http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0159%3Abook%3D3
Pausanias
Description of Greece – Book 3
Λακωνικά
1.
μετὰ δὲ τοὺς Ἑρμᾶς ἐστιν ἤδη Λακωνικὴ τὰ πρὸς ἑσπέρας. ὡς δὲ αὐτοὶ Λακεδαιμόνιοιλέγουσι, Λέλεξ αὐτόχθων ὢν ἐβασίλευσε πρῶτος ἐν τῇ γῇ ταύτῃ καὶ ἀπὸ τούτουΛέλεγες ὧν ἦρχεν ὠνομάσθησαν. Λέλεγος δὲ γίνεται Μύλης καὶ νεώτεροςΠολυκάων. Πολυκάων μὲν δὴ ὅποι καὶ δι᾽ ἥντινα αἰτίαν ἀπεχώρησεν, ἑτέρωθιδηλώσω: Μύλητος δὲ τελευτήσαντος παρέλαβεν ὁ παῖς Εὐρώτας τὴν ἀρχήν. οὗτος τὸὕδωρ τὸ λιμνάζον ἐν τῷ πεδίῳ διώρυγι κατήγαγεν ἐπὶ θάλασσαν, ἀπορρυέντος δὲ—ἦν γὰν δὴ τὸ ὑπόλοιπον ποταμοῦ ῥεῦμα— ὠνόμασεν Εὐρώταν. [2] ἅτε δὲ οὐκ ὄντων:αὐτῷ παίδων ἀρρένων βασιλεύειν καταλείπει Λακεδαίμονα, μητρὸς μὲν Ταϋγέτηςὄντα, ἀφ᾽ ἧς καὶ τὸ ὄρος ὠνομάσθη, ἐς Δία δὲ πατέρα ἀνήκοντα κατὰ τὴν φήμην:συνῴκει δὲ ὁ Λακεδαίμων Σπάρτῃ θυγατρὶ τοῦ Εὐρώτα. τότε δὲ ὡς ἔσχε τὴν ἀρχήν,πρῶτα μὲν τῇ χώρᾳ καὶ τοῖς ἀνθρώποις μετέθετο ἀφ᾽ αὑτοῦ τὰ ὀνόματα, μετὰ δὲτοῦτο ᾤκισέ τε καὶ ὠνόμασεν ἀπὸ τῆς γυναικὸς πόλιν, ἣ Σπάρτη καλεῖται καὶ ἐςἡμᾶς. [3] Ἀμύκλας δὲ ὁ Λακεδαίμονος, βουλόμενος ὑπολιπέσθαι τι καὶ αὐτὸς ἐςμνήμην, πόλισμα ἔκτισεν ἐν τῇ Λακωνικῇ. γενομένων δέ οἱ παίδων Ὑάκινθον μὲννεώτατον ὄντα καὶ τὸ εἶδος κάλλιστον κατέλαβεν ἡ πεπρωμένη πρότερον τοῦπατρός, καὶ Ὑακίνθου μνῆμά ἐστιν ἐν Ἀμύκλαις ὑπὸ τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος.ἀποθανόντος δὲ Ἀμύκλα ἐς Ἄργαλον τὸν πρεσβύτατον τῶν Ἀμύκλα παίδων καὶὕστερον ἐς Κυνόρταν Ἀργάλου τελευτήσαντος ἀφίκετο ἡ ἀρχή. [4] Κυνόρτα δὲἐγένετο Οἴβαλος. οὗτος Γοργοφόνην τε τὴν Περσέως γυναῖκα ἔσχεν ἐξ Ἄργους καὶπαῖδα ἔσχε Τυνδάρεων, ᾧ περὶ τῆς βασιλείας Ἱπποκόων ἠμφισβήτει καὶ κατὰπρεσβείαν ἔχειν ἠξίου τὴν ἀρχήν. προσλαβὼν δὲ Ἰκάριον καὶ τοὺς στασιώτας παρὰπολύ τε ὑπερεβάλετο δυνάμει Τυνδάρεων καὶ ἠνάγκασεν ἀποχωρῆσαι δείσαντα, ὡςμὲν Λακεδαιμόνιοί φασιν, ἐς Πελλάναν, Μεσσηνίων δέ ἐστιν ἐς αὐτὸν λόγοςΤυνδάρεων
φεύγοντα ἐλθεῖν ὡς Ἀφαρέα ἐς τὴν Μεσσηνίαν εἶναί τε Ἀφαρέα τὸν Περιήρουςἀδελφὸν Τυνδάρεω πρὸς μητρός: καὶ οἰκῆσαί τε αὐτὸν τῆς Μεσσηνίας φασὶν ἐνΘαλάμαις καὶ τοὺς παῖδας ἐνταῦθα οἰκοῦντι αὐτῷ γενέσθαι. [5] χρόνῳ δὲ ὕστερονκατῆλθέ τε ὑπὸ Ἡρακλέους Τυνδάρεως καὶ ἀνενεώσατο τὴν ἀρχὴν: ἐβασίλευσαν δὲκαὶ οἱ Τυνδάρεω παῖδες καὶ Μενέλαος ὁ Ἀτρέως Τυνδάρεω γαμβρὸς ὢν Ὀρέστης τεἙρμιόνῃ τῇ Μενελάου συνοικῶν. κατελθόντων δὲ Ἡρακλειδῶν ἐπὶ Τισαμενοῦ τοῦὈρέστου βασιλεύοντος, Μεσσήνη μὲν καὶ Ἄργος ἑκατέρα μοῖρα Τήμενον, ἡ δὲΚρεσφόντην ἔσχεν ἄρχοντας: ἐν Λακεδαίμονι δὲ ὄντων διδύμων τῶν Ἀριστοδήμουπαίδων οἰκίαι δύο βασίλειαι γίνονται: [6] συναρέσαι γὰρ τῇ Πυθίᾳ φασίν. Ἀριστοδήμῳδὲ αὐτῷ πρότερον τὴν τελευτὴν συμβῆναι λέγουσιν ἐν Δελφοῖς πρὶν ἢ Δωριέαςκατελθεῖν ἐς Πελοπόννησον. οἱ μὲν δὴ ἀποσεμνύνοντες τὰ ἐς αὐτὸν τοξευθῆναιλέγουσιν Ἀριστόδημον ὑπὸ Ἀπόλλωνος, ὅτι οὐκ ἀφίκοιτο ἐπὶ τὸ μαντεῖον, παρὰ δὲἩρακλέους ἐντυχόντος οἱ πρότερον πύθοιτο ὡς ἐς Πελοπόννησον Δωριεῦσιγενήσεται ἥδε ἡ κάθοδος: ὁ δὲ ἀληθέστερος ἔχει λόγος Πυλάδου τοὺς παῖδας καὶἨλέκτρας, ἀνεψιοὺς ὄντας Τισαμενῷ τῷ Ὀρέστου, φονεῦσαι τὸν Ἀριστόδημον. [7]ὀνόματα μὲν δὴ τοῖς παισὶν αὐτοῦ Προκλῆς καὶ Εὐρυσθένης ἐτέθη, δίδυμοι δὲ ὄντεςδιάφοροι τὰ μάλιστα ἦσαν. προεληλυθότες δὲ ἐπὶ μέγα ἀπεχθείας ὅμως ἐν κοινῷΘήρᾳ τῷ Αὐτεσίωνος, ἀδελφῷ τῆς μητρὸς σφῶν ὄντι Ἀργείας, ἐπιτροπεύσαντι δὲ καὶαὐτῶν, συνήραντο ἐς ἀποικίαν. τὴν δὲ ἀποικίαν ὁ Θήρας ἔστελλεν ἐς τὴν νῆσον τὴντότε ὀνομαζομένην Καλλίστην, τοὺς ἀπογόνους οἱ τοῦ Μεμβλιάρουπαραχωρήσεσθαι τῆς βασιλείας ἐλπίζων ἑκόντας, ὅπερ οὖν καὶ ἐποίησαν [8]λαβόντες λογισμὸν ὅτι Θήρᾳ μὲν ἐς αὐτὸν ἀνῄει Κάδμον τὸ γένος, οἱ δὲ ἦσανἀπόγονοι Μεμβλιάρου: Μεμβλίαρον δὲ ἄνδρα ὄντα τοῦ δήμου Κάδμος ἐν τῇ νήσῳκατέλιπεν ἡγεμόνα εἶναι τῶν ἐποίκων. καὶ Θήρας μὲν τῇ τε νήσῳ μετέβαλεν ἀφ᾽ἑαυτοῦ τὸ ὄνομα καί οἱ καὶ νῦν ἔτι οἱ Θηραῖοι κατὰ ἔτος ἐναγίζουσιν ὡς οἰκιστῇ:Προκλεῖ δὲ καὶ Εὐρυσθένει μέχρι μὲν τῆς προθυμίας τῆς ἐς τὸν Θήραν ἐς τὸ αὐτὸσυνῆλθον αἱ γνῶμαι, τὰ δὲ λοιπὰ διειστήκει σφίσιν ἐπὶ παντὶ τὰ βουλεύματα. [9] οὐμὴν οὐδὲ ὁμονοησάντων τοὺς ἀπογόνους αὐτῶν ἐς κοινὸν κατάλογον ὑπάξειν ἂνἔμελλον: οὐ γάρ τι τὰ πάντα ἐς τὸ αὐτὸ συνεληλύθασιν ἡλικίας, ὡς ἀνεψιόν τεἀνεψιῷ καὶ ἀνεψιῶν παῖδας, ὡσαύτως δὲ καὶ τοὺς κατωτέρω κατὰ ἀριθμὸν τυχεῖνἀλλήλοις γεγονότας τὸν ἴσον. ἑκατέραν οὖν τὴν οἰκίαν ἐπέξειμι αὐτῶν ἰδίως καὶ οὐκἀμφοτέρας ἅμα ἐς τὸ αὐτὸ ἀναμίξας. 2.
Εὐρυσθένει πρεσβυτέρῳ τῶν Ἀριστοδήμου παίδων ὄντι ἡλικίαν γενέσθαι λέγουσινυἱὸν Ἆγιν: ἀπὸ τούτου δὲ τὸ γένος τὸ Εὐρυσθένους καλοῦσιν Ἀγιάδας. ἐπὶ τούτουΠατρεῖ τῷ Πρευγένους κτίζοντι ἐν Ἀχαΐᾳ πόλιν, ἥντινα Πάτρας καὶ ἐς ἡμᾶς καλοῦσινἀπὸ τοῦ Πατρέως τούτου, συνεπελάβοντο Λακεδαιμόνιοι τοῦ οἰκισμοῦ. συνήραντο δὲκαὶ Γρᾷ τῷ Ἐχέλα τοῦ Πενθίλου τοῦ Ὀρέστου στελλομένῳ ναυσὶν ἐς ἀποικίαν. καὶ ὁμὲν τὴν τῆς Ἰωνίας μεταξὺ καὶ Μυσῶν, καλουμένην δὲ Αἰολίδα ἐφ᾽ ἡμῶν, καθέξεινἔμελλεν: ὁ δέ οἱ πρόγονος Πενθίλος Λέσβον τὴν ὑπὲρ τῆς ἠπείρου ταύτης νῆσονεἷλεν ἔτι πρότερον. [2] ἐπὶ δὲ Ἐχεστράτου τοῦ Ἄγιδος βασιλεύοντες ἐν ΣπάρτῃΚυνουρέας τοὺς ἐν τῇ ἡλικίᾳ Λακεδαιμόνιοι ποιοῦσιν ἀναστάτους, αἰτίανἐπενεγκόντες ὡς τὴν Ἀργολίδα συγγενῶν σφισιν ὄντων Ἀργείων λῃσταί τε ἐκ τῆςΚυνουριακῆς κακουργοῖεν καὶ αὐτοὶ καταδρομὰς ἐκ τοῦ φανεροῦ ποιοῖντο ἐς τὴν γῆν.λέγονται δὲ οἱ Κυνουρεῖς Ἀργεῖοι τὸ ἀνέκαθεν εἶναι, καὶ οἰκιστήν φασιν αὐτῶνΚύνουρον γενέσθαι τὸν Περσέως. [3] ἔτεσι δὲ ὕστερον οὐ πολλοῖς Λαβώτας ὁἘχεστράτου τὴν ἀρχὴν ἔσχεν ἐν Σπάρτῃ. τοῦτον τὸν Λαβώταν Ἡρόδοτος ἐν τῷ λόγῳτῷ ἐς Κροῖσον ὑπὸ Λυκούργου τοῦ θεμένου τοὺς νόμους φησὶν ἐπιτροπευθῆναι παῖδαὄντα: Λεωβώτην δέ οἱ τίθεται τὸ ὄνομα καὶ οὐ Λαβώταν. Λακεδαιμονίοις δὲ πρῶτοντότε ἔδοξεν ἄρασθαι πρὸς Ἀργείους πόλεμον: ἐποιοῦντο δὲ ἐς αὐτοὺς ἐγκλήματα τήντε Κυνουριακὴν ἑλόντων αὑτῶν ἀποτέμνεσθαι τοὺς Ἀργείους καὶ τοὺς περιοίκουςσφῶν ὑπηκόους ὄντας ἀφιστάναι. τότε μὲν δὴ παρὰ οὐδετέρων πολεμησάντων ὅμωςμνήμης ἄξιον πραχθῆναί φασιν οὐδέν: [4] τοὺς δὲ ἐφεξῆς βασιλεύσαντας τῆς οἰκίαςταύτης Δόρυσσον τὸν Λαβώτα καὶ Ἀγησίλαον Δορύσσου δι᾽ ὀλίγου σφᾶς τὸ χρεὼνἐπέλαβεν ἀμφοτέρους. ἔθηκε δὲ καὶ Λυκοῦργος Λακεδαιμονίοις τοὺς νόμους ἐπὶ τῆςἈγησιλάου βασιλείας: θεῖναι δὲ αὐτὸν λέγουσιν οἱ μὲν παρὰ τῆς Πυθίας διδαχθένταὑπὲρ αὐτῶν, οἱ δὲ ὡς Κρητικὰ ὄντα νόμιμα ἐπαγάγοιτο. τούτους δὲ οἱ Κρῆτες τοὺςνόμους τεθῆναί σφισιν ὑπὸ Μίνω λέγουσι, βουλεύσασθαι δὲ ὑπὲρ τῶν νόμων οὐκἄνευ θεοῦ τὸν Μίνω. ᾐνίξατο δὲ καὶ Ὅμηρος ἐμοὶ δοκεῖν περὶ τοῦ Μίνω τῆςνομοθεσίας ἐν τοῖσδε τοῖς ἔπεσι: “τῇσι δ᾽ ἐνὶ Κνωσσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής.
”Hom. Od. 19.178 [5]
Λυκούργου μὲν οὖν καὶ ἐν τοῖς ἔπειτα τοῦ λόγου ποιήσομαι μνήμην: Ἀγησιλάου δὲπαῖς ἐγένετο Ἀρχέλαος. ἐπὶ τούτου Λακεδαιμόνιοι πολέμῳ κρατήσαντες πόλιν τῶνπεριοικίδων ἠνδραποδίσαντο Αἴγυν, ὑποπτεύσαντες ὡς οἱ Αἰγῦται φρονοῦσι τὰἈρκάδων. Χαρίλαος δὲ ὁ τῆς ἑτέρας οἰκίας βασιλεὺς συνεξεῖλε μὲν καὶ Ἀρχελάῳ τὴνΑἴγυν, ὁπόσα δὲ καὶ ἰδίᾳ Λακεδαιμονίων αὐτὸς ἔδρασεν ἡγούμενος, μνήμην καὶ τῶνδεποιησόμεθα ὁμοῦ τῷ λόγῳ μεταβάντι ἐς τοὺς Εὐρυπωντίδας καλουμένους. [6]Ἀρχελάου δὲ ἦν Τήλεκλος: ἐπὶ τούτου πόλεις Λακεδαιμόνιοι τῶν περιοικίδων πολέμῳκρατήσαντες ἐξεῖλον Ἀμύκλας καὶ Φᾶριν καὶ Γεράνθρας, ἐχόντων ἔτι Ἀχαιῶν.τούτων Φαρῖται καὶ Γερανθρᾶται τὴν ἔφοδον τῶν Δωριέων καταπλαγέντες ἀπελθεῖνἐκ Πελοποννήσου συγχωροῦνται ὑπόσπονδοι: τοὺς δὲ Ἀμυκλαιεῖς οὐκ ἐξ ἐπιδρομῆς
ἐκβάλλουσιν, ἀλλὰ ἀντισχόντας τε ἐπὶ πολὺ τῷ πολέμῳ καὶ ἔργα οὐκ ἄδοξαἐπιδειξαμένους. δηλοῦσι δὲ καὶ οἱ Δωριεῖς τρόπαιον ἐπὶ τοῖς Ἀμυκλαιεῦσινἀναστήσαντες, ὡς ἐν τῷ τότε λόγου μάλιστα ἄξιον τοῦτο ὑπάρξαν σφίσιν. οὐ πολλῷδὲ ὕστερον τούτων ἀπέθανεν ὑπὸ Μεσσηνίων Τήλεκλος ἐν Ἀρτέμιδος ἱερῷ: τὸ δὲἱερὸν τοῦτο ἐν μεθορίῳ τῆς τε Λακωνικῆς καὶ τῆς Μεσσηνίας ἐπεποίητο ἐν χωρίῳκαλουμένῳ Λίμναις. [7] Τηλέκλου δὲ ἀποθανόντος Ἀλκαμένης ἔσχεν ὁ Τηλέκλου τὴνἀρχήν: καὶ Λακεδαιμόνιοι πέμπουσιν ἐς Κρήτην Χαρμίδαν τὸν Εὔθυος, ἄνδρα ἐνΣπάρτῃ τῶν δοκίμων, στάσεις τε καταπαύσοντα τοῖς Κρησὶ καὶ τὰ πολίσματα, ὁπόσαἦν ἀπωτέρω θαλάσσης καὶ ἄλλως ἀσθενῆ, ταῦτα μὲν τοὺς Κρῆτας πείσονταἐκλιπεῖν, τὰ δὲ ἐν ἐπικαίρῳ τοῦ παράπλου συνοικιοῦντα ἀντ᾽ αὐτῶν. ἀνέστησαν δὲκαὶ Ἕλος ἐπὶ θαλάσσῃ πόλισμα Ἀχαιῶν ἐχόντων καὶ Ἀργείους τοῖς εἵλωσινἀμύναντας μάχῃ νικῶσιν. 3.
τελευτήσαντος δὲ Ἀλκαμένους Πολύδωρος τὴν βασιλείαν παρέλαβεν ὁ Ἀλκαμένους,καὶ ἀποικίαν τε ἐς Ἰταλίαν Λακεδαιμόνιοι τὴν ἐς Κρότωνα ἔστειλαν καὶ ἀποικίαν ἐςΛοκροὺς τοὺς πρὸς ἄκρᾳ Ζεφυρίῳ, καὶ ὁ πόλεμος ὁ καλούμενος ΜεσσηνιακὸςΠολυδώρου βασιλεύοντος μάλιστα ἐς ἀκμὴν προῆλθε. λέγουσι δὲ οὐ τὰς αὐτὰςΛακεδαιμόνιοί τε αἰτίας καὶ Μεσσήνιοι τοῦ πολέμου. [2] τὰ οὖν λεγόμενα ὑπ᾽ αὐτῶν,καὶ ὁποῖον ὁ πόλεμος ἔσχεν οὗτος πέρας, τοῦ λόγου μοι τὰ ἐφεξῆς δηλώσει:τοσοῦτον δὲ ἐν τῷ παρόντι μνησθησόμεθα αὐτῶν, τὰ πολλὰ ἡγήσασθαιΛακεδαιμονίοις ἐν τῷ προτέρῳ πρὸς Μεσσηνίους πολέμῳ Θεόπομπον τὸνΝικάνδρου, βασιλέα ὄντα τῆς ἑτέρας οἰκίας. διαπεπολεμημένου δὲ τοῦ πρὸςΜεσσήνην πολέμου καὶ ἤδη Λακεδαιμονίοις δορικτήτου τῆς Μεσσηνίας οὔσης,Πολύδωρον εὐδοκιμοῦντα ἐν Σπάρτῃ καὶ κατὰ γνώμην Λακεδαιμονίων μάλιστα ὄντατῷ δήμῳ—οὔτε γὰρ ἔργον βίαιον οὔτε ὑβριστὴν λόγον παρείχετο ἐς οὐδένα, ἐν δὲταῖς κρίσεσι τὰ δίκαια ἐφύλασσεν οὐκ ἄνευ φιλανθρωπίας, ἔχοντος δὲ ἤδηΠολυδώρου λαμπρὸν [3] ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ὄνομα, Πολέμαρχος οἰκίας ἐνΛακεδαίμονι ἀνὴρ οὐκ ἀδόξου, θρασύτερος δὲ ὡς ἐδήλωσε γνώμην, φονεύει τὸνΠολύδωρον: ἀποθανόντι δὲ αὐτῷ πολλά τε παρὰ Λακεδαιμονίων δέδοται καὶἀξιόλογα ἐς τιμήν. ἔστι μέντοι καὶ Πολεμάρχου μνῆμα ἐν Σπάρτῃ, εἴτε ἀγαθοῦ τὰπρότερα ἀνδρὸς εἶναι νομισθέντος εἴτε καὶ κρύφα οἱ προσήκοντες θάπτουσιν αὐτόν.[4]
ἐπὶ μὲν δὴ Εὐρυκράτους τοῦ Πολυδώρου βασιλεύοντος Μεσσήνιοί τε ἠνείχοντοὑπήκοοι Λακεδαιμονίων ὄντες καὶ παρὰ τοῦ δήμου τοῦ Ἀργείων οὐδέν σφισινἀπήντησε νεώτερον: ἐπὶ δὲ Ἀναξάνδρου τοῦ Εὐρυκράτους—τὸ γὰρ χρεὼν ἤδηΜεσσηνίους ἤλαυνεν ἐκτὸς Πελοποννήσου πάσης—ἀφίστανται Λακεδαιμονίων οἱΜεσσήνιοι. καὶ χρόνον μὲν ἀντέσχον πολεμοῦντες: ὑπόσπονδοι δὲ ὡς ἐκρατήθησανἀπῄεσαν ἐκ Πελοποννήσου, τὸ δὲ αὐτῶν ἐγκαταλειφθὲν τῇ γῇ Λακεδαιμονίωνἐγένοντο οἰκέται πλὴν οἱ τὰ ἐπὶ τῇ θαλάσσῃ πολίσματα ἔχοντες. [5] τὰ μὲν δὴ ἐπὶ τοῦπολέμου συμβάντα, ὃν οἱ Μεσσήνιοι Λακεδαιμονίων ἀποστάντες ἐπολέμησαν, οὔ μοικατὰ καιρὸν ἦν ἐν τῇ συγγραφῇ τῇ παρούσῃ δηλῶσαι: Ἀναξάνδρου δὲ υἱὸςΕὐρυκράτης γίνεται, Εὐρυκράτους δὲ τοῦ δευτέρου Λέων. ἐπὶ τούτων βασιλευόντωνΛακεδαιμόνιοι προσέπταιον ἐν τῷ πρὸς Τεγεάτας πολέμῳ τὰ πλείονα. ἐπὶ δὲἈναξανδρίδου τοῦ Λέοντος ἐπικρατέστεροι Τεγεατῶν γίνονται τῷ πολέμῳ: γίνονταιδὲ οὕτως. ἀνὴρ Λακεδαιμόνιος Λίχας ὄνομα ἀφίκετο ἐς Τεγέαν: [6] τηνικαῦτα δὲ αἱπόλεις ἄγουσαι σπονδὰς ἔτυχον. ἀφικομένου δὲ τοῦ Λίχα Ὀρέστου τὰ ὀστᾶἀνεζήτουν: ἀνεζήτουν δὲ αὐτὰ ἐκ θεοπροπίου Σπαρτιᾶται. συνῆκεν οὖν ὁ Λίχας ὡςἔστι κατακείμενα ἐν οἰκίᾳ χαλκέως, συνῆκε δὲ οὕτως: ὁπόσα ἐν τῇ τοῦ χαλκέως ἑώρα,παρέβαλεν αὐτὰ πρὸς τὸ ἐκ Δελφῶν μάντευμα, ἀνέμοις μὲν τοῦ χαλκέως εἰκάζωντὰς φύσας, ὅτι καὶ αὐταὶ βίαιον πνεῦμα ἠφίεσαν, τύπον δὲ τὴν σφῦραν καὶ τὸνἄκμονα ἀντίτυπον ταύτῃ, πῆμα δὲ εἰκότως ἀνθρώπῳ τὸν σίδηρον, ὅτι ἐχρῶντο ἐς τὰςμάχας ἤδη τῷ σιδήρῳ: τὰ δὲ ἐπὶ τῶν ἡρώων καλουμένων ἂν εἶπεν ὁ θεὸς ἀνθρώπῳπῆμα εἶναι τὸν χαλκόν. [7] τῷ χρησμῷ δὲ τῷ γενομένῳ Λακεδαιμονίοις ἐς τοῦὈρέστου τὰ ὀστᾶ καὶ Ἀθηναίοις ὕστερον ἐοικότα ἐχρήσθη κατάγουσιν ἐς Ἀθήνας ἐκΣκύρου Θησέα, ἄλλως δὲ οὐκ εἶναί σφισιν ἑλεῖν Σκῦρον: ἀνεῦρε δὲ δὴ τὰ ὀστᾶ τοῦΘησέως Κίμων ὁ Μιλτιάδου, σοφίᾳ χρησάμενος καὶ οὗτος, καὶ μετ᾽ οὐ πολὺ εἷλε τὴνΣκῦρον. [8] ὅτι δὲ ἐπὶ τῶν ἡρώων τὰ ὅπλα ὁμοίως χαλκᾶ ἦν πάντα, μαρτυρεῖ μοι καὶὉμήρου τῶν ἐπῶν τὰ ἔς τε ἀξίνην ἔχοντα τὴν Πεισάνδρου καὶ ἐς τοῦ Μηριόνου τὸνὀιστόν. βεβαιοῖ δὲ καὶ ἄλλως μοι τὸν λόγον ἐν Φασήλιδι ἀνακείμενον ἐν Ἀθηνᾶς ἱερῷτὸ δόρυ Ἀχιλλέως καὶ Νικομηδεῦσιν ἐν Ἀσκληπιοῦ ναῷ μάχαιρα ὁ Μέμνονος: καὶ τοῦμὲν ἥ τε αἰχμὴ καὶ ὁ σαυρωτήρ, ἡ μάχαιρα δὲ καὶ διὰ πάσης χαλκοῦ πεποίηται. [9]
ταῦτα μὲν δὴ ἴσμεν ἔχοντα οὕτως: Ἀναξανδρίδης δὲ ὁ Λέοντος Λακεδαιμονίων μόνοςγυναῖκάς τε δύο ἅμα ἔσχε καὶ οἰκίας δύο ἅμα ᾤκησε. τὴν γάρ οἱ πρότερονσυνοικοῦσαν ἀρίστην τὰ ἄλλα οὖσαν συνέβαινεν οὐ τίκτειν: ἀποπέμψασθαι δὲ αὐτὴνκελευόντων τῶν ἐφόρων τοῦτο μὲν οὐδαμῶς ἐπαγγέλλεται, τοσοῦτον δέ σφισιν εἴκειγυναῖκα ἑτέραν λαβεῖν πρὸς ταύτῃ. καὶ ἥ τε ἐπεισελθοῦσα Κλεομένην παῖδα ἔσχε καὶἡ προτέρα τέως οὐ σχοῦσα ἐν γαστρὶ ἐπὶ γεγονότι ἤδη Κλεομένει τίκτει Δωριέα καὶαὖθις Λεωνίδαν, ἐπὶ δὲ αὐτοῖς Κλεόμβροτον. [10] ἐπεὶ δὲ ἀπέθανεν Ἀναξανδρίδης,Λακεδαιμόνιοι Δωριέα καὶ γνώμην Κλεομένους καὶ τὰ ἐς πόλεμον ἀμείνονα εἶναινομίζοντες τὸν μὲν ἀπώσαντο ἄκοντες, Κλεομένει δὲ διδόασιν ἐκ τῶν νόμωνπρεσβεῖα τὴν ἀρχήν. 4.
Δωριεὺς μὲν δὴ—οὐ γὰρ ἠνείχετο ὑπακούειν Κλεομένει μένων ἐν Λακεδαίμονι—ἐςἀποικίαν στέλλεται: Κλεομένης δὲ ὡς ἐβασίλευσεν, αὐτίκα ἐσέβαλεν ἐς τὴνἈργολίδα, Λακεδαιμονίων τε αὐτῶν ἀθροίσας καὶ τῶν συμμάχων στρατιάν. ὡς δὲἐπεξῆλθον οἱ Ἀργεῖοι σὺν ὅπλοις, ὁ Κλεομένης ἐνίκα τῇ μάχῃ: καὶ —ἦν γὰρ πλησίονἄλσος ἱερὸν Ἄργου τοῦ Νιόβης— καταφεύγουσιν ὡς ἐτράποντο ὅσον τεπεντακισχίλιοι τῶν Ἀργείων ἐς τὸ ἄλσος. Κλεομένης δὲ—ἐξώρμει γὰρ τὰ πολλὰ ἐκτοῦ νοῦ—κελεύει καὶ τότε ἐνεῖναι πῦρ τοῖς εἵλωσιν ἐς τὸ ἄλσος, καὶ τό τε ἄλσος ἡφλὸξ ἐπέλαβεν ἅπαν καὶ ὁμοῦ τῷ ἄλσει καιομένῳ συγκατεκαύθησαν αὖθις οἱ ἱκέται.[2] ἐστράτευσε δὲ καὶ ἐπὶ Ἀθήνας, τὸ μὲν πρότερον Ἀθηναίοις τε ἐλευθερίαν ἀπὸ τῶνΠεισιστράτου παίδων καὶ αὑτῷ καὶ Λακεδαιμονίοις δόξαν ἐν τοῖς Ἕλλησιν ἀγαθὴνκτώμενος, ὕστερον δὲ Ἀθηναίου χάριτι ἀνδρὸς Ἰσαγόρου τυραννίδα οἱσυγκατεργασόμενος Ἀθηνῶν. ὡς δὲ ἡμάρτανε τῆς ἐλπίδος καὶ οἱ Ἀθηναῖοι περὶ τῆςἐλευθερίας ἐμαχέσαντο ἐρρωμένως, ἐνταῦθα ὁ Κλεομένης ἄλλα τε ἐδῄωσε τῆςχώρας καὶ τῆς καλουμένης Ὀργάδος θεῶν τε τῶν ἐν Ἐλευσῖνι ἱερᾶς, καὶ ταύτηςτεμεῖν φασιν αὐτόν. ἀφίκετο δὲ καὶ ἐς Αἴγιναν, καὶ Αἰγινητῶν τοὺς δυνατοὺςσυνελάμβανεν ὅσοι μηδισμοῦ τε αὐτῶν μετέσχον καὶ βασιλεῖ Δαρείῳ τῷ Ὑστάσπουγῆν δοῦναι καὶ ὕδωρ τοὺς πολίτας ἔπεισαν. [3] διατρίβοντος δὲ ἐν Αἰγίνῃ ΚλεομένουςΔημάρατος ὁ τῆς οἰκίας βασιλεὺς τῆς ἑτέρας διέβαλλεν αὐτὸν ἐς τῶν Λακεδαιμονίωντὸ πλῆθος: Κλεομένης δὲ ὡς ἀνέστρεψεν ἐξ Αἰγίνης, ἔπρασσεν ὅπως Δημάρατονπαύσειε βασιλεύοντα, καὶ τήν τε ἐν Δελφοῖς πρόμαντιν ὠνήσατο, Λακεδαιμονίοιςαὐτὴν ὁπόσα αὐτὸς ἐδίδασκεν ἐς Δημάρατον χρῆσαι, καὶ Λεωτυχίδην ἄνδρα τοῦβασιλικοῦ γένους καὶ οἰκίας Δημαράτῳ τῆς αὐτῆς ἐπῆρεν ἀμφισβητεῖν ὑπὲρ τῆςἀρχῆς. [4] εἴχετο δὲ Λεωτυχίδης λόγων οὓς Ἀρίστων ποτὲ ἐς Δημάρατον τεχθένταἐξέβαλεν ὑπὸ ἀμαθίας οὐχ αὑτοῦ παῖδα εἶναι φήσας. τότε δὲ οἱ μὲν ἐς τὸ χρηστήριονοἱ Λακεδαιμόνιοι τὸ ἐν Δελφοῖς, ὥσπερ καὶ τὰ ἄλλα εἰώθεσαν, ἀνάγουσι καὶ τὸἀμφισβήτημα τὸ ὑπὲρ Δημαράτου: ἡ δέ σφισιν ἔχρησεν ἡ πρόμαντις ὁπόσα ἦνΚλεομένει κατὰ γνώμην. [5] Δημάρατος μὲν δὴ κατὰ ἔχθος τὸ Κλεομένους καὶ οὐ σὺντῷ δικαίῳ βασιλείας ἐπαύθη, Κλεομένην δὲ ὕστερον τούτων ἐπέλαβεν ἡ τελευτὴμανέντα: ὡς γὰρ δὴ ἐλάβετο ξίφους, ἐτίτρωσκεν αὐτὸς αὑτὸν καὶ διεξῄει τὸ σῶμαἅπαν κόπτων τε καὶ λυμαινόμενος. Ἀργεῖοι μὲν δὴ τοῖς ἱκέταις τοῦ Ἄργου διδόντααὐτὸν δίκην τέλος τοῦ βίου φασὶν εὑρέσθαι τοιοῦτον, Ἀθηναῖοι δὲ ὅτι ἐδῄωσε τὴνὈργάδα, Δελφοὶ δὲ τῶν δώρων ἕνεκα ὧν τῇ προμάντιδι ἔδωκεν, ἀναπείσαςἐψευσμένα εἰπεῖν ἐς Δημάρατον. [6] εἴη δ᾽ ἂν καὶ τὰ μηνίματα ἔκ τε ἡρώων ὁμοῦ καὶθεῶν ἐς τὸ αὐτὸ τῷ Κλεομένει συνεληλυθότα, ἐπεί τοι καὶ ἰδίᾳ Πρωτεσίλαος ἐνἘλαιοῦντι οὐδὲν ἥρως Ἄργου φανερώτερος ἄνδρα Πέρσην ἐτιμωρήσατο Ἀρταΰκτηνκαὶ Μεγαρεῦσιν οὔ ποτε θεῶν τῶν ἐν Ἐλευσῖνι ὄντων ἐξεγένετο ἱλάσασθαι τὸμήνιμα γῆν ἐπεργασαμένοις τὴν ἱεράν. τὰ δὲ ἐς τοῦ μαντείου τὴν διάπειραν οὐδὲ τὸπαράπαν ἄλλον γε οὐδένα ὅτι μὴ μόνον Κλεομένην τολμήσαντα ἴσμεν. [7]
Κλεομένει δὲ οὐκ ὄντων ἀρρένων παίδων ἐς Λεωνίδαν τὸν Ἀναξανδρίδου, Δωριέως δὲἀπ᾽ ἀμφοτέρων ἀδελφόν, κατέβαινεν ἡ ἀρχή. καὶ Ξέρξης τε τηνικαῦτα ἐπὶ τὴνἙλλάδα ἤγαγε τὸν λαὸν καὶ Λεωνίδας τριακοσίοις ὁμοῦ Λακεδαιμονίων ἀπήντησενἐς Θερμοπύλας. γεγόνασι μὲν δὴ πόλεμοι καὶ Ἑλλήνων πολλοὶ καὶ ἐς ἀλλήλουςβαρβάρων, εὐαρίθμητοι δὲ ὁπόσους ἀνδρὸς ἑνὸς μάλιστα ἀρετὴ προήγαγεν ἐς πλέονδόξης, ὡς Ἀχιλλεύς τε τὸν πρὸς Ἰλίῳ πόλεμον καὶ Μιλτιάδης τὸ Μαραθῶνι ἔργον.ἀλλὰ γὰρ τὸ Λεωνίδου κατόρθωμα ὑπερεβάλετο ἐμοὶ δοκεῖν τά τε ἀνὰ χρόνονσυμβάντα καὶ τὰ ἔτι πρότερον. [8] Ξέρξῃ γὰρ βασιλέων, ὁπόσοι Μήδοις καὶ Πέρσαιςἐγένοντο ὕστερον, παρασχομένῳ μέγιστον φρόνημα καὶ ἀποδειξαμένῳ λαμπρὰοὕτω, κατὰ τὴν πορείαν Λεωνίδας σὺν ὀλίγοις, οὓς ἠγάγετο ἐς Θερμοπύλας, ἐγένετοἂν ἐμποδὼν μηδὲ ἀρχὴν τὴν Ἑλλάδα ἰδεῖν αὐτὸν μηδὲ Ἀθηναίων ποτὲ ἐμπρῆσαι τὴνπόλιν, εἰ μὴ κατὰ τὴν ἀτραπὸν τὴν διὰ τῆς Οἴτης τείνουσαν περιαγαγὼν τὴν μετὰὙδάρνου στρατιὰν ὁ Τραχίνιος κυκλώσασθαί σφισι τοὺς Ἕλληνας παρέσχε καὶ οὕτωκατεργασθέντος Λεωνίδου παρῆλθον ἐς τὴν Ἑλλάδα οἱ βάρβαροι. [9]
Παυσανίας δὲ ὁ Κλεομβρότου βασιλεὺς μὲν οὐκ ἐγένετο: ἐπιτροπεύων γὰρΠλείσταρχον τὸν Λεωνίδου καταλειφθέντα ἔτι παῖδα ἐς Πλάταιάν τε Λακεδαιμονίουςἤγαγε καὶ ὕστερον ναυσὶν ἐς τὸν Ἑλλήσποντον. Παυσανίου δὲ τὸ ἔργον τὸ ἐς τὴνΚῴαν γυναῖκα ἐν ἐπαίνῳ τίθεμαι μάλιστα, ἥντινα ἀνδρὸς οὐκ ἀδόξου παρὰ Κῴοιςθυγατέρα οὖσαν Ἡγητορίδου τοῦ
Ἀνταγόρου Φαρανδάτης ὁ Τεάσπιδος, ἀνὴρ Πέρσης, παλλακὴν εἶχεν ἄκουσαν: [10]ἐπεὶ δὲ Πλαταιᾶσι Μαρδόνιός τε ἔπεσεν ἐν τῇ μάχῃ καὶ ἀπώλοντο οἱ βάρβαροι, τὴνγυναῖκα ὁ Παυσανίας ἀπέστειλεν ἐς τὴν Κῶν κόσμον τε ὃν ἐποιήσατο ὁ Πέρσης αὐτῇκαὶ τὴν ἄλλην ἀγομένην κατασκευήν. Μαρδονίου τε οὐκ ἠθέλησεν ὁ Παυσανίαςαἰσχῦναι τὸν νεκρὸν κατὰ τὴν παραίνεσιν τοῦ Αἰγινήτου Λάμπωνος. 5.
Πλείσταρχος μὲν οὖν ὁ Λεωνίδου νεωστὶ τὴν βασιλείαν παρειληφὼς ἐτελεύτησε,Πλειστοάναξ δὲ ἔσχε τὴν ἀρχὴν ὁ Παυσανίου τοῦ Πλαταιᾶσιν ἡγησαμένου:Πλειστοάνακτος δὲ ἐγένετο Παυσανίας. οὗτος ἐς τὴν Ἀττικὴν ἀφίκετο ὁ ΠαυσανίαςΘρασυβούλῳ καὶ Ἀθηναίοις πολέμιος τῷ λόγῳ, τοῖς δὲ ἄρχειν ἐπιτραπεῖσιν ὑπὸΛυσάνδρου καταστησόμενος τὴν τυραννίδα ἐν βεβαίῳ. καὶ μάχῃ μὲν ἐνίκησενἈθηναίων τοὺς ἔχοντας τὸν Πειραιᾶ, μετὰ δὲ τὴν μάχην αὐτίκα οἱ τὸν στρατὸνἀπάγειν οἴκαδε ἤρεσε μηδὲ ἀνοσίων ἀνδρῶν τυραννίδα αὔξοντα ἐπισπάσασθαι τῇΣπάρτῃ τὸ αἴσχιστον τῶν ὀνειδῶν. [2] ὡς δὲ ἐπανῆλθεν ἐξ Ἀθηνῶν μαχεσάμενοςἄπρακτον μάχην, ὑπάγουσιν αὐτὸν ἐς κρίσιν οἱ ἐχθροί. βασιλεῖ δὲ τῷ Λακεδαιμονίωνδικαστήριον ἐκάθιζον οἵ τε ὀνομαζόμενοι γέροντες, ὀκτὼ καὶ εἴκοσιν ὄντες ἀριθμόν,καὶ ἡ τῶν ἐφόρων ἀρχή, σὺν δὲ αὐτοῖς καὶ ὁ τῆς οἰκίας βασιλεὺς τῆς ἑτέρας. τέσσαρεςμὲν δὴ καὶ δέκα τῶν γερόντων, ἐπὶ δὲ αὐτοῖς Ἆγις ὁ τῆς ἑτέρας οἰκίας βασιλεύς,ἀδικεῖν τὸν Παυσανίαν κατέγνωσαν: [3] τὸ δὲ ἄλλο ἀπέγνω δικαστήριον. μετὰ δὲ οὐπολὺν χρόνον Λακεδαιμονίων συλλεγόντων ἐπὶ Θήβας στρατιάν—αἰτία δὲ ἥτιςἐγένετο προσέσται τῷ ἐς Ἀγησίλαον λόγῳ—, τότε δὲ Λύσανδρος μὲν ἐς τὴν Φωκίδαἀφικόμενος καὶ ἀναλαβὼν πανδημεὶ τοὺς Φωκέας οὐδένα ἔτι ἐπισχὼν χρόνον ἔς τεΒοιωτίαν ἐληλύθει καὶ προσβολὰς ἐποιεῖτο ἐς τὸ Ἁλιαρτίων τεῖχος οὐκ ἐθελόντωνἀπὸ Θηβαίων ἀφίστασθαι. ἐσεληλύθεσαν δὲ ἤδη καὶ Θηβαίων καὶ Ἀθηναίων τινὲςκρύφα ἐς τὴν πόλιν, ὧν ἐπεξελθόντων καὶ πρὸ τοῦ τείχους ταξαμένων ἄλλοι τεἐνταῦθα Λακεδαιμονίων καὶ Λύσανδρος ἔπεσε. [4] Παυσανίας δὲ ὑστέρησε μὲν τοῦἀγῶνος παρὰ Τεγεατῶν καὶ ἐξ Ἀρκαδίας τῆς ἄλλης ἀθροίζων δύναμιν: ὡς δὲ ἐς τὴνΒοιωτίαν ἀφίκετο, ἐπυνθάνετό τε τήν τε ἧτταν τῶν ὁμοῦ Λυσάνδρῳ καὶ αὐτοῦΛυσάνδρου τὴν τελευτήν, ἐπῆγε δὲ ὅμως ἐπὶ τὰς Θήβας τὸν στρατὸν καὶ διενοεῖτο ὡςμάχης ἄρξων. ἐνταῦθα οἵ τε Θηβαῖοι τὰ ἐναντία ἐτάσσοντο καὶ Θρασύβουλοςἀπέχειν οὐ πολὺ ἀπηγγέλλετο ἄγων τοὺς Ἀθηναίους: ἀνέμενε δὲ ἄρξαιΛακεδαιμονίους μάχης, ἄρξασι δὲ αὐτὸς ἤδη κατὰ νώτου σφίσιν ἔμελλενἐπικείσεσθαι. [5] ἔδεισεν οὖν ὁ Παυσανίας διπλοῦ στρατιωτικοῦ πολεμίων ἀνδρῶνμεταξὺ ἀποληφθῆναι, καὶ οὕτω σπονδάς τε πρὸς τοὺς Θηβαίους ἐποιήσατο καὶ τοὺςὑπὸ τῷ Ἁλιαρτίων τείχει πεσόντας ἀνείλετο. τοῦτο Λακεδαιμονίοις μὲν ἐγένετο οὐκατὰ γνώμην, ἐγὼ δὲ ἐπαινῶ τῶνδε ἕνεκα τὸ βούλευμα: ἅτε γὰρ εὖ εἰδὼς ὁΠαυσανίας ὡς τὰ σφάλματα ἀεὶ Λακεδαιμονίοις
γίνονται ἐν μέσῳ πολεμίων ἀποληφθεῖσι, τό τε ἐν Θερμοπύλαις καὶ ἐν τῇ Σφακτηρίᾳνήσῳ δεῖμα ἐποιήσατο μή σφισι καὶ αὐτὸς τρίτου γένηται κακοῦ πρόφασις. [6] τότε δὲἐν αἰτίᾳ ποιουμένων τῶν πολιτῶν τὴν βραδυτῆτα αὐτοῦ τὴν ἐς Βοιωτίαν οὐχὑπέμεινεν ἐσελθεῖν ἐς δικαστήριον, Τεγεᾶται δὲ αὐτὸν τῆς Ἀθηνᾶς ἱκέτην ἐδέξαντοτῆς Ἀλέας. ἦν δὲ ἄρα τὸ ἱερὸν τοῦτο ἐκ παλαιοῦ Πελοποννησίοις πᾶσιν αἰδέσιμον καὶτοῖς αὐτόθι ἱκετεύουσιν ἀσφάλειαν μάλιστα παρείχετο: ἐδήλωσαν δὲ οἵ τεΛακεδαιμόνιοι τὸν Παυσανίαν καὶ ἔτι πρότερον τούτου Λεωτυχίδην καὶ ἈργεῖοιΧρυσίδα, καθεζομένους ἐνταῦθα ἱκέτας, οὐδὲ ἀρχὴν ἐξαιτῆσαι θελήσαντες. [7]
Παυσανίου δὲ φυγόντος οἱ μὲν παῖδες Ἀγησίπολις καὶ Κλεόμβροτος νέοι παντάπασινἔτι ἦσαν, Ἀριστόδημος δὲ ἐπετρόπευεν αὐτοὺς γένους ἐγγύτατα ὤν: καὶ τὸ ἐνΚορίνθῳ Λακεδαιμονίων κατόρθωμα Ἀριστοδήμου σφίσιν ἐγένετο ἡγουμένου. [8]Ἀγησίπολις δὲ ἐπεὶ τὴν βασιλείαν ἔσχεν αὐξηθείς, Πελοποννησίων πρώτοιςἐπολέμησεν Ἀργείοις. ὡς δὲ ἐκ τῆς Τεγεατῶν ἐς τὴν Ἀργολίδα ἤγαγε τὸν στρατόν,πέμπουσι κήρυκα οἱ Ἀργεῖοι σπεισόμενον πρὸς Ἀγησίπολίν σφισι πατρῴους δή τιναςσπονδὰς ἐκ παλαιοῦ καθεστώσας τοῖς Δωριεῦσι πρὸς ἀλλήλους. ὁ δὲ οὔτε τῷ κήρυκιἐσπείσατο καὶ προϊὼν ὁμοῦ τῇ στρατιᾷ τὴν γῆν ἔφθειρεν: ἔσεισέ τε δὴ ὁ θεὸς καὶ ὁἈγησίπολις οὐδ᾽ οὕτω τὴν δύναμιν ἀπάξειν ἔμελλε, καίτοι Λακεδαιμονίοις μάλισταἙλλήνων—ὡσαύτως δὲ καὶ Ἀθηναίοις—δεῖμα αἱ διοσημεῖαι παρείχοντο. [9] καὶ ὁ μὲνὑπὸ τὸ τεῖχος κατεστρατοπεδεύετο ἤδη τὸ Ἀργείων καὶ οὐ παρίει σείων ὁ θεὸς καίτινες καὶ ἀπώλοντο τῶν στρατιωτῶν κεραυνωθέντες, τοὺς δὲ καὶ ἔκφρονας ἐποίησαναἱ βρονταί. οὕτω μὲν δὴ ἐκ τῆς Ἀργολίδος ἀνέζευξεν ἄκων, ἐπὶ δὲ Ὀλυνθίους ἐποιεῖτοαὖθις στρατείαν. κρατοῦντα δὲ αὐτὸν τῷ πολέμῳ καὶ ᾑρηκότα τῶν τε ἄλλων πόλεωντῶν ἐν Χαλκιδεῦσι τὰς πολλὰς καὶ αὐτὴν ἐλπίζοντα αἱρήσειν τὴν Ὄλυνθον νόσος τεἐξαίφνης καὶ θάνατος ἐπέλαβεν ἀπ᾽ αὐτῆς. 6.
Ἀγησιπόλιδος δὲ ἄπαιδος τελευτήσαντος ἐς Κλεόμβροτον περιῆλθεν ἡ ἀρχή, καὶ ὑπὸἡγεμόνι τούτῳ Βοιωτοῖς ἐναντία ἠγωνίσαντο ἐν Λεύκτροις: Κλεόμβροτος δὲ αὐτὸςγενόμενος ἀνὴρ ἀγαθὸς ἀρχομένης ἔτι ἔπεσε τῆς μάχης. μάλιστα δέ πως ἐπὶπταίσμασιν ἐθέλει μεγάλοις προαφαιρεῖσθαι τὸν ἡγεμόνα ὁ δαίμων, καθὰ δὴ καὶἈθηναίων ἀπῆγεν Ἱπποκράτην τε τὸν Ἀρίφρονος στρατηγοῦντα ἐπὶ Δηλίῳ καὶὕστερον ἐν Θεσσαλίᾳ Λεωσθένην. [2]
Κλεομβρότου δὲ ὁ μὲν πρεσβύτερος τῶν παίδων Ἀγησίπολις παρέσχετο μέγα οὐδὲνἐς μνήμην, Κλεομένης δὲ ὁ νεώτερος μετὰ τὸν ἀδελφὸν τελευτήσαντα ἔσχε τὴνἀρχήν. γενομένων δὲ αὐτῷ παίδων Ἀκροτάτου καὶ ἐπ᾽ αὐτῷ Κλεωνύμου κατήγαγε τὸχρεὼν Ἀκρότατον ἔτι πρότερον ἢ αὐτὸν Κλεομένην, καὶ ὡς Κλεομένης ἀπέθανενὕστερον, ἐς ἀντιλογίαν ἀφίκοντο ὑπὲρ τῆς βασιλείας Κλεώνυμός τε ὁ Κλεομένουςκαὶ Ἀρεὺς ὁ Ἀκροτάτου. δικάζουσιν οὖν οἱ γέροντες Ἀρεῖ τῷ Ἀκροτάτου καὶ οὐχὶΚλεωνύμῳ πατρῴαν εἶναι τὴν τιμήν. [3] Κλεωνύμῳ δὲ ἀπελαθέντι τῆς βασιλείαςπερισσῶς δή τι ὁ θυμὸς ᾤδει, καὶ αὐτὸν οἱ ἔφοροι καὶ ἄλλοις γέρασι ψυχαγωγοῦντεςκαὶ ἐπὶ ταῖς δυνάμεσιν ἐφιστάντες ἄρχοντα παρῆγον μή ποτε πολέμιον γενέσθαι τῇΣπάρτῃ. τέλος δὲ ὁ μὲν πολλά τε καὶ ἐχθρὰ ἐς τὴν πατρίδα ἐτόλμησε καὶ Πύρρον τὸνΑἰακίδου σφίσιν ἐπηγάγετο ἐς τὴν χώραν: [4] Ἀρέως δὲ ἐν Σπάρτῃ τοῦ Ἀκροτάτουβασιλεύοντος Ἀντίγονος ὁ Δημητρίου πεζῷ τε καὶ ναυσὶν ἐπὶ Ἀθήνας στρατεύει. τοῖςδὲ Ἀθηναίοις ἀμυνοῦντες ἀφίκοντο μὲν ὁ Αἰγυπτίων ὁμοῦ Πατρόκλῳ στόλος, ἐξίασιδὲ καὶ οἱ Λακεδαιμόνιοι πανδημεί, τὸν βασιλέα ἡγεῖσθαί σφισιν Ἀρέα ἐπιτάξαντες. [5]περικαθημένου δὲ Ἀντιγόνου τὰς Ἀθήνας καὶ τῆς ἐσόδου τῆς ἐς τὴν πόλιν τὰἈθηναίων συμμαχικὰ εἴργοντος, Πάτροκλος ἀποστέλλων ἀγγέλους προέτρεπεΛακεδαιμονίους καὶ Ἀρέα ἄρχειν πρὸς Ἀντίγονον μάχης, ἐκείνων δὲ ἀρξάντων οὕτωκαὶ αὐτὸς κατὰ νώτου τοῖς Μακεδόσιν ἔφασκεν ἐπικείσεσθαι: πρότερον δὲ οὐκ εἰκὸςεἶναι σφᾶς Αἰγυπτίους τε ὄντας καὶ ναύτας Μακεδόσιν ἐπιέναι πεζῇ. Λακεδαιμόνιοιμὲν δὴ παρακινδυνεύειν ὥρμηντο Ἀθηναίων τε εὐνοίᾳ καί τι καὶ ἄξιον μνήμης ἐς τοὺςἔπειτα ἐργάσασθαι προθυμούμενοι: [6] Ἀρεὺς δέ, ὥς σφισι τὰ ἐπιτήδεια ἐξανήλωτο,ἀπῆγεν ὀπίσω τὴν στρατιάν. ταμιεύεσθαι γὰρ τὴν ἀπόνοιαν ἐς τὰ οἰκεῖα ἠξίου καὶ μὴἀφειδῶς ἐπ᾽ ἀλλοτρίοις ἀναρρῖψαι. τοῖς δὲ Ἀθηναίοις ἀντισχοῦσιν ἐπὶ μακρότατονἐποιήσατο Ἀντίγονος εἰρήνην, ἐφ᾽ ᾧ τέ σφισιν ἐπαγάγῃ φρουρὰν ἐς τὸ Μουσεῖον. καὶτοῖς μὲν ἀνὰ χρόνον αὐτὸς ἐξήγαγεν ἑκουσίως τὴν φρουρὰν ὁ Ἀντίγονος, Ἀρέως δὲἐγένετο υἱὸς Ἀκρότατος, τοῦ δὲ Ἀρεύς, ὃς ὀκτὼ μάλιστα ἔτη γεγονὼς τελευτᾷ νόσῳ.[7] καὶ ἐλείπετο γὰρ τῆς Εὐρυσθένους οἰκίας γένος τὸ πρὸς ἀνδρῶν Λεωνίδας ὁΚλεωνύμου, παντάπασιν ἤδη γέρων: τούτῳ δὴ διδόασιν οἱ Λακεδαιμόνιοι τὴν ἀρχὴν.τῷ δὲ Λεωνίδᾳ διάφορος ἐτύγχανεν ὢν ἐς τὰ μάλιστα Λύσανδρος, ἀπόγονοςΛυσάνδρου τοῦ Ἀριστοκρίτου. οὗτος προσποιεῖται Κλεόμβροτον θυγατέρα ἔχονταΛεωνίδου: τοῦτον δὲ οἰκειωσάμενος ἐπῆγε Λεωνίδᾳ καὶ ἄλλα ἐγκλήματα καὶ ὅρκουςαὐτὸν Κλεωνύμῳ τῷ πατρὶ ὀμόσαι παῖδα ὄντα ἐπὶ ὀλέθρῳ τῆς Σπάρτης. [8] ἐπαύσθητε δὴ Λεωνίδας βασιλείας καὶ ἀντ᾽ αὐτοῦ Κλεόμβροτος ἔσχε τὴν τιμήν. εἰ μὲν δὴ ὁΛεωνίδας ἐπέτρεψε τῷ θυμῷ καὶ Δημαράτῳ τῷ Ἀρίστωνος κατὰ ταὐτὰ ἀπεχώρησενἤτοι παρὰ τὸν ἐν Μακεδονίᾳ βασιλεύοντα ἢ τὸν Αἰγύπτιον, ὁ δὲ καὶ μεταγνόντων ἂνΣπαρτιατῶν ὤνατο οὐδέν: νῦν δὲ ἐπιβαλόντων οἱ φυγὴν τῶν πολιτῶν ἀφίκετο ἐςἈρκαδίαν, ἐκεῖθεν δὲ ἔτεσιν ὕστερον οὐ πολλοῖς κατάγουσί τε αὐτὸν Λακεδαιμόνιοικαὶ αὖθις βασιλέα ἐποιήσαντο. [9] Κλεομένει δὲ τῷ Λεωνίδους τά τε ἄλλα ὁποῖα ἐςτόλμαν ἐτόλμησαν ὁμοῦ καὶ ἀνδρείαν ὑπῆρξε καὶ ὡς ἐπαύσαντο ἐξ ἐκείνουΣπαρτιᾶται βασιλευόμενοι, πρότερον ἔτι ἐδήλωσέ μοι τὰ ἐς τὸν Σικυώνιον Ἄρατον:προσεπελάβετο δὲ ὁ λόγος μοι καὶ τρόπον ὅντινα ἐν Αἰγύπτῳ Κλεομένηςἐτελεύτησεν. 7.
γένους μὲν δὴ τοῦ Εὐρυσθένους, καλουμένων δὲ Ἀγιαδῶν, Κλεομένης ὁ Λεωνίδουβασιλεὺς ὕστατος ἐγένετο ἐν Σπάρτῃ: τὰ δὲ ἐς τὴν οἰκίαν τὴν ἑτέραν τοιάδε ἤκουσαεἶναι. Προκλῆς ὁ Ἀριστοδήμου τῷ παιδὶ ὄνομα τίθεται Σόον. Εὐρυπῶντα δὲ τὸν Σόουφασὶν ἐς τοσοῦτον ἀφικέσθαι δόξης ὡς καὶ τὴν οἰκίαν ταύτην Εὐρυπωντίδας ὄνομαἀπ᾽ αὐτοῦ λαβεῖν, Προκλείδας ἐς ἐκεῖνον καλουμένους. [2] Εὐρυπῶντος δὲ υἱὸςγίνεται Πρύτανις. ἐπὶ μὲν δὴ Πρυτάνιδος τοῦ Εὐρυπῶντος τὸ ἔχθος τεΛακεδαιμονίοις ἤρξατο τὸ ἐς Ἀργείους καὶ ἔτι τοῦ ἐγκλήματος τούτου πρότερονΚυνουρεῦσιν ἐπολέμησαν: τὰς δὲ ἐφεξῆς ταύτῃ γενεάς, Εὐνόμου τε τοῦ Πρυτάνιδοςκαὶ Πολυδέκτου τοῦ Εὐνόμου βασιλευόντων, ἐν εἰρήνῃ διετέλεσεν οὖσα ἡ Σπάρτη. [3]Χάριλλος δὲ ὁ Πολυδέκτου τήν τε γῆν ἐδῄωσεν Ἀργείοις— οὗτος γὰρ καὶ ὁ ἐς τὴνἈργολίδα ἐσβαλών—καὶ ἔτεσιν οὐ πολλοῖς ὕστερον ὑπὸ ἡγεμόνι Χαρίλλῳ γίνεταικαὶ ἡ Σπαρτιατῶν ἐπὶ Τεγεάτας ἔξοδος, ὅτε οἱ Λακεδαιμόνιοι Τεγεάτας αἱρήσεινἤλπισαν καὶ ἀποτεμεῖσθαι τῆς Ἀρκαδίας τὸ Τεγεατῶν πεδίον, ὑπούλῳ μαντεύματιἐπελθόντες. [4]
μετὰ δὲ Χάριλλον τελευτήσαντα Νίκανδρος ὁ Χαρίλλου διαδέχεται τὴν ἀρχήν: καὶ τὰΜεσσηνίων ἐς Τήλεκλον τὸν τῆς ἑτέρας βασιλέα οἰκίας ἐν τῷ ἱερῷ τῆς Λιμνάδοςσυμβάντα ἐπὶ Νικάνδρου γίνεται βασιλεύοντος. ἐσέβαλε δὲ καὶ ἐς τὴν Ἀργολίδα ὁΝίκανδρος στρατιᾷ καὶ τὰ πολλὰ ἐκάκωσε τῆς χώρας: μετασχόντες δὲ ἈσιναῖοιΛακεδαιμονίοις τοῦ ἔργου δίκην μετ᾽ οὐ πολὺ Ἀργείοις ἀπέδοσαν σὺν μεγάλῳπατρίδος τε ὀλέθρῳ καὶ φυγῇ τῇ σφετέρᾳ. [5] Θεόπομπον δὲ τὸν Νικάνδρουβασιλεύσαντα μετὰ Νίκανδρον μέλλει καὶ αὖθις ὁ λόγος μοι προσθήσειν προελθόντιἐς τὴν Μεσσηνίαν συγγραφήν. Θεοπόμπου δὲ ἔτι ἔχοντος τὴν ἀρχὴν ἐν Σπάρτῃγίνεται καὶ ὁ περὶ τῆς Θυρεάτιδος καλουμένης χώρας Λακεδαιμονίοις ἀγὼν πρὸςἈργείους, Θεόπομπος δὲ αὐτὸς οὐ μετέσχε τοῦ ἔργου γήρᾳ καὶ ὑπὸ λύπης τὸ πλέον:Ἀρχίδαμον γὰρ Θεοπόμπου ζῶντος ἔτι ἐπιλαμβάνει τὸ χρεών. [6] οὐ μὴν ἄπαιςἐτελεύτησεν ὁ Ἀρχίδαμος, Ζευξίδαμον δὲ ἀπολιπὼν υἱόν. Ζευξιδάμου δὲ Ἀναξίδαμοςὁ παῖς ἐκδέχεται τὴν ἀρχήν: ἐπὶ τούτου Μεσσήνιοι φεύγουσιν ἐκ Πελοποννήσου,πολέμῳ τὸ δεύτερον κρατηθέντες ὑπὸ Σπαρτιατῶν. Ἀναξιδάμου δὲ υἱὸς ἐγένετοἈρχίδαμος, Ἀρχιδάμου δὲ Ἀγησικλῆς: καί σφισιν ὑπῆρξεν ἀμφοτέροις τὸν βίονδιατελέσαι πάντα ἐν ἡσυχίᾳ καὶ πολέμων οὖσιν ἐκτός. [7]
Ἀρίστωνι δὲ τῷ Ἀγησικλέους ἀγαγομένῳ γυναῖκα ἥντινα παρθένον μὲν τῶν ἐνΛακεδαίμονι εἶναί φασιν αἰσχίστην, γυναικῶν δὲ τὸ εἶδος καλλίστην ὑπὸ Ἑλένηςγενέσθαι, ταύτην ἀγαγομένῳ τῷ Ἀρίστωνι ἐγένετο υἱὸς Δημάρατος ἐν μόνοις μησὶνἑπτά: καὶ αὐτῷ μετὰ τῶν ἐφόρων καθημένῳ τηνικαῦτα ἐν βουλῇ ἦλθεν οἰκέτηςἀπαγγέλλων τετέχθαι οἱ παῖδα. Ἀρίστων δὲ ἐπῶν τῶν ἐν Ἰλιάδι ἐς τὴν Εὐρυσθέωςγένεσιν πεποιημένος λήθην ἢ μηδὲ ἀρχὴν συνεὶς αὐτῶν οὐκ ἔφη τῶν μηνῶν ἕνεκααὑτοῦ τὸν παῖδα εἶναι. [8] τοῦτον μὲν δὴ τῶν εἰρημένων μετάνοια ἔλαβεν ὕστερον:Δημάρατον δὲ βασιλεύοντα καὶ τά τε ἄλλα εὐδοκιμοῦντα ἐν Σπάρτῃ καὶ ἀπὸ τῶνΠεισιστρατιδῶν Κλεομένει συνελευθερώσαντα Ἀθηναίους ἥ τε Ἀρίστωνοςἀγνωμοσύνη καὶ τὸ ἔχθος τὸ Κλεομένους ἐποίησεν ἰδιώτην. καὶ τοῦ μὲν παρὰβασιλέα Δαρεῖον ἐλθόντος ἐς Πέρσας ἐπὶ πολὺν ἐν τῇ Ἀσίᾳ χρόνον διαμεῖναι τοὺςἀπογόνους φασί: [9] Λεωτυχίδης δὲ ἀντὶ Δημαράτου γενόμενος βασιλεὺς μετέσχε μὲνἈθηναίοις καὶ Ἀθηναίων τῷ στρατηγῷ Ξανθίππῳ τῷ Ἀρίφρονος τοῦ ἔργου τοῦ πρὸςΜυκάλῃ, ἐστράτευσε δὲ ὕστερον τούτων καὶ ἐπὶ τοὺς Ἀλευάδας ἐς Θεσσαλίαν: καί οἱκαταστρέψασθαι Θεσσαλίαν πᾶσαν ἐξὸν ἅτε ἀεὶ νικῶντι ἐν ταῖς μάχαις, δῶρα ἔλαβεπαρὰ τῶν Ἀλευαδῶν. [10] ὑπαγόμενος δὲ ἐν Λακεδαίμονι ἐς δίκην ἔφυγεν ἐθελοντὴςἐς Τεγέαν. καὶ ὁ μὲν αὐτόθι τὴν Ἀθηνᾶν τὴν Ἀλέαν ἱκέτευε, Λεωτυχίδου δὲ ὁ μὲν παῖςΖευξίδαμος ζῶντος ἔτι Λεωτυχίδου καὶ οὐ πεφευγότος πω τελευτᾷ νόσῳ, Ἀρχίδαμοςδὲ ὁ Ζευξιδάμου μετὰ Λεωτυχίδην ἀπελθόντα ἐς Τεγέαν ἔσχε τὴν ἀρχήν. οὗτοςἈρχίδαμος Ἀθηναίοις μάλιστα ἐκάκωσε τὴν χώραν στρατῷ τε ἐσβάλλων ἐς γῆν τὴνἈττικὴν ἀνὰ πᾶν ἔτος καὶ ὁπότε ἐσβάλοι διὰ πάσης ἐπεξῄει φθείρων καὶ ΠλαταιέωνἈθηναίοις ὄντων εὔνων πολιορκίᾳ τὸ ἄστυ εἷλεν. [11] οὐ μὴν τὸν πόλεμόν γε τὸνΠελοποννησίων καὶ Ἀθηναίων γενέσθαι συνέσπευσεν. ἀλλὰ καὶ ἐς ὅσον δυνάμεωςἧκε, διαμεῖναί σφισιν ἔπρασσε τὰς σπονδάς. Σθενελαΐδας δὲ ἔς τε ἄλλα ὢν οὐκἀδύνατος ἐν Λακεδαίμονι καὶ ἐφορεύων ἐν τῷ τότε τοῦ πολέμου μάλιστα ἐγένετοαἴτιος: καὶ ὁ πόλεμος οὗτος εὖ τὴν Ἑλλάδα ἔτι βεβηκυῖαν διέσεισεν ἐκ βάθρων, καὶὕστερον Φίλιππος ὁ Ἀμύντου σαθρὰν ἤδη καὶ οὐ παντάπασιν ὑγιῆ προσκατήρειψεναὐτήν. 8.
Ἀρχιδάμου δὲ ὡς ἐτελεύτα καταλιπόντος παῖδας Ἆγίς τε πρεσβύτερος ἦν ἡλικίᾳ καὶπαρέλαβεν ἀντὶ Ἀγησιλάου τὴν ἀρχήν. ἐγένετο δὲ Ἀρχιδάμῳ καὶ θυγάτηρ, ὄνομα μὲνΚυνίσκα, φιλοτιμότατα δὲ ἐς τὸν ἀγῶνα ἔσχε τὸν Ὀλυμπικόν καὶ πρώτη τεἱπποτρόφησε γυναικῶν καὶ νίκην ἀνείλετο Ὀλυμπικὴν πρώτη. Κυνίσκας δὲ ὕστερονγυναιξὶ καὶ ἄλλαις καὶ μάλιστα ταῖς ἐκ Λακεδαίμονος γεγόνασιν Ὀλυμπικαὶ νῖκαι,ὧν ἡ ἐπιφανεστέρα ἐς τὰς νίκας οὐδεμία ἐστὶν αὐτῆς. [2] δοκοῦσι δὲ οἱ Σπαρτιᾶταί μοιποίησιν καὶ ἔπαινον τὸν ἀπ᾽ αὐτῆς ἥκιστα ἀνθρώπων θαυμάσαι: ὅτι γὰρ μὴ τῇΚυνίσκᾳ τὸ ἐπίγραμμα ἐποίησεν ὅστις δή, καὶ ἔτι πρότερον Παυσανίᾳ τὸ ἐπὶ τῷτρίποδι Σιμωνίδης τῷ ἀνατεθέντι ἐς Δελφούς, ἄλλο δέ γε παρὰ ἀνδρὸς ποιητοῦΛακεδαιμονίων τοῖς βασιλεῦσιν οὐδέν ἐστιν ἐς μνήμην. [3]
ἐπὶ δὲ Ἄγιδος τοῦ Ἀρχιδάμου βασιλεύοντος Λακεδαιμονίοις ἄλλα τε ἐγένετο ἐςἨλείους ἐγκλήματα καὶ τοῦ ἀγῶνος τοῦ Ὀλυμπικοῦ καὶ ἱεροῦ τοῦ Ὀλυμπίασιν ὑπ᾽αὐτῶν εἰργόμενοι μάλιστα ἤχθοντο. ἀποστέλλουσιν οὖν κήρυκα ἐπίταγμα φέρονταἨλείοις Λεπρεάτας τε αὐτονόμους ἀφιέναι καὶ ὅσοι τῶν περιοίκων ἄλλοι σφίσινἦσαν ὑπήκοοι. ἀποκριναμένων δὲ Ἠλείων ὡς ἐπειδὰν τὰς περιοικίδας τῆς Σπάρτηςπόλεις ἴδωσιν ἐλευθέρας, οὐδὲ αὐτοὶ μελλήσουσιν ἔτι ἀφιέναι τὰς ἑαυτῶν, οὕτωΛακεδαιμόνιοι καὶ ὁ βασιλεὺς Ἆγις ἐσβάλλουσιν ἐς τὴν Ἠλείαν. [4] τότε μὲν δὴ τοῦθεοῦ σείσαντος ὀπίσω τὸ στράτευμα ἀπεχώρησεν ἄχρι Ὀλυμπίας καὶ τοῦ Ἀλφειοῦπροελθόντες: τῷ δὲ ἐφεξῆς ἔτει τήν τε χώραν ἐδῄωσεν ὁ Ἆγις καὶ ἤλασε τῆς λείας τὴνπολλήν. Ξενίας δὲ ἀνὴρ Ἠλεῖος Ἄγιδί τε ἰδίᾳ ξένος καὶ Λακεδαιμονίων τοῦ κοινοῦπρόξενος ἐπανέστη τῷ δήμῳ σὺν τοῖς τὰ χρήματα ἔχουσι: πρὶν δὲ Ἆγιν καὶ τὸνστρατὸν ἀφῖχθαί σφισιν ἀμύνοντας, Θρασυδαῖος προεστηκὼς τότε τοῦ Ἠλείων δήμουμάχῃ Ξενίαν καὶ τοὺς σὺν αὐτῷ κρατήσας ἐξέβαλεν ἐκ τῆς πόλεως. [5] Ἆγις δὲ ὡςἀπήγαγεν ὀπίσω τὴν στρατιάν, Λυσίστρατον Σπαρτιάτην καὶ μοῖράν τε τῆς δυνάμεωςκαὶ Ἠλείων καταλείπει τοὺς φυγάδας, κακουργεῖν σφᾶς ὁμοῦ Λεπρεάταις τὴν χώραν.τρίτῳ δὲ ἔτει τοῦ πολέμου Λακεδαιμόνιοι μὲν καὶ Ἆγις παρεσκευάζοντο ὡς ἐς τὴνἨλείαν καὶ τότε ἐσβαλοῦντες: οἱ δὲ Ἠλεῖοι καὶ Θρασυδαῖος—κεκακωμένοι γὰρ ἐς τὸἔσχατον ἦσαν— συγχωροῦσι μήτε τῶν περιοίκων ἔτι ἄρχειν καὶ τοῦ ἄστεωςκατερεῖψαι τὸ τεῖχος, Λακεδαιμονίους τε ἐν Ὀλυμπίᾳ καὶ θύειν τῷ θεῷ καὶ τὸν ἀγῶναἐξεῖναί σφισιν ἀγωνίζεσθαι. [6] ἐνέβαλλε δὲ καὶ ἐς τὴν Ἀττικὴν συνεχῶς ὁ Ἆγιςστρατιᾷ καὶ ἐπετείχισε φρούριον Ἀθηναίοις τὸ ἐν Δεκελείᾳ: καταλυθέντος δὲ ἐνΑἰγὸς ποταμοῖς τοῦ Ἀθηναίων ναυτικοῦ Λύσανδρος ὁ
Ἀριστοκρίτου καὶ Ἆγις ὅρκους μὲν θεῶν ὑπερέβησαν, οὓς ὤμοσαν Ἀθηναίοις ἐνκοινῷ Λακεδαιμόνιοι, κατὰ σφᾶς δὲ αὐτοὶ καὶ οὐ μετὰ Σπαρτιατῶν τοῦ κοινοῦ τὸβούλευμα ἐς τοὺς συμμάχους ἐξήνεγκαν ἐκκόψαι προρρίζους τὰς Ἀθήνας. [7] τὰ μὲνοὖν ἐς πόλεμον μάλιστα ἐπίσημα τοιαῦτα ὑπῆρχε τῷ Ἄγιδι: προπέτειαν δὲ τὴνἈρίστωνος ἐς Δημάρατον καὶ Ἆγις ἐς τὸν παῖδα ἔσχε Λεωτυχίδην, καί οἱ κατά τιναοὐκ ἀγαθὸν δαίμονα ἐσῆλθεν ἐς ἐπήκοον τῶν ἐφόρων εἰπεῖν ὡς οὐχ αὑτοῦ νομίζοιΛεωτυχίδην. ἐπέλαβε μέντοι καὶ Ἆγιν μετάνοια ὕστερον, καὶ—ἔφερον γὰρ τηνικαῦταοἴκαδε ἐξ Ἀρκαδίας αὐτὸν νοσοῦντα—ὡς ἐγίνετο ἐν Ἡραίᾳ, καὶ τὸ πλῆθος μάρτυραςἐποιεῖτο ἦ μὴν Λεωτυχίδην ἑαυτοῦ παῖδα ἡγεῖσθαι καί σφισι σὺν ἱκεσίᾳ τε καὶδακρύοις ἐπέσκηπτε πρὸς Λακεδαιμονίους ταῦτα ἀπαγγέλλειν. [8]
μετὰ δὲ Ἆγιν ἀποθανόντα ἀπήλαυνεν Ἀγησίλαος τῆς βασιλείας Λεωτυχίδην, ἐςμνήμην ἄγων Λακεδαιμονίοις τὰ ὑπὸ Ἄγιδός ποτε λεχθέντα ἐς τὸν Λεωτυχίδην.ἀφίκοντο δὲ καὶ οἱ ἐξ Ἡραίας Ἀρκάδες καὶ ἦσαν τῷ Λεωτυχίδῃ μάρτυρες ὁπόσαἌγιδος τελευτῶντος ἤκουσαν. [9] τῷ δὲ Ἀγησιλάῳ καὶ Λεωτυχίδῃ παρέσχεν ἐς πλέοντὸ μάντευμα ἀντιλογίαν τὸ ἐκ Δελφῶν, γεγονὸς μὲν ἐκεῖ, ἔχον δὲ οὕτω: “φράζεο δή,Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα,
μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία.
δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι
φθερσιβρότου τ᾽ ἐπὶ κῦμα κυκωόμενον πολέμοιο.
” [10] τότε οὖν Λεωτυχίδης μὲν ἐς Ἀγησίλαον ταῦτα ἔφασκεν εἰρῆσθαι, τὸν γὰρ δὴἕτερον τῶν ποδῶν ἐπεπήρωτο ὁ Ἀγησίλαος: Ἀγησίλαος δὲ ἐς Λεωτυχίδην αὐτὰἔτρεπεν οὐ γνήσιον ὄντα Ἄγιδος. Λακεδαιμόνιοι δέ, καίπερ ἐπὶ σφίσιν ὄν, οὐκἐπανήγαγον τὸ ἀμφισβήτημα ἐς Δελφούς: αἴτιος δ᾽ ἐμοὶ δοκεῖν Λύσανδρος ἐγένετο ὁἈριστοκρίτου Ἀγησιλάῳ συσπεύδων ἐξ ἅπαντος τὴν βασιλείαν γενέσθαι. 9.
βασιλεύει τε δὴ Ἀγησίλαος ὁ Ἀρχιδάμου καὶ Λακεδαιμονίοις ἤρεσε διαβῆναι ναυσὶν ἐςτὴν Ἀσίαν, Ἀρταξέρξην τὸν Δαρείου αἱρήσοντας: ἐδιδάσκοντο γὰρ ὑπό τε ἄλλων τῶνἐν τέλει καὶ μάλιστα ὑπὸ Λυσάνδρου μὴ τὸν Ἀρταξέρξην σφίσιν ἐν τῷ πρὸςἈθηναίους πολέμῳ, Κῦρον δὲ εἶναι τὸν τὰ χρήματα διδόντα ἐς τὰς ναῦς. Ἀγησίλαοςδὲ—ἀπεδείχθη γὰρ διαβιβάσαι τε ἐς τὴν Ἀσίαν τὸν στρατὸν καὶ δυνάμεως ἡγεμὼν τῆςπεζῆς—περιέπεμπεν ἔς τε Πελοπόννησον πλὴν Ἄργους καὶ ἐς τοὺς Ἕλληνας τοὺςἐκτὸς Ἰσθμοῦ, συμμαχεῖν σφισιν ἐπαγγέλλων. [2] Κορίνθιοι μὲν οὖν, καίπερ ἐς τὰμάλιστα ἔχοντες προθύμως μετασχεῖν τοῦ ἐς τὴν Ἀσίαν στόλου, κατακαυθέντοςσφίσιν ἐξαίφνης ναοῦ Διὸς ἐπίκλησιν Ὀλυμπίου, ποιησάμενοι πονηρὸν οἰωνὸνκαταμένουσιν ἄκοντες. Ἀθηναίοις δὲ ἦν μὲν ἡ πρόφασις ἐκ τοῦ Πελοποννησίωνπολέμου καὶ ἐκ νόσου τῆς λοιμώδους ἐπανήκειν τὴν πόλιν ἐς τὴν πρότερόν ποτεοὖσαν εὐδαιμονίαν: πυνθανόμενοι δὲ δι᾽ ἀγγέλων ὡς Κόνων ὁ Τιμοθέου παρὰβασιλέα ἀναβεβηκὼς εἴη, κατὰ τοῦτο ἡσύχαζον μάλιστα. [3] ἀπεστάλη δὲ καὶ ἐςΘήβας πρεσβεύειν Ἀριστομηλίδας, μητρὸς μὲν τῆς Ἀγησιλάου πατήρ, Θηβαίοις δὲεἶχεν ἐπιτηδείως καὶ ἐγεγόνει τῶν δικαστῶν, οἳ Πλαταιεῦσιν ἁλόντος τοῦ τείχουςἀποθανεῖν τοὺς ἐγκαταληφθέντας ἔγνωσαν. Θηβαῖοι μὲν οὖν κατὰ τὰ αὐτὰἈθηναίοις ἀπείπαντο, οὐ φάμενοι βοηθήσειν: Ἀγησίλαος δέ, ὡς αὐτῷ τά τε οἴκοθενκαὶ παρὰ τῶν συμμάχων τὸ στράτευμα ἤθροιστο καὶ ἅμα αἱ νῆες εὐτρεπεῖς ἦσαν,ἀφίκετο ἐς Αὐλίδα τῇ Ἀρτέμιδι θύσων, ὅτι καὶ Ἀγαμέμνων ἐνταῦθα ἱλασάμενος τὴνθεὸν τὸν ἐς Τροίαν στόλον ἤγαγεν. [4] ἠξίου δὲ ἄρα ὁ Ἀγησίλαος πόλεώς τεεὐδαιμονεστέρας ἢ Ἀγαμέμνων βασιλεὺς εἶναι καὶ ἄρχειν τῆς Ἑλλάδος πάσης ὁμοίωςἐκείνῳ, τό τε κατόρθωμα ἐπιφανέστερον ἔσεσθαι βασιλέα κρατήσαντα Ἀρταξέρξηνεὐδαιμονίαν κτήσασθαι τὴν Περσῶν ἢ ἀρχὴν καθελεῖν τὴν Πριάμου. θύοντος δὲαὐτοῦ Θηβαῖοι σὺν ὅπλοις ἐπελθόντες τῶν τε ἱερείων καιόμενα ἤδη τὰ μηρίαἀπορρίπτουσιν ἀπὸ τοῦ βωμοῦ καὶ αὐτὸν ἐξελαύνουσιν ἐκ τοῦ ἱεροῦ. [5] Ἀγησίλαονδὲ ἐλύπει μὲν ἡ θυσία μὴ τελεσθεῖσα, διέβαινε δὲ ὅμως ἐς τὴν Ἀσίαν καὶ ἤλαυνεν ἐπὶτὰς Σάρδεις: ἦν γὰρ δὴ τῆς Ἀσίας τῆς κάτω μέγιστον μέρος τηνικαῦτα ἡ Λυδία, καὶ αἱΣάρδεις πλούτῳ καὶ παρασκευῇ προεῖχον, τῷ τε σατραπεύοντι ἐπὶ θαλάσσῃ τοῦτοοἰκητήριον ἀπεδέδεικτο καθάπερ γε αὐτῷ βασιλεῖ τὰ Σοῦσα. [6] γενομένης δὲ πρὸςΤισσαφέρνην σατράπην τῶν περὶ Ἰωνίαν μάχης ἐν Ἕρμου πεδίῳ τήν τε ἵππον τῶνΠερσῶν ἐνίκησεν ὁ Ἀγησίλαος καὶ τὸ πεζὸν τότε πλεῖστον ἀθροισθὲν μετά γε τὸνΞέρξου καὶ πρότερον ἔτι ἐπὶ Σκύθας Δαρείου καὶ ἐπὶ Ἀθήνας στρατόν. Λακεδαιμόνιοιδὲ ἀγασθέντες τὸ ἐς τὰ πράγματα τοῦ Ἀγησιλάου πρόθυμον διδόασιν ἄρχοντα εἶναικαὶ τῶν νεῶν αὐτῷ. ὁ δὲ ταῖς μὲν τριήρεσιν ἐπέστησεν ἡγεμόνα Πείσανδρον—τοῦΠεισάνδρου δὲ ἐτύγχανε συνοικῶν ἀδελφῇ—, τῷ πολέμῳ δὲ αὐτὸς κατὰ γῆνπροσεῖχεν ἐρρωμένως. [7] καί οἱ θεῶν τις ἐβάσκηνε μὴ ἀγαγεῖν τὰ βουλεύματα ἐςτέλος. ὡς γὰρ δὴ ἐπύθετο Ἀρταξέρξης μάχας τε ἃς ἐνίκησεν Ἀγησίλαος καὶ ὡς ἐς τὸπρόσω χειρούμενος τὰ ἐν ποσὶ πρόεισιν ἀεὶ σὺν τῷ στρατῷ, Τισσαφέρνην μὲν καίπερτὰ πρότερα εὐεργέτην ὄντα ζημιοῖ θανάτῳ, Τιθραύστην δὲ κατέπεμψεν ἐπὶθάλασσαν, καὶ φρονῆσαί τε δεινὸν καί τι καὶ ἐς τοὺς Λακεδαιμονίους ἔχονταδυσνοίας. [8] οὗτος ὡς ἀφίκετο ἐς Σάρδεις, αὐτίκα ἐπενόει τρόπον ᾧ τινι ἀναγκάσειΛακεδαιμονίους τὴν ἐκ τῆς Ἀσίας ἀνακαλέσασθαι στρατιάν. ἄνδρα οὖν ῬόδιονΤιμοκράτην ἐς τὴν Ἑλλάδα πέμπει χρήματα ἄγοντα, ἐντειλάμενος πόλεμον ἐν τῇἙλλάδι ἐργάσασθαι Λακεδαιμονίοις. οἱ δὲ τῶν χρημάτων μεταλαβόντες Ἀργείων μὲνΚύλων τε εἶναι λέγονται καὶ Σωδάμας, ἐν Θήβαις δὲ Ἀνδροκλείδης καὶ Ἰσμηνίας καὶἈμφίθεμις: μετέσχε δὲ καὶ Ἀθηναῖος Κέφαλος καὶ Ἐπικράτης καὶ ὅσοι Κορινθίωνἐφρόνουν τὰ Ἀργείων Πολυάνθης τε καὶ Τιμόλαος. [9] οἱ δὲ ἐς τὸ φανερὸν τοῦπολέμου παρασχόντες τὴν ἀρχὴν ἐγένοντο οἱ ἐξ Ἀμφίσσης Λοκροί. τοῖς γὰρ δὴΛοκροῖς γῆ πρὸς τοὺς Φωκέας ἐτύγχανεν οὖσα
ἀμφισβητήσιμος γῆ: ἐκ ταύτης ὑπὸ Θηβαίων ἐπαρθέντες τῶν περὶ Ἰσμηνίαν τόν τεσῖτον ἀκμάζοντα ἔτεμον καὶ ἤλασαν λείαν ἄγοντες: ἐνέβαλον δὲ πανδημεὶ καὶ οἱΦωκεῖς ἐς τὴν Λοκρίδα καὶ ἐδῄωσαν τὴν χώραν. [10] ἐπηγάγοντο οὖν οἱ Λοκροὶσυμμάχους Θηβαίους καὶ τὴν Φωκίδα ἐπόρθησαν: ἐς δὲ τὴν Λακεδαίμονα ἐλθόντες οἱΦωκεῖς τοῖς Θηβαίοις ἐπέκειντο καὶ ἐδίδασκον οἷα ἐπεπόνθεσαν ὑπ᾽ αὐτῶν.Λακεδαιμονίοις δὲ πόλεμον πρὸς Θηβαίους ἔδοξεν ἄρασθαι: ἐποιοῦντο δὲ ἐς αὐτοὺςκαὶ ἄλλα ἐγκλήματα καὶ τὴν ἐν Αὐλίδι αὐτῶν ὕβριν ἐς τὴν Ἀγησιλάου θυσίαν. [11]Ἀθηναῖοι δὲ τὴν διάνοιαν τῶν Λακεδαιμονίων προπεπυσμένοι πέμπουσιν ἐςΣπάρτην, ὅπλα μὲν ἐπὶ σφᾶς ἐπὶ Θήβας δεόμενοι μὴ κινῆσαι, δίκῃ δὲ ὑπὲρ ὧνἐγκαλοῦσι διακρίνεσθαι: Λακεδαιμόνιοι δὲ πρὸς ὀργὴν ἀποπέμπουσι τὴν πρεσβείαν.τὰ δὲ ἐπὶ τούτοις ἔς τε τὴν Λακεδαιμονίων ἔξοδον καὶ τὰ ἐς τὴν Λυσάνδρου τελευτὴνἐδήλωσέ μοι τοῦ λόγου τὰ ἐς Παυσανίαν: [12] καὶ ὁ κληθεὶς Κορινθιακὸς πόλεμος ἐςπλέον ἀεὶ προῆλθεν ἀπὸ τῆς Λακεδαιμονίων ἀρξάμενος ἐς Βοιωτίαν ἐξόδου. κατὰταύτην μὲν δὴ τὴν ἀνάγκην ὀπίσω τὸ στράτευμα ἐκ τῆς Ἀσίας ἀπῆγεν Ἀγησίλαος:ἐπεὶ δὲ ἐξ Ἀβύδου περαιωθεὶς ναυσὶν ἐς Σηστὸν καὶ διεξελθὼν τὴν Θρᾴκην ἀφίκετοἐς Θεσσαλίαν, ἐνταῦθα οἱ Θεσσαλοὶ χάριτι τῇ ἐς Θηβαίους τοῦ πρόσω τὸνἈγησίλαον ἐπειρῶντο εἴργειν: ἦν δέ τι εὐνοίας ἐκ παλαιοῦ καὶ ἐς τὴν πόλιν αὐτοῖςτὴν Ἀθηναίων. [13] Ἀγησίλαος δὲ Θεσσαλίαν τε διεξῆλθε τρεψάμενος αὐτῶν τὸἱππικὸν καὶ αὖθις διὰ Βοιωτῶν διώδευσε Θηβαίους ἐν Κορωνείᾳ καὶ τὸ ἄλλο νικήσαςσυμμαχικόν. ὡς δὲ ἐτράποντο οἱ Βοιωτοί, καταφεύγουσιν ἄνδρες ἐξ αὐτῶν ἐς ἱερὸνἈθηνᾶς ἐπίκλησιν Ἰτωνίας: Ἀγησίλαος δὲ εἶχε μὲν τραῦμα ἐκ τῆς μάχης, ἐς δὲ τοὺςἱκέτας παρενόμησεν οὐδ᾽ οὕτως. 10.
οὐ πολλῷ δὲ ὕστερον τὸν ἀγῶνα ἔθηκαν τῶν Ἰσθμίων οἱ ἐπὶ λακωνισμῷ φεύγοντεςΚορίνθιοι. οἱ δὲ ἐν τῇ πόλει τότε μὲν τῷ Ἀγησιλάου δείματι ἡσύχαζον: ἀναζεύξαντοςδὲ ἐς τὴν Σπάρτην, οὕτω καὶ αὐτοὶ μετὰ Ἀργείων τὰ Ἴσθμια ἄγουσιν. ἀφίκετο δὲ καὶαὖθις ἐπὶ Κόρινθον στρατιᾷ: καὶ—ἐπῄει γὰρ Ὑακίνθια—ἀφίησι τοὺς Ἀμυκλαιεῖςοἴκαδε ἀπελθόντας τὰ καθεστηκότα τῷ τε Ἀπόλλωνι καὶ Ὑακίνθῳ δρᾶσαι. ταύτηντὴν μοῖραν ἐπιθέμενοι καθ᾽ ὁδὸν Ἀθηναῖοι καὶ Ἰφικράτης διέφθειραν: [2] Ἀγησίλαοςδὲ καὶ ἐς Αἰτωλίαν ἐπικουρήσων ἀφίκετο Αἰτωλοῖς ὑπὸ Ἀκαρνάνων πολέμῳπιεζομένοις, καὶ Ἀκαρνᾶνας ἠνάγκασε καταλύσασθαι τὸν πόλεμον οὐ πολὺἀποδέοντας Καλυδῶνα καὶ τὰ ἄλλα Αἰτωλῶν πολίσματα ᾑρηκέναι. χρόνῳ δὲ ὕστερονἔπλευσε καὶ ἐς Αἴγυπτον, ἀφεστηκότων ἀπὸ βασιλέως τῶν Αἰγυπτίων βοηθήσων: καὶἔστιν Ἀγησιλάῳ πολλά τε εἰργασμένα καὶ μνήμης ἄξια ἐν Αἰγύπτῳ. καὶ—ἦν γὰρ δὴἤδη γέρων—τὸν μὲν κατὰ τὴν πορείαν ἐπέλαβεν ἡ μοῖρα: Λακεδαιμόνιοι δέ, ὡςἐκομίσθη σφίσιν ὁ νεκρός, θάπτουσιν αὐτὸν βασιλέων τιμήσαντες μάλιστα. [3]
Ἀρχιδάμου δὲ τοῦ Ἀγησιλάου βασιλεύοντος κατέλαβον τὸ ἱερὸν Φωκεῖς τὸ ἐνΔελφοῖς. Θηβαίοις μὲν δὴ πολεμεῖν τοῖς Φωκεῦσιν ἀφίκετο μὲν καὶ ἰδίᾳ
συμμαχικὰ ἐπὶ χρήμασιν, ἀπὸ δὲ κοινοῦ λόγου Λακεδαιμόνιοί τε καὶ Ἀθηναῖοί σφισινἤμυνον, οἱ μὲν ἀρχαίαν δή τινα ἐκ τῶν Φωκέων μνημονεύοντες εὐεργεσίαν,Λακεδαιμόνιοι δὲ προφάσει μὲν καὶ οὗτοι φιλίας, κατὰ ἔχθος δὲ ἐμοὶ δοκεῖν τὸΘηβαίων. Θεόπομπος δὲ ὁ Δαμασιστράτου τόν τε Ἀρχίδαμον μετασχεῖν τῶνχρημάτων αὐτὸν καὶ ἔτι Δεινίχαν τὴν Ἀρχιδάμου γυναῖκα παρὰ τῶν δυναστευόντωνἐν Φωκεῦσιν ἔφη λαμβάνουσαν δωρεὰν ἑτοιμότερον ποιεῖν σφισιν ἐς τὴν συμμαχίανἈρχίδαμον. [4] τὸ μὲν δὴ χρήματα ἱερὰ δέξασθαι καὶ ἀνδράσιν ἀμῦναι μαντείωνπορθήσασι τὸ ἐπιφανέστατον οὐκ ἐς ἔπαινον τίθεμαι, τοσοῦτον δέ οἱ πρόσεστιν ἐςἔπαινον: Δελφῶν γὰρ τούς τε ἡβῶντας ἀποκτεῖναι καὶ γυναῖκας καὶ τέκναἐξανδραποδίσασθαι, καταβαλεῖν δὲ καὶ αὐτὴν ἐς ἔδαφος τὴν πόλιν ἐτόλμων οἱΦωκεῖς: ταῦτα οὖν μὴ παθεῖν ὑπὸ τῶν Φωκέων αὐτοὺς παρῃτήσατο Ἀρχίδαμος. [5]διέβη δὲ καὶ ἐς Ἰταλίαν ὕστερον Ταραντίνοις βαρβάρων πόλεμον συνδιοίσων σφίσινὁμόρων: καὶ ἀπέθανέ τε αὐτόθι ὑπὸ τῶν βαρβάρων καὶ αὐτοῦ τὸν νεκρὸν ἁμαρτεῖντάφου τὸ μήνιμα ἐγένετο ἐμποδὼν τὸ ἐκ τοῦ Ἀπόλλωνος. τοῦ δὲ Ἀρχιδάμου τούτουτὸν μὲν πρεσβύτερον παῖδα Ἆγιν κατέλαβεν ἀποθανεῖν Μακεδόσιν ἐναντία καὶἈντιπάτρῳ μαχεσάμενον, Εὐδαμίδας δὲ ὁ νεώτερος Λακεδαιμονίοις ἐβασίλευσενἄγουσιν εἰρήνην. τὰ δὲ ἐς Ἆγιν τὸν Εὐδαμίδου καὶ ἐς Εὐρυδαμίδαν τὸν Ἄγιδος ὡςἔσχεν, ἤδη μοι καὶ τάδε ἡ Σικυωνία συγγραφὴ διεξῄει. [6]
ἰοῦσι δὲ ἀπὸ τῶν Ἑρμῶν ἐστιν ὁ τόπος οὗτος ἅπας δρυῶν πλήρης: τὸ δὲ ὄνομα τῷχωρίῳ Σκοτίταν τὸ δὲ σκότος οὐ τὸ συνεχὲς τῶν δένδρων ἐποίησεν, ἀλλὰ Ζεὺςἐπίκλησιν ἔσχε Σκοτίτας, καὶ ἔστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ δέκα μάλιστά που στάδιαἐκτραπομένοις ἱερὸν Σκοτίτα Διός. ἐπανελθόντων δὲ ἐντεῦθεν προελθοῦσιν ὀλίγονκαὶ τραπεῖσιν αὖθις ἐς ἀριστερὰν ἄγαλμά ἐστιν Ἡρακλέους καὶ τρόπαιον: ἀναστῆσαιδὲ ἐλέγετο Ἡρακλῆς ἀποκτείνας Ἱπποκόωντα καὶ τοὺς παῖδας. [7] τρίτη δὲ ἐκ τῆςὁδοῦ τῆς εὐθείας ἐκβολὴ κατὰ τὰ δεξιὰ ἐς Καρύας ἄγει καὶ ἐς τὸ ἱερὸν τῆς Ἀρτέμιδος.τὸ γὰρ χωρίον Ἀρτέμιδος καὶ Νυμφῶν ἐστιν αἱ Κάρυαι καὶ ἄγαλμα ἕστηκενἈρτέμιδος ἐν ὑπαίθρῳ Καρυάτιδος: χοροὺς δὲ ἐνταῦθα αἱ Λακεδαιμονίων παρθένοικατὰ ἔτος ἱστᾶσι καὶ ἐπιχώριος αὐταῖς καθέστηκεν ὄρχησις. ἀναστρέψαντι δὲ καὶκατὰ τὴν λεωφόρον ἰόντι ἐρείπια Σελλασίας ἐστί: ταύτην, καθὰ καὶ πρότερονἔγραψα, ἠνδραποδίσαντο Ἀχαιοὶ Λακεδαιμονίους καὶ τὸν βασιλέα Κλεομένην τὸνΛεωνίδου μάχῃ νικήσαντες. [8] ἐν δὲ Θόρνακι—ἐς γὰρ τοῦτον ἀφίξῃ προϊών—ἄγαλμάἐστι Πυθαέως Ἀπόλλωνος κατὰ τὰ αὐτὰ τῷ ἐν Ἀμύκλαις πεποιημένον: τὸ δὲ σχῆμαὁποῖόν ἐστιν, ἐπ᾽ ἐκείνῳ γράψω. Λακεδαιμονίοις γὰρ ἐπιφανέστερά ἐστι τὰ ἐς τὸνἈμυκλαῖον, ὥστε καὶ τὸν χρυσόν, ὃν Κροῖσος ὁ Λυδὸς τῷ Ἀπόλλωνι ἔπεμψε τῷΠυθαεῖ, τούτῳ ἐς κόσμον τοῦ ἐν Ἀμύκλαις κατεχρήσαντο ἀγάλματος. 11.
ἀπὸ δὲ Θόρνακος προελθόντι ἔστιν ἡ πόλις, Σπάρτη μὲν ὀνομασθεῖσα ἐξ ἀρχῆς,προσλαβοῦσα δὲ ἀνὰ χρόνον καὶ Λακεδαίμων ἡ αὐτὴ καλεῖσθαι: τέως δὲ τὸ ὄνοματοῦτο ἔκειτο τῇ γῇ. ὃ δὲ ἐν τῇ συγγραφῇ μοι τῇ Ἀτθίδι ἐπανόρθωμα ἐγένετο, μὴ τὰπάντα με ἐφεξῆς, τὰ δὲ μάλιστα ἄξια μνήμης ἐπιλεξάμενον ἀπ᾽ αὐτῶν εἰρηκέναι,δηλώσω δὴ πρὸ τοῦ λόγου τοῦ ἐς Σπαρτιάτας: ἐμοὶ γὰρ ἐξ ἀρχῆς ἠθέλησεν ὁ λόγοςἀπὸ πολλῶν καὶ οὐκ ἀξίων ἀφηγήσεως, ὧν ἃ ἕκαστοι παρὰ σφίσι λέγουσιν,ἀποκρῖναι τὰ ἀξιολογώτατα. ὡς οὖν εὖ βεβουλευμένος οὐκ ἔστιν ὅπου παραβήσομαι.[2]
Λακεδαιμονίων τοῖς Σπάρτην ἔχουσίν ἐστιν ἀγορὰ θέας ἀξία, καὶ τῆς τε γερουσίαςβουλευτήριον καὶ τῶν ἐφόρων καὶ νομοφυλάκων καὶ καλουμένων Βιδιαίων ἀρχεῖάἐστιν ἐπὶ τῆς ἀγορᾶς. ἡ μὲν δὴ γερουσία συνέδριον Λακεδαιμονίοις κυριώτατον τῆςπολιτείας, οἱ λοιποὶ δέ εἰσιν ἄρχοντες: τοῖς δὲ ἐφόροις καὶ Βιδιαίοις πέντε ἀριθμὸνἑκατέροις οὖσι, τοῖς μὲν τοὺς ἐπὶ τῷ Πλατανιστᾷ καλουμένῳ καὶ ἄλλους τῶν ἐφήβωνἀγῶνας τιθέναι καθέστηκεν, ἔφοροι δὲ τά τε ἄλλα διοικοῦσι τὰ σπουδῆς μάλισταἄξια καὶ παρέχονται τὸν ἐπώνυμον, καθὰ δὴ καὶ Ἀθηναίοις τῶν καλουμένων ἐννέαἐπώνυμός ἐστιν εἷς ἄρχων. [3] ἐπιφανέστατον δὲ τῆς ἀγορᾶς ἐστιν ἣν στοὰνΠερσικὴν ὀνομάζουσιν ἀπὸ λαφύρων ποιηθεῖσαν τῶν Μηδικῶν: ἀνὰ χρόνον δὲ αὐτὴνἐς μέγεθος τὸ νῦν καὶ ἐς κόσμον τὸν παρόντα μεταβεβλήκασιν. εἰσὶ δὲ ἐπὶ τῶνκιόνων Πέρσαι λίθου λευκοῦ καὶ ἄλλοι καὶ Μαρδόνιος ὁ Γωβρύου.
πεποίηται δὲ καὶ Ἀρτεμισία, θυγάτηρ μὲν Λυγδάμιδος, ἐβασίλευσε δὲ Ἁλικαρνασσοῦ:ταύτην φασὶν ἑκουσίως ἐπὶ τὴν Ἑλλάδα συστρατεῦσαι Ξέρξῃ καὶ ἔργα ἐν τῇναυμαχίᾳ περὶ Σαλαμῖνα ἀποδείξασθαι. [4] ναοὶ δέ εἰσιν ἐπὶ τῆς ἀγορᾶς Καίσαρος, ὃςμοναρχίας πρῶτος ἐν Ῥωμαίοις ἐπεθύμησεν καὶ ἀρχὴν τὴν καθεστηκυῖαν πρῶτοςἐκτήσατο, ὁ δὲ Αὐγούστῳ πεποίηται παιδὶ ἐκείνου τήν τε βασιλείαν βεβαιωσαμένῳμᾶλλον καὶ ἀξιώματος καὶ δυνάμεως ἐς πλέον ἢ ὁ πατήρ οἱ προελθόντι: τὸ δὲ ὄνομαἦν τούτῳ Αὔγουστος, ὃ κατὰ γλῶσσαν δύναται τὴν Ἑλλήνων σεβαστός. [5]
τοῦ δὲ Αὐγούστου δεικνύουσι πρὸς τῷ βωμῷ χαλκῆν εἰκόνα Ἀγίου. τοῦτον τὸν Ἀγίανμαντευσάμενόν φασι Λυσάνδρῳ τὸ Ἀθηναίων ἑλεῖν ναυτικὸν περὶ Αἰγὸς ποταμοὺςπλὴν τριήρων δέκα: αὗται δὲ ἀποφεύγουσιν ἐς Κύπρον, τὰς δὲ ἄλλας οἱΛακεδαιμόνιοι καὶ αὐτὰς καὶ τοὺς ἄνδρας αἱροῦσιν. ὁ δὲ Ἀγίας Ἀγελόχου παῖς ἦν τοῦΤισαμενοῦ: [6] Τισαμενῷ δὲ ὄντι Ἠλείῳ τῶν Ἰαμιδῶν λόγιον ἐγένετο ἀγῶναςἀναιρήσεσθαι πέντε ἐπιφανεστάτους αὐτόν. οὕτω πένταθλον Ὀλυμπίασιν ἀσκήσαςἀπῆλθεν ἡττηθείς, καίτοι τὰ δύο γε ἦν πρῶτος: καὶ γὰρ δρόμῳ τε ἐκράτει καὶπηδήματι Ἱερώνυμον τὸν Ἄνδριον. καταπαλαισθεὶς δὲ ὑπ᾽ αὐτοῦ καὶ ἁμαρτὼν τῆςνίκης συνίησι τοῦ χρησμοῦ, διδόναι οἱ τὸν θεὸν μαντευομένῳ πέντε ἀγῶνας πολέμῳκρατῆσαι. [7] Λακεδαιμόνιοι δὲ—οὐ γὰρ εἶχον ἀνηκόως ὧν Τισαμενῷ προεῖπεν ἡΠυθία—πείθουσι μετοικήσαντα ἐξ Ἤλιδος μαντεύεσθαι Σπαρτιατῶν τῷ κοινῷ: καίσφισιν ὁ Τισαμενὸς ἀγῶνας πολέμου πέντε ἐνίκησε, πρῶτον μὲν Πλαταιᾶσιν ἐναντίαΠερσῶν, δεύτερον δὲ ἐν Τεγέᾳ πρὸς Τεγεάτας καὶ Ἀργείους μάχης Λακεδαιμονίοιςσυνεστώσης, ἐπὶ τούτοις δὲ ἐν Διπαιεῦσιν Ἀρκάδων πάντων πλὴν Μαντινέωνἀντιτεταγμένων: οἱ δὲ Διπαιεῖς ἐν τῇ Μαιναλίᾳ πόλισμα Ἀρκάδων ἦσαν. [8] τέταρτονδὲ ἠγωνίσατο πρὸς τοὺς ἐξ ἰσθμοῦ ἐς Ἰθώμην ἀποστάντας ἀπὸ τῶν εἱλώτων:ἀπέστησαν δὲ οὐχ ἅπαντες οἱ εἵλωτες, ἀλλὰ τὸ Μεσσηνιακὸν ἀπὸ τῶν ἀρχαίωνεἱλώτων ἀποσχισθέντες: καί μοι καὶ τάδε ὁ λόγος αὐτίκα ἐπέξεισι. τότε δὲ οἱΛακεδαιμόνιοι τοὺς ἀποστάντας ἀπελθεῖν ὑποσπόνδους εἴασαν Τισαμενῷ καὶ τῷ ἐνΔελφοῖς χρηστηρίῳ πειθόμενοι: τελευταῖον δὲ ὁ Τισαμενὸς ἐμαντεύσατο ἐν Τανάγρᾳσφίσι πρὸς Ἀργείους καὶ Ἀθηναίους γινομένης συμβολῆς. [9]
τὰ μὲν Τισαμενοῦ τοιαῦτα ἐπυνθανόμην ὄντα: Σπαρτιάταις δὲ ἐπὶ τῆς ἀγορᾶςΠυθαέως τέ ἐστιν καὶ Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς ἀγάλματα. Χορὸς δὲοὗτος ὁ τόπος καλεῖται πᾶς, ὅτι ἐν ταῖς γυμνοπαιδίαις—ἑορτὴ δὲ εἴ τις ἄλλη καὶ αἱγυμνοπαιδίαι διὰ σπουδῆς Λακεδαιμονίοις εἰσίν—ἐν ταύταις οὖν οἱ ἔφηβοι χοροὺςἱστᾶσι τῷ Ἀπόλλωνι. τούτων δὲ οὐ πόρρω Γῆς ἱερὸν καὶ Διός ἐστιν Ἀγοραίου, τὸ δὲἈθηνᾶς Ἀγοραίας καὶ Ποσειδῶνος ὃν ἐπονομάζουσιν Ἀσφάλιον, καὶ Ἀπόλλωνοςαὖθις καὶ Ἥρας: [10] ἀνάκειται δὲ καὶ Δήμου τοῦ Σπαρτιατῶν ἀνδριὰς μεγέθει μέγας.καὶ Μοιρῶν Λακεδαιμονίοις ἐστὶν ἱερόν, Ὀρέστου δὲ τοῦ Ἀγαμέμνονος πρὸς αὐτῷτάφος: κομισθέντα γὰρ ἐκ Τεγέας τοῦ Ὀρέστου τὰ ὀστᾶ κατὰ μαντείαν θάπτουσινἐνταῦθα. παρὰ δὲ τοῦ Ὀρέστου τὸν τάφον ἐστὶν εἰκὼν Πολυδώρου τοῦ Ἀλκαμένους,ὃν βασιλέων ἐς τοσοῦτο τιμῆς προήχασιν ὥστε οἱ τὰς ἀρχὰς ἔχοντες, ὁπόσα δεῖσημαίνεσθαι, τοῦ Πολυδώρου σημαίνονται τῇ εἰκόνι. [11] ἔστι δὲ καὶ Ἑρμῆς ἈγοραῖοςΔιόνυσον φέρων παῖδα, καὶ τὰ ἀρχαῖα καλούμενα Ἐφορεῖα, ἐν δὲ αὐτοῖς Ἐπιμενίδουτοῦ Κρητὸς μνῆμα καὶ Ἀφαρέως τοῦ Περιήρους: καὶ τά γε ἐς ἘπιμενίδηνΛακεδαιμονίους δοξάζω μᾶλλον Ἀργείων λέγειν εἰκότα. ἐνταῦθα, ἔνθα αἱ Μοῖραι,καὶ Ἑστία τοῖς Λακεδαιμονίοις ἐστὶ καὶ Ζεὺς Ξένιος καὶ Ἀθηνᾶ Ξενία. 12.
ἰόντι δὲ ἐκ τῆς ἀγορᾶς κατὰ τὴν ὁδὸν ἣν Ἀφεταΐδα ὀνομάζουσι, τὰ καλούμεναΒοώνητά ἐστι: καί με ὁ λόγος ἀπαιτεῖ πρότερα εἰπεῖν τὰ ἐς τὴν ἐπίκλησιν τῆς ὁδοῦ.τοῖς μνηστῆρσιν Ἰκάριον τῆς Πηνελόπης φασὶν ἀγῶνα προθεῖναι δρόμου: καὶ ὅτι μὲνὈδυσσεὺς ἐκράτει, δῆλά ἐστιν, ἀφεθῆναι δὲ αὐτοὺς λέγουσιν ἐς τὸν δρόμον διὰ τῆςὁδοῦ τῆς Ἀφεταΐδος. [2] δοκεῖν δ᾽ ἐμοὶ δρόμου Ἰκάριος τὸ ἀγώνισμα ἐποίησεμιμούμενος Δαναόν. Δαναῷ γὰρ τοῦτο ἐπὶ ταῖς θυγατράσιν εὑρέθη, καὶ ὡς γυναῖκαοὐδεὶς ἤθελεν ἐξ αὐτῶν διὰ τὸ μίασμα ἀγαγέσθαι, διέπεμπε δὴ ὁ Δαναὸς ἕδνων ἄνευδώσειν ᾗ ἂν ἕκαστος κατὰ κάλλος ἀρέσκηται: ἀφικομένοις δὲ ἀνδράσιν οὐ πολλοῖςἀγῶνα δρόμου κατέστησε, καὶ πρώτῳ τε ἐλθόντι ἐγένετο ἑλέσθαι πρώτῳ τῶν ἄλλωνκαὶ μετ᾽ ἐκεῖνον τῷ δευτέρῳ καὶ ἤδη κατὰ τὰ αὐτὰ ἄχρι τοῦ τελευταίου: τὰς δὲὑπολειφθείσας μένειν ἔφοδον ἄλλην μνηστήρων ἔδει καὶ ἀγῶνα ἄλλον δρόμου. [3]Λακεδαιμονίοις δὲ κατὰ τὴν ὁδὸν ταύτην ἐστίν, ὡς ἤδη λέλεκταί μοι, τὰ ὀνομαζόμεναΒοώνητα, Πολυδώρου ποτὲ οἰκία τοῦ βασιλέως: ἀποθανόντος δὲ παρὰ τοῦΠολυδώρου τῆς γυναικὸς ἐπρίαντο ἀντιδόντες βοῦς. ἀργύρου γὰρ οὐκ ἦν πω τότεοὐδὲ χρυσοῦ νόμισμα, κατὰ τρόπον δὲ ἔτι τὸν ἀρχαῖον ἀντεδίδοσαν βοῦς καὶἀνδράποδα καὶ ἀργὸν τὸν ἄργυρον καὶ χρυσόν: [4] οἱ δὲ ἐς τὴν Ἰνδικὴν ἐσπλέοντεςφορτίων φασὶν Ἑλληνικῶν τοὺς Ἰνδοὺς ἀγώγιμα ἄλλα ἀνταλλάσσεσθαι, νόμισμα δὲοὐκ ἐπίστασθαι, καὶ ταῦτα χρυσοῦ τε ἀφθόνου καὶ χαλκοῦ παρόντος σφίσι.
τοῦ δὲ τῶν Βιδιαίων ἀρχείου πέραν ἐστὶν Ἀθηνᾶς ἱερόν: Ὀδυσσεὺς δὲ ἱδρύσασθαι τὸἄγαλμα λέγεται καὶ ὀνομάσαι Κελεύθειαν, τοὺς Πηνελόπης μνηστῆρας τῷ δρόμῳνικήσας. ἱδρύσατο δὲ τῆς Κελευθείας ἱερὰ ἀριθμῷ τρία διεστηκότα ἀπ᾽ ἀλλήλων. [5]προϊόντων δὲ κατὰ τὴν Ἀφεταΐδα ἡρῷά ἐστιν Ἴοπός τε κατὰ Λέλεγα ἢ Μύληταγενέσθαι δοκοῦντος καὶ Ἀμφιαράου τοῦ Ὀικλέους: τοῦτο δὲ τοὺς Τυνδάρεω παῖδαςνομίζουσιν ἅτε ἀνεψιῷ τῷ Ἀμφιαράῳ ποιῆσαι: καὶ αὐτοῦ Λέλεγός ἐστιν ἡρῷον,τούτων δὲ οὐ πόρρω τέμενος Ποσειδῶνος Ταιναρίου—Ταινάριον δὲ ἐπονομάζουσιν—[6] οὐ μακρὰν δὲ Ἀθηνᾶς ἄγαλμα, ὃ τοὺς ἐς Ἰταλίαν τε καὶ Τάραντα ἀποικισθένταςἀναθεῖναι λέγουσι. τὸ δὲ χωρίον, ὃ καλοῦσιν Ἑλλήνιον, ἐστὶν εἰρημένον ὡς οἱ τῶνἙλλήνων Ξέρξην διαβαίνοντα ἐς τὴν Εὐρώπην παρεσκευάζοντο ἀμυνούμενοι, κατὰτοῦτο τὸ χωρίον βουλευσάμενοι τρόπον ὅντινα ἀνθέξουσιν. ὁ δὲ ἕτερος τῶν λόγωντοὺς Μενελάου χάριτι στρατεύσαντας ἐπὶ Ἴλιον βουλεύσασθαί φησιν ἐνταῦθα ὅπωςἀναπλεῦσαί τε ἐς Τροίαν καὶ δίκας δυνήσονται παρὰ Ἀλεξάνδρου λαβεῖν τῆς Ἑλένηςἁρπαγῆς. [7] τοῦ δὲ Ἑλληνίου πλησίον Ταλθυβίου μνῆμα ἀποφαίνουσι: δεικνύουσι δὲκαὶ Ἀχαιῶν Αἰγιεῖς ἐπὶ τῆς ἀγορᾶς, Ταλθυβίου καὶ οὗτοι φάμενοι μνῆμα εἶναι.Ταλθυβίου δὲ τούτου μήνιμα ἐπὶ τῷ φόνῳ τῶν κηρύκων, οἳ παρὰ βασιλέως Δαρείουγῆν τε καὶ ὕδωρ αἰτήσοντες ἐς τὴν Ἑλλάδα ἐπέμφθησαν, Λακεδαιμονίοις μὲνἐπεσήμαινεν ἐς τὸ δημόσιον, ἐν Ἀθήναις δὲ ἰδίᾳ τε καὶ ἐς ἑνὸς οἶκον ἀνδρὸςκατέσκηψε Μιλτιάδου τοῦ Κίμωνος: ἐγεγόνει δὲ καὶ τῶν κηρύκων τοῖς ἐλθοῦσιν ἐςτὴν Ἀττικὴν ὁ Μιλτιάδης ἀποθανεῖν αἴτιος ὑπὸ Ἀθηναίων. [8] Λακεδαιμονίοις δὲ ἔστιμὲν Ἀπόλλωνος Ἀκρίτα βωμός, ἔστι δ᾽ ἐπονομαζόμενον Γάσηπτον ἱερὸν Γῆς:Ἀπόλλων δὲ ὑπὲρ αὐτὸ ἵδρυται Μαλεάτης. ἐπὶ δὲ τῷ πέρατι τῆς Ἀφεταΐδος, ἐγγύταταἤδη τοῦ τείχους, Δικτύννης ἐστὶν ἱερὸν καὶ βασίλειοι τάφοι τῶν καλουμένωνΕὐρυπωντιδῶν: παρὰ δὲ τὸ Ἑλλήνιον Ἀρσινόης ἱερόν, Λευκίππου τε θυγατρὸς καὶγυναικῶν τῶν Πολυδεύκους καὶ Κάστορος ἀδελφῆς. πρὸς δὲ τοῖς Φρουρίοιςκαλουμένοις ναός ἐστιν Ἀρτέμιδος, καὶ προελθοῦσιν ὀλίγον πεποίηται μνῆμα τοῖς ἐξἬλιδος μάντεσι, καλουμένοις δὲ Ἰαμίδαις. [9] καὶ Μάρωνός ἐστιν ἱερὸν καὶ Ἀλφειοῦ:Λακεδαιμονίων δὲ τῶν ἐς Θερμοπύλας στρατευσαμένων λόγου μάλιστα ἀξίωςμαχέσασθαι μετά γε αὐτὸν δοκοῦσι Λεωνίδαν. τοῦ δὲ Τροπαίου Διὸς τὸ ἱερὸνἐποίησαν οἱ Δωριεῖς πολέμῳ τούς τε ἄλλους Ἀχαιούς, οἳ γῆν τὴν Λακωνικὴντηνικαῦτα εἶχον, καὶ τοὺς Ἀμυκλαιεῖς κρατήσαντες. τὸ δὲ ἱερὸν τῆς Μεγάλης μητρὸςτιμᾶται περισσῶς δή τι. μετὰ δὲ αὐτὸ ἡρῷα Ἱππολύτου τέ ἐστι τοῦ Θησέως καὶΑὐλῶνος Ἀρκάδος, υἱοῦ δὲ Τλησιμένους: Τλησιμένην δὲ Παρθενοπαίου τοῦΜελανίωνος ἀδελφόν, οἱ δὲ παῖδα εἶναι λέγουσιν. [10]
ἑτέρα δὲ ἐκ τῆς ἀγορᾶς ἐστιν ἔξοδος, καθ᾽ ἣν πεποίηταί σφισιν ἡ καλουμένη Σκιάς,ἔνθα καὶ νῦν ἔτι ἐκκλησιάζουσι. ταύτην τὴν Σκιάδα Θεοδώρου τοῦ Σαμίου φασὶν εἶναιποίημα, ὃς πρῶτος διαχέαι σίδηρον εὗρε καὶ ἀγάλματα ἀπ᾽ αὐτοῦ πλάσαι. ἐνταῦθαἐκρέμασαν οἱ Λακεδαιμόνιοι τὴν Τιμοθέου τοῦ Μιλησίου κιθάραν, καταγνόντες ὅτιχορδαῖς ἑπτὰ ταῖς ἀρχαίαις ἐφεῦρεν ἐν τῇ κιθαρῳδίᾳ τέσσαρας χορδάς. [11] πρὸς δὲτῇ Σκιάδι οἰκοδόμημά ἐστι περιφερές, ἐν δὲ αὐτῷ Διὸς καὶ Ἀφροδίτης ἀγάλματαἐπίκλησιν Ὀλυμπίων: τοῦτο Ἐπιμενίδην κατασκευάσαι λέγουσιν, οὐχ ὁμολογοῦντεςτὰ ἐς αὐτὸν Ἀργείοις, ὅπου μηδὲ πολεμῆσαί φασι πρὸς Κνωσσίους. 13. πλησίον δὲἔστι μὲν Κυνόρτου τοῦ Ἀμύκλα τάφος, ἔστι δὲ καὶ Κάστορος μνῆμα, ἐπὶ δὲ αὐτῷ καὶἱερὸν πεποίηται: τεσσαρακοστῷ γὰρ ὕστερον ἔτει τῆς μάχης τῆς πρὸς Ἴδαν καὶΛυγκέα θεοὺς τοὺς Τυνδάρεω παῖδας καὶ οὐ πρότερον νομισθῆναί φασι. δείκνυται δὲπρὸς τῇ Σκιάδι καὶ Ἴδα καὶ Λυγκέως τάφος. κατὰ μὲν δὴ τοῦ λόγου τὸ εἰκὸς ἐτάφησανἐν τῇ Μεσσηνίᾳ καὶ οὐ ταύτῃ: [2] Μεσσηνίων δὲ αἱ συμφοραὶ καὶ ὁ χρόνος, ὅσονἔφυγον ἐκ Πελοποννήσου, πολλὰ τῶν ἀρχαίων καὶ κατελθοῦσιν ἐποίησεν ἄγνωστα,ἅτε δὲ ἐκείνων οὐκ εἰδότων ἔστιν ἤδη τοῖς ἐθέλουσιν ἀμφισβητεῖν.
Λακεδαιμονίοις δὲ ἀπαντικρὺ τῆς Ὀλυμπίας Ἀφροδίτης ἐστὶ ναὸς Κόρης Σωτείρας:ποιῆσαι δὲ τὸν Θρᾷκα Ὀρφέα λέγουσιν, οἱ δὲ Ἄβαριν ἀφικόμενον ἐξ Ὑπερβορέων. [3]ὁ δὲ Καρνειός, ὃν Οἰκέταν ἐπονομάζουσι, τιμὰς εἶχεν ἐν Σπάρτῃ καὶ πρὶνἩρακλείδας κατελθεῖν, ἵδρυτο δὲ ἐν οἰκίᾳ Κριοῦ τοῦ Θεοκλέους, ἀνδρὸς μάντεως:τούτου δὲ τοῦ Κριοῦ γεμιζούσῃ τῇ θυγατρὶ ὕδωρ συντυχόντες κατάσκοποι τῶνΔωριέων αὐτῇ τε ἀφίκοντο ἐς λόγους καὶ παρὰ τὸν Κριὸν ἐλθόντες διδάσκονται τὴνἅλωσιν τῆς Σπάρτης. [4] Κάρνειον δὲ Ἀπόλλωνα Δωριεῦσι μὲν τοῖς πᾶσι σέβεσθαικαθέστηκεν ἀπὸ Κάρνου γένος ἐξ Ἀκαρνανίας, μαντευομένου δὲ ἐξ Ἀπόλλωνος:τοῦτον γὰρ τὸν Κάρνον ἀποκτείναντος Ἱππότου τοῦ Φύλαντος ἐνέπεσεν ἐς τὸστρατόπεδον τοῖς Δωριεῦσι μήνιμα Ἀπόλλωνος, καὶ Ἱππότης τε ἔφυγεν ἐπὶ τῷ φόνῳκαὶ Δωριεῦσιν ἀπὸ τούτου τὸν Ἀκαρνᾶνα μάντιν καθέστηκεν ἱλάσκεσθαι. ἀλλὰ γὰρΛακεδαιμονίοις οὐχ οὗτος ὁ Οἰκέτας ἐστὶ
Καρνειός, ὁ δὲ ἐν τοῦ μάντεως Κριοῦ τιμώμενος Ἀχαιῶν ἔτι ἐχόντων τὴν Σπάρτην. [5]Πραξίλλῃ μὲν δὴ πεποιημένα ἐστὶν ὡς Εὐρώπης εἴη καὶ Διὸς ὁ Κάρνειος καὶ αὐτὸνἀνεθρέψατο Ἀπόλλων καὶ Λητώ: λέγεται δὲ καὶ ἄλλος ἐπ᾽ αὐτῷ λόγος, ἐν τῇ Ἴδῃ τῇΤρωικῇ κρανείας ἐν Ἀπόλλωνος ἄλσει πεφυκυίας τοὺς Ἕλληνας ἐκτεμεῖν ἐς τοῦἵππου τοῦ δουρείου τὴν ποίησιν: μαθόντες δὲ ὀργήν σφισιν ἔχειν τὸν θεὸν θυσίαιςἱλάσκονται καὶ Ἀπόλλωνα ὀνομάζουσι Κάρνειον ἀπὸ τῶν κρανειῶν, ὑπερθέντες τὸῥῶ κατὰ δή τι ἀρχαῖον. [6]
τοῦ Καρνείου δὲ οὐ πόρρω καλούμενόν ἐστιν ἄγαλμα Ἀφεταίου: τοῖς δὲ Πηνελόπηςμνηστῆρσί φασιν ἐντεῦθεν γενέσθαι τοῦ δρόμου τὴν ἀρχήν. ἔστι δέ τι χωρίον ἔχονστοὰς ἐν τετραγώνῳ τῷ σχήματι, ἔνθα σφίσιν ἐπιπράσκετο ὁ ῥῶπος τὸ ἀρχαῖον: πρὸςτούτῳ Διὸς Ἀμβουλίου καὶ Ἀθηνᾶς ἐστιν Ἀμβουλίας βωμὸς καὶ Διοσκούρων καὶτούτων Ἀμβουλίων. [7] ἀπαντικρὺ δὲ ἥ τε ὀνομαζομένη Κολώνα καὶ ΔιονύσουΚολωνάτα ναός, πρὸς αὐτῷ δὲ τέμενός ἐστιν ἥρωος, ὃν τῆς ὁδοῦ τῆς ἐς ΣπάρτηνΔιονύσῳ φασὶ γενέσθαι ἡγεμόνα: τῷ δὲ ἥρωι τούτῳ πρὶν ἢ τῷ θεῷ θύουσιν αἱΔιονυσιάδες καὶ αἱ Λευκιππίδες. τὰς δὲ ἄλλας ἕνδεκα ἃς καὶ αὐτὰς Διονυσιάδαςὀνομάζουσι, ταύταις δρόμου προτιθέασιν ἀγῶνα: [8] δρᾶν δὲ οὕτω σφίσιν ἦλθεν ἐκΔελφῶν. τοῦ Διονύσου δὲ οὐ μακρὰν Διὸς ἱερόν ἐστιν Εὐανέμου, τούτου δὲ ἐν δεξιᾷΠλευρῶνος ἡρῷον. γεγόνασι δὲ οἱ Τυνδάρεω παῖδες τὰ πρὸς μητρὸς ἀπὸ τοῦ
Πλευρῶνος: Θέστιον γὰρ τὸν Λήδας πατέρα Ἄσιός φησιν ἐν τοῖς ἔπεσιν Ἀγήνοροςπαῖδα εἶναι τοῦ Πλευρῶνος. τοῦ δὲ ἡρῴου λόφος ἐστὶν οὐ πόρρω καὶ Ἥρας ἐπὶ τῷλόφῳ ναὸς Ἀργείας: ἱδρύσασθαι δὲ Εὐρυδίκην φασὶ Λακεδαίμονος θυγατέρα, γυναῖκαδὲ Ἀκρισίου τοῦ Ἄβαντος. Ἥρας δὲ ἱερὸν Ὑπερχειρίας κατὰ μαντείαν ἐποιήθη, τοῦΕὐρώτα πολὺ τῆς γῆς σφισιν ἐπικλύζοντος. [9] ξόανον δὲ ἀρχαῖον καλοῦσινἈφροδίτης Ἥρας: ἐπὶ δὲ θυγατρὶ γαμουμένῃ νενομίκασι τὰς μητέρας τῇ θεῷ θύειν.τοῦ λόφου δὲ κατὰ τὴν ἐς δεξιὰν ὁδὸν Ἑτοιμοκλέους ἐστὶν εἰκών: τῷ δὲ Ἑτοιμοκλεῖκαὶ αὐτῷ καὶ Ἱπποσθένει τῷ πατρὶ πάλης εἰσὶν Ὀλυμπικαὶ νῖκαι, καὶ συναμφοτέροιςμὲν μία τε καὶ δέκα, τῷ δὲ Ἱπποσθένει μιᾷ νίκῃ τὸν υἱὸν παρελθεῖν ὑπῆρξεν. 14.
ἐκ δὲ τῆς ἀγορᾶς πρὸς ἥλιον ἰόντι δυόμενον τάφος κενὸς Βρασίδᾳ τῷ Τέλλιδοςπεποίηται: ἀπέχει δὲ οὐ πολὺ τοῦ τάφου τὸ θέατρον, λίθου λευκοῦ, θέας ἄξιον. τοῦθεάτρου δὲ ἀπαντικρὺ Παυσανίου τοῦ Πλαταιᾶσιν ἡγησαμένου μνῆμά ἐστι, τὸ δὲἕτερον Λεωνίδου— καὶ λόγους κατὰ ἔτος ἕκαστον ἐπ᾽ αὐτοῖς λέγουσι καὶ τιθέασινἀγῶνα, ἐν ᾧ πλὴν Σπαρτιατῶν ἄλλῳ γε οὐκ ἔστιν ἀγωνίζεσθαι—, τὰ δὲ ὀστᾶ τοῦΛεωνίδου τεσσαράκοντα ἔτεσιν ὕστερον ἀνελομένου ἐκ Θερμοπυλῶν τοῦΠαυσανίου. κεῖται δὲ καὶ στήλη πατρόθεν τὰ ὀνόματα ἔχουσα οἳ πρὸς Μήδους τὸν ἐνΘερμοπύλαις ἀγῶνα ὑπέμειναν. [2] καλεῖται δὲ ἐν τῇ Σπάρτῃ Θεομηλίδα χωρίον:κατὰ τοῦτο τῆς πόλεως τάφοι τῶν
Ἀγιαδῶν βασιλέων εἰσὶ καὶ πλησίον ὀνομαζομένη λέσχη Κροτανῶν: εἰσὶ δὲ οἱΚροτανοὶ Πιτανατῶν μοῖρα. Ἀσκληπιοῦ δὲ οὐ πόρρω τῆς λέσχης ἐστὶν ἱερὸν, ἐνἈγιαδῶν καλούμενον. προελθοῦσι δὲ Ταινάρου μνῆμά ἐστι, καὶ τὴν ἄκραν τὴν ἐςθάλασσαν ἐσέχουσαν ἀπὸ τούτου φασὶν ὀνομασθῆναι: θεῶν δὲ ἱερὰ Ποσειδῶνόςἐστιν Ἱπποκουρίου καὶ Ἀρτέμιδος Αἰγιναίας. ἐπανελθοῦσι δὲ ὀπίσω πρὸς τὴν λέσχηνἐστὶν Ἀρτέμιδος Ἰσσωρίας ἱερόν: ἐπονομάζουσι δὲ αὐτὴν καὶ Λιμναίαν, οὖσαν οὐκἌρτεμιν, Βριτόμαρτιν δὲ τὴν Κρητῶν: τὰ δὲ ἐς αὐτὴν ὁ Αἰγιναῖος ἔχει μοι λόγος. [3]ἐγγυτάτω δὲ τῶν μνημάτων ἃ τοῖς Ἀγιάδαις πεποίηται στήλην ὄψει, γεγραμμέναι δέεἰσιν ἃς Χίονις ἀνὴρ Λακεδαιμόνιος δρόμου νίκας ἀνείλετο ἄλλας τε καὶ Ὀλυμπίασιν:ἐνταῦθα δὲ ἑπτὰ ἐγένοντό οἱ νῖκαι, τέσσαρες μὲν σταδίου, διαύλου δὲ αἱ λοιπαί: τὸνδὲ σὺν τῇ ἀσπίδι δρόμον ἐπὶ ἀγῶνι λήγοντι οὐ συνέβαινεν εἶναί πω. Χίονιν δὲ καὶ τοῦστόλου μετασχεῖν τῷ Θηραίῳ Βάττῳ καὶ Κυρήνην οἰκίσαι σὺν ἐκείνῳ καὶ Λιβύωνκαταστρέψασθαι τοὺς προσχώρους λέγουσιν. [4] τὸ δὲ ἱερὸν τῆς Θέτιδοςκατασκευασθῆναί φασιν ἐπ᾽ αἰτίᾳ τοιαύτῃ: πολεμεῖν μὲν πρὸς Μεσσηνίουςἀφεστηκότας, τὸν δὲ βασιλέα σφῶν Ἀνάξανδρον ἐσβαλόντα ἐς τὴν Μεσσηνίανλαβεῖν αἰχμαλώτους γυναῖκας, ἐν δὲ αὐταῖς εἶναι Κλεώ, Θέτιδος δὲ αὐτὴν ἱέρειανεἶναι. ταύτην ἡ τοῦ Ἀναξάνδρου γυνὴ τὴν Κλεὼ παρὰ τοῦ Ἀναξάνδρου αἰτεῖ, καὶ τό τεξόανον τῆς Θέτιδος ἀνεῦρεν ἔχουσαν καὶ ναὸν μετ᾽ αὐτῆς ἱδρύσατο τῇ θεῷ: ἐποίει δὲταῦτα ἡ Λεανδρὶς κατὰ ὄψιν ὀνείρατος. [5] τὸ μὲν δὴ ξόανον τῆς Θέτιδος ἐν ἀπορρήτῳφυλάσσουσι: Δήμητρα δὲ Χθονίαν Λακεδαιμόνιοι μὲν σέβειν φασὶ παραδόντος σφίσινὈρφέως, δόξῃ δὲ ἐμῇ διὰ τὸ ἱερὸν τὸ ἐν Ἑρμιόνῃ κατέστη καὶ τούτοις Χθονίαννομίζειν Δήμητρα. ἔστι δὲ καὶ Σαράπιδος νεώτατον τοῦτο Σπαρτιάταις ἱερὸν καὶ Διὸςἐπίκλησιν Ὀλυμπίου. [6]
καλοῦσι δὲ Λακεδαιμόνιοι Δρόμον, ἔνθα τοῖς νέοις καὶ ἐφ᾽ ἡμῶν ἔτι δρόμου μελέτηκαθέστηκεν. ἐς τοῦτον τὸν Δρόμον ἰόντι ἀπὸ τοῦ τάφου τῶν Ἀγιαδῶν ἔστιν ἐνἀριστερᾷ μνῆμα Εὐμήδους, Ἱπποκόωντος δὲ καὶ οὗτος ἦν ὁ Εὐμήδης: ἔστι δὲ ἄγαλμαἀρχαῖον Ἡρακλέους, ᾧ θύουσιν οἱ Σφαιρεῖς: οἱ δέ εἰσιν οἱ ἐκ τῶν ἐφήβων ἐς ἄνδραςἀρχόμενοι συντελεῖν. πεποίηται δὲ καὶ γυμνάσια ἐν τῷ Δρόμῳ, τὸ ἕτερον Εὐρυκλέουςἀνάθημα ἀνδρὸς Σπαρτιάτου: τοῦ Δρόμου δὲ ἐκτὸς κατὰ τοῦ Ἡρακλέους τὸ ἄγαλμαἔστιν οἰκία τὰ ἐφ᾽ ἡμῶν ἰδιώτου, Μενελάου τὸ ἀρχαῖον. προελθόντι δὲ ἀπὸ τοῦΔρόμου Διοσκούρων ἱερὸν καὶ Χαρίτων, τὸ δὲ Εἰλειθυίας ἐστὶν Ἀπόλλωνός τεΚαρνείου καὶ Ἀρτέμιδος Ἡγεμόνης: [7] τὸ δὲ τοῦ Ἀγνίτα πεποίηται μὲν ἐν δεξιᾷ τοῦΔρόμου, Ἀσκληπιοῦ δέ ἐστιν ἐπίκλησις ὁ Ἀγνίτας, ὅτι ἦν ἄγνου τῷ θεῷ ξόανον: ἡ δὲἄγνος λύγος καὶ αὐτὴ κατὰ ταὐτά ἐστι τῇ ῥάμνῳ. τοῦ Ἀσκληπιοῦ δὲ οὐ πόρρωτρόπαιον ἕστηκε, Πολυδεύκην δὲ ἀναστῆσαί φασιν ἐπὶ Λυγκεῖ: καί μοι κἀμοὶ καὶτοῦτο ἀποφαίνει τὸν λόγον εἰκότα, οὐ ταφῆναι τοὺς Ἀφαρέως παῖδας ἐν Σπάρτῃ.πρὸς δὲ τοῦ Δρόμου τῇ ἀρχῇ Διόσκουροί τέ εἰσιν Ἀφετήριοι καὶ ὀλίγον προελθόντιἡρῷον Ἄλκωνος: τὸν δὲ Ἄλκωνα λέγουσιν Ἱπποκόωντας παῖδα εἶναι.
παρὰ δὲ τοῦ Ἄλκωνος τὸ ἡρῷον Ποσειδῶνός ἐστιν ἱερόν, Δωματίτην δὲἐπονομάζουσιν. [8] καὶ χωρίον Πλατανιστᾶς ἐστιν ἀπὸ τῶν δένδρων, αἳ δὴ ὑψηλαὶ καὶσυνεχεῖς περὶ αὐτὸ αἱ πλάτανοι πεφύκασιν. αὐτὸ δὲ τὸ χωρίον, ἔνθα τοῖς ἐφήβοιςμάχεσθαι καθέστηκε, κύκλῳ μὲν εὔριπος περιέχει κατὰ ταὐτὰ καὶ εἰ νῆσον θάλασσα,ἔφοδοι δὲ ἐπὶ γεφυρῶν εἰσι. γεφυρῶν δὲ ἐφ᾽ ἑκατέρᾳ τῇ μέν ἐστιν ἄγαλμαἩρακλέους, τῇ δὲ εἰκὼν Λυκούργου: νόμους δὲ ἔς τε τὴν ἄλλην πολιτείαν καὶ ἐς τὴνμάχην τῶν ἐφήβων ἔθηκεν ὁ Λυκοῦργος. [9] καὶ τάδε ἄλλα τοῖς ἐφήβοις δρώμενά ἐστι:θύουσι πρὸ τῆς μάχης ἐν τῷ Φοιβαίῳ: τὸ δὲ Φοιβαῖόν ἐστιν ἐκτὸς τῆς πόλεως,Θεράπνης οὐ πολὺ ἀφεστηκός. ἐνταῦθα ἑκατέρα μοῖρα τῶν ἐφήβων σκύλακα κυνὸςτῷ Ἐνυαλίῳ θύουσι, θεῶν τῷ ἀλκιμωτάτῳ κρίνοντες ἱερεῖον κατὰ γνώμην εἶναι τὸἀλκιμώτατον ζῷον τῶν ἡμέρων. κυνὸς δὲ σκύλακας οὐδένας ἄλλους οἶδα Ἑλλήνωννομίζοντας θύειν ὅτι μὴ Κολοφωνίους: θύουσι γὰρ καὶ Κολοφώνιοι μέλαιναν τῇἘνοδίῳ σκύλακα. νυκτεριναὶ δὲ ἥ τε Κολοφωνίων θυσία καὶ τῶν ἐν Λακεδαίμονιἐφήβων καθεστήκασιν. [10] ἐπὶ δὲ τῇ θυσίᾳ κάπρους ἠθάδας οἱ ἔφηβοι συμβάλλουσιμαχουμένους: ὁποτέρων δ᾽ ἂν ὁ κάπρος τύχῃ νικῶν, ἐστιν ἐν τῷ Πλατανιστᾷκρατῆσαι τούτους ὡς τὰ πλείω συμβαίνει. τοσάδε μὲν δρῶσιν ἐν τῷ Φοιβαίῳ: ἐς δὲ τὴνἐπιοῦσαν ὀλίγον πρὸ μεσούσης ἡμέρας ἐσίασι κατὰ τὰς γεφύρας ἐς τὸ εἰρημένονχωρίον. τὴν μὲν δὴ ἔσοδον, καθ᾽ ἣν ἐσελθεῖν δεῦρο ἔστιν ἑκατέραν τάξιν,προεδήλωσε κλῆρός σφισιν ἐν τῇ νυκτί: μάχονται δὲ καὶ ἐν χερσὶ καὶ ἐμπηδῶντεςλάξ, δάκνουσί τε καὶ τοὺς ὀφθαλμοὺς ἀντορύσσουσιν. ἀνὴρ μὲν δὴ πρὸς ἄνδρα τὸνεἰρημένον τρόπον μάχεται: ἀθρόοι δέ ἐμπίπτουσι βιαίως καὶ ἐς τὸ ὕδωρ ὠθοῦσινἀλλήλους. 15.
πρὸς δὲ τῷ Πλατανιστᾷ καὶ Κυνίσκας ἐστὶν ἡρῷον, θυγατρὸς Ἀρχιδάμουβασιλεύοντος Σπαρτιατῶν: πρώτη δὲ ἱπποτρόφησε γυναικῶν καὶ Ὀλυμπίασι πρώτηνίκην ἀνείλετο ἅρματι. ἔστι δὲ τῆς στοᾶς, ἣ παρὰ τὸν Πλατανιστᾶν πεποίηται, ταύτηςὄπισθεν ἡρῷα, τὸ μὲν Ἀλκίμου, τὸ δὲ Ἐναρσφόρου καὶ ἀφεστηκὸς οὐ πολὺ Δορκέως,τὸ δὲ ἐπὶ τούτῳ Σεβροῦ: παῖδας δὲ Ἱπποκόωντος εἶναι λέγουσιν. [2] ἀπὸ δὲ τοῦΔορκέως κρήνην τὴν πλησίον τοῦ ἡρῴου Δορκείαν, τὸ δὲ χωρίον τὸ Σέβριον καλοῦσινἀπὸ τοῦ Σεβροῦ. τοῦ Σεβρίου δέ ἐστιν ἐν δεξιᾷ μνῆμα Ἀλκμᾶνος, ᾧ ποιήσαντι ᾁσματαοὐδὲν ἐς ἡδονὴν αὐτῶν ἐλυμήνατο τῶν Λακώνων ἡ γλῶσσα, ἥκιστα παρεχομένη τὸεὔφωνον. [3] Ἑλένης δὲ ἱερὰ καὶ Ἡρακλέους, τῆς μὲν πλησίον τοῦ τάφου τοῦἈλκμᾶνος, τῷ δὲ ἐγγυτάτω τοῦ τείχους, ἐν αὐτῷ δὲ ἄγαλμα Ἡρακλέους ἐστὶνὡπλισμένον: τὸ δὲ σχῆμα τοῦ ἀγάλματος διὰ τὴν πρὸς Ἱπποκόωντα καὶ τοὺς παῖδαςμάχην γενέσθαι λέγουσι. τὸ δὲ ἔχθος Ἡρακλεῖ φασιν ἐς οἶκον ὑπάρξαι τὸνἹπποκόωντος, ὅτι μετὰ τὸν Ἰφίτου θάνατον καθαρσίων ἕνεκα ἐλθόντα αὐτὸν ἐνΣπάρτῃ ἀπηξίωσαν καθῆραι: [4] προσεγένετο δὲ ἐς τοῦ πολέμου τὴν ἀρχὴν καὶ ἄλλοτοιόνδε. Οἰωνὸς ἡλικίαν μὲν μειράκιον, ἀνεψιὸς δὲ Ἡρακλεῖ—Λικυμνίου γὰρ παῖς ἦντοῦ ἀδελφοῦ τοῦ Ἀλκμήνης—ἀφίκετο ἐς Σπάρτην ἅμα Ἡρακλεῖ: περιιόντι δὲ καὶθεωμένῳ τὴν πόλιν, ὡς ἐγίνετο κατὰ τοῦ Ἱπποκόωντος τὴν οἰκίαν, ἐνταῦθά οἱ κύωνἐπεφέρετο οἰκουρός. ὁ δὲ τυγχάνει τε ἀφεὶς λίθον ὁ Οἰωνὸς καὶ καταβάλλει τὴν κύνα:ἐπεκθέουσιν οὖν τοῦ Ἱπποκόωντος οἱ παῖδες καὶ ῥοπάλοις τύπτοντες κατεργάζονταιτὸν Οἰωνόν. [5] τοῦτο Ἡρακλέα μάλιστα ἐξηγρίωσεν ἐς Ἱπποκόωντα καὶ τοὺς παῖδας:αὐτίκα δὲ ὡς ὀργῆς εἶχε χωρεῖ σφισιν ἐς μάχην. τότε μὲν δὴ τιτρώσκεται καὶ λαθὼνἀπεχώρησεν: ὕστερον δὲ ἐξεγένετό οἱ στρατεύσαντι ἐς Σπάρτην τιμωρήσασθαι μὲνἹπποκόωντα, τιμωρήσασθαι δὲ καὶ τοὺς παῖδας τοῦ Οἰωνοῦ φόνου. τὸ δὲ μνῆμα τῷΟἰωνῷ πεποίηται παρὰ τὸ Ἡρακλεῖον. [6]
ἰόντι δὲ ἐκ τοῦ Δρόμου πρὸς ἀνίσχοντα ἥλιον ἀτραπός ἐστιν ἐν δεξιᾷ καὶ ἈθηνᾶςἈξιοποίνου καλουμένης ἱερόν. ὡς γὰρ δὴ ἀμυνόμενος Ἡρακλῆς Ἱπποκόωντα καὶτοὺς παῖδας μετῆλθε κατ᾽ ἀξίαν ὧν προυπῆρξεν, ἱερὸν Ἀθηνᾶς ἱδρύεται, Ἀξιοποίνουδὲ ἐπίκλησιν, ὅτι τὰς τιμωρίας οἱ παλαιοὶ τῶν ἀνθρώπων ὠνόμαζον ποινάς. ἔστι δὲκαὶ ἄλλο ἱερὸν Ἀθηνᾶς ἰόντι ἑτέραν ὁδὸν ἀπὸ τοῦ Δρόμου: Θήραν δὲ ἀναθεῖναι τὸνΑὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου φασίν, ἡνίκα ἀποικίαν ἔστελλεν ἐπὶ τὴννῆσον ἣ νῦν ἀπὸ Θήρα τούτου τὸ ὄνομα ἔσχηκε, τὸ δὲ ἀρχαῖον ἐκαλεῖτο Καλλίστη. [7]πλησίον δέ ἐστιν Ἱπποσθένους ναός, ᾧ γεγόνασιν αἱ πολλαὶ νῖκαι πάλης: σέβουσι δὲἐκ μαντεύματος τὸν Ἱπποσθένην ἅτε Ποσειδῶνι τιμὰς νέμοντες. τοῦ ναοῦ δὲἀπαντικρὺ πέδας ἐστὶν ἔχων Ἐνυάλιος, ἄγαλμα ἀρχαῖον. γνώμη δὲ Λακεδαιμονίων τεἐς τοῦτό ἐστιν ἄγαλμα καὶ Ἀθηναίων ἐς τὴν Ἄπτερον καλουμένην Νίκην, τῶν μὲνοὔποτε τὸν Ἐνυάλιον φεύγοντα οἰχήσεσθαί σφισιν ἐνεχόμενον ταῖς πέδαις,Ἀθηναίων δὲ τὴν Νίκην αὐτόθι ἀεὶ μενεῖν οὐκ ὄντων πτερῶν.
τόνδε μέν εἰσιν αἱ πόλεις αὗται τὰ ξόανα τὸν τρόπον ἱδρυμέναι καὶ ἐπὶ δόξῃ τοιαύτῃ:[8] ἐν Σπάρτῃ δὲ λέσχη τέ ἐστι καλουμένη Ποικίλη καὶ ἡρῷα πρὸς αὐτῇ Κάδμου τοῦἈγήνορος τῶν τε ἀπογόνων, Οἰολύκου τοῦ Θήρα καὶ Αἰγέως τοῦ Οἰολύκου. ποιῆσαιδὲ τὰ ἡρῷα λέγουσι Μαῖσιν καὶ Λαίαν τε καὶ Εὐρώπαν, εἶναι δὲ αὐτοὺς Ὑραίου παῖδαςτοῦ Αἰγέως. ἐποίησαν δὲ καὶ τῷ Ἀμφιλόχῳ τὸ ἡρῷον, ὅτι σφίσιν ὁ πρόγονοςΤισαμενὸς μητρὸς ἦν Δημωνάσσης, ἀδελφῆς Ἀμφιλόχου. [9]
μόνοις δὲ Ἑλλήνων Λακεδαιμονίοις καθέστηκεν Ἥραν ἐπονομάζειν Αἰγοφάγον καὶαἶγας τῇ θεῷ θύειν. Ἡρακλέα δὲ λέγουσιν ἱδρύσασθαι τὸ ἱερὸν καὶ αἶγας θῦσαιπρῶτον, ὅτι μαχομένῳ οἱ πρὸς Ἱπποκόωντα καὶ τοὺς παῖδας οὐδὲν ἐκ τῆς Ἥραςἀπήντησεν ἐμπόδιον, ὥσπερ γε ἐπὶ τῶν ἄλλων ἐδόξαζεν ἐναντιοῦσθαί οἱ τὴν θεόν:αἶγας δὲ αὐτὸν θῦσαί φασιν ἱερείων ἀπορήσαντα ἀλλοίων. [10] τοῦ θεάτρου δὲ οὐπόρρω Ποσειδῶνός τε ἱερόν ἐστι Γενεθλίου καὶ ἡρῷα Κλεοδαίου τοῦ Ὕλλου καὶΟἰβάλου. τῶν δὲ Ἀσκληπιείων τὸ ἐπιφανέστατον πεποίηταί σφισι πρὸς τοῖςΒοωνήτοις, ἐν ἀριστερᾷ δὲ ἡρῷον Τηλέκλου: τούτου δὲ καὶ ὕστερον ποιήσομαι μνήμηνἐν τῇ Μεσσηνίᾳ συγγραφῇ. προελθοῦσι δὲ οὐ πολὺ λόφος ἐστὶν οὐ μέγας, ἐπὶ δὲαὐτῷ ναὸς ἀρχαῖος καὶ Ἀφροδίτης ξόανον ὡπλισμένης. ναῶν δὲ ὧν οἶδα μόνῳ τούτῳκαὶ ὑπερῷον ἄλλο ἐπῳκοδόμηται Μορφοῦς ἱερόν. [11] ἐπίκλησις μὲν δὴ τῆςἈφροδίτης ἐστὶν ἡ Μορφώ, κάθηται δὲ καλύπτραν τε ἔχουσα καὶ πέδας περὶ τοῖςποσί: περιθεῖναι δέ οἱ Τυνδάρεων τὰς πέδας φασὶν ἀφομοιοῦντα τοῖς δεσμοῖς τὸ ἐςτοὺς συνοικοῦντας τῶν γυναικῶν βέβαιον. τὸν γὰρ δὴ ἕτερον λόγον, ὡς τὴν θεὸνπέδαις ἐτιμωρεῖτο ὁ Τυνδάρεως, γενέσθαι ταῖς θυγατράσιν ἐξ Ἀφροδίτης ἡγούμενοςτὰ ὀνείδη, τοῦτον οὐδὲ ἀρχὴν προσίεμαι: ἦν γὰρ δὴ παντάπασιν εὔηθες κέδρουποιησάμενον ζῴδιον καὶ ὄνομα Ἀφροδίτην θέμενον ἐλπίζειν ἀμύνεσθαι τὴν θεόν. 16.
πλησίον δὲ Ἱλαείρας καὶ Φοίβης ἐστὶν ἱερόν: ὁ δὲ ποιήσας τὰ ἔπη τὰ Κύπριαθυγατέρας αὐτὰς Ἀπόλλωνός φησιν εἶναι. κόραι δὲ ἱερῶνταί σφισι παρθένοι,καλούμεναι κατὰ ταὐτὰ ταῖς θεαῖς καὶ αὗται Λευκιππίδες. τὸ μὲν δὴ ἕτερον τῶνἀγαλμάτων ἱερασαμένη τις ταῖς θεαῖς Λευκιππὶς ἐπεκόσμησε, πρόσωπον ἀντὶ τοῦἀρχαίου ποιησαμένη τῆς ἐφ᾽ ἡμῶν τέχνης τὸ δὲ ἕτερον μὴ καὶ τοῦτο ἐπικοσμεῖν αὐτὴνἀπεῖπεν ὄνειρον. ἐνταῦθα ἀπήρτηται ᾠὸν τοῦ ὀρόφου κατειλημένον ταινίαις: εἶναι δέφασιν ᾠὸν ἐκεῖνο ὃ τεκεῖν Λήδαν ἔχει λόγος. [2] ὑφαίνουσι δὲ κατὰ ἔτος αἱ γυναῖκεςτῷ Ἀπόλλωνι χιτῶνα τῷ ἐν Ἀμύκλαις, καὶ τὸ οἴκημα ἔνθα ὑφαίνουσι Χιτῶναὀνομάζουσιν. οἰκία δὲ αὐτοῦ πεποίηται πλησίον: τὸ δὲ ἐξ ἀρχῆς φασιν αὐτὴν οἰκῆσαιτοὺς Τυνδάρεω παῖδας, χρόνῳ δὲ ὕστερον ἐκτήσατο Φορμίων Σπαρτιάτης. παρὰτοῦτον ἀφίκοντο οἱ Διόσκουροι ξένοις ἀνδράσιν ἐοικότες: ἥκειν δὲ ἐκ Κυρήνηςφήσαντες καταχθῆναί τε ἠξίουν παρ᾽ αὐτῷ καὶ οἴκημα ᾐτοῦντο ᾧ μάλιστα ἔχαιρον,ἡνίκα μετὰ ἀνθρώπων ἦσαν. [3] ὁ δὲ οἰκίας μὲν τῆς ἄλλης ἐκέλευεν αὐτοὺς ἔνθα ἂνἐθέλωσιν οἰκῆσαι, τὸ δὲ οἴκημα οὐκ ἔφη δώσειν: θυγάτηρ γὰρ ἔτυχέν οἱ παρθένοςἔχουσα ἐν αὐτῷ δίαιταν. ἐς δὲ τὴν ὑστεραίαν παρθένος μὲν ἐκείνη καὶ θεραπεία πᾶσαἡ περὶ τὴν παῖδα ἠφάνιστο, Διοσκούρων δὲ ἀγάλματα ἐν τῷ οἰκήματι εὑρέθη καὶτράπεζά τε καὶ σίλφιον ἐπ᾽ αὐτῇ. [4]
τάδε μὲν οὕτω γενέσθαι λέγουσιν: ἰόντι δὲ ὡς ἐπὶ τὰς πύλας ἀπὸ τοῦ ΧιτῶνοςΧίλωνός ἐστιν ἡρῷον τοῦ σοφοῦ νομιζομένου καὶ Ἀθηνοδώρου τῶν ὁμοῦ Δωριεῖ τῷἈναξανδρίδου σταλέντων ἐς Σικελίαν: ἐστάλησαν δὲ τὴν Ἐρυκίνην χώραν νομίζοντεςτῶν ἀπογόνων τῶν Ἡρακλέους εἶναι καὶ οὐ βαρβάρων τῶν ἐχόντων. Ἡρακλέα γὰρἔχει λόγος παλαῖσαι πρὸς Ἔρυκα ἐπὶ τοῖσδε εἰρημένοις, ἢν μὲν Ἡρακλῆς νικήσῃ, γῆντὴν Ἔρυκος Ἡρακλέους εἶναι, κρατηθέντος δὲ τῇ πάλῃ βοῦς τὰς Γηρυόνου— [5]ταύτας γὰρ τότε ἤλαυνεν Ἡρακλῆς, διανηξαμένας δὲ ἐπὶ Σικελίαν κατὰ τὸν ἔλαιοντὸν κυφὸν ἀνευρήσων ἐπιδιέβη—τὰς οὖν βοῦς ἔδει κρατηθέντος Ἡρακλέους τὸνἜρυκα ἄγοντα οἴχεσθαι. τὸ δὲ εὐμενὲς ἐκ τῶν θεῶν οὐ κατὰ ταὐτὰ Ἡρακλεῖ καὶὕστερον Δωριεῖ τῷ Ἀναξανδρίδου παρεγένετο, ἀλλὰ Ἡρακλῆς μὲν ἀποκτίννυσινἜρυκα, Δωριέα δὲ αὐτόν τε καὶ τῆς στρατιᾶς διέφθειραν τὸ πολὺ Ἐγεσταῖοι. [6]
Λακεδαιμόνιοι δὲ καὶ Λυκούργῳ τῷ θεμένῳ τοὺς νόμους οἷα δὴ θεῷ πεποιήκασι καὶτούτῳ ἱερόν. τάφος δέ ἐστιν ὄπισθε μὲν τοῦ ναοῦ τῷ Λυκούργου παιδὶ Εὐκόσμῳ, πρὸςδὲ τῷ βωμῷ Λαθρίας καὶ Ἀναξάνδρας: αἱ δὲ αὐταί τε ἦσαν δίδυμοι καὶ ἐπὶ τούτῳ σφᾶςοἱ τ᾽ Ἀριστοδήμου παῖδες ἅτε ὄντες καὶ αὐτοὶ δίδυμοι λαμβάνουσι, θυγατέρες δὲ ἦσανΘερσάνδρου τοῦ Ἀγαμηδίδα, βασιλεύοντος μὲν Κλεωναίων, τετάρτου δὲ ἀπογόνουΚτησίππου τοῦ Ἡρακλέους. τοῦ ναοῦ δὲ ἀπαντικρὺ μνῆμα Θεοπόμπου τοῦΝικάνδρου, τὸ δὲ Εὐρυβιάδου Λακεδαιμονίων τριήρεσιν ἐπ᾽ Ἀρτεμισίῳ καὶ Σαλαμῖνιναυμαχήσαντος πρὸς Μήδους, πλησίον δὲ Ἀστραβάκου καλούμενόν ἐστιν ἡρῷον. [7]
τὸ δὲ χωρίον τὸ ἐπονομαζόμενον Λιμναῖον Ὀρθίας ἱερόν ἐστιν Ἀρτέμιδος. τὸ ξόανονδὲ ἐκεῖνο εἶναι λέγουσιν ὅ ποτε καὶ Ὀρέστης καὶ Ἰφιγένεια ἐκ τῆς Ταυρικῆςἐκκλέπτουσιν: ἐς δὲ τὴν σφετέραν Λακεδαιμόνιοι κομισθῆναί φασιν Ὀρέστου καὶἐνταῦθα βασιλεύοντος. καί μοι εἰκότα λέγειν μᾶλλόν τι δοκοῦσιν ἢ Ἀθηναῖοι. ποίῳγὰρ δὴ λόγῳ κατέλιπεν ἂν ἐν Βραυρῶνι Ἰφιγένεια τὸ ἄγαλμα; ἢ πῶς, ἡνίκα Ἀθηναῖοιτὴν χώραν ἐκλιπεῖν παρεσκευάζοντο, οὐκ ἐσέθεντο καὶ τοῦτο ἐς τὰς ναῦς; [8] καίτοιδιαμεμένηκεν ἔτι καὶ νῦν τηλικοῦτο ὄνομα τῇ Ταυρικῇ θεῷ, ὥστε ἀμφισβητοῦσι μὲνΚαππάδοκες καὶ οἱ τὸν Εὔξεινον οἰκοῦντες τὸ ἄγαλμα εἶναι παρὰ σφίσιν,ἀμφισβητοῦσι δὲ καὶ Λυδῶν οἷς ἐστιν Ἀρτέμιδος ἱερὸν Ἀναιίτιδος. Ἀθηναίοις δὲ ἄραπαρώφθη γενόμενον λάφυρον τῷ Μήδῳ: τὸ γὰρ ἐκ Βραυρῶνος ἐκομίσθη τε ἐς Σοῦσακαὶ ὕστερον Σελεύκου δόντος Σύροι Λαοδικεῖς ἐφ᾽ ἡμῶν ἔχουσι. [9] μαρτύρια δέ μοικαὶ τάδε, τὴν ἐν Λακεδαίμονι Ὀρθίαν τὸ ἐκ τῶν βαρβάρων εἶναι ξόανον: τοῦτο μὲνγὰρ Ἀστράβακος καὶ Ἀλώπεκος οἱ Ἴρβου τοῦ Ἀμφισθένους τοῦ Ἀμφικλέους τοῦἌγιδος τὸ ἄγαλμα εὑρόντες αὐτίκα παρεφρόνησαν: τοῦτο δὲ οἱ Λιμνᾶται Σπαρτιατῶνκαὶ Κυνοσουρεῖς καὶ οἱ ἐκ Μεσόας τε καὶ Πιτάνης θύοντες τῇ Ἀρτέμιδι ἐς διαφοράν,ἀπὸ δὲ αὐτῆς καὶ ἐς φόνους προήχθησαν, ἀποθανόντων δὲ ἐπὶ τῷ βωμῷ πολλῶννόσος ἔφθειρε τοὺς λοιπούς. [10] καί σφισιν ἐπὶ τούτῳ γίνεται λόγιον αἵματιἀνθρώπων τὸν βωμὸν αἱμάσσειν: θυομένου δὲ ὅντινα ὁ κλῆρος ἐπελάμβανε,Λυκοῦργος μετέβαλεν ἐς τὰς ἐπὶ τοῖς ἐφήβοις μάστιγας, ἐμπίπλαταί τε οὕτωςἀνθρώπων αἵματι ὁ βωμός. ἡ δὲ ἱέρεια τὸ ξόανον ἔχουσά σφισιν ἐφέστηκε: τὸ δέ ἐστινἄλλως μὲν κοῦφον ὑπὸ σμικρότητος, ἢν δὲ οἱ [11] μαστιγοῦντές ποτε ὑποφειδόμενοιπαίωσι κατὰ ἐφήβου κάλλος ἢ ἀξίωμα, τότε ἤδη τῇ γυναικὶ τὸ ξόανον γίνεται βαρὺκαὶ οὐκέτι εὔφορον, ἡ δὲ ἐν αἰτίᾳ τοὺς μαστιγοῦντας ποιεῖται καὶ πιέζεσθαι δι᾽ αὐτούςφησιν. οὕτω τῷ ἀγάλματι ἀπὸ τῶν ἐν τῇ Ταυρικῇ θυσιῶν ἐμμεμένηκεν ἀνθρώπωναἵματι ἥδεσθαι: καλοῦσι δὲ οὐκ Ὀρθίαν μόνον ἀλλὰ καὶ Λυγοδέσμαν τὴν αὐτήν, ὅτιἐν θάμνῳ λύγων εὑρέθη, περιειληθεῖσα δὲ ἡ λύγος ἐποίησε τὸ ἄγαλμα ὀρθόν. 17. οὐπόρρω δὲ τῆς Ὀρθίας ἐστὶν Εἰλειθυίας ἱερόν: οἰκοδομῆσαι δέ φασιν αὐτὸ καὶΕἰλείθυιαν νομίσαι θεὸν γενομένου σφίσιν ἐκ Δελφῶν μαντεύματος.
Λακεδαιμονίοις δὲ ἡ ἀκρόπολις μὲν ἐς ὕψος περιφανὲς ἐξίσχουσα οὐκ ἔστι, καθὰ δὴΘηβαίοις τε ἡ Καδμεία καὶ ἡ Λάρισα Ἀργείοις: ὄντων δὲ ἐν τῇ πόλει λόφων καὶἄλλων, τὸ μάλιστα ἐς μετέωρον ἀνῆκον ὀνομάζουσιν ἀκρόπολιν. [2] ἐνταῦθα Ἀθηνᾶςἱερὸν πεποίηται Πολιούχου καλουμένης καὶ Χαλκιοίκου τῆς αὐτῆς. τοῦ δὲ ἱεροῦ τῆςκατασκευῆς Τυνδάρεως καθὰ λέγουσιν ἤρξατο: ἀποθανόντος δὲ ἐκείνου δεύτερα οἱπαῖδες ἐξεργάσασθαι τὸ οἰκοδόμημα ἤθελον, ἀφορμὴ δέ σφισιν ἔμελλε τὰ ἐξἈφιδναίων ἔσεσθαι λάφυρα. προαπολιπόντων δὲ καὶ τούτων, Λακεδαιμόνιοι πολλοῖςἔτεσιν ὕστερον τόν τε ναὸν ὁμοίως καὶ τὸ ἄγαλμα ἐποιήσαντο Ἀθηνᾶς χαλκοῦν:Γιτιάδας δὲ εἰργάσατο ἀνὴρ ἐπιχώριος. ἐποίησε δὲ καὶ ᾁσματα Δώρια ὁ Γιτιάδας ἄλλατε καὶ ὕμνον ἐς τὴν θεόν. [3] ἐπείργασται δὲ τῷ χαλκῷ πολλὰ μὲν τῶν ἄθλωνἩρακλέους, πολλὰ δὲ καὶ ὧν ἐθελοντὴς κατώρθωσε, Τυνδάρεω δὲ τῶν παίδων ἄλλατε καὶ ἡ τῶν Λευκίππου θυγατέρων ἁρπαγή: καὶ Ἥφαιστος τὴν μητέρα ἐστὶνἀπολύων τῶν δεσμῶν. ἐδήλωσα δὲ καὶ ταῦτα, ὁποῖα λέγεται, πρότερον ἔτι ἐν τῇἈτθίδι συγγραφῇ. Περσεῖ δ᾽ ἐς Λιβύην καὶ ἐπὶ Μέδουσαν ὡρμημένῳ διδοῦσαι νύμφαιδῶρά εἰσι κυνῆν καὶ τὰ ὑποδήματα, ὑφ᾽ ὧν οἰσθήσεσθαι διὰ τοῦ ἀέρος ἔμελλεν.ἐπείργασται δὲ καὶ τὰ ἐς τὴν Ἀθηνᾶς γένεσιν καὶ Ἀμφιτρίτη καὶ Ποσειδῶν, ἃ δὴμέγιστα καὶ μάλιστα ἦν ἐμοὶ δοκεῖν θέας ἄξια. [4] ἔστι δὲ καὶ ἕτερον αὐτόθι ἈθηνᾶςἘργάνης ἱερόν. ἐς δὲ τὴν πρὸς μεσημβρίαν ἰόντι στοὰν Κοσμητᾶ τε ἐπίκλησιν Διὸςναὸς καὶ Τυνδάρεω πρὸ αὐτοῦ μνῆμά ἐστιν: ἡ δὲ πρὸς δυσμὰς ἔχει τῶν στοῶν ἀετούςτε δύο τοὺς ὄρνιθας καὶ ἴσας ἐπ᾽ αὐτοῖς Νίκας, Λυσάνδρου μὲν ἀνάθημα, τῶν δὲἔργων ὑπόμνημα τῶν ἀμφοτέρων, τοῦ τε περὶ Ἔφεσον, ὅτε Ἀντίοχον τὸν Ἀλκιβιάδουκυβερνήτην καὶ Ἀθηναίων τριήρεις ἐνίκησε, καὶ ὕστερον ἐν Αἰγὸς ποταμοῖς καθεῖλενἈθηναίων τὸ ναυτικόν. [5]
ἐν ἀριστερᾷ δὲ τῆς Χαλκιοίκου Μουσῶν ἱδρύσαντο ἱερόν, ὅτι οἱ Λακεδαιμόνιοι τὰςἐξόδους ἐπὶ τὰς μάχας οὐ μετὰ σαλπίγγων ἐποιοῦντο ἀλλὰ πρός τε αὐλῶν μέλη καὶὑπὸ λύρας καὶ κιθάρας κρούσμασιν. ὄπισθεν δὲ τῆς Χαλκιοίκου ναός ἐστιν ἈφροδίτηςἈρείας: τὰ δὲ ξόανα ἀρχαῖα εἴπερ τι ἄλλο ἐν Ἕλλησιν. [6] τῆς Χαλκιοίκου δὲ ἐν δεξιᾷΔιὸς ἄγαλμα Ὑπάτου
πεποίηται, παλαιότατον πάντων ὁπόσα ἐστὶ χαλκοῦ: δι᾽ ὅλου γὰρ οὐκ ἔστινεἰργασμένον, ἐληλασμένου δὲ ἰδίᾳ τῶν μερῶν καθ᾽ αὑτὸ ἑκάστου συνήρμοσταί τεπρὸς ἄλληλα καὶ ἧλοι συνέχουσιν αὐτὰ μὴ διαλυθῆναι. καὶ Κλέαρχον δὲ ἄνδραῬηγῖνον τὸ ἄγαλμα ποιῆσαι λέγουσιν, ὃν Διποίνου καὶ Σκύλλιδος, οἱ δὲ αὐτοῦΔαιδάλου φασὶν εἶναι μαθητήν. πρὸς δὲ τῷ Σκηνώματι ὀνομαζομένῳ γυναικός ἐστινεἰκών, Λακεδαιμόνιοι δὲ Εὐρυλεωνίδα λέγουσιν εἶναι: νίκην δὲ ἵππων συνωρίδιἀνείλετο Ὀλυμπικήν. [7]
παρὰ δὲ τῆς Χαλκιοίκου τὸν βωμὸν ἑστήκασι δύο εἰκόνες Παυσανίου τοῦ περὶΠλάταιαν ἡγησαμένου. τὰ δὲ ἐς αὐτὸν ὁποῖα ἐγένετο εἰδόσιν οὐ διηγήσομαι: τὰ γὰρτοῖς πρότερον συγγραφέντα ἐπ᾽ ἀκριβὲς ἀποχρῶντα ἦν: ἐπεξελθεῖν δέ σφισινἀρκέσομαι. ἤκουσα δὲ ἀνδρὸς Βυζαντίου Παυσανίαν φωραθῆναί τε ἐφ᾽ οἷςἐβουλεύετο καὶ μόνον τῶν ἱκετευσάντων τὴν Χαλκίοικον ἁμαρτεῖν ἀδείας κατ᾽ ἄλλομὲν οὐδέν, φόνου δὲ ἄγος ἐκνίψασθαι μὴ δυνηθέντα. [8] ὡς γὰρ δὴ διέτριβε περὶἙλλήσποντον ναυσὶ τῶν τε ἄλλων Ἑλλήνων καὶ αὐτῶν Λακεδαιμονίων, παρθένουΒυζαντίας ἐπεθύμησε: καὶ αὐτίκα νυκτὸς ἀρχομένης τὴν Κλεονίκην—τοῦτο γὰρὄνομα ἦν τῇ κόρῃ—κομίζουσιν οἷς ἐπετέτακτο. ἐν τούτῳ δὲ ὑπνωμένον τὸνΠαυσανίαν ἐπήγειρεν ὁ ψόφος: ἰοῦσα γὰρ παρ᾽ αὐτὸν τὸν καιόμενον λύχνονκατέβαλεν ἄκουσα. ἅτε δὲ ὁ Παυσανίας συνειδὼς αὑτῷ προδιδόντι τὴν Ἑλλάδα καὶ δι᾽αὐτὸ ἐχόμενος ταραχῇ τε ἀεὶ καὶ δείματι, ἐξέστη καὶ τότε καὶ τὴν παῖδα τῷ ἀκινάκῃπαίει. [9] τοῦτο τὸ ἄγος οὐκ ἐξεγένετο ἀποφυγεῖν Παυσανίᾳ, καθάρσια παντοῖα καὶἱκεσίας δεξαμένῳ Διὸς Φυξίου καὶ δὴ ἐς Φιγαλίαν ἐλθόντι τὴν Ἀρκάδων παρὰ τοὺςψυχαγωγούς: δίκην δὲ ἣν εἰκὸς ἦν Κλεονίκῃ τε ἀπέδωκε καὶ τῷ θεῷ. Λακεδαιμόνιοι δὲἐκτελοῦντες πρόσταγμα ἐκ Δελφῶν τάς τε εἰκόνας ἐποιήσαντο τὰς χαλκᾶς καὶδαίμονα τιμῶσιν Ἐπιδώτην, τὸ ἐπὶ Παυσανίᾳ τοῦ Ἱκεσίου μήνιμα ἀποτρέπειν τὸνἘπιδώτην λέγοντες τοῦτον. 18.
τῶν δὲ ἀνδριάντων τοῦ Παυσανίου πλησίον ἐστὶν Ἀμβολογήρας Ἀφροδίτης ἄγαλμαἱδρυμένον κατὰ μαντείαν, ἄλλα δὲ Ὕπνου καὶ Θανάτου: καὶ σφᾶς ἀδελφοὺς εἶναικατὰ τὰ ἔπη τὰ ἐν Ἰλιάδι ἥγηνται. [2] ἰόντι δὲ ὡς ἐπὶ τὸ Ἀλπίον καλούμενον ναόςἐστιν Ἀθηνᾶς Ὀφθαλμίτιδος: ἀναθεῖναι δὲ Λυκοῦργον λέγουσιν ἐκκοπέντα τῶνὀφθαλμῶν τὸν ἕτερον ὑπὸ Ἀλκάνδρου, διότι οὓς ἔθηκε νόμους οὐκ ἀρεστοὺςσυνέβαινεν εἶναι τῷ Ἀλκάνδρῳ. διαφυγὼν δὲ ἐς τοῦτο τὸ χωρίον Λακεδαιμονίωνἀμυνάντων μὴ προσαπολέσθαι οἱ καὶ τὸν λειπόμενον ὀφθαλμόν, οὕτω ναὸνὈφθαλμίτιδος Ἀθηνᾶς ἐποίησε. [3] προελθόντι δὲ ἐντεῦθεν ἱερόν ἐστιν Ἄμμωνος:φαίνονται δὲ ἀπ᾽ ἀρχῆς Λακεδαιμόνιοι μάλιστα Ἑλλήνων χρώμενοι τῷ ἐν Λιβύῃμαντείῳ. λέγεται δὲ καὶ Λυσάνδρῳ πολιορκοῦντι Ἄφυτιν τὴν ἐν τῇ Παλλήνῃ νύκτωρἐπιφανέντα Ἄμμωνα προαγορεύειν ὡς ἄμεινον ἐκείνῳ τε ἔσοιτο καὶ τῇ Λακεδαίμονι
πολέμου πρὸς Ἀφυταίους παυσαμένοις: καὶ οὕτω τὴν πολιορκίαν διέλυσεν ὁΛύσανδρος καὶ Λακεδαιμονίους τὸν θεὸν σέβειν προήγαγεν ἐς πλέον, Ἀφυταῖοι δὲτιμῶσιν Ἄμμωνα οὐδὲν ἧσσον ἢ οἱ Ἀμμώνιοι Λιβύων. [4]
τὰ δὲ ἐς τὴν Κναγίαν Ἄρτεμίν ἐστιν οὕτω λεγόμενα: Κναγέα ἄνδρα ἐπιχώριονστρατεῦσαί φασιν ἐς Ἄφιδναν ὁμοῦ τοῖς Διοσκούροις, ληφθέντα δὲ αἰχμάλωτον ἐν τῇμάχῃ καὶ πραθέντα ἐς Κρήτην δουλεύειν ἔνθα ἦν Ἀρτέμιδος τοῖς Κρησὶν ἱερόν, ἀνὰχρόνον δὲ αὐτόν τε ἀποδρᾶναι καὶ παρθένον τὴν ἱερωμένην ἔχοντα οἴχεσθαι τὸἄγαλμα ἀγομένην. ἐπὶ τούτῳ δὲ λέγουσιν ὀνομάζειν Κναγίαν Ἄρτεμιν: [5] ἐμοὶ δὲοὗτος ὁ Κναγεὺς ἄλλως ἀφικέσθαι πως ἐς Κρήτην φαίνεται καὶ οὐχ ὡς οἱΛακεδαιμόνιοί φασιν, ἐπεὶ μηδὲ γενέσθαι δοκῶ πρὸς Ἀφίδνῃ μάχην Θησέως τε ἐνΘεσπρώτοις ἐχομένου καὶ Ἀθηναίων οὐχ ὁμονοούντων ἀλλὰ ἐς Μενεσθέα ῥεπόντωνμᾶλλον ταῖς εὐνοίαις. οὐ μὴν οὐδὲ ἀγῶνος συμβάντος πείθοιτο ἄν τις αἰχμαλώτουςληφθῆναι παρὰ τῶν κρατησάντων, ἄλλως τε καὶ παρὰ πολὺ γενομένης τῆς νίκης,ὥστε ἁλῶναι καὶ αὐτὴν Ἄφιδναν. [6]
τάδε μὲν ἐς τοσοῦτον ἐξητάσθω: ἐς Ἀμύκλας δὲ κατιοῦσιν ἐκ Σπάρτης ποταμός ἐστιΤίασα: θυγατέρα δὲ νομίζουσιν εἶναι τοῦ Εὐρώτα τὴν Τίασαν, καὶ πρὸς αὐτῇ Χαρίτωνἐστὶν ἱερὸν Φαέννας καὶ Κλητᾶς, καθὰ δὴ καὶ Ἀλκμὰν ἐποίησεν. ἱδρύσασθαι δὲΛακεδαίμονα Χάρισιν ἐνταῦθα τὸ ἱερὸν καὶ θέσθαι τὰ ὀνόματα ἥγηνται. [7] τὰ δὲ ἐνἈμύκλαις θέας ἄξια ἀνὴρ γὰρ πένταθλός ἐστιν ἐπὶ στήλης ὄνομα Αἴνητος: τούτῳνικήσαντι Ὀλυμπίασι καὶ ἔτι στεφανουμένῳ γενέσθαι τοῦ βίου τὴν τελευτὴνλέγουσι. τούτου τε οὖν ἐστιν εἰκὼν καὶ τρίποδες χαλκοῖ: τοὺς δὲ ἀρχαιοτέρουςδεκάτην τοῦ πρὸς Μεσσηνίους πολέμου φασὶν εἶναι. [8] ὑπὸ μὲν δὴ τῷ πρώτῳ τρίποδιἈφροδίτης ἄγαλμα ἑστήκει, Ἄρτεμις δὲ ὑπὸ τῷ δευτέρῳ, Γιτιάδα καὶ αὐτοὶ τέχνη καὶτὰ ἐπειργασμένα, ὁ τρίτος δέ ἐστιν Αἰγινήτου Κάλλωνος: ὑπὸ τούτῳ δὲ ἄγαλμαΚόρης τῆς Δήμητρος ἕστηκεν. Ἀρίστανδρος δὲ Πάριος καὶ Πολύκλειτος Ἀργεῖος ὁ μὲνγυναῖκα ἐποίησεν ἔχουσαν λύραν, Σπάρτην δῆθεν, Πολύκλειτος δὲ Ἀφροδίτην παρὰἈμυκλαίῳ καλουμένην. οὗτοι δὲ οἱ τρίποδες μεγέθει τε ὑπὲρ τοὺς ἄλλους εἰσὶ καὶἀπὸ τῆς νίκης τῆς ἐν Αἰγὸς ποταμοῖς ἀνετέθησαν. [9] Βαθυκλέους δὲ Μάγνητος, ὃςτὸν θρόνον ἐποίησε τοῦ Ἀμυκλαίου, ἀναθήματα ἐπ᾽ ἐξειργασμένῳ τῷ θρόνῳ Χάριτεςκαὶ ἄγαλμα δὲ Λευκοφρυήνης ἐστὶν Ἀρτέμιδος. ὅτου δὲ οὗτος ὁ Βαθυκλῆς μαθητὴςἐγεγόνει καὶ τὸν θρόνον ἐφ᾽ ὅτου βασιλεύοντος Λακεδαιμονίων ἐποίησε, τάδε μὲνπαρίημι, τὸν θρόνον δὲ εἶδόν τε καὶ τὰ ἐς αὐτὸν ὁποῖα ἦν γράψω. [10] ἀνέχουσινἔμπροσθεν αὐτόν, κατὰ ταὐτὰ δὲ καὶ ὀπίσω, Χάριτές τε δύο καὶ Ὧραι δύο: ἐν ἀριστερᾷδὲ Ἔχιδνα ἕστηκε καὶ Τυφώς, ἐν δεξιᾷ δὲ Τρίτωνες. τὰ δὲ ἐπειργασμένα καθ᾽ ἕκαστονἐπ᾽ ἀκριβὲς διελθεῖν ὄχλον τοῖς ἐπιλεξομένοις παρέξειν ἔμελλεν: ὡς δὲ δηλῶσαισυλλαβόντι, ἐπεὶ μηδὲ ἄγνωστα τὰ πολλὰ ἦν, Ταϋγέτην θυγατέρα Ἄτλαντος καὶἀδελφὴν αὐτῆς Ἀλκυόνην φέρουσι Ποσειδῶν καὶ Ζεύς. ἐπείργασται δὲ καὶ Ἄτλας καὶἩρακλέους μονομαχία πρὸς Κύκνον καὶ ἡ παρὰ Φόλῳ τῶν Κενταύρων μάχη. [11] τὸνδὲ Μίνω καλούμενον Ταῦρον οὐκ οἶδα ἀνθ᾽ ὅτου πεποίηκε Βαθυκλῆς δεδεμένον τε καὶἀγόμενον ὑπὸ Θησέως ζῶντα: καὶ Φαιάκων χορός ἐστιν ἐπὶ τῷ θρόνῳ καὶ ᾁδων ὁΔημόδοκος: Περσέως τε τὸ ἔργον πεποίηται τὸ ἐς Μέδουσαν. παρέντι δὲ Ἡρακλέουςμάχην πρὸς Θούριον τῶν γιγάντων καὶ Τυνδάρεω πρὸς Εὔρυτον, ἔστιν ἁρπαγὴ τῶνΛευκίππου θυγατέρων: Διόνυσον δὲ καὶ Ἡρακλέα, τὸν μὲν παῖδα ἔτι ὄντα ἐς οὐρανόνἐστιν Ἑρμῆς φέρων, Ἀθηνᾶ δὲ ἄγουσα Ἡρακλέα συνοικήσοντα ἀπὸ τούτου θεοῖς. [12]παραδίδωσι δὲ καὶ Πηλεὺς Ἀχιλλέα τραφησόμενον παρὰ Χίρωνι, ὃς καὶ διδάξαιλέγεται: Κέφαλος δὲ τοῦ κάλλους ἕνεκα ὑπὸ Ἡμέρας ἐστὶν ἡρπασμένος, καὶ ἐς τὸνγάμον τὸν Ἁρμονίας δῶρα κομίζουσιν οἱ θεοί. καὶ Ἀχιλλέως μονομαχία πρὸςΜέμνονα ἐπείργασται, Διομήδην τε Ἡρακλῆς τὸν Θρᾷκα καὶ ἐπ᾽ Εὐήνῳ τῷ ποταμῷΝέσσον τιμωρούμενος. Ἑρμῆς δὲ παρ᾽ Ἀλέξανδρον κριθησομένας ἄγει τὰς θεάς,Ἄδραστος δὲ καὶ Τυδεὺς Ἀμφιάραον καὶ Λυκοῦργον τὸν Πρώνακτος μάχηςκαταπαύουσιν. [13] Ἥρα δὲ ἀφορᾷ πρὸς Ἰὼ τὴν Ἰνάχου βοῦν οὖσαν ἤδη, καὶ Ἀθηνᾶδιώκοντα ἀποφεύγουσά ἐστιν Ἥφαιστον. ἐπὶ δὲ τούτοις Ἡρακλέους πεποίηται τάξιςτῶν ἔργων τῶν τὸ ἐς τὴν ὕδραν καὶ ὡς ἀνήγαγε τοῦ Ἅιδου τὸν κύνα. Ἀναξίας δὲ καὶΜνασίνους, τούτων μὲν ἐφ᾽ ἵππου καθήμενός ἐστιν ἑκάτερος, Μεγαπένθην δὲ τὸνΜενελάου καὶ Νικόστρατον ἵππος εἷς φέρων ἐστίν. ἀναιρεῖ δὲ καὶ Βελλεροφόντης τὸἐν Λυκίᾳ θηρίον, καὶ Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνει. [14] τοῦ θρόνου δὲ πρὸςτοῖς ἄνω πέρασιν ἐφ᾽ ἵππων ἑκατέρωθέν εἰσιν οἱ Τυνδάρεω παῖδες: καὶ σφίγγες τέεἰσιν ὑπὸ τοῖς ἵπποις καὶ θηρία ἄνω θέοντα, τῇ μὲν πάρδαλις, κατὰ δὲ τὸνΠολυδεύκην λέαινα. ἀνωτάτω δὲ χορὸς ἐπὶ τῷ θρόνῳ πεποίηται, Μάγνητες οἱσυνειργασμένοι Βαθυκλεῖ τὸν θρόνον. [15] ὑπελθόντι δὲ ὑπὸ τὸν θρόνον τὰ ἔνδονἀπὸ τῶν Τριτώνων ὑός ἐστι θήρα τοῦ Καλυδωνίου καὶ Ἡρακλῆς ἀποκτείνων τοὺςπαῖδας τοὺς Ἄκτορος, Κάλαϊς δὲ καὶ Ζήτης τὰς Ἁρπυίας Φινέως ἀπελαύνουσιν:Πειρίθους τε καὶ Θησεὺς ἡρπακότες εἰσὶν Ἑλένην καὶ ἄγχων Ἡρακλῆς τὸν λέοντα,Τιτυὸν δὲ Ἀπόλλων τοξεύει καὶ Ἄρτεμις: [16] Ἡρακλέους τε πρὸς Ὄρειον Κένταυρονμάχη πεποίηται καὶ Θησέως πρὸς Ταῦρον τὸν Μίνω. πεποίηται δὲ καὶ ἡ πρὸςἈχελῷον Ἡρακλέους πάλη καὶ τὰ λεγόμενα ἐς Ἥραν, ὡς ὑπὸ Ἡφαίστου δεθείη, καὶὃν Ἄκαστος ἔθηκεν ἀγῶνα ἐπὶ πατρὶ καὶ τὰ ἐς Μενέλαον καὶ τὸν Αἰγύπτιον Πρωτέαἐν Ὀδυσσείᾳ. τελευταῖα Ἄδμητός τε ζευγνύων ἐστὶν ὑπὸ τὸ ἅρμα κάπρον καὶ λέοντακαὶ οἱ Τρῶες ἐπιφέροντες χοὰς Ἕκτορι. 19.
τοῦ θρόνου δὲ ᾗ καθίζοιτο ἂν ὁ θεός, οὐ διὰ παντὸς κατὰ τοῦτο συνεχοῦς ὄντος ἀλλὰκαθέδρας παρεχομένου πλείονας, παρὰ δὲ καθέδραν ἑκάστην
ὑπολειπομένης καὶ εὐρυχωρίας, τὸ μέσον ἐστὶν εὐρυχωρὲς μάλιστα καὶ τὸ ἄγαλμαἐνταῦθα ἐνέστηκε. [2] μέγεθος δὲ αὐτοῦ μέτρῳ μὲν οὐδένα ἀνευρόντα οἶδα, εἰκάζοντιδὲ καὶ τριάκοντα εἶναι φαίνοιντο ἂν πήχεις. ἔργον δὲ οὐ Βαθυκλέους ἐστίν, ἀλλὰἀρχαῖον καὶ οὐ σὺν τέχνῃ πεποιημένον: ὅτι γὰρ μὴ πρόσωπον αὐτῷ καὶ πόδες εἰσὶνἄκροι καὶ χεῖρες, τὸ λοιπὸν χαλκῷ κίονί ἐστιν εἰκασμένον. ἔχει δὲ ἐπὶ τῇ κεφαλῇκράνος, λόγχην δὲ ἐν ταῖς χερσὶ καὶ τόξον. [3] τοῦ δὲ ἀγάλματος τὸ βάθρον παρέχεταιμὲν βωμοῦ σχῆμα, τεθάφθαι δὲ τὸν Ὑάκινθον λέγουσιν ἐν αὐτῷ, καὶ Ὑακινθίοις πρὸτῆς τοῦ Ἀπόλλωνος θυσίας ἐς τοῦτον Ὑακίνθῳ τὸν βωμὸν διὰ θύρας χαλκῆςἐναγίζουσιν: ἐν ἀριστερᾷ δέ ἐστιν ἡ θύρα τοῦ βωμοῦ. ἐπείργασται δὲ τῷ βωμῷ τοῦτομὲν ἄγαλμα Βίριδος, τοῦτο δὲ Ἀμφιτρίτης καὶ Ποσειδῶνος: Διὸς δὲ καὶ Ἑρμοῦδιαλεγομένων ἀλλήλοις πλησίον Διόνυσος ἑστήκασι καὶ Σεμέλη, παρὰ δὲ αὐτὴν Ἰνώ.[4] πεποίηται δὲ ἐπὶ τοῦ βωμοῦ καὶ ἡ Δημήτηρ καὶ Κόρη καὶ Πλούτων, ἐπὶ δὲ αὐτοῖςΜοῖραί τε καὶ Ὧραι, σὺν δέ σφισιν Ἀφροδίτη καὶ Ἀθηνᾶ τε καὶ Ἄρτεμις: κομίζουσι δ᾽ ἐςοὐρανὸν Ὑάκινθον καὶ Πολύβοιαν, Ὑακίνθου καθὰ λέγουσιν ἀδελφὴν ἀποθανοῦσανἔτι παρθένον. τοῦτο μὲν οὖν τοῦ Ὑακίνθου τὸ ἄγαλμα ἔχον ἐστὶν ἤδη γένεια, Νικίαςδὲ ὁ Νικομήδους περισσῶς δή τι ἔγραψεν αὐτὸν ὡραῖον, τὸν ἐπὶ Ὑακίνθῳ λεγόμενονἈπόλλωνος ἔρωτα ὑποσημαίνων. [5] πεποίηται δὲ ἐπὶ τοῦ βωμοῦ καὶ Ἡρακλῆς ὑπὸἈθηνᾶς καὶ θεῶν τῶν ἄλλων καὶ οὗτος ἀγόμενος ἐς οὐρανόν. εἰσὶ δὲ καὶ αἱ Θεστίουθυγατέρες ἐπὶ τῷ βωμῷ, καὶ Μοῦσαί τε καὶ Ὧραι. περὶ δὲ ἀνέμου Ζεφύρου, καὶ ὡςὑπὸ τοῦ Ἀπόλλωνος Ὑάκινθος ἀπέθανεν ἄκοντος, καὶ τὰ ἐς τὸ ἄνθος εἰρημένα τάχαμὲν ἂν ἔχοι καὶ ἄλλως, δοκείτω δὲ ᾗ λέγεται. [6]
Ἀμύκλαι δὲ ἀνάστατος ὑπὸ Δωριέων γενομένη καὶ ἀπ᾽ ἐκείνου κώμη διαμένουσαθέας παρείχετο ἄξιον ἱερὸν Ἀλεξάνδρας καὶ ἄγαλμα: τὴν δὲ Ἀλεξάνδραν οἱἈμυκλαιεῖς Κασσάνδραν τὴν Πριάμου φασὶν εἶναι. καὶ Κλυταιμνήστρας ἐστὶνἐνταῦθα εἰκὼν καὶ ἄγαλμα Ἀγαμέμνονος νομιζόμενον μνῆμα. θεῶν δὲ σέβουσιν οἱταύτῃ τόν τε Ἀμυκλαῖον καὶ Διόνυσον, ὀρθότατα ἐμοὶ δοκεῖν Ψίλακα ἐπονομάζοντες:ψίλα γὰρ καλοῦσιν οἱ Δωριεῖς τὰ πτερά, ἀνθρώπους δὲ οἶνος ἐπαίρει τε καὶἀνακουφίζει γνώμην οὐδέν τι ἧσσον ἢ ὄρνιθας πτερά.
καὶ Ἀμύκλαι μὲν παρείχοντο τοσαῦτα ἐς μνήμην, ἑτέρα δὲ ἐκ τῆς πόλεως ὁδὸς ἐςΘεράπνην ἄγει: [7] κατὰ δὲ τὴν ὁδὸν Ἀθηνᾶς ξόανόν ἐστιν Ἀλέας. πρὶν δὲ ἢ διαβῆναιτὸν Εὐρώταν, ὀλίγον ὑπὲρ τῆς ὄχθης ἱερὸν δείκνυται Διὸς Πλουσίου. διαβᾶσι δὲΚοτυλέως ἐστὶν Ἀσκληπιοῦ ναός, ὃν ἐποίησεν Ἡρακλῆς: καὶ Ἀσκληπιὸν Κοτυλέαὠνόμασεν ἀκεσθεὶς τὸ τραῦμα τὸ ἐς τὴν κοτύλην οἱ γενόμενον ἐν τῇ πρὸςἹπποκόωντα καὶ τοὺς παῖδας προτέρᾳ μάχῃ. ὁπόσα δὲ πεποίηται κατὰ τὴν ὁδὸνταύτην, ἐστὶν ἀρχαιότατον αὐτῶν Ἄρεως ἱερόν. τοῦτό ἐστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ, καὶτὸ ἄγαλμα καὶ τοὺς Διοσκούρους φασὶ κομίσαι ἐκ Κόλχων: [8] Θηρίταν δὲἐπονομάζουσιν ἀπὸ Θηροῦς, ταύτην γὰρ τροφὸν εἶναι τοῦ Ἄρεως λέγουσι. τάχα δ᾽ ἂνἀκηκοότες παρὰ Κόλχων Θηρίταν λέγοιεν, ἐπεὶ Ἔλληνές γε οὐκ ἴσασιν Ἄρεωςτροφὸν Θηρώ: δοκεῖν δέ μοι Θηρίτας οὐ διὰ τὴν τροφὸν ἡ ἐπωνυμία τῷ Ἄρει γέγονεν,ὅτι δὲ ἀνδρὶ χρὴ πολεμίῳ καταστάντα ἐς μάχην οὐδὲν ἔτι ἔχειν ἤπιον, καθὰ δὴ καὶὉμήρῳ περὶ Ἀχιλλέως πεποίηται “λέων δ᾽ ὣς ἄγρια οἶδεν.
”Hom. Il. 24.41 [9]
Θεράπνη δὲ ὄνομα μὲν τῷ χωρίῳ γέγονεν ἀπὸ τῆς Λέλεγος θυγατρός, Μενελάου δέἐστιν ἐν αὐτῇ ναός, καὶ Μενέλαον καὶ Ἑλένην ἐνταῦθα ταφῆναι λέγουσιν. Ῥόδιοι δὲοὐχ ὁμολογοῦντες Λακεδαιμονίοις φασὶν Ἑλένην Μενελάου τελευτήσαντος,Ὀρέστου δὲ ἔτι πλανωμένου, τηνικαῦτα ὑπὸ Νικοστράτου καὶ Μεγαπένθουςδιωχθεῖσαν ἐς Ῥόδον ἀφικέσθαι Πολυξοῖ τῇ Τληπολέμου γυναικὶ ἔχουσανἐπιτηδείως: [10] εἶναι γὰρ καὶ Πολυξὼ τὸ γένος Ἀργείαν, Τληπολέμῳ δὲ ἔτι πρότερονσυνοικοῦσαν φυγῆς μετασχεῖν τῆς ἐς Ῥόδον καὶ τῆς νήσου τηνικαῦτα ἄρχεινὑπολειπομένην ἐπὶ ὀρφανῷ παιδί. ταύτην τὴν Πολυξώ φασιν ἐπιθυμοῦσαν Ἑλένηντιμωρήσασθαι τελευτῆς τῆς Τληπολέμου τότε, ὡς ἔλαβεν αὐτὴν ὑποχείριον,ἐπιπέμψαι οἱ λουμένῃ θεραπαίνας Ἐρινύσιν ἴσα ἐσκευασμένας: καὶ αὗταιδιαλαβοῦσαι δὴ τὴν Ἑλένην αἱ γυναῖκες ἀπάγχουσιν ἐπὶ δένδρου, καὶ ἐπὶ τούτῳῬοδίοις Ἑλένης ἱερόν ἐστι Δενδρίτιδος. [11] ὃν δὲ οἶδα λέγοντας Κροτωνιάτας περὶἙλένης λόγον, ὁμολογοῦντας δέ σφισι καὶ Ἱμεραίους, ἐπιμνησθήσομαι καὶ τοῦδε.ἔστιν ἐν τῷ Εὐξείνῳ νῆσος κατὰ τοῦ Ἴστρου τὰς ἐκβολὰς Ἀχιλλέως ἱερά: ὄνομα μὲντῇ νήσῳ Λευκή, περίπλους δὲ αὐτῇ σταδίων εἴκοσι, δασεῖα δὲ ὕλῃ πᾶσα καὶ πλήρηςζῴων ἀγρίων καὶ ἡμέρων, καὶ ναὸς Ἀχιλλέως καὶ ἄγαλμα ἐν αὐτῇ. [12] ἐς ταύτηνπρῶτος ἐσπλεῦσαι λέγεται Κροτωνιάτης Λεώνυμος. πολέμου γὰρ Κροτωνιάταιςσυνεστηκότος πρὸς τοὺς ἐν Ἰταλίᾳ Λοκρούς, τῶν Λοκρῶν κατὰ οἰκειότητα πρὸςὈπουντίους Αἴαντα τὸν Ὀιλέως ἐς τὰς μάχας ἐπικαλουμένων, ὁ ΛεώνυμοςΚροτωνιάταις στρατηγῶν ἐπῄει τοῖς ἐναντίοις κατὰ τοῦτο ᾗ προτετάχθαι σφίσι τὸνΑἴαντα ἤκουε. τιτρώσκεται δὴ τὸ στέρνον καὶ— ἔκαμνε γὰρ ὑπὸ τοῦ τραύματος—ἀφίκετο ἐς Δελφούς. ἐλθόντα δὲ ἡ Πυθία Λεώνυμον ἀπέστελλεν ἐς νῆσον τὴνΛευκήν, ἐνταῦθα εἰποῦσα αὐτῷ φανήσεσθαι τὸν Αἴαντα καὶ ἀκέσεσθαι τὸ τραῦμα.[13] χρόνῳ δὲ ὡς ὑγιάνας ἐπανῆλθεν ἐκ τῆς Λευκῆς, ἰδεῖν μὲν ἔφασκεν Ἀχιλλέα, ἰδεῖνδὲ τὸν Ὀιλέως καὶ τὸν Τελαμῶνος Αἴαντα, συνεῖναι δὲ καὶ Πάτροκλόν σφισι καὶἈντίλοχον: Ἑλένην δὲ Ἀχιλλεῖ μὲν συνοικεῖν, προστάξαι δέ οἱ πλεύσαντι ἐς Ἱμέρανπρὸς Στησίχορον ἀγγέλλειν ὡς ἡ διαφθορὰ τῶν ὀφθαλμῶν ἐξ Ἑλένης γένοιτο αὐτῷμηνίματος. Στησίχορος μὲν ἐπὶ τούτῳ τὴν παλινῳδίαν ἐποίησεν: 20. ἐν Θεράπνῃ δὲκρήνην τὴν Μεσσηίδα ἰδὼν οἶδα. Λακεδαιμονίων δὲ ἑτέροις ἐστὶν εἰρημένον τὴνΠολυδεύκειαν ὀνομαζομένην ἐφ᾽ ἡμῶν, οὐ τὴν ἐν Θεράπνῃ Μεσσηίδα καλεῖσθαι τὸἀρχαῖον: ἡ δὲ Πολυδεύκειά ἐστιν αὐτή τε ἡ κρήνη καὶ Πολυδεύκους ἱερὸν ἐν δεξιᾷ τῆςἐς Θεράπνην ὁδοῦ. [2]
Θεράπνης δὲ οὐ πόρρω Φοιβαῖον καλούμενόν ἐστιν, ἐν δὲ αὐτῷ Διοσκούρων ναός: καὶοἱ ἔφηβοι τῷ Ἐνυαλίῳ θύουσιν ἐνταῦθα. τούτου δὲ οὐ πολὺ Ποσειδῶνος ἀφέστηκενἱερὸν ἐπίκλησιν Γαιαόχου. καὶ ἀπ᾽ αὐτοῦ προελθόντι ὡς ἐπὶ τὸ Ταΰγετονὀνομάζουσιν Ἀλεσίας χωρίον, Μύλητα τὸν Λέλεγος πρῶτον ἀνθρώπων μύλην τεεὑρεῖν λέγοντες καὶ ἐν ταῖς Ἀλεσίαις ταύταις ἀλέσαι. καί σφισι Λακεδαίμονος τοῦΤαϋγέτης ἐνταῦθά ἐστιν ἡρῷον. [3] διαβᾶσι δὲ αὐτόθεν ποταμὸν Φελλίαν, παρὰἈμύκλας ἰοῦσιν εὐθεῖαν ὡς ἐπὶ θάλασσαν Φᾶρις πόλις ἐν τῇ Λακωνικῇ ποτε ᾠκεῖτο:ἀποτρεπομένῳ δὲ ἀπὸ τῆς Φελλίας ἐς δεξιὰν ἡ πρὸς τὸ ὄρος τὸ Ταΰγετόν ἐστιν ὁδός.ἔστι δὲ ἐν τῷ πεδίῳ Διὸς Μεσσαπέως τέμενος: γενέσθαι δέ οἱ τὴν ἐπίκλησιν ἀπὸἀνδρὸς λέγουσιν ἱερασαμένου τῷ θεῷ. ἐντεῦθέν ἐστιν ἀπιοῦσιν ἐκ τοῦ Ταϋγέτουχωρίον ἔνθα πόλις ποτὲ ᾠκεῖτο Βρυσίαι: καὶ Διονύσου ναὸς ἐνταῦθα ἔτι λείπεται καὶἄγαλμα ἐν ὑπαίθρῳ. τὸ δὲ ἐν τῷ ναῷ μόναις γυναιξὶν ἔστιν ὁρᾶν: γυναῖκες γὰρ δὴμόναι καὶ τὰ ἐς τὰς θυσίας δρῶσιν ἐν ἀπορρήτῳ. [4] ἄκρα δὲ τοῦ Ταϋγέτου Ταλετὸνὑπὲρ Βρυσεῶν ἀνέχει. ταύτην Ἡλίου καλοῦσιν ἱερὰν καὶ ἄλλα τε αὐτόθι Ἡλίῳθύουσι καὶ ἵππους: τὸ δὲ αὐτὸ καὶ Πέρσας οἶδα θύειν νομίζοντας. Ταλετοῦ δὲ οὐπόρρω καλούμενός ἐστιν Εὐόρας, θηρία καὶ ἄλλα τρέφων καὶ αἶγας μάλιστα ἀγρίας.παρέχεται δὲ καὶ δι᾽ ὅλου τὸ Ταΰγετον τῶν αἰγῶν τούτων ἄγραν καὶ ὑῶν, πλείστην δὲκαὶ ἐλάφων καὶ ἄρκτων. [5]
Ταλετοῦ δὲ τὸ μεταξὺ καὶ Εὐόρα Θήρας ὀνομάζοντες Λητώ φασιν ἀπὸ τῶν ἄκρων τοῦΤαϋγέτου *** Δήμητρος ἐπίκλησιν Ἐλευσινίας ἐστὶν ἱερόν: ἐνταῦθα ἩρακλέαΛακεδαιμόνιοι κρυφθῆναί φασιν ὑπὸ Ἀσκληπιοῦ τὸ τραῦμα ἰώμενον: καὶ Ὀρφέωςἐστὶν ἐν αὐτῷ ξόανον, Πελασγῶν ὥς φασιν ἔργον. καὶ τόδε δὲ ἄλλο δρώμενονἐνταῦθα οἶδα: [6] ἐπὶ θαλάσσῃ πόλισμα Ἕλος ἦν, οὗ δὴ καὶ Ὅμηρος ἐμνημόνευκεν ἐνκαταλόγῳ Λακεδαιμονίων:“οἵ τ᾽ ἄρ᾽ Ἀμύκλας εἶχον Ἕλος τ᾽ ἔφαλον πτολίεθρον.
”Hom. Il. 2.584τοῦτο ᾤκισε μὲν Ἕλιος νεώτατος τῶν Περσέως παίδων, Δωριεῖς δὲπαρεστήσαντο ὕστερον πολιορκίᾳ, καὶ πρῶτοί τε ἐγένοντο οὗτοι Λακεδαιμονίωνδοῦλοι τοῦ κοινοῦ καὶ εἵλωτες ἐκλήθησαν πρῶτοι, καθάπερ γε καὶ ἦσαν: τὸ δὲοἰκετικὸν τὸ ἐπικτηθὲν ὕστερον, Δωριεῖς Μεσσηνίους ὄντας, ὀνομασθῆναι καὶτούτους ἐξενίκησεν εἵλωτας, καθότι καὶ Ἕλληνας τὸ σύμπαν γένος ἀπὸ τῆς ἐνΘεσσαλίᾳ ποτὲ καλουμένης Ἑλλάδος. [7] ἐκ τούτου δὴ τοῦ Ἕλους ξόανον Κόρης τῆςΔήμητρος ἐν ἡμέραις ῥηταῖς ἀνάγουσιν ἐς τὸ Ἐλευσίνιον. πεντεκαίδεκα δὲ τοῦἘλευσινίου σταδίους ἀφέστηκε Λαπίθαιον καλούμενον ἀπὸ ἀνδρὸς ἐγχωρίουΛαπίθου: τοῦτό τε οὖν τὸ Λαπίθαιόν ἐστιν ἐν τῷ Ταϋγέτῳ καὶ οὐ πόρρω Δέρειον,ἔνθα Ἀρτέμιδος ἄγαλμα ἐν ὑπαίθρῳ Δερεάτιδος, καὶ πηγὴ παρ᾽ αὐτῷ ἣν Ἄνονονὀνομάζουσι. μετὰ δὲ τὸ Δέρειον σταδίους προελθόντι ὡς εἴκοσιν ἔστιν Ἅρπλειακαθήκοντα ἄχρι τοῦ πεδίου. [8]
τὴν δὲ ἐπ᾽ Ἀρκαδίας ἰοῦσιν ἐκ Σπάρτης Ἀθηνᾶς ἕστηκεν ἐπίκλησιν Παρείας ἄγαλμαἐν ὑπαίθρῳ, μετὰ δὲ αὐτὸ ἱερόν ἐστιν Ἀχιλλέως: ἀνοίγειν δὲ αὐτὸ οὐ νομίζουσιν:ὁπόσοι δ᾽ ἂν τῶν ἐφήβων ἀγωνιεῖσθαι μέλλωσιν ἐν τῷ Πλατανιστᾷ, καθέστηκεναὐτοῖς τῷ Ἀχιλλεῖ πρὸ τῆς μάχης θύειν. ποιῆσαι δέ σφισι τὸ ἱερὸν Σπαρτιᾶταιλέγουσι Πράκα ἀπόγονον τρίτον Περγάμου τοῦ Νεοπτολέμου. [9] προϊοῦσι δὲ Ἵππουκαλούμενον μνῆμά ἐστι. Τυνδάρεως γὰρ θύσας ἐνταῦθα ἵππον τοὺς Ἑλένης ἐξώρκουμνηστῆρας ἱστὰς ἐπὶ τοῦ ἵππου τῶν τομίων: ὁ δὲ ὅρκος ἦν Ἑλένῃ καὶ τῷ γῆμαιπροκριθέντι Ἑλένην ἀμυνεῖν ἀδικουμένοις: ἐξορκώσας δὲ τὸν ἵππον κατώρυξενἐνταῦθα. κίονες δὲ ἑπτὰ οἳ τοῦ μνήματος τούτου διέχουσιν οὐ πολύ, κατὰ τρόπονοἶμαι τὸν ἀρχαῖον, οὓς ἀστέρων τῶν πλανητῶν φασιν ἀγάλματα. καὶ Κρανίουτέμενος κατὰ τὴν ὁδὸν ἐπίκλησιν Στεμματίου καὶ Μυσίας ἐστὶν ἱερὸν Ἀρτέμιδος. [10]τὸ δὲ ἄγαλμα τῆς Αἰδοῦς τριάκοντά που στάδια ἀπέχον τῆς πόλεως Ἰκαρίου μὲνἀνάθημα εἶναι, ποιηθῆναι δὲ ἐπὶ λόγῳ φασὶ τοιῷδε. ὅτ᾽ ἔδωκεν Ὀδυσσεῖ Πηνελόπηνγυναῖκα Ἰκάριος, ἐπειρᾶτο μὲν κατοικίσαι καὶ αὐτὸν Ὀδυσσέα ἐν Λακεδαίμονι,διαμαρτάνων δὲ ἐκείνου δεύτερα τὴν θυγατέρα ἱκέτευε καταμεῖναι καὶ ἐξορμωμένηςἐς Ἰθάκην ἐπακολουθῶν τῷ ἅρματι ἐδεῖτο. [11] Ὀδυσσεὺς δὲ τέως μὲν ἠνείχετο, τέλοςδὲ ἐκέλευε Πηνελόπην συνακολουθεῖν ἑκοῦσαν ἢ τὸν πατέρα ἑλομένην ἀναχωρεῖν ἐςΛακεδαίμονα. καὶ τὴν ἀποκρίνασθαί φασιν οὐδέν: ἐγκαλυψαμένης δὲ πρὸς τὸἐρώτημα, Ἰκάριος τὴν μὲν ἅτε δὴ συνιεὶς ὡς βούλεται ἀπιέναι μετὰ Ὀδυσσέωςἀφίησιν, ἄγαλμα δὲ ἀνέθηκεν Αἰδοῦς: ἐνταῦθα γὰρ τῆς ὁδοῦ προήκουσαν ἤδη τὴνΠηνελόπην λέγουσιν ἐγκαλύψασθαι. 21.
προελθόντι δὲ αὐτόθεν σταδίους εἴκοσι τοῦ Εὐρώτα τὸ ῥεῦμα ἐγγυτάτω τῆς ὁδοῦγίνεται, καὶ Λάδα μνῆμά ἐστιν ὠκύτητι ὑπερβαλομένου ποδῶν τοὺς ἐπ᾽ αὐτοῦ: καὶ δὴκαὶ Ὀλυμπίασιν ἐστεφανοῦτο δολίχῳ κρατῶν, δοκεῖν δέ μοι κάμνων αὐτίκα μετὰ τὴννίκην ἐκομίζετο, καὶ συμβάσης ἐνταῦθά οἱ τελευτῆς ὁ τάφος ἐστὶν ὑπὲρ τὴνλεωφόρον. τὸν δὲ ὁμώνυμον τούτῳ, νίκην καὶ αὐτὸν Ὀλυμπίασι, πλὴν οὐ δολίχου,σταδίου δὲ ἀνελόμενον, Ἀχαιὸν ἐξ Αἰγίου φησὶν εἶναι καὶ τὰ ἐς τοὺς ὈλυμπιονίκαςἨλείων γράμματα. [2] προϊόντι δὲ ὡς ἐπὶ τὴν Πελλάναν Χαράκωμά ἐστινὀνομαζόμενον καὶ μετὰ τοῦτο Πελλάνα πόλις τὸ ἀρχαῖον. Τυνδάρεων δὲ οἰκῆσαίφασιν ἐνταῦθα, ὅτε Ἱπποκόωντα καὶ τοὺς παῖδας ἔφευγεν ἐκ Σπάρτης. θέας δὲ ἄξιααὐτόθι ἰδὼν Ἀσκληπιοῦ τε οἶδα ἱερὸν καὶ τὴν πηγὴν Πελλανίδα. ἐς ταύτην λέγουσινὑδρευομένην ἐσπεσεῖν παρθένον, ἀφανισθείσης δὲ τὸ κάλυμμα ἀναφανῆναι τὸ ἐπὶτῆς κεφαλῆς ἐν ἑτέρᾳ πηγῇ Λαγκίᾳ. [3] Πελλάνας δὲ ἑκατὸν στάδια ἀπέχει Βελεμίνακαλουμένη: τῆς δὲ χώρας τῆς Λακωνικῆς ἡ Βελεμίνα μάλιστα ἄρδεσθαι πέφυκεν,ἥντινα διοδεύει μὲν τοῦ Εὐρώτα τὸ ὕδωρ, παρέχεται δὲ ἀφθόνους καὶ αὐτὴ πηγάς. [4]
ἐπὶ θάλασσαν δὲ ἐς Γύθιον καταβαίνοντί ἐστι Λακεδαιμονίοις ἡ κώμη καλουμένηΚροκέαι καὶ
λιθοτομία: μία μὲν πέτρα συνεχὴς οὐ διήκουσα, λίθοι δὲ ὀρύσσονται σχῆμα τοῖςποταμίοις ἐοικότες, ἄλλως μὲν δυσεργεῖς, ἢν δὲ ἐπεργασθῶσιν, ἐπικοσμήσαιεν ἂνκαὶ θεῶν ἱερά, κολυμβήθραις δὲ καὶ ὕδασι συντελοῦσι μάλιστα ἐς κάλλος. θεῶν δὲαὐτόθι πρὸ μὲν τῆς κώμης Διὸς Κροκεάτα λίθου πεποιημένον ἄγαλμα ἕστηκε,Διόσκουροι δὲ ἐπὶ τῇ λιθοτομίᾳ χαλκοῖ. [5] μετὰ δὲ Κροκέας ἀποτραπεῖσιν ἐς δεξιὰνἀπὸ τῆς ἐς Γύθιον εὐθείας ἐπὶ πόλισμα ἥξεις Αἰγίας: Ὅμηρον δὲ ἐν τοῖς ἔπεσι τὸπόλισμα τοῦτο ὀνομάζειν λέγουσιν Αὐγειάς. ἐνταῦθα ἔστι μὲν λίμνη καλουμένηΠοσειδῶνος, ἔστι δὲ ἐπὶ τῇ λίμνῃ ναὸς καὶ ἄγαλμα τοῦ θεοῦ. τοὺς δὲ ἰχθῦς δεδοίκασινἐξαιρεῖν, τὸν θηρεύσαντα ἁλιέα γενέσθαι λέγοντες ἐξ ἀνθρώπου. [6]
Γύθιον δὲ ἀπέχει μὲν σταδίους τριάκοντα Αἰγιῶν, ἐπὶ θαλάσσῃ δὲ ᾠκισμένον ἔστινἤδη τῶν Ἐλευθερολακώνων, οὓς βασιλεὺς Αὔγουστος δουλείας ἀφῆκεΛακεδαιμονίων τῶν ἐν Σπάρτῃ κατηκόους ὄντας. θαλάσσῃ μὲν δὴ πλὴν τοῦΚορινθίων ἰσθμοῦ περιέχεται πᾶσα ἡ Πελοπόννησος: κόχλους δὲ ἐς βαφὴν πορφύραςπαρέχεται τὰ ἐπιθαλάσσια τῆς Λακωνικῆς ἐπιτηδειοτάτας μετά γε τὴν Φοινίκωνθάλασσαν. [7] ἀριθμὸς δὲ τῶν Ἐλευθερολακώνων ὀκτὼ πόλεις καὶ δέκα εἰσί, πρώτημὲν καταβᾶσιν ἐξ Αἰγιῶν ἐπὶ θάλασσαν Γύθιον, μετὰ δὲ αὐτὴν Τευθρώνη τε καὶ Λᾶςκαὶ Πύρριχος, ἐπὶ Ταινάρῳ δὲ Καινήπολις Οἴτυλός τε καὶ Λεῦκτρα καὶ Θαλάμαι, πρὸςδὲ Ἀλαγονία τε καὶ Γερηνία: τὰ δὲ ἐπέκεινα Γυθίου πρὸς θαλάσσῃ Ἀσωπὸς ἈκριαὶΒοιαὶ Ζάραξ Ἐπίδαυρος ἡ Λιμηρὰ Βρασιαὶ Γερόνθραι Μαριός. αὗται μὲν οὖν εἰσιν αἱλοιπαὶ τῶν Ἐλευθερολακώνων ἀπὸ τεσσάρων ποτὲ καὶ εἴκοσι πόλεων: τὰς δὲ ἄλλας,ἐφ᾽ ἃς ἂν καὶ αὐτὰς ὁ λόγος ἐπέλθῃ δή μοι, συντελούσας ἴστω τις ἐς Σπάρτην καὶ οὐχὁμοίως τοῖς προλεχθεῖσιν αὐτονόμους. [8] Γυθεᾶται δὲ τῆς πόλεως ἀνθρώπων μὲνοὐδένα οἰκιστὴν γενέσθαι λέγουσιν, Ἡρακλέα δὲ καὶ Ἀπόλλωνα ὑπὲρ τοῦ τρίποδοςἐς ἀγῶνα ἐλθόντας, ὡς διηλλάγησαν, μετὰ τὴν ἔριν οἰκίσαι κοινῇ τὴν πόλιν: καὶ ἐν τῇἀγορᾷ σφισιν Ἀπόλλωνος καὶ Ἡρακλέους ἐστὶν ἀγάλματα, πλησίον δὲ αὐτῶνΔιόνυσος. ἑτέρωθι δὲ Ἀπόλλων Κάρνειος καὶ ἱερὸν Ἄμμωνος καὶ Ἀσκληπιοῦ χαλκοῦνἄγαλμά ἐστιν, οὐκ ἐπόντος ὀρόφου τῷ ναῷ, καὶ πηγὴ τοῦ θεοῦ καὶ Δήμητρος ἱερὸνἅγιον καὶ Ποσειδῶνος ἄγαλμα Γαιαόχου. [9] ὃν δὲ ὀνομάζουσι Γυθεᾶται Γέροντα,οἰκεῖν ἐν θαλάσσῃ φάμενοι, Νηρέα ὄντα εὕρισκον: καί σφισι τοῦ ὀνόματος τούτουπαρέσχεν ἀρχὴν Ὅμηρος ἐν Ἰλιάδι ἐν Θέτιδος λόγοις:“ὑμεῖς μὲν νῦν δῦτε θαλάσσηςεὐρέα κόλπον,
ὀψόμεναί τε γέρονθ᾽ ἅλιον καὶ δώματα πατρός.
”Hom. Il. 18.140-141καλοῦνται δὲ ἐνταῦθα καὶ πύλαι Καστορίδες, καὶ ἐν τῇἀκροπόλει ναὸς καὶ ἄγαλμα Ἀθηνᾶς πεποίηται. 22.
Γυθίου δὲ τρεῖς μάλιστα ἀπέχει σταδίους ἀργὸς λίθος: Ὀρέστην λέγουσι καθεσθένταἐπ᾽ αὐτοῦ παύσασθαι τῆς μανίας: διὰ τοῦτο ὁ λίθος ὠνομάσθη Ζεὺς Καππώτας κατὰγλῶσσαν τὴν Δωρίδα. ἡ δὲ νῆσος ἡ Κρανάη πρόκειται Γυθίου, καὶ ὍμηροςἈλέξανδρον ἁρπάσαντα Ἑλένην ἐνταῦθα ἔφη συγγενέσθαι οἱ πρῶτον. κατὰ δὲ τὴννῆσον ἱερόν ἐστιν Ἀφροδίτης ἐν τῇ ἠπείρῳ Μιγωνίτιδος, καὶ ὁ τόπος οὗτος ἅπαςκαλεῖται Μιγώνιον. [2] τοῦτο μὲν δὴ τὸ ἱερὸν ποιῆσαι λέγουσιν Ἀλέξανδρον:Μενέλαος δὲ Ἴλιον ἑλὼν καὶ ἔτεσιν ὕστερον ὀκτὼ μετὰ Τροίας πόρθησιν οἴκαδεἀνασωθεὶς ἄγαλμα Θέτιδος καὶ θεὰς Πραξιδίκας ἱδρύσατο ἐγγὺς τῆς Μιγωνίτιδος.Διονύσου δὲ ὄρος ἱερὸν Λαρύσιον καλούμενόν ἐστιν ὑπὲρ τοῦ Μιγωνίου: καὶ ἦροςἀρχομένου Διονύσῳ τὴν ἑορτὴν ἄγουσιν ἄλλα τε ἐς τὰ δρώμενα λέγοντες καὶ ὡςβότρυν ἐνταῦθα ἀνευρίσκουσιν ὡραῖον. [3]
ἐν ἀριστερᾷ δὲ Γυθίου στάδια προελθόντι ὡς τριάκοντα ἔστιν ἐν τῇ ἠπείρῳ Τρινασοῦκαλουμένης τείχη, φρουρίου ποτὲ ἐμοὶ δοκεῖν καὶ οὐ πόλεως. γενέσθαι δέ οἱ δοκῶ τὸὄνομα ἀπὸ τῶν νησίδων, αἳ ταύτῃ πρόκεινται τῆς ἠπείρου τρεῖς ἀριθμόν. προελθόντιδὲ ἀπὸ Τρινασοῦ στάδια ὡς ὀγδοήκοντα τοῦ Ἕλους τὰ ἐρείπια ὑπόλοιπα ἦν, καὶ μετὰταῦτα τριάκοντα [4] προελθόντι που σταδίους ἐπὶ θαλάσσης πόλις ἐστὶν Ἀκρίαι: θέαςδὲ αὐτόθι ἄξια Μητρὸς θεῶν ναὸς καὶ ἄγαλμα λίθου. παλαιότατον δὲ τοῦτο εἶναίφασιν οἱ τὰς Ἀκρίας ἔχοντες, ὁπόσα τῆς θεοῦ ταύτης Πελοποννησίοις ἱερά ἐστιν, ἐπεὶΜαγνησί γε, οἳ τὰ πρὸς Βορρᾶν νέμονται τοῦ Σιπύλου, τούτοις ἐπὶ Κοδδίνου πέτρᾳΜητρός ἐστι θεῶν ἀρχαιότατον ἁπάντων ἄγαλμα: ποιῆσαι δὲ οἱ Μάγνητες αὐτὸΒροτέαν λέγουσι τὸν
Ταντάλου. [5] Ἀκριᾶται δὲ καὶ ἄνδρα ποτὲ Ὀλυμπιονίκην παρέσχοντο Νικοκλέα,Ὀλυμπιάσι δύο ἀνελόμενον δρόμου νίκας πέντε: πεποίηται δὲ καὶ μνῆμα τῷ Νικοκλεῖτοῦ τε γυμνασίου μεταξὺ καὶ τοῦ τείχους τοῦ πρὸς τῷ λιμένι. [6] ἀπὸ θαλάσσης δὲἄνω Γερόνθραι σταδίους ἀπέχουσιν εἴκοσι καὶ ἑκατὸν Ἀκριῶν. ταύτας οἰκουμέναςπρὶν Ἡρακλείδας ἐλθεῖν ἐς Πελοπόννησον, ἐποίησαν ἀναστάτους Δωριεῖς οἱΛακεδαίμονα ἔχοντες, ἀναστήσαντες δὲ Γερονθρῶν τοὺς Ἀχαιοὺς παρὰ σφῶνἐποίκους ἀπέστειλαν: ἐπ᾽ ἐμοῦ δὲ Ἐλευθερολακώνων καὶ οὗτοι μοῖρα ἦσαν. κατὰ μὲνδὴ τὴν ἐξ Ἀκριῶν ἐς Γερόνθρας ὁδὸν ἔστι Παλαιὰ καλουμένη κώμη, ἐν δὲ αὐταῖςΓερόνθραις Ἄρεως ναὸς καὶ ἄλσος: [7] ἑορτὴν δὲ ἄγουσι τῷ θεῷ κατὰ ἔτος, ἐν ᾗγυναιξίν ἐστιν ἀπηγορευμένον ἐσελθεῖν ἐς τὸ ἄλσος. περὶ δὲ τὴν ἀγοράν σφισιν αἱπηγαὶ τῶν ποτίμων εἰσὶν ὑδάτων. ἐν δὲ τῇ ἀκροπόλει ναός ἐστιν Ἀπόλλωνος καὶἀγάλματος ἐλέφαντος πεποιημένου κεφαλή: τὰ δὲ λοιπὰ τοῦ ἀγάλματος πῦρἠφάνισεν ὁμοῦ τῷ προτέρῳ ναῷ. [8]
Μαριὸς δὲ ἄλλο Ἐλευθερολακώνων πόλισμα, ὃ ἀπὸ Γερονθρῶν στάδια ἑκατὸνἀφέστηκεν. ἱερόν ἐστιν αὐτόθι ἀρχαῖον κοινὸν θεῶν ἁπάντων καὶ περὶ αὐτὸ ἄλσοςπαρεχόμενον πηγάς, εἰσὶ δὲ καὶ ἐν Ἀρτέμιδος ἱερῷ πηγαί: ὕδωρ δὲ ἄφθονον εἴπερἄλλο τι χωρίον παρέχεται καὶ Μαριός. κώμη δὲ ὑπὲρ τὸ πόλισμά ἐστιν ἐν μεσογαίᾳκαὶ αὐτή, Γλυππία: καὶ ἐς κώμην ἑτέραν Σελινοῦντα ἐκ Γερονθρῶν ἐστιν ὁδὸςσταδίων εἴκοσι. [9]
τάδε μὲν ἀπὸ Ἀκριῶν ἄνω πρὸς ἤπειρον: τὰ δὲ πρὸς θαλάσσῃ, πόλις Ἀσωπὸς Ἀκριῶνἀπέχει σταδίους ἑξήκοντα. ἐν αὐτῇ δὲ ναός τε Ῥωμαίων βασιλέων καὶ ἀνωτέρω τῆςπόλεως ὅσον τε σταδίους δώδεκα καὶ ἱερόν ἐστιν Ἀσκληπιοῦ: Φιλόλαον τὸν θεὸνὀνομάζουσι. τὰ δὲ ὀστᾶ ἐν τῷ γυμνασίῳ τὰ τιμώμενα μεγέθει μὲν ὑπερβάλλοντα,ἀνθρώπου δὲ ὅμως ἐστί. καὶ Ἀθηνᾶς ἱερόν ἐστιν ἐν τῇ ἀκροπόλει Κυπαρισσίαςἐπίκλησιν. τῆς δὲ ἀκροπόλεως πρὸς τοῖς ποσὶ πόλεως ἐρείπια καλουμένης Ἀχαιῶντῶν Παρακυπαρισσίων. [10] ἔστι δὲ ἐν τῇ γῇ ταύτῃ καὶ ἱερὸν Ἀσκληπιοῦ στάδιαἀπέχον ὡς πεντήκοντα Ἀσωποῦ: τὸ δὲ χωρίον, ἔνθα τὸ Ἀσκληπιεῖον, Ὑπερτελέατονὀνομάζουσιν. ἄκρα δὲ ἀνέχουσα ἐς θάλασσαν ἀφέστηκεν Ἀσωποῦ διακόσια στάδια:καλοῦσι δὲ Ὄνου γνάθον τὴν ἄκραν. ἐνταῦθά ἐστιν Ἀθηνᾶς ἱερὸν ἄγαλμα οὐκ ἔχον,οὐδὲ ὄροφος ἔπεστιν ἐπ᾽ αὐτῷ: λέγεται δὲ ὡς ὑπὸ Ἀγαμέμνονος ἐποιήθη. ἔστι δὲ καὶμνῆμα Κινάδου: νεὼς τῆς Μενελάου καὶ οὗτος κυβερνήτης ἦν. [11] ἐσέχει δὲ μετὰ τὴνἄκραν Βοιατικὸς καλούμενος κόλπος, καὶ Βοιαὶ πόλις πρὸς τῷ πέρατί ἐστι τοῦκόλπου. ταύτην ᾤκισε μὲν Βοιὸς τῶν Ἡρακλειδῶν, συναγαγεῖν δὲ ἄνδρας ἀπὸ τριῶνἐς αὐτὴν λέγεται πόλεων, Ἤτιδος καὶ Ἀφροδισιάδος καὶ Σίδης. τῶν δὲ πόλεων τῶνἀρχαίων τὰς μὲν δύο ἐς Ἰταλίαν φεύγοντα Αἰνείαν καὶ ὑπὸ πνευμάτων ἀπενεχθένταἐς τοῦτον τὸν κόλπον οἰκίσαι φασί, τὴν Ἠτιάδα Αἰνείου θυγατέρα λέγοντες εἶναι: τὴντρίτην δὲ κληθῆναι τῶν πόλεων λέγουσιν ἀπὸ τῆς Δαναοῦ Σίδης. [12] ἀπὸ δὴ τούτωντῶν πόλεων ἀναστάντες ἐζήτουν ἔνθα οἰκῆσαι σφᾶς χρεὼν εἴη: καί τι καὶ μάντευμαἦν αὐτοῖς Ἄρτεμιν ἔνθα οἰκήσουσιν ἐπιδείξειν. ὡς οὖν ἐκβᾶσιν ἐς τὴν γῆν λαγὼςἐπιφαίνεται, τὸν λαγὼν ἐποιήσαντο ἡγεμόνα τῆς ὁδοῦ: καταδύντος δὲ ἐς μυρσίνηνπόλιν τε οἰκίζουσιν ἐνταῦθα, οὗπερ ἡ μυρσίνη ἦν, καὶ τὸ δένδρον ἔτι ἐκείνην σέβουσιτὴν μυρσίνην καὶ Ἄρτεμιν ὀνομάζουσι Σώτειραν. [13] καὶ Ἀπόλλωνος ναὸς ἐν τῇΒοιατῶν ἀγορᾷ ἐστι καὶ ἑτέρωθι Ἀσκληπιοῦ καὶ Σαράπιδός τε καὶ Ἴσιδος. Ἤτιδος δ᾽ἐρείπια ἀπέχει μὲν Βοιῶν οὐ πλέον ἢ σταδίους ἑπτά: ἰόντι δὲ ἐς αὐτὰ ἄγαλμα Ἑρμοῦλίθινον ἕστηκεν ἐν ἀριστερᾷ, καὶ ἐν τοῖς ἐρειπίοις ἱερὸν Ἀσκληπιοῦ καὶ Ὑγείας ἐστὶνοὐκ ἀφανές. 23.
Κύθηρα δὲ κεῖται μὲν ἀπαντικρὺ Βοιῶν, ἐς δὲ Πλατανιστοῦντα—ἐλάχιστον γὰρ τῆςἠπείρου ταύτῃ διέστηκεν ἡ νῆσος—ἐς ταύτην τὴν ἄκραν τὸν Πλατανιστοῦντα ἀπὸἄκρας τῆς ἠπείρου, καλουμένης δὲ Ὄνου γνάθου, σταδίων πλοῦς τεσσαράκοντάἐστιν. ἐν Κυθήροις δὲ ἐπὶ θαλάσσης Σκάνδειά ἐστιν ἐπίνειον, Κύθηρα δὲ ἡ πόλιςἀναβάντι ἀπὸ Σκανδείας στάδια ὡς δέκα. τὸ δὲ ἱερὸν τῆς Οὐρανίας ἁγιώτατον καὶἱερῶν ὁπόσα Ἀφροδίτης παρ᾽ Ἕλλησίν ἐστιν ἀρχαιότατον: αὐτὴ δὲ ἡ θεὸς ξόανονὡπλισμένον. [2]
πλέοντι δὲ ἐκ Βοιῶν τὴν ὑπὸ τὴν ἄκραν τῆς Μαλέας λιμήν ἐστιν ὀνομαζόμενονΝύμφαιον καὶ
Ποσειδῶνος ἄγαλμα ὀρθὸν καὶ σπήλαιον θαλάσσης ἐγγύτατα, ἐν δὲ αὐτῷ γλυκέοςὕδατος πηγή: καὶ ἄνθρωποι περιοικοῦσι πολλοί. περιπλεύσαντι δὲ τὴν ἄκραν τῆςΜαλέας καὶ ἑκατὸν στάδια ἀποσχόντι, ἐπὶ θαλάσσῃ χωρίον ἐν ὅροις ΒοιατῶνἈπόλλωνος μὲν ἱερόν ἐστιν, Ἐπιδήλιον δὲ ὀνομαζόμενον: [3] τὸ γὰρ τοῦ Ἀπόλλωνοςξόανον, ὃ νῦν ἐστιν ἐνταῦθα, ἐν Δήλῳ ποτὲ ἵδρυτο. τῆς γὰρ Δήλου τότε ἐμπορίου τοῖςἝλλησιν οὔσης καὶ ἄδειαν τοῖς ἐργαζομένοις διὰ τὸν θεὸν δοκούσης παρέχειν,Μηνοφάνης Μιθριδάτου στρατηγὸς εἴτε αὐτὸς ὑπερφρονήσας εἴτε καὶ ὑπὸΜιθριδάτου προστεταγμένον —ἀνθρώπῳ γὰρ ἀφορῶντι ἐς κέρδος τὰ θεῖα ὕστεραλημμάτων—, οὗτος οὖν ὁ Μηνοφάνης, ἅτε οὔσης [4] ἀτειχίστου τῆς Δήλου καὶ ὅπλαοὐ κεκτημένων τῶν ἀνδρῶν, τριήρεσιν ἐσπλεύσας ἐφόνευσε μὲν τοὺς ἐπιδημοῦνταςτῶν ξένων, ἐφόνευσε δὲ αὐτοὺς τοὺς Δηλίους: κατασύρας δὲ πολλὰ μὲν ἐμπόρωνχρήματα, πάντα δὲ τὰ ἀναθήματα, προσεξανδραποδισάμενος δὲ καὶ γυναῖκας καὶτέκνα, καὶ αὐτὴν ἐς ἔδαφος κατέβαλε τὴν Δῆλον. ἅτε δὲ πορθουμένης τε καὶἁρπαζομένης, τῶν τις βαρβάρων ὑπὸ ὕβρεως τὸ ξόανον τοῦτο ἀπέρριψεν ἐς τὴνθάλασσαν: ὑπολαβὼν δὲ ὁ κλύδων ἐνταῦθα τῆς Βοιατῶν ἀπήνεγκε, καὶ τὸ χωρίον διὰτοῦτο Ἐπιδήλιον ὀνομάζουσι. [5] τὸ μέντοι μήνιμα τὸ ἐκ τοῦ θεοῦ διέφυγεν οὔτεΜηνοφάνης οὔτε αὐτὸς Μιθριδάτης: ἀλλὰ Μηνοφάνην μὲν παραυτίκα, ὡς ἀνήγετοἐρημώσας τὴν Δῆλον, λοχήσαντες ναυσὶν οἱ διαπεφευγότες τῶν ἐμπόρωνκαταδύουσι, Μιθριδάτην δὲ
ὕστερον τούτων ἠνάγκασεν ὁ θεὸς αὐτόχειρα αὑτοῦ καταστῆναι, τῆς τε ἀρχῆς οἱκαθῃρημένης καὶ ἐλαυνόμενον πανταχόθεν ὑπὸ Ῥωμαίων: εἰσὶ δὲ οἵ φασιν αὐτὸνπαρά του τῶν μισθοφόρων θάνατον βίαιον ἐν μέρει χάριτος εὕρασθαι. [6]
τούτοις μὲν τοιαῦτα ἀπήντησεν ἀσεβήσασι: τῇ δὲ Βοιαῶν ὅμορος Ἐπίδαυρός ἐστιν ἡΛιμηρά, σταδίους ὡς διακοσίους ἀπέχουσα Ἐπιδηλίου. φασὶ δὲ οὐ Λακεδαιμονίων,τῶν δὲ ἐν τῇ Ἀργολίδι Ἐπιδαυρίων εἶναι, πλέοντες δὲ ἐς Κῶν παρὰ τὸν Ἀσκληπιὸνἀπὸ τοῦ κοινοῦ προσσχεῖν τῆς Λακωνικῆς ἐνταῦθα καὶ ἐξ ἐνυπνίων γενομένων σφίσικαταμείναντες οἰκῆσαι. [7] λέγουσι δὲ καὶ ὡς οἴκοθεν ἐκ τῆς Ἐπιδαύρου δράκονταἐπαγομένοις αὐτοῖς ἐξέφυγεν ἐκ τῆς νεὼς ὁ δράκων, ἐκφυγὼν δὲ οὐ πόρρω κατέδυθαλάσσης, καί σφισιν ὁμοῦ τῶν ὀνειράτων τῇ ὄψει καὶ ἀπὸ τοῦ σημείου τοῦ κατὰ τὸνδράκοντα ἔδοξεν αὐτόθι καταμείναντας οἰκῆσαι. καὶ ἔνθα ὁ δράκων κατέδυ, βωμοί τέεἰσιν Ἀσκληπιοῦ καὶ ἐλαῖαι περὶ αὐτοὺς πεφύκασιν. [8] προελθόντι δὲ ἐν δεξιᾷ δύοπου σταδίους, ἔστιν Ἰνοῦς καλούμενον ὕδωρ, μέγεθος μὲν κατὰ λίμνην μικράν, τῆςγῆς δὲ ἐν βάθει μᾶλλον: ἐς τοῦτο τὸ ὕδωρ ἐν τῇ ἑορτῇ τῆς Ἰνοῦς ἐμβάλλουσινἀλφίτων μάζας. ταύτας ἐπὶ μὲν αἰσίῳ τοῦ ἐμβαλόντος καταδεξάμενον ἔχει τὸ ὕδωρ:εἰ δὲ ἀναπέμψαιτο σφᾶς, πονηρὸν κέκριται σημεῖον. [9] τὸ δὲ αὐτὸ καὶ ἐν Αἴτνῃδηλοῦσιν οἱ κρατῆρες: καὶ γὰρ χρυσοῦ ἐς αὐτοὺς καὶ ἀργύρου ποιήματα, ἔτι δὲ καὶἱερεῖα τὰ πάντα ἀφιᾶσι: ταῦτα δὲ ἢν μὲν ὑπολαβὸν ἀπενέγκῃ τὸ πῦρ, οἱ δὲ χαίρουσινὡς ἐπὶ πεφηνότι ἀγαθῷ, ἀπωσαμένου δὲ τὰ ἐμβληθέντα συμφορὰν ἔσεσθαι τούτῳ τῷἀνδρὶ νομίζουσι. [10] κατὰ δὲ τὴν ὁδὸν τὴν ἐκ Βοιῶν ἐς Ἐπίδαυρον τὴν Λιμηρὰνἄγουσαν Ἀρτέμιδος ἱερόν ἐστιν ἐν τῇ Ἐπιδαυρίων Λιμνάτιδος. ἡ πόλις δὲ ἀπέχουσαοὐ πολὺ ἀπὸ θαλάσσης ἐπὶ μετεώρῳ μὲν ᾤκισται, θέας δὲ αὐτόθι ἄξια τὸ μὲνἈφροδίτης ἐστὶν ἱερόν, τὸ δὲ Ἀσκληπιοῦ καὶ ἄγαλμα ὀρθὸν λίθου, καὶ Ἀθηνᾶς ἐν τῇἀκροπόλει ναός, πρὸ δὲ τοῦ λιμένος Διὸς ἐπίκλησιν Σωτῆρος. [11] ἄκρα δὲ ἐς τὸπέλαγος κατὰ τὴν πόλιν ἀνέχει καλουμένη Μινῴα: καὶ ὁ μὲν κόλπος οὐδέν τι ἔχειδιάφορον ἢ ὅσαι κατὰ τὴν Λακωνικὴν ἄλλαι θαλάσσης εἰσὶν ἐσβολαί, αἰγιαλὸς δὲ ὁταύτῃ παρέχεται ψηφῖδας σχῆμα εὐπρεπεστέρας καὶ χρόας παντοδαπῆς. 24.
Ἐπιδαύρου δὲ σταδίους ἑκατὸν ἀπέχει Ζάραξ, ἄλλως μὲν εὐλίμενον χωρίον, τῶν δὲἘλευθερολακώνων μάλιστα τοῦτο ἐκτετρύχωται, ἐπεὶ καὶ Κλεώνυμος ὁ Κλεομένουςτοῦ Ἀγησιπόλιδος μόνον τοῦτο τῶν Λακωνικῶν πολισμάτων ἐποίησεν ἀνάστατον:καί μοι τὰ ἐς τὸν Κλεώνυμον ἑτέρωθί ἐστιν εἰρημένα. ἐν Ζάρακι δὲ ἄλλο μὲν οὐδέν,πρὸς δὲ τοῦ λιμένος τῷ πέρατι Ἀπόλλωνος ναός ἐστι καὶ ἄγαλμα κιθάραν ἔχον. [2]
προελθόντι δὲ ἀπὸ Ζάρακος παρὰ τὴν θάλασσαν ἑκατόν που στάδια καὶἐπιστρέψαντι αὐτόθεν ἐς μεσόγαιαν καὶ ἐπαναβάντι σταδίους ὡς δέκα, Κυφάντωνκαλουμένων ἐρείπιά ἐστιν, ἐν δὲ αὐτοῖς σπήλαιον ἱερὸν Ἀσκληπιοῦ, λίθου δὲ τὸἄγαλμα. ἔστι δὲ καὶ ὕδατος ψυχροῦ κρουνὸς ἐκβάλλων ἐκ πέτρας: Ἀταλάντηνθηρεύουσαν ἐνταῦθά φασιν, ὡς ἠνιᾶτο ὑπὸ δίψης, παῖσαι τῇ λόγχῃ τὴν πέτραν καὶοὕτω ῥυῆναι τὸ ὕδωρ. [3]
Βρασιαὶ δὲ ἐσχάτη μὲν ταύτῃ τῶν Ἐλευθερολακώνων πρὸς θαλάσσῃ ἐστί, Κυφάντωνδὲ ἀπέχουσι πλοῦν σταδίων διακοσίων. οἱ δὲ ἄνθρωποι λέγουσιν οἱ ἐνταῦθα, οὐδέσινὁμολογοῦντες Ἑλλήνων, ὡς Σεμέλη τέκοι τὸν παῖδα ἐκ Διὸς καὶ ὑπὸ τοῦ Κάδμουφωραθεῖσα ἐς λάρνακα αὐτὴ καὶ Διόνυσος ἐμβληθείη: καὶ τὴν λάρνακα ὑπὸ τοῦκλύδωνος ἐκπεσεῖν φασιν ἐς τὴν σφετέραν, καὶ Σεμέλην μὲν—οὐ γὰρ αὐτὴνπεριοῦσαν ἔτι εὑρεῖν—ἐπιφανῶς θάψαι, Διόνυσον δὲ ἀναθρέψαι λέγουσιν. [4] ἐπὶτούτῳ δὲ αὐτοῖς καὶ τὴν πόλιν, Ὀρειάτας ἐς ἐκεῖνο ὀνομαζομένην, μετονομασθῆναιΒρασιὰς ἐπὶ τῇ ἐκβολῇ τῇ ἐς τὴν γῆν τῆς λάρνακος: ὡσαύτως δὲ καὶ ἐφ᾽ ἡμῶν τὰ ὑπὸτοῦ κλύδωνος ἀπωθούμενα ἐς τὴν γῆν ἐκβεβράσθαι καλοῦσιν οἱ πολλοί. Βρασιᾶταιδὲ καὶ τάδε ἐπιλέγουσιν, Ἰνώ σφισιν ἐς τὴν χώραν ἀφικέσθαι πλανωμένην, ἐλθοῦσανδὲ ἐθελῆσαι τοῦ Διονύσου γενέσθαι τροφόν: καὶ ἀποφαίνουσι μὲν τὸ ἄντρον ἔνθα τὸνΔιόνυσον ἔθρεψεν Ἰνώ, καλοῦσι δὲ καὶ τὸ πεδίον Διονύσου κῆπον. [5] ἱερὰ δὲ αὐτόθιτὸ μέν ἐστιν Ἀσκληπιοῦ, τὸ δὲ Ἀχιλλέως, καὶ ἑορτὴν κατὰ ἔτος ἄγουσιν Ἀχιλλεῖ.ἄκρα δέ ἐστιν ἐν ταῖς Βρασιαῖς μικρά, προέχουσα ἠρέμα ἐς τὴν θάλασσαν, καὶ ἐπ᾽αὐτῇ χαλκοῖ ποδιαίων ἑστήκασιν οὐ μείζονες, πίλους ἐπὶ ταῖς κεφαλαῖς ἔχοντες, οὐκοἶδα εἰ Διοσκούρους σφᾶς ἢ Κορύβαντας νομίζουσι: τρεῖς δ᾽ οὖν εἰσί, τέταρτον δὲἈθηνᾶς ἄγαλμα. [6]
τὰ δὲ ἐν δεξιᾷ Γυθίου Λᾶς ἐστι, θαλάσσης μὲν δέκα στάδια, Γυθίου δὲ τεσσαράκονταἀπέχουσα. ᾤκισται δὲ νῦν μὲν Ἰλίου καλουμένου καὶ Ἀσίας καὶ Κνακαδίου, τῶν ὀρῶντούτων τὸ μεταξὺ ἐπέχουσα, πρότερον δὲ τῆς Ἀσίας τοῦ ὄρους ἔκειτο ἐπὶ τῇ κορυφῇ:καὶ νῦν ἔτι τῆς πόλεώς ἐστι τῆς ἀρχαίας ἐρείπια καὶ πρὸ τῶν τειχῶν ἄγαλμαἩρακλέους καὶ ἀπὸ τῶν Μακεδόνων τρόπαιον, οἳ μοῖρα τῆς Φιλίππου στρατιᾶς ἦσαν,ἡνίκα ἐς τὴν Λακωνικὴν ἐσέβαλεν, ἀποτραπόμενοι δὲ ἀπὸ τῶν ἄλλων τὰπαραθαλάσσια ἐλεηλάτουν τῆς χώρας. [7] ἔστι δὲ ἐν τοῖς ἐρειπίοις ναὸς Ἀθηνᾶςἐπίκλησιν Ἀσίας, ποιῆσαι δὲ Πολυδεύκην καὶ Κάστορά φασιν ἀνασωθέντας ἐκΚόλχων: εἶναι γὰρ καὶ Κόλχοις Ἀθηνᾶς Ἀσίας ἱερόν. μετασχόντας μὲν οὖν οἶδαἸάσονι τοῦ στόλου τοὺς Τυνδάρεω παῖδας: ὅτι δὲ Ἀθηνᾶν Ἀσίαν τιμῶσιν οἱ Κόλχοι,παρὰ Λακεδαιμονίων ἀκούσας γράφω. τῆς δὲ ἐφ᾽ ἡμῶν οἰκουμένης πόλεως κρήνη τέἐστι πλησίον διὰ τὴν χρόαν τοῦ ὕδατος καλουμένη Γαλακὼ καὶ πρὸς τῇ κρήνῃγυμνάσιον: Ἑρμοῦ δὲ ἕστηκεν ἄγαλμα ἀρχαῖον. [8] τῶν δὲ ὀρῶν ἐπὶ μὲν τοῦ ἸλίουΔιονύσου τέ ἐστι καὶ ἐπ᾽ ἄκρας τῆς κορυφῆς Ἀσκληπιοῦ ναός, πρὸς δὲ τῷ ΚνακαδίῳΚάρνειος καλούμενος Ἀπόλλων.
ἀπὸ δὲ τοῦ Καρνείου σταδίους προελθόντι ὡς τριάκοντα, ἔστιν ἐν χωρίῳ Ὕψοις ἐνὅροις ἤδη Σπαρτιατῶν ἱερὸν Ἀσκληπιοῦ καὶ Ἀρτέμιδος ἐπίκλησιν Δαφναίας. [9] πρὸςθαλάσσῃ δὲ ἐπὶ ἄκρας ναός ἐστι Δικτύννης Ἀρτέμιδος, καί οἱ κατὰ ἔτος ἕκαστονἑορτὴν ἄγουσι. ταύτης δὲ ἐν ἀριστερᾷ τῆς ἄκρας ποταμὸς ἐκδίδωσιν ἐς θάλασσανΣμῆνος, ὕδωρ πιεῖν ἡδὺ εἴπερ ἄλλος τις παρασχόμενος ποταμός: ἔχει δὲ ἐν τῷ ὄρει τῷΤαϋγέτῳ τὰς πηγάς, ἀπέχει δὲ τῆς πόλεως σταδίους οὐ πλέον πέντε. [10] ἐν δὲἈραΐνῳ καλουμένῳ χωρίῳ τάφος Λᾶ καὶ ἀνδριὰς ἐπὶ τῷ μνήματι ἔπεστι. τοῦτον τὸνΛᾶν οἰκιστὴν εἶναι λέγουσιν οἱ ταύτῃ, καὶ ἀποθανεῖν φασιν ὑπὸ Ἀχιλλέως, Ἀχιλλέαδὲ κατᾶραί σφισιν ἐς τὴν χώραν Ἑλένην παρὰ Τυνδάρεω γυναῖκα αἰτοῦντα. λέγοντιδὲ ἐπ᾽ ἀληθείᾳ Πάτροκλός ἐστιν ὁ τὸν Λᾶν ἀποκτείνας: οὗτος γὰρ καὶ ὁμνηστευσάμενός ἐστιν Ἑλένην. καὶ ὅτι μὲν τῶν Ἑλένης μνηστήρων Ἀχιλλεὺς οὐκἔστιν ἐν Καταλόγῳ γυναικῶν, μηδὲν τοῦτο ἔστω τεκμήριον οὐκ αἰτῆσαι Ἑλένηναὐτόν: [11] Ὅμηρος δὲ ἔγραψε μὲν τῆς ποιήσεως ἀρχόμενος ὡς Ἀχιλλεὺς χαριζόμενοςτοῖς Ἀτρέως παισὶ καὶ οὐκ ἐνεχόμενος τοῖς ὅρκοις τοῖς Τυνδάρεω παραγένοιτο ἐςΤροίαν, ἐποίησε δὲ ἐν ἄθλοις λέγοντα Ἀντίλοχον ὡς Ὀδυσσεὺς πρεσβύτερός ἐστιναὐτοῦ γενεᾷ, τὸν δὲ Ὀδυσσέα πρὸς Ἀλκίνουν περὶ τῶν ἐν Ἅιδου καὶ ἄλλαδιηγούμενον καὶ ὅτι Θησέα ἰδεῖν ἐθελήσαι καὶ Πειρίθουν προτέρους ἄνδρας ἢ καθ᾽ἡλικίαν τὴν αὑτοῦ: Θησέα δὲ ἴσμεν ἁρπάσαντα Ἑλένην. οὕτως οὐδὲ ἐγχωροῦν ἐστινἀρχὴν Ἑλένης μνηστῆρα Ἀχιλλέα γενέσθαι. 25.
προελθόντι δὲ ἀπὸ τοῦ μνήματος ἐκδίδωσιν ἐς θάλασσαν ποταμός, ὄνομα δέ οἱΣκύρας, ὅτι κατὰ τοῦτον ἀνώνυμον τέως ὄντα Πύρρος ὁ Ἀχιλλέως ἔσχε ταῖς ναυσίν,ἡνίκα ἐπὶ τὸν Ἑρμιόνης γάμον ἔπλευσεν ἐκ Σκύρου. διαβάντων δὲ τὸν ποταμὸν ἔστινἱερὸν ἀρχαῖον ** ἀπωτέρω Διὸς βωμοῦ. τοῦ ποταμοῦ δὲ σταδίους τεσσαράκονταἀπέχει Πύρριχος ἐν μεσογαίᾳ. τὸ δὲ ὄνομα τῇ πόλει γενέσθαι φασὶν ἀπὸ Πύρρου τοῦἈχιλλέως, οἱ δὲ εἶναι θεὸν Πύρριχον τῶν καλουμένων [2] Κουρήτων: εἰσὶ δὲ οἳΣιληνὸν ἐκ Μαλέας ἐλθόντα ἐνταῦθα λέγουσιν οἰκῆσαι. τραφῆναι μὲν δὴ τὸνΣιληνὸν ἐν τῇ Μαλέᾳ δηλοῖ καὶ τάδε ἐξ ᾁσματος Πινδάρου“ὁ ζαμενὴς δὲ ὁχοροιτύπος, ὃν Μαλέας ὄρος
ἔθρεψε, Ναΐδος ἀκοίτας, Σιληνός:
”Pindar, Frag. 156(Schroeder)ὡς δὲ καὶ Πύρριχος ὄνομα ἦν αὐτῷ, Πινδάρῳ μὲν οὐκἔστιν εἰρημένον, λέγουσι δὲ οἱ περὶ τὴν Μαλέαν οἰκοῦντες. [3] ἔστι δὲ ἐν τῇ Πυρρίχῳφρέαρ ἐν τῇ ἀγορᾷ, δοῦναι δέ σφισι τὸν Σιληνὸν νομίζουσι: σπανίζοιέν τ᾽ ἂν ὕδατος,εἰ τὸ φρέαρ τοῦτο ἐπιλείποι. θεῶν δὲ ἐν τῇ γῇ σφισιν ἱερά ἐστιν Ἀρτέμιδός τεἐπίκλησιν Ἀστρατείας, ὅτι τῆς ἐς τὸ πρόσω στρατείας ἐνταῦθα ἐπαύσαντο Ἀμαζόνες,καὶ Ἀπόλλων Ἀμαζόνιος: ξόανα μὲν ἀμφότερα, ἀναθεῖναι δὲ λέγουσιν αὐτὰ τὰς ἀπὸΘερμώδοντος γυναῖκας. [4]
ἀπὸ δὲ Πυρρίχου καταβάντι ἐς θάλασσαν ἔστι Τευθρώνη: τὸν δὲ οἰκιστὴν οἱ ταύτῃΤεύθραντα Ἀθηναῖον ὄντα ἀποφαίνουσι, τιμῶσι δὲ θεῶν μάλιστα Ἰσσωρίαν Ἄρτεμιν,καὶ πηγή σφισίν ἐστι Ναΐα. Τευθρώνης δὲ ἀπέχει πεντήκοντα καὶ ἑκατὸν σταδίους ἐςθάλασσαν ἀνέχουσα ἄκρα Ταίναρον, καὶ λιμένες ὅ τε Ἀχίλλειός ἐστι καὶ Ψαμαθοῦς,ἐπὶ δὲ τῇ ἄκρᾳ ναὸς εἰκασμένος σπηλαίῳ καὶ πρὸ αὐτοῦ Ποσειδῶνος ἄγαλμα. [5]ἐποίησαν δὲ Ἑλλήνων τινὲς ὡς Ἡρακλῆς ἀναγάγοι ταύτῃ τοῦ Ἅιδου τὸν κύνα, οὔτεὑπὸ γῆν ὁδοῦ διὰ τοῦ σπηλαίου φερούσης οὔτε ἕτοιμον ὂν πεισθῆναι θεῶν ὑπόγαιονεἶναί τινα οἴκησιν ἐς ἣν ἀθροίζεσθαι τὰς ψυχάς. ἀλλὰ Ἑκαταῖος μὲν ὁ Μιλήσιοςλόγον εὗρεν εἰκότα, ὄφιν φήσας ἐπὶ Ταινάρῳ τραφῆναι δεινόν, κληθῆναι δὲ Ἅιδουκύνα, ὅτι ἔδει τὸν δηχθέντα τεθνάναι παραυτίκα ὑπὸ τοῦ ἰοῦ, καὶ τοῦτον ἔφη τὸν ὄφινὑπὸ Ἡρακλέους ἀχθῆναι παρ᾽ Εὐρυσθέα: [6] Ὅμηρος δὲ— πρῶτος γὰρ ἐκάλεσενἍιδου κύνα ὅντινα Ἡρακλῆς ἦγεν —οὔτε ὄνομα ἔθετο οὐδὲν οὔτε συνέπλασεν ἐς τὸεἶδος ὥσπερ ἐπὶ τῇ Χιμαίρᾳ: οἱ δὲ ὕστερον Κέρβερον ὄνομα ἐποίησαν καὶ κυνὶ τἄλλαεἰκάζοντες κεφαλὰς τρεῖς φασιν ἔχειν αὐτὸν, οὐδέν τι μᾶλλον Ὁμήρου κύνα τὸνἀνθρώπῳ σύντροφον εἰρηκότος ἢ εἰ δράκοντα ὄντα ἐκάλεσεν Ἅιδου κύνα. [7]ἀναθήματα δὲ ἄλλα τέ ἐστιν ἐπὶ Ταινάρῳ καὶ Ἀρίων ὁ κιθαρῳδὸς χαλκοῦς ἐπὶδελφῖνος. τὰ μὲν οὖν ἐς αὐτὸν Ἀρίονα καὶ τὰ ἐπὶ τῷ δελφῖνι Ἡρόδοτος εἶπεν ἀκοὴν ἐντῇ Λυδίᾳ συγγραφῇ: τὸν δὲ ἐν Ποροσελήνῃ δελφῖνα τῷ παιδὶ σῶστρα ἀποδιδόντα, ὅτισυγκοπέντα ὑπὸ ἁλιέων αὐτὸν ἰάσατο, τοῦτον τὸν δελφῖνα εἶδον καὶ καλοῦντι τῷπαιδὶ ὑπακούοντα καὶ φέροντα, ὁπότε ἐποχεῖσθαί οἱ βούλοιτο. [8] ἔστι δὲ ἐπὶ Ταινάρῳκαὶ πηγή, νῦν μὲν οὐδὲν ὥστε καὶ θαῦμα εἶναι παρεχομένη, πρότερον δὲ τοῖςἐνιδοῦσιν ἐς τὸ ὕδωρ τοὺς λιμένας—φασὶ— καὶ τὰς ναῦς θεάσασθαι παρεῖχε. τοῦτοἔπαυσε γυνὴ τὸ ὕδωρ μὴ καὶ τοῦ λοιποῦ τοιαῦτα ἐπιδείκνυσθαι, μεμιασμένηνἐναποπλύνασα ἐσθῆτα. [9]
Ταινάρου δὲ τῆς ἄκρας πλοῦν ὅσον τεσσαράκοντα σταδίων ἀφέστηκε Καινήπολις:ὄνομα δὲ ἦν πάλαι καὶ ταύτῃ Ταίναρον. ἐν αὐτῇ δὲ μέγαρον Δήμητρος καὶ ἐπὶθαλάσσῃ ναός ἐστιν Ἀφροδίτης καὶ ἄγαλμα ὀρθὸν λίθου. ἐντεῦθεν ἀποσχόντιτριάκοντα σταδίους Θυρίδες ἄκρα Ταινάρου καὶ πόλεως ἐρείπια Ἱππόλας ἐστίν, ἐν δὲαὐτοῖς Ἀθηνᾶς ἱερὸν Ἱππολαΐτιδος: ὀλίγον δὲ ἀπωτέρω Μέσσα πόλις καὶ λιμήν. [10]ἀπὸ τούτου στάδια τοῦ λιμένος πεντήκοντά ἐστι καὶ ἑκατὸν ἐπὶ Οἴτυλον: ὁ δὲ ἥρωςἀφ᾽ οὗ τῇ πόλει τὸ ὄνομα ἐγένετο, Ἀργεῖος τὸ ἀνέκαθεν, Ἀμφιάνακτος υἱὸς ὢν τοῦἈντιμάχου. θέας δὲ ἄξια ἐν Οἰτύλῳ Σαράπιδός ἐστιν ἱερὸν καὶ ἐν τῇ ἀγορᾷ Καρνείουξόανον Ἀπόλλωνος. 26.
ἐς Θαλάμας δὲ ἐξ Οἰτύλου μῆκος τῆς ὁδοῦ στάδιοι περὶ τοὺς ὀγδοήκοντά εἰσι, κατὰ δὲτὴν ὁδὸν ἱερόν ἐστιν Ἰνοῦς καὶ μαντεῖον. μαντεύονται μὲν οὖν καθεύδοντες, ὁπόσα δ᾽ἂν πυθέσθαι δεηθῶσιν, ὀνείρατα δείκνυσί σφισιν ἡ θεός. χαλκᾶ δὲ ἕστηκεν ἀγάλματαἐν ὑπαίθρῳ τοῦ ἱεροῦ, τῆς τε Πασιφάης καὶ Ἡλίου τὸ ἕτερον: αὐτὸ δὲ τὸ ἐν τῷ ναῷσαφῶς μὲν οὐκ ἦν ἰδεῖν ὑπὸ στεφανωμάτων, χαλκοῦν δὲ καὶ τοῦτο εἶναι λέγουσι. ῥεῖδὲ καὶ ὕδωρ ἐκ πηγῆς ἱερᾶς πιεῖν ἡδύ: Σελήνης δὲ ἐπίκλησις καὶ οὐ Θαλαμάταιςἐπιχώριος δαίμων ἐστὶν ἡ Πασιφάη. [2]
Θαλαμῶν δὲ ἀπέχει σταδίους εἴκοσιν ὀνομαζομένη Πέφνος ἐπὶ θαλάσσῃ. πρόκειταιδὲ νησὶς πέτρας τῶν μεγάλων οὐ μείζων, Πέφνος καὶ ταύτῃ τὸ ὄνομα: τεχθῆναι δὲἐνταῦθα τοὺς Διοσκούρους φασὶν οἱ Θαλαμᾶται. τοῦτο μὲν δὴ καὶ Ἀλκμᾶνα ἐν ᾁσματιοἶδα εἰπόντα: τραφῆναι δὲ οὐκέτι ἐν τῇ Πέφνῳ φασὶν αὐτούς, ἀλλὰ Ἑρμῆν τὸν ἐςΠελλάναν κομίσαντα εἶναι. [3] ἐν ταύτῃ τῇ νησῖδι ἀγάλματα Διοσκούρων χαλκᾶμέγεθος ποδιαῖα ἐν ὑπαίθρῳ τῆς νησῖδός ἐστιν: ταῦτα ἡ θάλασσα ἀποκινεῖν οὐκἐθέλει κατακλύζουσα ὥρᾳ χειμῶνος τὴν πέτραν. τοῦτό τε δὴ θαῦμά ἐστι καὶ οἱμύρμηκες αὐτόθι λευκότερον ἢ ὡς μυρμήκων τὸ χρῶμα φαίνουσι. τὴν δὲ χώραν οἱΜεσσήνιοι ταύτην αὑτῶν φασιν εἶναι τὸ ἀρχαῖον, ὥστε καὶ τοὺς Διοσκούρους μᾶλλόντι αὑτοῖς καὶ οὐ Λακεδαιμονίοις προσήκειν νομίζουσιν. [4]
Πέφνου δὲ στάδια εἴκοσιν ἀπέχει Λεῦκτρα. ἐφ᾽ ὅτῳ μὲν δή ἐστιν ὄνομα τῇ πόλειΛεῦκτρα, οὐκ οἶδα: εἰ δ᾽ ἄρα ἀπὸ Λευκίππου τοῦ Περιήρους, ὡς οἱ Μεσσήνιοί φασι,τούτου μοι δοκοῦσιν ἕνεκα οἱ ταύτῃ θεῶν μάλιστα Ἀσκληπιὸν τιμᾶν, ἅτε Ἀρσινόηςπαῖδα εἶναι τῆς Λευκίππου νομίζοντες. λίθου δέ ἐστιν Ἀσκληπιοῦ τε ἄγαλμα καὶἸνοῦς ἑτέρωθι. [5] πεποίηται δὲ καὶ Κασσάνδρας τῆς Πριάμου ναὸς καὶ ἄγαλμα,Ἀλεξάνδρας ὑπὸ τῶν ἐγχωρίων καλουμένης: καὶ Ἀπόλλωνος Καρνείου ξόανά ἐστικατὰ ταὐτὰ καθὰ δὴ καὶ Λακεδαιμονίων νομίζουσιν οἱ Σπάρτην ἔχοντες. ἐπὶ δὲ τῆςἀκροπόλεώς ἐστιν ἱερὸν καὶ ἄγαλμα Ἀθηνᾶς, καὶ Ἔρωτός ἐστιν ἐν Λεύκτροις ναὸςκαὶ ἄλσος: ὕδωρ δὲ ὥρᾳ χειμῶνος διαρρεῖ τὸ ἄλσος, τὰ δὲ φύλλα τῷ ἦρι ἀπὸ τῶνδένδρων πίπτοντα οὐκ ἂν ὑπὸ τοῦ ὕδατος οὐδὲ πλεονάσαντος παρενεχθείη. [6] ὃ δὲοἶδα ἐν τῇ πρὸς θαλάσσῃ χώρᾳ τῆς Λευκτρικῆς ἐπ᾽ ἐμοῦ συμβάν, γράφω. ἄνεμος πῦρἐς ὕλην ἐνεγκὼν τὰ πολλὰ ἠφάνισε τῶν δένδρων: ὡς δὲ ἀνεφάνη τὸ χωρίον ψιλόν,ἄγαλμα ἐνταῦθα ἱδρυμένον εὑρέθη Διὸς Ἰθωμάτα. τοῦτο οἱ Μεσσήνιοί φασιμαρτύριον εἶναί σφισι τὰ Λεῦκτρα τὸ ἀρχαῖον τῆς Μεσσηνίας εἶναι: δύναιτο δ᾽ ἂν καὶΛακεδαιμονίων τὰ Λεῦκτρα ἐξ ἀρχῆς οἰκούντων ὁ Ἰθωμάτας Ζεὺς παρ᾽ αὐτοῖς ἔχειντιμάς. [7]
Καρδαμύλη δέ, ἧς καὶ Ὅμηρος μνήμην ἐποιήσατο ἐν Ἀγαμέμνονος ὑποσχέσεσιδώρων, Λακεδαιμονίων ἐστὶν ὑπήκοος τῶν ἐν Σπάρτῃ, βασιλέως Αὐγούστου τῆςΜεσσηνίας ἀποτεμομένου. ἀπέχει δὲ Καρδαμύλη θαλάσσης μὲν ὀκτὼ σταδίους,Λεύκτρων δὲ καὶ ἑξήκοντα. ἐνταῦθα οὐ πόρρω τοῦ αἰγιαλοῦ τέμενος ἱερὸν τῶνΝηρέως θυγατέρων ἐστίν: ἐς γὰρ τοῦτο ἀναβῆναι τὸ χωρίον φασὶν ἐκ τῆς θαλάσσηςαὐτὰς Πύρρον ὀψομένας τὸν Ἀχιλλέως, ὅτε ἐς Σπάρτην ἐπὶ τὸν Ἑρμιόνης ἀπῄειγάμον. ἐν δὲ τῷ πολίσματι Ἀθηνᾶς τε ἱερὸν καὶ Ἀπόλλων ἐστὶ Κάρνειος, καθὰΔωριεῦσιν ἐπιχώριον. [8]
πόλιν δὲ ὀνομαζομένην ἐν τοῖς ἔπεσιν Ἐνόπην τοῖς Ὁμήρου, Μεσσηνίους ὄντας, ἐς δὲτὸ συνέδριον συντελοῦντας τὸ Ἐλευθερολακώνων, καλοῦσιν ἐφ᾽ ἡμῶν Γερηνίαν. ἐνταύτῃ τῇ πόλει Νέστορα οἱ μὲν τραφῆναι λέγουσιν, οἱ δὲ ἐς τοῦτο ἐλθεῖν φεύγοντα τὸχωρίον, ἡνίκα Πύλος ἡλίσκετο ὑπὸ Ἡρακλέους. [9]
ἐνταῦθα ἐν τῇ Γερηνίᾳ Μαχάονος τοῦ Ἀσκληπιοῦ μνῆμα καὶ ἱερόν ἐστιν ἅγιον, καὶἀνθρώποις νόσων ἰάματα παρὰ τῷ Μαχάονι ἔστιν εὑρέσθαι. καὶ Ῥόδον μὲν τὸ χωρίοντὸ ἱερὸν ὀνομάζουσιν, ἄγαλμα δὲ τοῦ Μαχάονος χαλκοῦν ἐστιν ὀρθόν: ἐπίκειται δέ οἱτῇ κεφαλῇ στέφανος, ὃν οἱ Μεσσήνιοι κίφος καλοῦσι τῇ ἐπιχωρίῳ φωνῇ. Μαχάονα δὲὑπὸ Εὐρυπύλου τοῦ Τηλέφου τελευτῆσαί φησιν ὁ τὰ ἔπη ποιήσας τὴν μικρὰν Ἰλιάδα.[10] διὸ καὶ τάδε αὐτὸς οἶδα περὶ τὸ Ἀσκληπιεῖον τὸ ἐν Περγάμῳ γινόμενα: ἄρχονταιμὲν ἀπὸ Τηλέφου τῶν ὕμνων, προσᾴδουσι δὲ οὐδὲν ἐς τὸν Εὐρύπυλον, οὐδὲ ἀρχὴν ἐντῷ ναῷ θέλουσιν ὀνομάζειν αὐτόν, οἷα ἐπιστάμενοι φονέα ὄντα Μαχάονος.ἀνασώσασθαι δὲ Νέστορα λέγεται τοῦ Μαχάονος τὰ ὀστᾶ: Ποδαλείριον δέ, ὡς ὀπίσωπορθήσαντες Ἴλιον ἐκομίζοντο, ἁμαρτεῖν τοῦ πλοῦ καὶ ἐς Σύρνον τῆς Καρικῆςἠπείρου φασὶν ἀποσωθέντα οἰκῆσαι. [11]
τῆς δὲ χώρας τῆς Γερηνίας ὄρος Καλάθιόν ἐστιν: ἐν αὐτῷ Κλαίας ἱερὸν καὶ σπήλαιονπαρ᾽ αὐτὸ τὸ ἱερόν, ἔσοδον μὲν στενήν, τὰ δὲ ἔνδον παρεχόμενον θέας ἄξια. Γερηνίαςδὲ ὡς ἐς μεσόγαιαν ἄνω τριάκοντα ἀπέχει σταδίους Ἀλαγονία, καὶ τὸ πόλισμακατηρίθμησα ἤδη καὶ τοῦτο ἐν Ἐλευθερολάκωσι: θέας δὲ αὐτόθι ἄξια Διονύσου καὶἈρτέμιδός ἐστιν ἱερά.