετοπώρου καὶ ἐν θέρει καὶ ἦρος ἐπιτηδείως: τὸν δὲ χειμῶναμὴ ὁμοίως ἤπιον γίνεσθαι κωλύει τὸ ὄρος ὁ Παρνασσός. [6]
Χαράδρα δὲ εἴκοσιν ἀπωτέρω σταδίοις ἐστὶν ὑπὲρ ὑψηλοῦ κειμένη κρημνοῦ, καὶὕδατος οἱ ἐνταῦθα σπανίζουσιν ἄνθρωποι, ποτὸν δέ σφισι ποταμός ἐστι Χάραδροςκατερχομένοις ὅσον τρία ἐπ᾽ αὐτὸν στάδια: ἐκδίδωσι δὲ ἐς τὸν Κηφισόν, καί μοι τὸὄνομα ἀπὸ τοῦ ποταμοῦ φαίνεται τεθῆναι τοῦ Χαράδρου τῇ πόλει. Χαραδραίοις δὲἩρώων καλουμένων εἰσὶν ἐν τῇ ἀγορᾷ βωμοί, καὶ αὐτοὺς οἱ μὲν Διοσκούρων, οἱ δὲἐπιχωρίων εἶναί φασιν ἡρώων. [7] γῆ δὲ διακεκριμένη ἀρίστη τῆς Φωκίδος ἐστὶν ἡπαρὰ τὸν Κηφισὸν καὶ φυτεῦσαι καὶ σπείρειν καὶ ἀνεῖναι νομάς: καὶ γεωργεῖται ταῦταμάλιστα τῆς χώρας, ὥστε καὶ λόγος ἐστὶ πόλιν μὲν Παραποταμίους μὴ ὀνομασθῆναι,ἐπὶ δὲ τῶν παρὰ τὸν Κηφισὸν γεωργούντων πεποιῆσθαι τὸ ἔπος, “οἵ τ᾽ ἄρα πὰρποταμὸν Κηφισὸν δῖον ἔναιον.
”Hom. Il. 2.522 [8] τούτῳ τῷ λόγῳ διάφορα μὲν ἐν τῇ Ἡροδότου συγγραφῇ, διάφοραδέ ἐστιν αὐτῷ καὶ ὅσα ἐπὶ ταῖς νίκαις ταῖς Πυθικαῖς μνημονεύουσιν: Ἀμφικτύονες γὰρΠύθια ἐτίθεσαν πρῶτον, καὶ Αἰχμέας Παραποτάμιος πυγμὴν ἐνίκησεν ἐν παισίν:ὡσαύτως δὲ Ἡρόδοτος καταλέγων τὰς πόλεις, ὅσας βασιλεὺς Ξέρξης τῶν ἐνΦωκεῦσιν ἐνέπρησε, καὶ Παραποταμίους κατείλοχεν ἐν αὐταῖς πόλιν. οὐ μέντοι οἱΠαραποτάμιοί γε ὑπὸ Ἀθηναίων καὶ Βοιωτῶν ἀνῳκίσθησαν, ἀλλὰ ἐς τὰς ἄλλαςπόλεις οἱ ἄνθρωποι κατενεμήθησαν ὑπό τε ἀσθενείας καὶ σπάνει χρημάτων.
Παραποταμίων μὲν δὴ οὔτε ἐρείπια ἔτι ἦν οὔτε ἔνθα τῆς χώρας ᾠκίσθη ἡ πόλιςμνημονεύουσιν: [9] ὁδὸς δὲ ἡ ἐς Ἀμφίκλειαν σταδίων ἐκ Λιλαίας ἐστὶν ἑξήκοντα.ταύτην τὴν Ἀμφίκλειαν ἐλυμήναντο οἱ τε ἐπιχώριοι τῷ ὀνόματι, καὶ Ἡρόδοτος μὲνἈμφίκαιαν ἐκάλεσεν ἑπόμενος τῷ ἀρχαιοτάτῳ τῶν λόγων, Ἀμφικτύονες δὲ δόγμα ἐπὶτῇ τῶν πόλεων ἀπωλείᾳ τῶν ἐν Φωκεῦσιν ἐξενεγκόντες ὄνομα ἔθεντο αὐτῇἈμφίκλειαν. οἱ δὲ ἐπιχώριοι τοιάδε ἐπ᾽ αὐτῇ λέγουσι: δυνάστην ἄνδρα ἐπιβουλὴνἐχθρῶν ὑποπτεύσαντα ἐς νήπιον παῖδα καταθέσθαι τὸν παῖδα ἐς ἀγγεῖον, καὶἀποκρύψαι τῆς χώρας ἔνθα οἱ ἄδειαν ἔσεσθαι πλείστην ἠπίστατο. λύκον μὲν δὴἐπιχειρεῖν τῷ παιδί, δράκοντα δὲ ἰσχυρὰν ἔχειν τὴν φρουρὰν ἐσπειραμένον περὶ τὸἀγγεῖον. [10] ὡς δὲ ὁ πατὴρ ἦλθε τοῦ παιδός, τὸν δράκοντα ἐπιβουλεῦσαι τῷ παιδὶἐλπίζων ἀφίησι τὸ ἀκόντιον, καὶ ἐκεῖνόν τε καὶ ὁμοῦ τῷ δράκοντι τὸν παῖδαἀπέκτεινε: διδαχθεὶς δὲ ὑπὸ τῶν ποιμαινόντων ὡς εὐεργέτην καὶ φύλακα τοῦ παιδὸςἀπεκτονὼς εἴη, πυρὰν τῷ δράκοντι καὶ τῷ παιδὶ ἐποίησεν ἐν κοινῷ. τό τε δὴ χωρίονἐοικέναι καὶ ἐς τόδε καιομένῃ πυρᾷ φασι καὶ ἀπὸ τοῦ δράκοντος ἐκείνου τὴν πόλινἐθέλουσιν Ὀφιτείαν ὀνομασθῆναι. [11] †ἃ μάλιστα ἄξιον Διονύσῳ δρῶσιν ὄργια,ἔσοδος δὲ ἐς τὸ ἄδυτον οὐδὲ ἐν φανερῷ σφισιν †ἄγαλμα οὐκ ἔστι. λέγεται δὲ ὑπὸ τῶνἈμφικλειέων μάντιν τέ σφισι τὸν θεὸν τοῦτον καὶ βοηθὸν νόσων καθεστηκέναι: τὰμὲν δὴ νοσήματα αὐτοῖς Ἀμφικλειεῦσι καὶ τοῖς προσοικοῦσιν ἰᾶται δι᾽ ὀνειράτων,πρόμαντις δὲ ὁ ἱερεύς ἐστι, χρῷ δὲ ἐκ τοῦ θεοῦ κάτοχος. [12]
Ἀμφικλείας δὲ ἀπωτέρω σταδίοις πεντεκαίδεκά ἐστι Τιθρώνιον ἐν πεδίῳ κειμένη:παρέχεται δὲ οὐδὲν ἐς μνήμην. ἐκ Τιθρωνίου δὲ εἴκοσιν ἐς Δρυμαίαν στάδιοι: καθ᾽ ὅ τιδὲ αὕτη ἡ ὁδὸς καὶ ἡ ἐς Δρυμαίαν ἐξ Ἀμφικλείας ἡ εὐθεῖα περὶ τὸν Κηφισὸνσυμμίσγουσιν, ἔστιν Ἀπόλλωνος Τιθρωνεῦσιν ἐνταῦθα ἄλσος τε καὶ βωμοί.πεποίηται δὲ καὶ ναός: ἄγαλμα δὲ οὐκ ἔστιν.
ἀπέχει δὲ Ἀμφικλείας ἡ Δρυμαία σταδίους ὀγδοήκοντα ἀποτραπέντι ἐς ἀριστερά ***κατὰ Ἡροδότου τοὺς λόγους, Ναυβολεῖς δὲ τὰ ἀρχαιότερα: καὶ οἰκιστὴν οἱ ἐνταῦθαγενέσθαι σφίσι Φώκου παῖδά φασι τοῦ Αἰακοῦ. Δήμητρος δὲ Θεσμοφόρου Δρυμαίοιςἱερόν ἐστιν ἀρχαῖον, καὶ ἄγαλμα ὀρθὸν λίθου πεποίηται, καὶ αὐτῇ Θεσμοφόριαἑορτὴν ἄγουσιν ἐπέτειον. 34.
Ἐλάτεια δὲ τῶν ἐν Φωκεῦσι μεγίστη πόλεών ἐστι τῶν ἄλλων μετά γε τοὺς Δελφούς:κεῖται δὲ κατὰ Ἀμφίκλειαν, καὶ ἐς αὐτὴν ὀγδοήκοντα καὶ ἑκατὸν ὁδός ἐστιν ἐξἈμφικλείας σταδίων, πεδιὰς ἡ πολλὴ καὶ αὖθις οὐκ ἐπὶ πολὺ ἀνάντης ἡ ἐγγυτάτω τοῦἘλατέων ἄστεως. ῥεῖ δὲ ἐν τῇ πεδιάδι ὁ Κηφισός: αἱ δὲ ὠτίδες καλούμεναι παρὰ τὸνΚηφισὸν νέμονται μάλιστα ὀρνίθων. [2] Ἐλατεῦσι δὲ ἐξεγένετο μὲν Κάσσανδρον καὶτὴν Μακεδόνων ἀπώσασθαι στρατιάν, ὑπῆρξε δὲ καὶ Ταξίλου Μιθριδάτῃστρατηγοῦντος τὸν πόλεμόν σφισιν ἐκφυγεῖν: ἀντὶ τούτου δὲ τοῦ ἔργου Ῥωμαῖοιδεδώκασιν αὐτοῖς ἐλευθέρους ὄντας ἀτελῆ νέμεσθαι τὴν χώραν. ἀμφισβητοῦσι δὲοὗτοι ξενικοῦ γένους, καὶ Ἀρκάδες φασὶν εἶναι τὸ ἀρχαῖον: Ἔλατον γὰρ τὸν Ἀρκάδος,ἡνίκα ἐπὶ τὸ ἱερὸν Φλεγύαι τὸ ἐν Δελφοῖς ἐστρατεύσαντο, ἀμῦναί τε τῷ θεῷ καὶ ἐν τῇΦωκίδι ὁμοῦ τῷ στρατεύματι αὐτὸν καταμείναντα Ἐλατείας οἰκιστὴν γενέσθαι. [3] ἐνδὲ ταῖς Φωκέων πόλεσιν ἃς ὁ Μῆδος ἐνέπρησεν, ἀριθμῆσαι καὶ τὴν Ἐλάτειαν ἔστιν ἐνταύταις. συμφοραὶ δὲ αἱ μὲν πρὸς Φωκέας τοὺς ἄλλους γεγόνασί σφισιν ἐν κοινῷ, τὰςδὲ καὶ ἰδίᾳ τοῖς Ἐλατεῦσιν ἐκ Μακεδόνων παρεσκεύασεν ὁ δαίμων. καὶ ἐπὶ μὲνΚασσάνδρου πολεμήσαντος Ὀλυμπιόδωρος κατέστη μάλιστα αἴτιος ἄπρακτον τοῖςΜακεδόσι γενέσθαι πολιορκίαν: Φίλιππος δὲ ὁ Δημητρίου τόν τε ἐν Ἐλατείᾳ δῆμονπρὸς τὸ ἔσχατον δέους ἤγαγε καὶ ὑπηγάγετο ἅμα τοὺς δυνατωτέρους δωρεᾷ. [4] Τίτοςμὲν δὴ ὁ ἄρχων ὁ Ῥωμαίων—τὸ γὰρ δὴ Ἑλληνικὸν ἅπαν ἐλευθερώσων ἀπέσταλτο ἐκῬώμης—πολιτείαν τε Ἐλατεῦσιν ἀποδώσειν τὴν ἀρχαίαν ἐπηγγέλλετο καὶ δι᾽ἀγγέλων ἐπεκηρυκεύετό σφισιν ἀπὸ Μακεδόνων ἀφίστασθαι: οἱ δὲ ὑπὸ ἀγνωμοσύνηςὁ δῆμος ἢ οἱ ἔχοντες τὰς ἀρχὰς Φιλίππῳ τε ἦσαν πιστοὶ καὶ ὑπὸ τοῦ Ῥωμαίουπολιορκίᾳ παρέστησαν. χρόνῳ δὲ οἱ Ἐλατεῖς ὕστερον Ταξίλου τε Μιθριδάτῃστρατηγοῦντος καὶ τῶν ἐκ τοῦ Πόντου βαρβάρων ἀντέσχον τῇ πολιορκίᾳ: ἐπὶ τούτῳδὲ ἐλευθέρους εἶναι τῷ ἔργῳ δέδοταί σφισιν ὑπὸ Ῥωμαίων. [5] τὸ δὲ Κοστοβώκων τετῶν λῃστικῶν τὸ κατ᾽ ἐμὲ τὴν Ἑλλάδα ἐπιδραμὸν ἀφίκετο καὶ ἐπὶ τὴν Ἐλάτειαν: ἔνθαδὴ ἀνὴρ Μνησίβουλος λόχον τε περὶ αὑτὸν ἀνδρῶν συνέστησε καὶ καταφονεύσαςπολλοὺς τῶν βαρβάρων ἔπεσεν ἐν τῇ μάχῃ. οὗτος ὁ Μνησίβουλος δρόμου νίκας καὶἄλλας ἀνείλετο καὶ Ὀλυμπιάδι πέμπτῃ πρὸς ταῖς τριάκοντά τε καὶ διακοσίαις σταδίουκαὶ τοῦ σὺν τῇ ἀσπίδι διαύλου: ἐν Ἐλατείᾳ δὲ κατὰ τὴν ὁδὸν τοῦ δρομέωςΜνησιβούλου χαλκοῦς ἕστηκεν ἀνδριάς. [6] ἡ δὲ ἀγορὰ αὐτή τέ ἐστι θέας ἀξία καὶ ὁἜλατος ἐπειργασμένος στήλῃ: σαφῶς δὲ οὐκ οἶδα εἴτε τιμῶντες οἷα οἰκιστὴν εἴτε καὶμνήματος ἐπίθημα ἐποιήσαντο τὴν στήλην. τῷ δὲ Ἀσκληπιῷ ναὸς ᾠκοδόμηται καὶἄγαλμα γένεια ἔχον ἐστί: τοῖς ἐργασαμένοις τὸ ἄγαλμα ὀνόματα μὲν Τιμοκλῆς καὶΤιμαρχίδης, γένους δέ εἰσι τοῦ Ἀττικοῦ. ἐπὶ τῷ πέρατι δὲ τῷ ἐν δεξιᾷ τῆς πόλεωςθέατρόν τέ ἐστι καὶ χαλκοῦν Ἀθηνᾶς ἄγαλμα ἀρχαῖον: ταύτην τὴν θεὸν λέγουσινἀμῦναί σφισιν ἐπὶ τοὺς ὁμοῦ Ταξίλῳ βαρβάρους. [7]
Ἐλατείας δὲ ὅσον σταδίους εἴκοσιν ἀφέστηκεν Ἀθηνᾶς ἐπίκλησιν Κραναίας ἱερόν: ἡδὲ ὁδὸς ἐπὶ τοσοῦτον ἀναντεστέρα ὡς ἀνιᾶν τὸ μηδὲν καὶ λεληθέναι μᾶλλον αὐτῆς τὸἄναντες. λόφος δὲ ἐπὶ τῆς ὁδοῦ τῷ πέρατι τὰ πλείω μὲν ἀπότομος, οὐ μέντοι ἄγαν ἢμεγέθους ἔχων ἐστὶν ἢ ὕψους: ἐπὶ τούτῳ τῷ λόφῳ τὸ ἱερὸν πεποίηται, καὶ στοαί τέεἰσι καὶ οἰκήσεις διὰ τῶν στοῶν, ἔνθα οἰκοῦσιν οἷς τὴν θεὸν θεραπεύειν καθέστηκε,καὶ ἄλλοις καὶ μάλιστα τῷ ἱερωμένῳ. [8] τὸν δὲ ἱερέα ἐκ παίδων αἱροῦνται τῶνἀνήβων, πρόνοιαν ποιούμενοι πρότερον τῆς ἱερωσύνης ἐξήκειν οἱ τὸν χρόνον πρὶν ἢἡβῆσαι: ἱερᾶται δὲ ἔτη συνεχῆ πέντε, ἐν οἷς τήν τε ἄλλην δίαιταν ἔχει παρὰ τῇ θεῷ καὶλουτρὰ αἱ ἀσάμινθοι κατὰ τρόπον εἰσὶν αὐτῷ τὸν ἀρχαῖον. τὸ δὲ ἄγαλμα ἐποίησανμὲν καὶ τοῦτο οἱ Πολυκλέους παῖδες, ἔστι δὲ ἐσκευασμένον ὡς ἐς μάχην: καὶἐπείργασται τῇ ἀσπίδι τῶν Ἀθήνῃσι μίμημα ἐπὶ τῇ ἀσπίδι τῆς καλουμένης ὑπὸἈθηναίων Παρθένου. 35.
ἐς Ἄβας δὲ ἀφικέσθαι καὶ ἐς Ὑάμπολιν ἔστι μὲν καὶ ἐξ Ἐλατείας ὀρεινὴν ὁδὸν ἐν δεξιᾷτοῦ Ἐλατέων ἄστεως, ἡ δὲ ἐπὶ Ὀποῦντα λεωφόρος ἡ ἐξ Ὀρχομενοῦ καὶ ἐς ταύταςφέρει τὰς πόλεις. ἰόντι οὖν ἐς Ὀποῦντα ἐξ Ὀρχομενοῦ καὶ ἐκτραπέντι οὐ πολὺ ἐπ᾽ἀριστερὰν ὁδός ἐστιν ἡ ἐς Ἄβας. οἱ δὲ ἐν ταῖς Ἄβαις ἐς γῆν τὴν Φωκίδα ἀφικέσθαιλέγουσιν ἐξ Ἄργους καὶ τὸ ὄνομα ἀπὸ Ἄβαντος τοῦ οἰκιστοῦ λαβεῖν τὴν πόλιν, τὸν δὲΛυγκέως τε καὶ Ὑπερμήστρας τῆς Δαναοῦ παῖδα εἶναι. Ἀπόλλωνος δὲ ἱερὰςνενομίκασιν εἶναι τὰς Ἄβας ἐκ παλαιοῦ, καὶ χρηστήριον καὶ αὐτόθι ἦν Ἀπόλλωνος. [2]θεῷ δὲ τῷ ἐν Ἄβαις οὐχ ὁμοίως Ῥωμαῖοί τε ἀπένειμαν τὰ ἐς τιμὴν καὶ ὁ Πέρσης: ἀλλὰῬωμαῖοι μὲν εὐσεβείᾳ τῇ ἐς τὸν Ἀπόλλωνα Ἀβαίοις δεδώκασιν αὐτονόμους σφᾶςεἶναι, στρατιὰ δὲ ἡ μετὰ Ξέρξου κατέπρησε καὶ τὸ ἐν Ἄβαις ἱερόν. Ἑλλήνων δὲ τοῖςἀντιστᾶσι τῷ βαρβάρῳ τὰ κατακαυθέντα ἱερὰ μὴ ἀνιστάναι σφίσιν ἔδοξεν, ἀλλὰ ἐςτὸν πάντα ὑπολείπεσθαι χρόνον τοῦ ἔχθους ὑπομνήματα: καὶ τοῦδε ἕνεκα οἵ τε ἐν τῇἉλιαρτίᾳ ναοὶ καὶ Ἀθηναίοις τῆς Ἥρας ἐπὶ ὁδῷ τῇ Φαληρικῇ καὶ ὁ ἐπὶ Φαληρῷ τῆςΔήμητρος καὶ κατ᾽ ἐμὲ ἔτι ἡμίκαυτοι μένουσι. [3] τοιαύτην θέαν καὶ τοῦ ἐν Ἄβαις ἱεροῦτότε γε εἶναι δοκῶ, ἐς ὃ ἐν τῷ πολέμῳ τῷ Φωκικῷ βιασθέντας μάχῃ Φωκέων ἄνδραςκαὶ ἐς Ἄβας ἐκπεφευγότας αὐτούς τε οἱ Θηβαῖοι τοὺς ἱκέτας καὶ τὸ ἱερόν, δεύτερον δὴοὗτοι μετὰ Μήδους, ἔδοσαν πυρί: εἱστήκει δ᾽ οὖν καὶ ἐς ἐμὲ ἔτι οἰκοδομημάτωνἀσθενέστατον ὁπόσα δὴ ἡ φλὸξ ἐλυμήνατο, ἅτε ἐπὶ τῷ Μηδικῷ προλωβησαμένῳ πυρὶαὖθις ὑπὸ τοῦ Βοιωτίου πυρὸς κατειργασμένον. [4] παρὰ δὲ τὸν ναὸν τὸν μέγαν ἐστὶνἄλλος ναός, ἀποδέων ἐκείνου μέγεθος: βασιλεὺς δὲ Ἀδριανὸς ἐποίησε τῷ Ἀπόλλωνι:τὰ δὲ ἀγάλματα ἀρχαιότερα καὶ αὐτῶν ἐστιν Ἀβαίων ἀνάθημα, χαλκοῦ δὲ εἴργασταικαὶ ὁμοίως ἐστὶν ὀρθά, Ἀπόλλων καὶ Λητώ τε καὶ Ἄρτεμις. Ἀβαίοις δὲ ἔστι μὲνθέατρον, ἔστι δὲ καὶ ἀγορά σφισι, κατασκευῆς ἀμφότερα ἀρχαίας. [5]
ἐπανελθόντα δὲ ἐς τὴν ὁδὸν τὴν ἐς Ὀποῦντα εὐθεῖαν Ὑάμπολις τὸ ἀπὸ τούτου σεἐκδέξεται. τῶν δὲ ἐνταῦθα ἀνθρώπων καὶ αὐτὸ κατηγορεῖ τὸ ὄνομα οἵτινες ἦσαν ἐξἀρχῆς καὶ ὁπόθεν ἐξαναστάντες ἀφίκοντο ἐς ταύτην τὴν χώραν: Ὕαντες γὰρ οἱ ἐκΘηβῶν Κάδμον καὶ τὸν σὺν ἐκείνῳ φυγόντες στρατὸν ἀφίκοντο ἐνταῦθα. τὰ μὲν δὴἀρχαιότερα ὑπὸ τῶν
προσχώρων ἐκαλοῦντο Ὑάντων πόλις, χρόνῳ μέντοι ὕστερον Ὑάμπολιν ἐξενίκησενὀνομασθῆναι. [6] ἅτε δὲ καὶ βασιλέως Ξέρξου καταπρήσαντος τὴν πόλιν καὶ αὖθιςΦιλίππου κατασκάψαντος, ὅμως τὰ ὑπολειπόμενα ἦν ἀγορᾶς τε ἀρχαίας κατασκευὴκαὶ βουλευτήριον, οἴκημα οὐ μέγα, καὶ θέατρον οὐ πόρρω τῶν πυλῶν. Ἀδριανὸς δὲβασιλεὺς στοὰν ᾠκοδομήσατο, καὶ ἐπώνυμος ἡ στοὰ τοῦ ἀναθέντος βασιλέως ἐστί.φρέαρ δέ σφισίν ἐστιν ἕν: ἀπὸ τούτου μόνου καὶ πίνουσι καὶ λούονται, ἀπ᾽ ἄλλου δὲἔχουσιν οὐδενὸς πλήν γε δὴ ὥρᾳ χειμῶνος τὸ ἐκ τοῦ θεοῦ. [7] σέβονται δὲ μάλισταἌρτεμιν, καὶ ναὸς Ἀρτέμιδός ἐστιν αὐτοῖς: τὸ δὲ ἄγαλμα ὁποῖόν τί ἐστιν οὐκ ἐδήλωσα:δὶς γὰρ καὶ οὐ πλέον ἑκάστου ἐνιαυτοῦ τὸ ἱερὸν ἀνοιγνύναι νομίζουσιν. ὁπόσα δ᾽ ἂντῶν βοσκημάτων ἱερὰ ἐπονομάσωσιν εἶναι τῇ Ἀρτέμιδι, ἄνευ νόσου ταῦτα καὶ πιότερατῶν ἄλλων ἐκτρέφεσθαι λέγουσιν. [8]
ἐσβολὴ δὲ ἐκ Χαιρωνείας ἐς γῆν τὴν Φωκίδα οὐ μόνον ἡ εὐθεῖά ἐστιν ἐς Δελφοὺς ἡ διάτε Πανοπέως καὶ παρὰ τὴν Δαυλίδα καὶ ὁδὸν τὴν Σχιστήν: φέρει δὲ ἐκ Χαιρωνείας καὶἑτέρα τραχεῖά τε ὁδὸς καὶ ὀρεινὴ τὰ πλέονα ἐς πόλιν Φωκέων Στῖριν: μῆκος δὲ εἴκοσιστάδιοι τῆς ὁδοῦ καὶ ἑκατόν. οἱ δὲ ἐνταῦθά φασιν οὐ Φωκεῖς, Ἀθηναῖοι δὲ εἶναι τὰἄνωθεν, καὶ ἐκ τῆς Ἀττικῆς ὁμοῦ Πετεῷ τῷ Ὀρνέως ἀφικέσθαι διωχθέντι ὑπὸ Αἰγέωςἐξ Ἀθηνῶν: ὅτι δὲ τῷ Πετεῷ τὸ πολὺ ἐκ τοῦ δήμου τοῦ Στιρέων ἠκολούθησεν, ἐπὶτούτῳ κληθῆναι τὴν πόλιν Στῖριν. [9] Στιρίταις δέ ἐστιν ἐπὶ ὑψηλοῦ καὶ πετρώδους ἡοἴκησις: σπανίζουσιν οὖν κατὰ τοῦτο ὕδατος θέρους ὥρᾳ: φρέατα γὰρ αὐτόθι οὔτεπολλὰ οὔτε ὕδωρ παρεχόμενά ἐστιν ἐπιτήδειον. ταῦτα μὲν δὴ λουτρά σφισι καὶὑποζυγίοις ποτὸν γίνεται, τὸ δὲ ὕδωρ οἱ ἄνθρωποι τὸ πότιμον ὅσον στάδια τέσσαραὑποκαταβαίνοντες λαμβάνουσιν ἐκ πηγῆς: ἡ δὲ ἐν πέτραις ἐστὶν ὀρωρυγμένη, καὶἀρύονται κατιόντες ἐς τὴν πηγήν. [10] Δήμητρος δὲ ἐπίκλησιν Στιρίτιδος ἱερόν ἐστινἐν Στῖρι: πλίνθου μὲν τῆς ὠμῆς τὸ ἱερόν, λίθου δὲ τοῦ Πεντελῆσι τὸ ἄγαλμα, δᾷδας ἡθεὸς ἔχουσα. παρὰ δὲ αὐτῇ κατειλημμένον ταινίαις ἄγαλμα ἀρχαῖόν ἐστιν ἄλλοὁπόσα Δήμητρος ἐς τιμήν. 36.
ἐς δὲ Ἄμβροσσον στάδιοι περὶ ἑξήκοντά εἰσιν ἐκ Στίρεως: πεδιὰς ἡ ὁδός, ὀρῶν ἐν μέσῳπεδίον κείμενον. ἄμπελοι δὲ τὸ πολύ εἰσι τοῦ πεδίου, καὶ ἐν γῇ τῇ Ἀμβροσσέων οὐσυνεχεῖς μὲν ὥσπερ αἱ ἄμπελοι, πεφύκασι μέντοι καὶ αἱ θάμνοι: τὴν δὲ θάμνον ταύτηνἼωνες μὲν καὶ τὸ ἄλλο Ἑλληνικὸν κόκκον, Γαλάται δὲ οἱ ὑπὲρ Φρυγίας φωνῇ τῇἐπιχωρίῳ σφίσιν ὀνομάζουσιν ὗς. γίνεται δὲ αὕτη μέγεθος μὲν ἡ κόκκος κατὰ τὴνῥάμνον καλουμένην, φύλλα δὲ μελάντερα μὲν καὶ μαλακώτερα ἢ ἡ σχῖνος, τὰ μέντοιἄλλα ἐοικότα ἔχει τῇ σχίνῳ. [2] ὁ δὲ αὐτῆς καρπὸς ὅμοιος τῷ καρπῷ τῆς στρύχνου,μέγεθος δέ ἐστι κατὰ ὄροβον. γίνεται δέ τι ἐν τῷ καρπῷ τῆς κόκκου βραχὺ ζῷον: τοῦτοεἰ ἀφίκοιτο ἐς τὸν ἀέρα πεπανθέντος τοῦ καρποῦ, πέτεταί τε αὐτίκα καὶ ἐοικὸςκώνωπι φαίνοιτο ἄν: νῦν δὲ πρότερον, πρὶν ἢ τὸ ζῷον κινηθῆναι, συλλέγουσι τῆςκόκκου τὸν καρπόν, καὶ ἔστι τοῖς ἐρίοις ἡ βαφὴ τὸ αἷμα τοῦ ζῴου. [3]
ἡ δὲ Ἄμβροσσος κεῖται μὲν ὑπὸ τὸ ὄρος τὸν Παρνασσόν, τὰ ἐπέκεινα δὲ ἢ Δελφοί:τεθῆναι δὲ τὸ ὄνομα τῇ πόλει ἀπὸ ἥρωός φασιν Ἀμβρόσσου. Θηβαῖοι δὲ ἐς τὸνΜακεδόνων καὶ Φιλίππου καθιστάμενοι πόλεμον περιέβαλον τῇ Ἀμβρόσσῳ διπλοῦντεῖχος: τὸ δέ ἐστιν ἐπιχωρίου λίθου, χρόαν μέλανος, ἐς τὰ μάλιστα ἰσχυροῦ: κύκλος δὲἑκάτερος τοῦ τείχους πλάτος μὲν ἀποδέων ὀλίγον ἐστὶν ὀργυιᾶς, τὸ δὲ ὕψος ἐςἡμίσειάν τε καὶ δύο ὀργυιάς, ὅπου μὴ τὸ τεῖχος πεπόνηκε: [4] διάστημα δὲ ἀπὸ τοῦπροτέρου τῶν κύκλων ἐπὶ τὸν δεύτερόν ἐστιν ὀργυιά: κατασκευὴ δὲ πύργων ἢἐπάλξεων ἢ εἴ τι ἄλλο ἐς εὐπρέπειαν τείχους, παρεῖται τὰ πάντα σφίσιν ἅτετειχίζουσιν ἐπὶ μόνῳ τῷ αὐτίκα ἀμύνεσθαι. ἔστι δὲ ἀγορά τε Ἀμβροσσεῦσιν οὐμεγάλη καὶ ἀνδριάντων ἐν αὐτῇ λίθου πεποιημένων κατεάγασιν οἱ πολλοί. [5]
τραπέντι δὲ ἐπὶ Ἀντίκυραν ἀνάντης τὰ πρῶτά ἐστιν ὁδός: ἀναβάντι δὲ ὅσον δύοστάδια ὁμαλές τε χωρίον καὶ ἐν δεξιᾷ τῆς ὁδοῦ Δικτυνναίας ἐπίκλησιν ἱερόν ἐστινἈρτέμιδος. ταύτην οἱ Ἀμβροσσεῖς ἄγουσι μάλιστα ἐν τιμῇ: τῷ δὲ ἀγάλματι ἐργασία τέἐστιν Αἰγιναία καὶ μέλανος τοῦ λίθου πεποίηται. τὸ δὲ ἀπὸ τοῦ ἱεροῦ τῆς Δικτυνναίαςκατάντης ὁδὸς ἐς Ἀντίκυραν πᾶσά ἐστι. τὰ δὲ ἀρχαιότερα ὄνομα εἶναι Κυπάρισσον τῇπόλει φασί, καὶ Ὅμηρον ἐν Φωκέων καταλόγῳ τὸ ὄνομα θελῆσαι θέσθαι γε αὐτόν, ὅτιἤδη τηνικαῦτα ἐκαλεῖτο Ἀντίκυρα: εἶναι γὰρ δὴ τὸν
Ἀντικυρέα κατὰ Ἡρακλέα ἡλικίαν. [6] κεῖται μὲν δὴ ἡ πόλις κατὰ Μεδεῶνος τὰἐρείπια: ἐδήλωσα δὲ ἀρχομένης τῆς ἐς Φωκέας συγγραφῆς ἐς τὸ ἱερὸν ἀσεβῆσαι τὸ ἐνΔελφοῖς Ἀντικυρέας. Ἀντικυρέας δὲ ἐποίησε μὲν ἀναστάτους καὶ ὁ ἈμύντουΦίλιππος, ἐποίησε δὲ καὶ δεύτερα Ὀτίλιος ὁ Ῥωμαῖος, ὅτι ἦσαν ὑπήκοοι καὶ οὗτοιΦιλίππου τοῦ Δημητρίου βασιλεύοντος Μακεδόνων: ὁ δὲ ἐπὶ τὸν Φίλιππον ἀμύνεινἈθηναίοις ὁ Ὀτίλιος ἀπέσταλτο ἐκ Ῥώμης. [7] τὰ δὲ ὄρη τὰ ὑπὲρ τὴν Ἀντίκυρανπετρώδη τε ἄγαν ἐστὶ καὶ ἐν αὐτοῖς φύεται μάλιστα ὁ ἐλλέβορος. ὁ μὲν αὐτοῦ μέλαςχωρεῖ τε ἀνθρώποις καὶ ἔστι γαστρὶ καθάρσιον, ὁ δὲ ἕτερος ὁ λευκὸς δι᾽ ἐμέτουκαθαίρειν πέφυκε: τὸ δὲ φάρμακον τὸ ἐς τὴν κάθαρσιν ἡ τοῦ ἐλλεβόρου ῥίζα ἐστίν. [8]Ἀντικυρεῦσι δὲ εἰσὶ μὲν ἀνδριάντες ἐν τῇ ἀγορᾷ χαλκοῖ, ἔστι δέ σφισιν ἐπὶ τῷ λιμένιΠοσειδῶνος οὐ μέγα ἱερόν, λογάσιν ᾠκοδομημένον λίθοις: κεκονίαται δὲ τὰ ἐντός. τὸδὲ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, βέβηκε δὲ ἐπὶ δελφῖνι τῷ ἑτέρῳ τῶν ποδῶν:κατὰ τοῦτο δὲ ἔχει καὶ τὴν χεῖρα ἐπὶ τῷ μηρῷ, ἐν δὲ τῇ ἑτέρᾳ χειρὶ τρίαινά ἐστιν αὐτῷ.[9] τοῦ γυμνασίου δὲ ἐν ᾧ καὶ τὰ λουτρά σφισι πεποίηται, τούτου πέραν ἄλλογυμνάσιόν ἐστιν ἀρχαῖον: ἀνδριὰς δὲ ἕστηκεν ἐν αὐτῷ χαλκοῦς: φησὶ δ᾽ ἐπ᾽ αὐτῷ τὸἐπίγραμμα Ξενόδαμον παγκρατιαστὴν Ἀντικυρέα ἐν ἀνδράσιν Ὀλυμπικὴν ἀνῃρῆσθαινίκην. εἰ δὲ ἀληθεύει τὸ ἐπίγραμμα, Ὀλυμπιάδι τῇ πρώτῃ μετὰ δέκα καὶ διακοσίαςφαίνοιτο ἂν τὸν κότινον ὁ Ξενόδαμος εἰληφώς: αὕτη δὲ ἐν τοῖς Ἠλείων γράμμασιπαρεῖται μόνη πασῶν ἡ Ὀλυμπιάς. [10] ἔστι δὲ ὑπὲρ τὴν ἀγορὰν ἐν φρέατι ὕδατοςπηγή: σκέπη δὲ ἀπὸ ἡλίου τῷ φρέατι ὄροφός τε καὶ ἀνέχοντες τὸν ὄροφον κίονες. ἔστιδὲ οὐ πολὺ ἀνωτέρω τοῦ φρέατος λίθοις τοῖς ἐπιτυχοῦσιν ᾠκοδομημένον μνῆμα:ταφῆναι δέ φασιν ἐνταῦθα τοὺς Ἰφίτου παῖδας, τὸν μὲν ἀνασωθέντα ἐξ Ἰλίου καὶἀποθανόντα ἐν τῇ οἰκείᾳ, Σχεδίῳ δὲ ἐν μὲν γῇ τῇ Τρῳάδι τὴν τελευτὴν συμβῆναιλέγουσιν, ἀχθῆναι δὲ οἴκαδε καὶ τούτου τὰ ὀστᾶ. 37.
τῆς πόλεως δὲ ἐν δεξιᾷ δύο μάλιστα προελθόντι ἀπ᾽ αὐτῆς σταδίους, πέτρα τέ ἐστινὑψηλὴ—μοῖρα ὄρους ἡ πέτρα—καὶ ἱερὸν ἐπ᾽ αὐτῆς πεποιημένον ἐστὶν Ἀρτέμιδος: ἡἌρτεμις ἔργων τῶν Πραξιτέλους, δᾷδα ἔχουσα τῇ δεξιᾷ καὶ ὑπὲρ τῶν ὤμων φαρέτραν,παρὰ δὲ αὐτὴν κύων ἐν ἀριστερᾷ: μέγεθος δὲ ὑπὲρ τὴν μεγίστην γυναῖκα τὸ ἄγαλμα.[2]
τῇ δὲ γῇ τῇ Φωκίδι ἐστὶν ὅμορος ἥ ὀνομάζεται μὲν ἀπὸ Βούλωνος ἀγαγόντος τὴνἀποικίαν ἀνδρός, συνῳκίσθη δὲ ἐκ πόλεων τῶν ἐν τῇ ἀρχαίᾳ Δωρίδι. λέγονται δὲ οἱΒούλιοι Φιλομήλου καὶ Φωκέων *** σύλλογον τὸν κοινόν. ἐς δὲ τὴν Βοῦλιν ἐκ μὲν τῆςΒοιωτίας Θίσβης σταδίων ἐστὶν ὁδὸς ὀγδοήκοντα, ἐξ Ἀντικύρας δὲ τῆς Φωκέων δι᾽ἠπείρου μὲν καὶ εἰ ἀρχήν ἐστιν οὐκ οἶδα: οὕτω δύσβατα ὄρη καὶ τραχέα τὰ μεταξὺἈντικύρας τέ ἐστι καὶ Βούλιδος: ἐς δὲ τὸν λιμένα σταδίων ἐξ Ἀντικύρας ἐστὶν ἑκατόν,τὰ δὲ ἀπὸ τοῦ λιμένος στάδια ὁδοῦ τῆς πεζῆς τὰ ἐς Βοῦλιν ἑπτὰ εἶναι μάλισταεἰκάζομεν. [3] κάτεισι δὲ καὶ ποταμὸς ἐς θάλασσαν ταύτῃ χείμαρρος, ὃν οἱ ἐπιχώριοιὀνομάζουσιν Ἡράκλειον. κεῖται δὲ ἐπὶ ὑψηλοῦ τε ἡ Βοῦλις καὶ ἐν παράπλῳπεραιουμένοις ἐξ Ἀντικύρας ἐς Λέχαιον τὸ Κορινθίων: οἱ δὲ ἄνθρωποι οἱ ἐνταῦθαπλέον ἡμίσεις κόχλων ἐς βαφὴν πορφύρας εἰσὶν ἁλιεῖς. κατασκευὴ δὲ ἡ ἐν τῇ Βούλιδιοὔτε ἡ ἄλλη θαύματος πολλοῦ καὶ ἱερὰ θεῶν ἐστιν Ἀρτέμιδος, τὸ δὲ αὐτῶν Διονύσου:τὰ δὲ ἀγάλματα ξύλου μέν ἐστιν εἰργασμένα, ὅστις δὲ ἦν ὁ ποιήσας οὐχ οἷοί τεἐγενόμεθα συμβαλέσθαι. θεῶν δὲ ὅντινα οἱ Βούλιοι σέβουσι μάλιστα, Μέγιστον μὲνὀνομάζουσι, Διὸς δὲ κατὰ ἡμετέραν δόξαν ἐστὶν ἐπίκλησις. καὶ πηγὴ Βουλίοις ἐστὶκαλουμένη Σαύνιον. [4]
ἐς δὲ Κίρραν τὸ ἐπίνειον Δελφῶν ὁδὸς μὲν σταδίων ἑξήκοντά ἐστιν ἐκ Δελφῶν:καταβάντι δὲ ἐς τὸ πεδίον ἱππόδρομός τέ ἐστι καὶ ἀγῶνα Πύθια ἄγουσιν ἐνταῦθα τὸνἱππικόν. τὰ μὲν δὴ ἐς τὸν ἐν Ὀλυμπίᾳ Ταράξιππον ἐδήλωσέ μοι τὰ ἐς Ἠλείους τοῦλόγου, ὁ δὲ ἱππόδρομος ἔοικε τοῦ Ἀπόλλωνος τάχα μέν που καὶ αὐτὸς τῶνἱππευόντων τινὰ ἀνιᾶσαι, ἅτε ἀνθρώποις τοῦ δαίμονος ὁμοίως ἐπὶ ἔργῳ παντὶ καὶἀμείνω καὶ τὰ χείρω νέμοντος: οὐ μέντοι καὶ αὐτὸς ταραχὴν τοῖς ἵπποις ὁ ἱππόδρομοςοὔτε κατὰ αἰτίαν ἥρωος οὔτε ἐπ᾽ ἄλλῃ πέφυκεν ἐργάζεσθαι προφάσει. [5] τὸ δὲ πεδίοντὸ ἀπὸ τῆς Κίρρας ψιλόν ἐστιν ἅπαν, καὶ φυτεύειν δένδρα οὐκ ἐθέλουσιν ἢ ἔκ τινοςἀρᾶς ἢ ἀχρεῖον τὴν γῆν ἐς δένδρων τροφὴν εἰδότες. λέγεται δὲ ἐς τὴν Κίρραν *** καὶἀπὸ τῆς Κίρρας τὸ ὄνομα τὸ ἐφ᾽ ἡμῶν τεθῆναι τῷ χωρίῳ φασίν. Ὅμηρος μέντοιΚρῖσαν ἔν τε Ἰλιάδι ὁμοίως καὶ ὕμνῳ τῷ ἐς Ἀπόλλωνα ὀνόματι τῷ ἐξ ἀρχῆς καλεῖ τὴνπόλιν. χρόνῳ δὲ ὕστερον οἱ ἐν τῇ Κίρρᾳ ἄλλα τε ἠσέβησαν ἐς τὸν Ἀπόλλωνα καὶἀπέτεμνον τοῦ θεοῦ τῆς χώρας. [6] πολεμεῖν οὖν πρὸς τοὺς Κιρραίους ἔδοξενἈμφικτύοσι, καὶ Κλεισθένην τε Σικυωνίων τυραννοῦντα προεστήσαντο ἡγεμόνα εἶναικαὶ Σόλωνα ἐξ Ἀθηνῶν ἐπηγάγοντο συμβουλεύειν: χρωμένοις δέ σφισιν ὑπὲρ νίκηςἀνεῖπεν ἡ Πυθία:“οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες,
πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης
κῦμα ποτικλύζῃ κελαδοῦν ἐπὶ οἴνοπα πόντον.
”ἔπεισεν οὖν ὁ Σόλων καθιερῶσαι τῷ θεῷ τὴν Κιρραίαν, ἵνα δὴ τῷ τεμένει τοῦἈπόλλωνος γένηται γείτων ἡ θάλασσα. [7] εὑρέθη δὲ καὶ ἕτερον τῷ Σόλωνι σόφισμαἐς τοὺς Κιρραίους: τοῦ γὰρ Πλείστου τὸ ὕδωρ ῥέον διὰ ὀχετοῦ σφισιν ἐς τὴν πόλινἀπέστρεψεν ἀλλαχόσε ὁ Σόλων. καὶ οἱ μὲν πρὸς τοὺς πολιορκοῦντας ἔτι ἀντεῖχον ἔκτε φρεάτων καὶ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ πίνοντες: ὁ δὲ τοῦ ἐλλεβόρου τὰς ῥίζας ἐμβαλὼνἐς τὸν Πλεῖστον, ἐπειδὴ ἱκανῶς τοῦ φαρμάκου τὸ ὕδωρ ᾔσθετο ἔχον, ἀπέστρεψεναὖθις ἐς τὸν ὀχετόν. καὶ—ἐνεφορήσαντο γὰρ ἀνέδην οἱ Κιρραῖοι τοῦ ὕδατος—καὶ οἱμὲν ὑπὸ ἀπαύστου τῆς διαρροίας ἐξέλιπον οἱ ἐπὶ τοῦ τείχους τὴν φρουράν, [8]Ἀμφικτύονες δὲ ὡς εἷλον τὴν πόλιν, ἐπράξαντο ὑπὲρ τοῦ θεοῦ δίκας παρὰ Κιρραίων,καὶ ἐπίνειον Δελφῶν ἐστιν ἡ Κίρρα. παρέχεται δὲ καὶ ἐς θέαν Ἀπόλλωνος καὶἈρτέμιδος καὶ Λητοῦς ναόν τε καὶ ἀγάλματα μεγέθει μεγάλα καὶ ἐργασίας Ἀττικῆς. ἡδὲ Ἀδράστεια ἵδρυται μὲν ἐν τῷ αὐτῷ σφίσι, μεγέθει δὲ τῶν ἄλλων ἀποδέουσαἀγαλμάτων ἐστίν. 38.
ἡ δὲ γῆ ἡ Λοκρῶν τῶν καλουμένων Ὀζολῶν προσεχὴς τῇ Φωκίδι ἐστὶ κατὰ τὴνΚίρραν. ἐς δὲ τὴν ἐπίκλησιν τῶν Λοκρῶν τούτων διάφορα ἤκουσα, ὁμοίως δὲ ἅπανταδηλώσω. Ὀρεσθεῖ τῷ Δευκαλίωνος βασιλεύοντι ἐν τῇ χώρᾳ κύων ἔτεκεν ἀντὶσκύλακος ξύλον: κατορύξαντος δὲ τοῦ Ὀρεσθέως τὸ ξύλον ἅμα τῷ ἦρι φῦναι ἄμπελονἀπ᾽ αὐτοῦ λέγουσι καὶ ἀπὸ τοῦ ξύλου τῶν ὄζων γενέσθαι τὸ ὄνομα τοῖς ἀνθρώποις.[2] οἱ δὲ Νέσσον πορθμεύοντα ἐπὶ τῷ Εὐήνῳ τρωθῆναι μὲν ὑπὸ Ἡρακλέους, οὐ μέντοικαὶ αὐτίκα γε ἀποθανεῖν ἀλλὰ ἐς τὴν γῆν ταύτην ἐκφυγεῖν νομίζουσι, καὶ ὡς ἀπέθανεσήπεσθαί τε ἄταφον καὶ ὀσμῆς τῷ ἐνταῦθα ἀέρι μεταδοῦναι δυσώδους. ὁ δὲ τρίτοςτῶν λόγων καὶ ὁ τέταρτος, ὁ μὲν ποταμοῦ τινος ἄτοπον τήν τε ἀτμίδα καὶ αὐτό φησινεἶναι τὸ ὕδωρ, ὁ δὲ τὸν ἀσφόδελον φύεσθαι πολὺν καὶ ἀνθοῦντα ** ὑπὸ τῆς ὀσμῆς. [3]λέγεται δὲ καὶ ὡς οἱ πρῶτοι τῶν ἐνταῦθα ἀνθρώπων ἦσαν αὐτόχθονες, ἐσθῆτα δὲ οὐκἐπιστάμενοί πω ὑφαίνεσθαι σκέπην πρὸς τὸ ῥῖγος θηρίων δέρματα ἐποιοῦντοἀδέψητα, τὸ δασὺ τῶν δερμάτων ἐς τὸ ἐκτὸς ὑπὲρ εὐπρεπείας τρέποντες: ἔμελλεν οὖνκατὰ τὸ αὐτὸ ταῖς βύρσαις καὶ ὁ χρώς σφισιν ἔσεσθαι δυσώδης. [4]
Δελφῶν δὲ ἀπωτέρω σταδίοις εἴκοσί τε καὶ ἑκατόν ἐστιν Ἄμφισσα μεγίστη καὶὀνομαστοτάτη πόλις τῶν Λοκρῶν. ἐσποιοῦσι δὲ αὑτοὺς ἐς τὸ Αἰτωλικὸν αἰσχύνῃ τῶνὈζολῶν τοῦ ὀνόματος: καὶ δὴ καὶ ἔχει λόγον εἰκότα, ὅτε βασιλεὺς ὁ Ῥωμαίωνἀναστάτους ἐς τὸν Νικοπόλεως συνοικισμὸν ἐποίησεν Αἰτωλούς, ἀποχωρῆσαι τοῦδήμου τὸ πολὺ ἐς τὴν Ἄμφισσαν. τὸ μέντοι ἐξ ἀρχῆς γένους τοῦ Λοκρῶν εἰσι: τεθῆναιδὲ τῇ πόλει τὸ ὄνομα ἀπὸ Ἀμφίσσης τῆς Μάκαρος τοῦ Αἰόλου φασὶ καὶ Ἀπόλλωναἐραστὴν γενέσθαι τῆς Ἀμφίσσης. [5] κεκόσμηται δὲ ἡ πόλις κατασκευῇ τε τῇ ἄλλῃ καὶτὰ μάλιστα ἥκοντα ἐς μνήμην ἔστι μὲν μνῆμα Ἀμφίσσης, ἔστι δὲ Ἀνδραίμονος: σὺν δὲαὐτῷ ταφῆναι λέγουσι καὶ Γόργην τὴν Οἰνέως συνοικήσασαν τῷ Ἀνδραίμονι. ἐν δὲ τῇἀκροπόλει ναός σφισιν Ἀθηνᾶς καὶ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, κομισθῆναιδὲ ὑπὸ Θόαντός φασιν αὐτὴν ἐξ Ἰλίου καὶ εἶναι λαφύρων τῶν ἐκ Τροίας: [6] οὐ μὴν καὶἐμέ γε ἔπειθον. ἐδήλωσα δὲ ἐν τοῖς προτέροις τοῦ λόγου Σαμίους Ῥοῖκον Φιλαίου καὶΘεόδωρον Τηλεκλέους εἶναι τοὺς εὑρόντας χαλκὸν ἐς τὸ ἀκριβέστατον τῆξαι: καὶἐχώνευσαν οὗτοι πρῶτοι. Θεοδώρου μὲν δὴ οὐδὲν ἔτι οἶδα ἐξευρών, ὅσα γε χαλκοῦπεποιημένα: ἐν δὲ Ἀρτέμιδος τῆς Ἐφεσίας πρὸς τὸ οἴκημα ἐρχομένῳ τὸ ἔχον τὰςγραφὰς λίθου θριγκός ἐστιν ὑπὲρ τοῦ βωμοῦ τῆς Πρωτοθρονίης καλουμένηςἈρτέμιδος: ἀγάλματα δὲ ἄλλα τε ἐπὶ τοῦ θριγκοῦ καὶ γυναικὸς εἰκὼν πρὸς τῷ πέρατιἕστηκε, τέχνη τοῦ Ῥοίκου, Νύκτα δὲ οἱ Ἐφέσιοι καλοῦσι. [7] τοῦτο οὖν τὸ ἄγαλμα τῆςἐν τῇ Ἀμφίσσῃ Ἀθηνᾶς καὶ ἰδεῖν ἔστιν ἀρχαιότερον καὶ ἀργότερον τὴν τέχνην. ἄγουσιδὲ καὶ τελετὴν οἱ Ἀμφισσεῖς Ἀνάκτων καλουμένων παίδων: οἵτινες δὲ θεῶν εἰσιν οἱἌνακτες παῖδες, οὐ κατὰ ταὐτά ἐστιν εἰρημένον, ἀλλ᾽ οἱ μὲν εἶναι Διοσκούρους, οἱ δὲΚούρητας, οἱ δὲ πλέον τι ἐπίστασθαι νομίζοντες Καβείρους λέγουσι. [8]
τούτων δὲ τῶν Λοκρῶν τοσαίδε ἄλλαι πόλεις εἰσίν: ἄνω μὲν ὑπὲρ Ἀμφίσσης πρὸςἤπειρον Μυονία σταδίοις ἀπωτέρω τριάκοντα Ἀμφίσσης: οὗτοι καὶ τῷ Διὶ ἐν Ὀλυμπίᾳεἰσὶν οἱ ἀναθέντες Μυᾶνες τὴν ἀσπίδα. κεῖται δὲ τὸ πόλισμα ἐπὶ ὑψηλοῦ, καί σφισινἄλσος καὶ βωμὸς θεῶν Μειλιχίων ἐστί: νυκτεριναὶ δὲ αἱ θυσίαι θεοῖς τοῖς Μειλιχίοιςεἰσὶ καὶ ἀναλῶσαι τὰ κρέα αὐτόθι πρὶν ἢ ἥλιον ἐπισχεῖν νομίζουσι. καὶ Ποσειδῶνόςἐστιν ὑπὲρ τὴν πόλιν τέμενος καλούμενον Ποσειδώνιον, ἐν δὲ αὐτῷ ναὸς Ποσειδῶνος:τὸ δὲ ἄγαλμα ἐς ἐμὲ οὐκ ἦν. [9]
οὗτοι μὲν δὴ ὑπεροικοῦσιν Ἀμφίσσης: ἐπὶ θαλάσσης δὲ Οἰάνθεια καὶ ταύτῃ ὁμοροῦσάἐστι Ναύπακτος. πλὴν δὲ Ἀμφίσσης ὑπ᾽ Ἀχαιῶν οἱ ἄλλοι Πατρέων ἄρχονται,βασιλέως σφίσι δόντος Αὐγούστου. ἐν Οἰανθείᾳ δὲ Ἀφροδίτης τε ἱερὸν καὶ ὀλίγονὑπὲρ τὴν πόλιν κυπαρίσσου τε ἀναμὶξ καὶ τῆς πίτυός ἐστιν ἄλσος καὶ ναός τεἈρτέμιδος καὶ ἄγαλμα ἐν τῷ ἄλσει: γραφαὶ δὲ ἐπὶ τῶν τοίχων ἐξίτηλοί τε ἦσαν ὑπὸτοῦ χρόνου καὶ οὐδὲν ἔτι ἐλείπετο ἐς θέαν αὐτῶν. [10] κληθῆναι δὲ ἀπὸ γυναικὸς ἢνύμφης τεκμαίρομαι τὴν πόλιν, ἐπεὶ ἐπὶ Ναυπάκτῳ γε οἶδα εἰρημένον ὡς Δωριεῖς οἱὁμοῦ τοῖς Ἀριστομάχου παισὶ τὰ πλοῖα αὐτόθι ἐποιήσαντο, οἷς ἐς Πελοπόννησονἐπεραιώθησαν: καὶ ἀντὶ τούτου γενέσθαι τὸ ὄνομα τῷ χωρίῳ φασί. τὰ δέ μοιΝαυπακτίων, ὡς τοῖς ἐς Ἰθώμην ἀποστᾶσιν ὁμοῦ τῷ σεισμῷ τῷ ἐν ΛακεδαίμονιἈθηναῖοι Ναύπακτον ἐνοικῆσαί σφισιν ἔδοσαν ἀφελόμενοι τοὺς Λοκροὺς καὶ ὡς τοῦἈθηναίων ὕστερον πταίσματος τοῦ ἐν Αἰγὸς ποταμοῖς Λακεδαιμόνιοι τοὺςΜεσσηνίους ἐδίωξαν καὶ ἐκ τῆς Ναυπάκτου, τάδε μὲν ἐπεξῆλθέ μοι καὶ ἐς πλέον ἡΜεσσηνία συγγραφή: ἐκλιπόντων δὲ ὑπὸ ἀνάγκης τῶν Μεσσηνίων, οὕτως οἱ Λοκροὶσυνελέγχθησαν αὖθις ἐς τὴν Ναύπακτον. [11] τὰ δὲ ἔπη τὰ Ναυπάκτια ὀνομαζόμεναὑπὸ Ἑλλήνων ἀνδρὶ ἐσποιοῦσιν οἱ πολλοὶ Μιλησίῳ: Χάρων δὲ ὁ Πύθεώ φησιν αὐτὰποιῆσαι Ναυπάκτιον Καρκίνον. ἑπόμεθα δὲ καὶ ἡμεῖς τῇ τοῦ Λαμψακηνοῦ δόξῃ: τίναγὰρ καὶ λόγον ἔχοι ἂν ἔπεσιν ἀνδρὸς Μιλησίου πεποιημένοις ἐς γυναῖκας τεθῆναίσφισιν ὄνομα Ναυπάκτια; [12]
ἐνταῦθα ἔστι μὲν ἐπὶ θαλάσσῃ ναὸς Ποσειδῶνος καὶ ἄγαλμα ὀρθὸν χαλκοῦπεποιημένον, ἔστι δὲ καὶ ἱερὸν Ἀρτέμιδος καὶ ἄγαλμα λευκοῦ λίθου: σχῆμα δὲἀκοντιζούσης παρέχεται καὶ ἐπίκλησιν εἴληφεν Αἰτωλή. Ἀφροδίτη δὲ ἔχει μὲν ἐνσπηλαίῳ τιμάς: εὔχονται δὲ καὶ ἄλλων εἵνεκα καὶ αἱ γυναῖκες μάλιστα αἱ χῆραι γάμοναἰτοῦσι παρὰ τῆς θεοῦ. [13] τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἐρείπια ἦν, ἐξ ἀρχῆς δὲᾠκοδόμησεν αὐτὸ ἀνὴρ ἰδιώτης Φαλύσιος. νοσήσαντι γάρ οἱ τοὺς ὀφθαλμοὺς καὶ οὐπολὺ ἀποδέον τυφλῷ ὁ ἐν Ἐπιδαύρῳ πέμπει θεὸς Ἀνύτην τὴν ποιήσασαν τὰ ἔπηφέρουσαν σεσημασμένην δέλτον. τοῦτο ἐφάνη τῇ γυναικὶ ὄψις ὀνείρατος, ὕπαρ μέντοιἦν αὐτίκα: καὶ εὗρέ τε ἐν ταῖς χερσὶ ταῖς αὑτῆς σεσημασμένην δέλτον καὶ πλεύσασαἐς τὴν Ναύπακτον ἐκέλευσεν ἀφελόντα τὴν σφραγῖδα Φαλύσιον ἐπιλέγεσθαι τὰγεγραμμένα. τῷ δὲ ἄλλως μὲν οὐ δυνατὰ ἐφαίνετο ἰδεῖν τὰ γράμματα ἔχοντι οὕτωτῶν ὀφθαλμῶν: ἐλπίζων δέ τι ἐκ τοῦ Ἀσκληπιοῦ χρηστὸν ἀφαιρεῖ τὴν σφραγῖδα, καὶἰδὼν ἐς τὸν κηρὸν ὑγιής τε ἦν καὶ δίδωσι τῇ Ἀνύτῃ τὸ ἐν τῇ δέλτῳ γεγραμμένον,στατῆρας δισχιλίους χρυσοῦ.