Pausanias: Description of Greece (plain text, Greek)

100 - 200 CE

www.perseus.tufts.edu

- Annotations   ·   No Other Contributors   ·   CC BY-NC-SA 4.0   ·   Cloned 1 time

http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0159%3Abook%3D9 Pausanias Description of Greece – Book 9 Βοιωτικά 1. Ἀθηναίοις δὲ ἡ Βοιωτία καὶ κατὰ ἄλλα τῆς Ἀττικῆς ἐστιν ὅμορος, πρὸς δὲ Ἐλευθερῶνοἱ Πλαταιεῖς. Βοιωτοὶ δὲ τὸ μὲν πᾶν ἔθνος ἀπὸ Βοιωτοῦ τὸ ὄνομα ἔσχηκεν, ὃν Ἰτώνουπαῖδα καὶ νύμφης δὴ Μελανίππης, Ἴτωνον δὲ Ἀμφικτύονος εἶναι λέγουσι: καλοῦνταιδὲ κατὰ πόλεις ἀπό τε ἀνδρῶν καὶ τὰ πλείω γυναικῶν. οἱ δὲ Πλαταιεῖς τὸ ἐξ ἀρχῆςἐμοὶ δοκεῖν εἰσιν αὐτόχθονες: ὄνομα δέ σφισιν ἀπὸ Πλαταίας, ἣν θυγατέρα εἶναιἈσωποῦ τοῦ ποταμοῦ νομίζουσιν. [2] ὅτι μὲν δὴ καὶ οὗτοι τὸ ἀρχαῖον ἐβασιλεύοντο,δῆλά ἐστι: βασιλεῖαι γὰρ πανταχοῦ τῆς Ἑλλάδος καὶ οὐ δημοκρατίαι πάλαικαθεστήκεσαν. τῶν δὲ βασιλέων ἄλλον μὲν οὐδένα οἱ Πλαταιεῖς ἴσασι, μόνον δὲἈσωπὸν καὶ ἔτι πρότερον Κιθαιρῶνα: καὶ τὸν μὲν ἀφ᾽ αὑτοῦ θέσθαι τῷ ὄρει τὸ ὄνομα,τὸν δὲ τῷ ποταμῷ λέγουσι. δοκῶ δὲ καὶ τὴν Πλάταιαν, ἀφ᾽ ἧς κέκληται καὶ ἡ πόλις,βασιλέως Ἀσωποῦ καὶ οὐ τοῦ ποταμοῦ παῖδα εἶναι. [3] Πλαταιεῦσι δὲ πρὸ μὲν τῆς μάχης, ἣν Ἀθηναῖοι Μαραθῶνι ἐμαχέσαντο, οὐδὲνὑπῆρχεν ἐς δόξαν: μετασχόντες δὲ τοῦ Μαραθῶνι ἀγῶνος ὕστερον καταβεβηκότοςἤδη Ξέρξου καὶ ἐς τὰς ναῦς ἐτόλμησαν μετ᾽ Ἀθηναίων ἐσβῆναι, Μαρδόνιον δὲ τὸνΓωβρύου Ξέρξῃ στρατηγοῦντα ἠμύναντο ἐν τῇ σφετέρᾳ. δὶς δὲ σφᾶς κατέλαβεγενέσθαι τε ἀναστάτους καὶ αὖθις ἐς Βοιωτίαν καταχθῆναι. [4] ἐπὶ μὲν γὰρ τοῦπολέμου τοῦ Πελοποννησίοις πρὸς Ἀθηναίους γενομένου Λακεδαιμόνιοι πολιορκίᾳΠλάταιαν ἐξεῖλον: ἀνοικισθείσης δὲ ἐπὶ τῆς εἰρήνης, ἣν πρὸς βασιλέα τῶν Περσῶνγενέσθαι τοῖς Ἕλλησιν ἔπραξεν Ἀνταλκίδας ἀνὴρ Σπαρτιάτης, καὶ τῶν Πλαταιέωνκατελθόντων ἐξ Ἀθηνῶν, τοὺς δὲ αὖθις ἔμελλεν ἐπιλήψεσθαι κακὸν δεύτερον. ἐκ μένγε τοῦ ἐμφανοῦς πόλεμος πρὸς τοὺς Θηβαίους οὐκ ἦν συνεστηκώς, ἀλλὰ οἱ Πλαταιεῖςμένειν τὴν εἰρήνην σφίσιν ἔφασαν, ὅτι τὴν Καδμείαν Λακεδαιμονίοις κατασχοῦσινοὔτε βουλεύματος οὔτε ἔργου μετεσχήκεσαν: [5] Θηβαῖοι δὲ ἀπέφαινον τήν τε εἰρήνηνΛακεδαιμονίους εἶναι τοὺς πράξαντας καὶ ὕστερον παραβάντων ἐκείνων λελύσθαικαὶ ἅπασιν ἠξίουν τὰς σπονδάς. οὐκ ἀνύποπτα οὖν ἡγούμενοι οἱ Πλαταιεῖς τὰ ἐκ τῶνΘηβαίων διὰ φυλακῆς εἶχον ἰσχυρᾶς τὴν πόλιν: καὶ ἐς τοὺς ἀγρούς, ὁπόσοι ἀπωτέρωτοῦ ἄστεως ἦσαν, οὐδὲ ἐς τούτους ἀνὰ πᾶσαν ἤρχοντο τὴν ἡμέραν, ἀλλὰ— ἠπίσταντογὰρ τοὺς Θηβαίους ὡς πανδημεὶ καὶ ἅμα ἐπὶ πλεῖστον εἰώθεσαν βουλεύεσθαι—παρεφύλασσον τὰς ἐκκλησίας αὐτῶν, καὶ ἐν τῷ τοσούτῳ καθ᾽ ἡσυχίαν ἐφεώρων τὰἑαυτῶν καὶ οἱ ἔσχατοι γεωργοῦντες. [6] Νεοκλῆς δὲ ὃς τότε βοιωταρχῶν ἔτυχεν ἐνΘήβαις—οὐ γὰρ αὐτὸν οἱ Πλαταιεῖς ἐλελήθεσαν ἐπὶ τῇ τέχνῃ— προεῖπε τῶν Θηβαίωνἕκαστόν τέ τινα ἰέναι πρὸς τὴν ἐκκλησίαν ὁμοῦ τοῖς ὅπλοις καὶ σφᾶς αὐτίκα οὐ τὴνεὐθεῖαν ἀπὸ τῶν Θηβῶν τὴν πεδιάδα, τὴν δὲ ἐπὶ Ὑσιῶν ἦγε πρὸς Ἐλευθερῶν τε καὶτῆς Ἀττικῆς, ᾗ μηδὲ σκοπὸς ἐτέτακτο ὑπὸ τῶν Πλαταιέων: γενήσεσθαι δὲ περὶ τὰτείχη περὶ μεσοῦσαν μάλιστα ἔμελλε τὴν ἡμέραν. [7] Πλαταιεῖς δὲ ἄγειν Θηβαίουςἐκκλησίαν νομίζοντες ἐς τοὺς ἀγροὺς ἀποκεκλειμένοι τῶν πυλῶν ἦσαν: πρὸς δὲ τοὺςἐγκαταληφθέντας ἐποιήσαντο οἱ Θηβαῖοι σπονδάς, ἀπελθεῖν σφᾶς πρὸ ἡλίου δύντοςἄνδρας μὲν σὺν ἑνί, γυναῖκας δὲ δύο ἱμάτια ἑκάστην ἔχουσαν. συνέβη τε ἐναντία τοῖςΠλαταιεῦσιν ἐν τῷ τότε ἡ τύχη ἢ ὡς ὑπὸ Ἀρχιδάμου καὶ Λακεδαιμονίων τὸ πρότερονἥλωσαν: Λακεδαιμόνιοι μέν γ᾽ αὐτοὺς ἐξεπολιόρκησαν ἀπείργοντες διπλῷ τείχει μὴἐξελθεῖν τοῦ ἄστεως, Θηβαῖοι δὲ ἐν τῷ τότε ἀφελόμενοι μὴ ἐσελθεῖν σφᾶς ἐς τὸτεῖχος. [8] ἐγένετο δὲ ἡ ἅλωσις Πλαταίας ἡ δευτέρα μάχης μὲν τρίτῳ τῆς ἐν Λεύκτροιςἔτει πρότερον, Ἀστείου δὲ Ἀθήνῃσιν ἄρχοντος. καὶ ἡ μὲν πόλις ὑπὸ τῶν Θηβαίωνκαθῃρέθη πλὴν τὰ ἱερά, τοῖς δὲ Πλαταιεῦσιν ὁ τρόπος τῆς ἁλώσεως σωτηρίανπαρέσχεν ἐν ἴσῳ πᾶσιν: ἐκπεσόντας δὲ σφᾶς ἐδέξαντο αὖθις οἱ Ἀθηναῖοι. Φιλίππουδέ, ὡς ἐκράτησεν ἐν Χαιρωνείᾳ, φρουράν τε ἐσαγαγόντος ἐς Θήβας καὶ ἄλλα ἐπὶ καταλύσει τῶν Θηβαίων πράσσοντος, οὕτω καὶ οἱ Πλαταιεῖς ὑπ᾽ αὐτοῦ κατήχθησαν.2. γῆς δὲ τῆς Πλαταιίδος ἐν τῷ Κιθαιρῶνι ὀλίγον τῆς εὐθείας ἐκτραπεῖσιν ἐς δεξιὰὙσιῶν καὶ Ἐρυθρῶν ἐρείπιά ἐστι. πόλεις δέ ποτε τῶν Βοιωτῶν ἦσαν, καὶ νῦν ἔτι ἐντοῖς ἐρειπίοις τῶν Ὑσιῶν ναός ἐστιν Ἀπόλλωνος ἡμίεργος καὶ φρέαρ ἱερόν: πάλαι δὲἐκ τοῦ φρέατος κατὰ τὸν Βοιωτῶν λόγον ἐμαντεύοντο πίνοντες. [2] ἐπανελθοῦσι δὲ ἐςτὴν λεωφόρον ἐστὶν αὖθις ἐν δεξιᾷ Μαρδονίου λεγόμενον μνῆμα εἶναι. καὶ ὅτι μὲνεὐθὺς ἦν μετὰ τὴν μάχην ἀφανὴς ὁ Μαρδονίου νεκρός, ἔστιν ὡμολογημένον: τὸν δὲθάψαντα οὐ κατὰ ταὐτά, ὅστις ἦν, λέγουσι: φαίνεται δὲ Ἀρτόντης ὁ Μαρδονίουπλεῖστα μὲν δοὺς Διονυσοφάνει δῶρα ἀνδρὶ Ἐφεσίῳ, δοὺς μέντοι καὶ ἄλλοις Ἰώνων ὡςοὐδὲ ἐκείνοις ἀμελὲς γενόμενον ταφῆναι Μαρδόνιον. [3] αὕτη μὲν ἀπ᾽ Ἐλευθερῶν ἐς Πλάταιαν ἄγει, τοῖς δὲ ἐκ Μεγάρων ἰοῦσι πηγή τέ ἐστινἐν δεξιᾷ καὶ προελθοῦσιν ὀλίγον πέτρα: καλοῦσι δὲ τὴν μὲν Ἀκταίωνος κοίτην, ἐπὶταύτῃ καθεύδειν φάμενοι τῇ πέτρᾳ τὸν Ἀκταίωνα ὁπότε κάμοι θηρεύων, ἐς δὲ τὴνπηγὴν ἐνιδεῖν λέγουσιν αὐτὸν λουμένης Ἀρτέμιδος ἐν τῇ πηγῇ. Στησίχορος δὲ ὁἹμεραῖος ἔγραψεν ἐλάφου περιβαλεῖν δέρμα Ἀκταίωνι τὴν θεόν, παρασκευάζουσάν οἱτὸν ἐκ τῶν κυνῶν θάνατον, ἵνα δὴ μὴ γυναῖκα Σεμέλην λάβοι. [4] ἐγὼ δὲ ἄνευ θεοῦπείθομαι νόσον λύσσαν τοῦ Ἀκταίωνος ἐπιλαβεῖν τοὺς κύνας: μανέντες δὲ καὶ οὐδιαγινώσκοντες διαφορήσειν ἔμελλον πάντα τινὰ ὅτῳ περιτύχοιεν. καθότι δὲ τοῦΚιθαιρῶνος Πενθεῖ τῷ Ἐχίονος ἐγένετο ἡ συμφορὰ ἢ Οἰδίποδα ὅπῃ τεχθένταἐξέθεσαν, οἶδεν οὐδείς, καθάπερ γε ἴσμεν τὴν Σχιστὴν ὁδὸν τὴν ἐπὶ Φωκέων, ἐφ᾽ ᾗ τὸνπατέρα Οἰδίπους ἀπέκτεινεν, ὁ δὲ Κιθαιρὼν τὸ ὄρος Διὸς ἱερὸν Κιθαιρωνίου ἐστίν ἃδὴ καὶ ἐς πλέον ἐπέξειμι, ἐπειδὰν ἐς αὐτὰ ὁ λόγος καθήκῃ μοι. [5] κατὰ δὲ τὴν ἔσοδον μάλιστα τὴν ἐς Πλάταιαν τάφοι τῶν πρὸς Μήδους μαχεσαμένωνεἰσί. τοῖς μὲν οὖν λοιποῖς ἐστιν Ἕλλησι μνῆμα κοινόν: Λακεδαιμονίων δὲ καὶἈθηναίων τοῖς πεσοῦσιν ἰδίᾳ τέ εἰσιν οἱ τάφοι καὶ ἐλεγεῖά ἐστι Σιμωνίδουγεγραμμένα ἐπ᾽ αὐτοῖς. οὐ πόρρω δὲ ἀπὸ τοῦ κοινοῦ τῶν Ἑλλήνων Διός ἐστινἘλευθερίου βωμὸς ** τοῦτον μὲν δὴ χαλκοῦ, τοῦ Διὸς δὲ τόν τε βωμὸν καὶ τὸ ἄγαλμαἐποίησεν λευκοῦ λίθου. [6] ἄγουσι δὲ καὶ νῦν ἔτι ἀγῶνα διὰ ἔτους πέμπτου τὰ δὲἘλευθέρια, ἐν ᾧ μέγιστα γέρα πρόκειται δρόμου: θέουσι δὲ ὡπλισμένοι πρὸ τοῦβωμοῦ. τρόπαιον δέ, ὃ τῆς μάχης τῆς Πλαταιᾶσιν ἀνέθεσαν οἱ Ἕλληνες, πεντεκαίδεκασταδίοις μάλιστα ἕστηκεν ἀπωτέρω τῆς πόλεως. [7] ἐν αὐτῇ δὲ τῇ πόλει προϊοῦσιν ἀπὸ τοῦ βωμοῦ καὶ τοῦ ἀγάλματος ἃ τῷ Διὶ πεποίηταιτῷ Ἐλευθερίῳ, Πλαταίας ἐστὶν ἡρῷον: καί μοι τὰ ἐς αὐτὴν ἤδη, τὰ λεγόμενα καὶ ὁποῖααὐτὸς εἴκαζον, ἔστιν εἰρημένα. Πλαταιεῦσι δὲ ναός ἐστιν Ἥρας, θέας ἄξιος μεγέθει τεκαὶ ἐς τῶν ἀγαλμάτων τὸν κόσμον. ἐσελθοῦσι μὲν Ῥέα τὸν πέτρον κατειλημένονσπαργάνοις, οἷα δὴ τὸν παῖδα ὃν ἔτεκε, Κρόνῳ κομίζουσά ἐστι: τὴν δὲ Ἥραν Τελείανκαλοῦσι, πεποίηται δὲ ὀρθὸν μεγέθει ἄγαλμα μέγα: λίθου δὲ ἀμφότερα τοῦΠεντελησίου, Πραξιτέλους δέ ἐστιν ἔργα. ἐνταῦθα καὶ ἄλλο Ἥρας ἄγαλμα καθήμενον Καλλίμαχος ἐποίησε: Νυμφευομένην δὲτὴν θεὸν ἐπὶ λόγῳ τοιῷδε ὀνομάζουσιν. 3. Ἥραν ἐφ᾽ ὅτῳ δὴ πρὸς τὸν Δία ὠργισμένηνἐς Εὔβοιάν φασιν ἀναχωρῆσαι, Δία δέ, ὡς οὐκ ἔπειθεν αὐτήν, παρὰ Κιθαιρῶναλέγουσιν ἐλθεῖν δυναστεύοντα ἐν Πλαταιαῖς τότε: εἶναι γὰρ τὸν Κιθαιρῶνα οὐδενὸςσοφίαν ὕστερον. οὗτος οὖν κελεύει τὸν Δία ἄγαλμα ξύλου ποιησάμενον ἄγειν ἐπὶβοῶν ζεύγους ἐγκεκαλυμμένον, λέγειν δὲ ὡς ἄγοιτο γυναῖκα Πλάταιαν τὴν Ἀσωποῦ.[2] καὶ ὁ μὲν ἔπρασσε κατὰ τὴν παραίνεσιν τοῦ Κιθαιρῶνος: Ἥρα δὲ ἐπέπυστό τεαὐτίκα καὶ αὐτίκα ἀφίκετο. ὡς δὲ ἐπλησίαζε τῇ ἁμάξῃ καὶ τοῦ ἀγάλματος τὴν ἐσθῆταπεριέρρηξεν, ἥσθη τε τῇ ἀπάτῃ ξόανον εὑροῦσα ἀντὶ νύμφης γυναικὸς καὶ διαλλαγὰςποιεῖται πρὸς τὸν Δία. ἐπὶ ταύταις ταῖς διαλλαγαῖς Δαίδαλα ἑορτὴν ἄγουσιν, ὅτι οἱπάλαι τὰ ξόανα ἐκάλουν δαίδαλα: ἐκάλουν δὲ ἐμοὶ δοκεῖν πρότερον ἔτι ἢ Δαίδαλος ὁΠαλαμάονος ἐγένετο Ἀθήνῃσι, τούτῳ δὲ ὕστερον ἀπὸ τῶν δαιδάλων ἐπίκλησινγενέσθαι δοκῶ καὶ οὐκ ἐκ γενετῆς τεθῆναι τὸ ὄνομα. [3] Δαίδαλα οὖν ἄγουσιν οἱΠλαταιεῖς ἑορτὴν δι᾽ ἔτους ἑβδόμου μέν, ὡς ἔφασκεν ὁ τῶν ἐπιχωρίων ἐξηγητής,ἀληθεῖ μέντοι λόγῳ δι᾽ ἐλάσσονος καὶ οὐ τοσούτου χρόνου: ἐθελήσαντες δὲ ἀπὸΔαιδάλων ἐς Δαίδαλα ἕτερα ἀναριθμῆσαι τὸν μεταξὺ χρόνον ἐς τὸ ἀκριβέστατον οὐκἐγενόμεθα οἷοί τε. ἄγουσι δὲ οὕτω τὴν ἑορτήν. [4] δρυμός ἐστιν Ἀλαλκομενῶν οὐπόρρω: μέγιστα τῶν ἐν Βοιωτίᾳ στελέχη δρυῶν ἐστιν ἐνταῦθα. ἐς τοῦτον οἱ Πλαταιεῖςἀφικόμενοι τὸν δρυμὸν προτίθενται μοίρας κρεῶν ἑφθῶν. ὄρνιθες δὲ οἱ μὲν ἄλλοισφίσιν ἥκιστά εἰσι δι᾽ ὄχλου, τῶν κοράκων δὲ—οὗτοι γάρ σφισιν ἐπιφοιτῶσιν—ἔχουσιν ἀκριβῆ τὴν φρουράν. τὸν δὲ αὐτῶν ἁρπάσαντα κρέας, ἐφ᾽ ὅτῳ τῶν δένδρωνκαθεδεῖται, φυλάσσουσιν. ἐφ᾽ οὗ δ᾽ ἂν καθεσθῇ, τεμόντες ποιοῦσιν ἀπὸ τούτου τὸδαίδαλον: δαίδαλον γὰρ δὴ καὶ τὸ ξόανον αὐτὸ ὀνομάζουσι. [5] ταύτην μὲν ἰδίᾳ οἱΠλαταιεῖς ἑορτὴν ἄγουσι, Δαίδαλα μικρὰ ὀνομάζοντες: Δαιδάλων δὲ ἑορτὴν τῶνμεγάλων καὶ Βοιωτοί σφισι συνεορτάζουσι, δι᾽ ἑξηκοστοῦ δὲ ἄγουσιν ἔτους: ἐκλιπεῖνγὰρ τοσοῦτον χρόνον τὴν ἑορτήν φασιν, ἡνίκα οἱ Πλαταιεῖς ἔφευγον. ξόανα δὲτεσσαρεσκαίδεκα ἕτοιμά σφισίν ἐστι κατ᾽ ἐνιαυτὸν ἕκαστον παρασκευασθέντα ἐνΔαιδάλοις τοῖς μικροῖς. [6] ταῦτα ἀναιροῦνται κλήρῳ Πλαταιεῖς Κορωναῖοι ΘεσπιεῖςΤαναγραῖοι Χαιρωνεῖς Ὀρχομένιοι Λεβαδεῖς Θηβαῖοι: διαλλαγῆναι γὰρ καὶ οὗτοιΠλαταιεῦσιν ἠξίωσαν καὶ συλλόγου μετασχεῖν κοινοῦ καὶ ἐς Δαίδαλα θυσίανἀποστέλλειν, ὅτε Κάσσανδρος ὁ Ἀντιπάτρου τὰς Θήβας ἀνῴκισε. τῶν δὲ πολισμάτωνὁπόσα ἐστὶν ἐλάσσονος λόγου, συντέλειαν αἱροῦνται. [7] τὸ δὲ ἄγαλμα κομίσαντεςπαρὰ τὸν Ἀσωπὸν καὶ ἀναθέντες ἐπὶ ἅμαξαν, γυναῖκα ἐφιστᾶσι νυμφεύτριαν: οἱ δὲαὖθις κληροῦνται καθ᾽ ἥντινα τάξιν τὴν πομπὴν ἀνάξουσι: τὸ δὲ ἐντεῦθεν τὰς ἁμάξαςἀπὸ τοῦ ποταμοῦ πρὸς ἄκρον τὸν Κιθαιρῶνα ἐλαύνουσιν. εὐτρέπισται δέ σφισιν ἐπὶτῇ κορυφῇ τοῦ ὄρους βωμός, ποιοῦσι δὲ τρόπῳ τοιῷδε τὸν βωμόν: ξύλα τετράγωναἁρμόζοντες πρὸς ἄλληλα συντιθέασι κατὰ ταὐτὰ καὶ εἰ λίθων ἐποιοῦντο οἰκοδομίαν,ἐξάραντες δὲ ἐς ὕψος φρύγανα ἐπιφέρουσιν. [8] αἱ μὲν δὴ πόλεις καὶ τὰ τέλη θήλειανθύσαντες τῇ Ἥρᾳ βοῦν ἕκαστοι καὶ ταῦρον τῷ Διὶ τὰ ἱερεῖα οἴνου καὶ θυμιαμάτωνπλήρη καὶ τὰ δαίδαλα ὁμοῦ καθαγίζουσιν ἐπὶ τοῦ βωμοῦ, ἰδιῶται δὲ ὁπόσα δὴ θύουσινοἱ πλούσιοι: τοῖς δὲ οὐχ ὁμοίως δυναμένοις τὰ λεπτότερα τῶν προβάτων θύεινκαθέστηκε, καθαγίζειν δὲ τὰ ἱερεῖα ὁμοίως πάντα. σὺν δέ σφισι καὶ αὐτὸν τὸν βωμὸνἐπιλαβὸν τὸ πῦρ ἐξανήλωσε: μεγίστην δὲ ταύτην φλόγα καὶ ἐκ μακροτάτου σύνοπτονοἶδα ἀρθεῖσαν. [9] ὑπὸ δὲ τῆς κορυφῆς, ἐφ᾽ ᾗ τὸν βωμὸν ποιοῦνται, πέντε που μάλιστακαὶ δέκα ὑποκαταβάντι σταδίους νυμφῶν ἐστιν ἄντρον Κιθαιρωνίδων, Σφραγίδιον μὲνὀνομαζόμενον, μαντεύεσθαι δὲ τὰς νύμφας τὸ ἀρχαῖον αὐτόθι ἔχει λόγος. 4. Πλαταιεῦσι δὲ Ἀθηνᾶς ἐπίκλησιν Ἀρείας ἐστὶν ἱερόν: ᾠκοδομήθη δὲ ἀπὸ λαφύρων ἃτῆς μάχης σφίσιν Ἀθηναῖοι τῆς Μαραθῶνι ἀπένειμαν. τὸ μὲν δὴ ἄγαλμα ξόανόν ἐστινἐπίχρυσον, πρόσωπον δέ οἱ καὶ χεῖρες ἄκραι καὶ πόδες λίθου τοῦ Πεντελησίου εἰσί:μέγεθος μὲν οὐ πολὺ δή τι ἀποδεῖ τῆς ἐν ἀκροπόλει χαλκῆς, ἣν καὶ αὐτὴν Ἀθηναῖοιτοῦ Μαραθῶνι ἀπαρχὴν ἀγῶνος ἀνέθηκαν, Φειδίας δὲ καὶ Πλαταιεῦσιν ἦν ὁ τῆςἈθηνᾶς τὸ ἄγαλμα ποιήσας. [2] γραφαὶ δέ εἰσιν ἐν τῷ ναῷ Πολυγνώτου μὲνὈδυσσεὺς τοὺς μνηστῆρας ἤδη κατειργασμένος, Ὀνασία δὲ Ἀδράστου καὶ Ἀργείων ἐπὶΘήβας ἡ προτέρα στρατεία. αὗται μὲν δή εἰσιν ἐπὶ τοῦ προνάου τῶν τοίχων αἱ γραφαί,κεῖται δὲ τοῦ ἀγάλματος πρὸς τοῖς ποσὶν εἰκὼν Ἀριμνήστου: ὁ δὲ Ἀρίμνηστος ἔν τε τῇπρὸς Μαρδόνιον μάχῃ καὶ ἔτι πρότερον ἐς Μαραθῶνα Πλαταιεῦσιν ἡγήσατο. [3] ἔστι δὲ καὶ Δήμητρος ἐπίκλησιν Ἐλευσινίας ἱερὸν ἐν Πλαταιαῖς καὶ Ληίτου μνῆμα: τῶνδὲ ἡγεμόνων, οἳ Βοιωτοὺς ἐς Τροίαν ἤγαγον, μόνος ἀνέστρεψεν οἴκαδε οὗτος ὁΛήιτος. τὴν δὲ κρήνην τὴν Γαργαφίαν Μαρδόνιος καὶ ἡ ἵππος συνέχεεν ἡ Περσῶν, ὅτιτὸ Ἑλλήνων στράτευμα τὸ ἀντικαθήμενόν σφισιν ἀπ᾽ αὐτῆς ἔπινεν: ὕστερον μέντοιτὸ ὕδωρ ἀνεσώσαντο οἱ Πλαταιεῖς. [4] ἐκ Πλαταίας δὲ ἰοῦσιν ἐς Θήβας ποταμός ἐστιν Ὠερόη: θυγατέρα δὲ εἶναι τὴν Ὠερόηντοῦ Ἀσωποῦ λέγουσι. πρὶν δὲ ἢ διαβῆναι τὸν Ἀσωπόν, παρ᾽ αὐτὸ τὸ ῥεῦμαἀποτραπεῖσιν ἐς τὰ κάτω καὶ προελθοῦσιν ὅσον τεσσαράκοντα στάδια ἔστιν ἐρείπιαΣκώλου: Δήμητρος δὲ καὶ Κόρης ἐν τοῖς ἐρειπίοις οὐκ ἐξειργασμένος ὁ ναός, ἡμίεργαδὲ καὶ ταῖς θεαῖς ἐστι τὰ ἀγάλματα. ἀποκρίνει δὲ καὶ νῦν ἔτι ἀπὸ τῆς Θηβαίων τὴνΠλαταιίδα ὁ Ἀσωπός. 5. γῆν δὲ τὴν Θηβαΐδα οἰκῆσαι πρῶτον λέγουσιν Ἔκτηνας, βασιλέα δὲ εἶναι τῶνἘκτήνων ἄνδρα αὐτόχθονα Ὤγυγον: καὶ ἀπὸ τούτου τοῖς πολλοῖς τῶν ποιητῶνἐπίκλησις ἐς τὰς Θήβας ἐστὶν Ὠγύγιαι. καὶ τούτους μὲν ἀπολέσθαι λοιμώδει νόσῳφασίν, ἐσοικίσασθαι δὲ μετὰ τοὺς Ἔκτηνας ἐς τὴν χώραν Ὕαντας καὶ Ἄονας, Βοιώτιαἐμοὶ δοκεῖν γένη καὶ οὐκ ἐπηλύδων ἀνθρώπων. Κάδμου δὲ καὶ τῆς Φοινίκων στρατιᾶςἐπελθούσης μάχῃ νικηθέντες οἱ μὲν Ὕαντες ἐς τὴν νύκτα τὴν ἐπερχομένηνἐκδιδράσκουσι, τοὺς δὲ Ἄονας ὁ Κάδμος γενομένους ἱκέτας καταμεῖναι καὶἀναμιχθῆναι τοῖς Φοίνιξιν εἴασε. [2] τοῖς μὲν οὖν Ἄοσι κατὰ κώμας ἔτι ἦσαν αἱοἰκήσεις: Κάδμος δὲ τὴν πόλιν τὴν καλουμένην ἔτι καὶ ἐς ἡμᾶς Καδμείαν ᾤκισεν.αὐξηθείσης δὲ ὕστερον τῆς πόλεως, οὕτω τὴν Καδμείαν ἀκρόπολιν συνέβη τῶν κάτωγενέσθαι Θηβῶν. Κάδμῳ δὲ γάμος τε ἐπιφανὴς ὑπῆρξεν, εἰ δὴ θυγατέρα Ἀφροδίτηςκαὶ Ἄρεως κατὰ λόγον τὸν Ἑλλήνων ἔσχε, καὶ αἱ θυγατέρες εἰλήφασιν αὐτῷ φήμην,Σεμέλη μὲν τεκεῖν ἐκ Διός, Ἰνὼ δὲ θεῶν εἶναι τῶν θαλασσίων. [3] ἐπὶ μὲν δὴ Κάδμουμέγιστον μετά γε αὐτὸν Κάδμον ἠδύναντο οἱ Σπαρτοί, Χθόνιος καὶ Ὑπερήνωρ καὶΠέλωρος καὶ Οὐδαῖος: Ἐχίονα δὲ ὡς προέχοντα κατ᾽ ἀνδραγαθίαν γαμβρὸν ἠξίωσεν ὁΚάδμος ποιήσασθαι. τοὺς δὲ ἄνδρας τούτους—οὐ γάρ τι ἠδυνάμην ἐς αὐτοὺςπαρευρεῖν—ἕπομαι τῷ μύθῳ Σπαρτοὺς διὰ τὸν τρόπον ὅντινα ἐγένοντο ὀνομασθῆναι.Κάδμου δὲ ἐς Ἰλλυριοὺς καὶ Ἰλλυριῶν ἐς τοὺς καλουμένους Ἐγχελέας μετοικήσαντοςΠολύδωρος ὁ Κάδμου τὴν ἀρχὴν ἔσχε. [4] Πενθεὺς δὲ ὁ Ἐχίονος ἴσχυε μὲν καὶ αὐτὸςκατὰ γένους ἀξίωμα καὶ φιλίᾳ τοῦ βασιλέως: ὢν δὲ ἐς τὰ λοιπὰ ὑβριστὴς καὶ ἀσεβὴςΔιονύσου, δίκην ἔσχεν ἐκ τοῦ θεοῦ. Πολυδώρου δὲ ἦν Λάβδακος: ἔμελλε δὲ ἄρα αὐτόν,ὥς οἱ παρίστατο ἡ τελευτή, παῖδα ἔτι ἀπολείψειν, καὶ ἐπιτρέπει τόν τε υἱὸν καὶ τὴνἀρχὴν Νυκτεῖ. [5] τὰ δὲ ἐφεξῆς μοι τοῦ λόγου προεδήλωσεν ἡ Σικυωνία συγγραφή, τοῦτε Νυκτέως τὸν θάνατον, ὅντινα γένοιτο τρόπον, καὶ ὡς ἐς Λύκον ἀδελφὸν Νυκτέως ἥτε ἐπιμέλεια τοῦ παιδὸς περιῆλθε καὶ ἡ Θηβαίων δυναστεία. Λύκος δὲ παρέδωκε μὲναὐξηθέντι Λαβδάκῳ τὴν ἀρχήν: γενομένης δὲ οὐ μετὰ πολὺ καὶ τούτῳ τῆς τελευτῆς, ὁδὲ ἐπετρόπευσεν αὖθις Λάιον Λαβδάκου παῖδα. [6] Λύκου δὲ ἐπιτροπεύοντος δεύτερον κατίασιν Ἀμφίων καὶ Ζῆθος δύναμιν ἀγείραντες.καὶ Λάιον μὲν ὑπεκκλέπτουσιν οἷς ἦν ἐπιμελὲς μὴ γενέσθαι τὸ Κάδμου γένος ἐς τοὺςἔπειτα ἀνώνυμον, Λάκου δὲ οἱ τῆς Ἀντιόπης παῖδες τῇ μάχῃ κρατοῦσιν: ὡς δὲἐβασίλευσαν, τὴν πόλιν τὴν κάτω προσῴκισαν τῇ Καδμείᾳ καὶ Θήβας ὄνομα ἔθεντοκατὰ συγγένειαν τὴν Θήβης. [7] μαρτυρεῖ δέ μοι τῷ λόγῳ καὶ Ὅμηρος ἐν τῇ Ὀδυσσείᾳ: “οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο πύργωσάν τ᾽, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ᾽ ἐδύναντο ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε. ”Hom. Od. 11.263ὅτι δὲ Ἀμφίων ᾖδε καὶ τὸ τεῖχος ἐξειργάζετο πρὸς τὴν λύραν,οὐδένα ἐποιήσατο λόγον ἐν τοῖς ἔπεσι: δόξαν δὲ ἔσχεν Ἀμφίων ἐπὶ μουσικῇ, τήν τεἁρμονίαν τὴν Λυδῶν κατὰ κῆδος τὸ Ταντάλου παρ᾽ αὐτῶν μαθὼν καὶ χορδὰς ἐπὶτέσσαρσι ταῖς πρότερον τρεῖς ἀνευρών. [8] ὁ δὲ τὰ ἔπη τὰ ἐς Εὐρώπην ποιήσας φησὶνἈμφίονα χρήσασθαι λύρᾳ πρῶτον Ἑρμοῦ διδάξαντος: πεποίηκε δὲ καὶ περὶ λίθων καὶθηρίων, ὅτι καὶ ταῦτα ᾁδων ἦγε. Μυρὼ δὲ Βυζαντία, ποιήσασα ἔπη καὶ ἐλεγεῖα, Ἑρμῇβωμόν φησιν ἱδρύσασθαι πρῶτον Ἀμφίονα καὶ ἐπὶ τούτῳ λύραν παρ᾽ αὐτοῦ λαβεῖν.λέγεται δὲ καὶ ὡς ἐν Ἅιδου δίκην δίδωσιν ὁ Ἀμφίων ὧν ἐς Λητὼ καὶ τοὺς παῖδας καὶαὐτὸς ἀπέρριψε: [9] κατὰ δὲ τὴν τιμωρίαν τοῦ Ἀμφίονος ἔστιν ἔπη ποιήσεωςΜινυάδος, ἔχει δὲ ἐς Ἀμφίονα κοινῶς καὶ ἐς τὸν Θρᾷκα Θάμυριν. ὡς δὲ τὸν οἶκον τὸνἈμφίονος καὶ Ζήθου τὸν μὲν ἡ νόσος ἡ λοιμώδης ἠρήμωσε, Ζήθῳ δὲ τὸν παῖδαἀπέκτεινεν ἡ τεκοῦσα κατὰ δή τινα ἁμαρτίαν, ἐτεθνήκει δὲ ὑπὸ λύπης καὶ αὐτὸς ὁΖῆθος, οὕτω Λάιον ἐπὶ βασιλείᾳ κατάγουσιν οἱ Θηβαῖοι. [10] Λαΐῳ δὲ βασιλεύοντι καὶ γυναῖκα ἔχοντι Ἰοκάστην μάντευμα ἦλθεν ἐκ Δελφῶν ἐκ τοῦπαιδός οἱ τὴν τελευτήν, εἰ τέκοι τινὰ Ἰοκάστη, γενήσεσθαι. καὶ ὁ μὲν ἐπὶ τούτῳ τὸνΟἰδίποδα ἐκτίθησιν: ὁ δὲ καὶ τὸν πατέρα ἀποκτενεῖν ἔμελλεν, ὡς ηὐξήθη, καὶ τὴνμητέρα ἔγημε. παῖδας δὲ ἐξ αὐτῆς οὐ δοκῶ οἱ γενέσθαι, μάρτυρι Ὁμήρῳ χρώμενος, ὃςἐποίησεν ἐν Ὀδυσσείᾳ [11] “μητέρα τ᾽ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην, ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο γημαμένη ᾧ υἱεῖ: ὁ δ᾽ ὃν πατέρ᾽ ἐξεναρίξας γῆμεν: ἄφαρ δ᾽ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν. ”Hom. Od. 11.271πῶς οὖν ἐποίησαν ἀνάπυστα ἄφαρ, εἰ δὴ τέσσαρες γενεαὶ ἐκ τῆςἘπικάστης ἐγένοντο παῖδες τῷ Οἰδίποδι; ἐξ Εὐρυγανείας δὲ τῆς Ὑπέρφαντοςἐγεγόνεσαν. δηλοῖ δὲ καὶ ὁ τὰ ἔπη ποιήσας ἃ Οἰδιπόδια ὀνομάζουσι: καὶ ὈνασίαςΠλαταιᾶσιν ἔγραψε κατηφῆ τὴν Εὐρυγάνειαν ἐπὶ τῇ μάχῃ τῶν παίδων. [12]Πολυνείκης δὲ περιόντος μὲν καὶ ἄρχοντος Οἰδίποδος ὑπεξῆλθεν ἐκ Θηβῶν δέει μὴτελεσθεῖεν ἐπὶ σφίσιν αἱ κατᾶραι τοῦ πατρός: ἀφικόμενος δὲ ἐς Ἄργος καὶ θυγατέραἈδράστου λαβὼν κατῆλθεν ἐς Θήβας μετάπεμπτος ὑπὸ Ἐτεοκλέους μετὰ τὴντελευτὴν Οἰδίποδος. κατελθὼν δὲ ἐς διαφορὰν προήχθη τῷ Ἐτεοκλεῖ, καὶ οὕτω τὸδεύτερον ἔφυγε: δεηθεὶς δὲ Ἀδράστου δοῦναί οἱ δύναμιν τὴν κατάξουσαν, τήν τεστρατιὰν ἀπόλλυσι καὶ πρὸς τὸν Ἐτεοκλέα αὐτὸς μονομαχεῖ κατὰ πρόκλησιν. [13] καὶοἱ μὲν μονομαχοῦντες ἀποθνήσκουσιν, ἐς δὲ Λαοδάμαντα τὸν Ἐτεοκλέουςκαθηκούσης τῆς βασιλείας Κρέων ὁ Μενοικέως ἐδυνάστευεν ἐπιτροπεύων τὸν παῖδα.ἤδη δὲ Λαοδάμαντος ηὐξημένου καὶ ἔχοντος τὴν ἀρχήν, δεύτερον τότε ἄγουσι τὴνστρατιὰν ἐπὶ τὰς Θήβας: ἀντεστρατοπεδευμένων δὲ καὶ τῶν Θηβαίων περὶ Γλίσαντα,ὡς ἐς χεῖρας συνῆλθον, Αἰγιαλέα μὲν τὸν Ἀδράστου Λαοδάμας ἀποκτίννυσι,κρατησάντων δὲ τῇ μάχῃ τῶν Ἀργείων Λαοδάμας σὺν τοῖς ἐθέλουσιν ἕπεσθαιΘηβαίων ὑπὸ τὴν ἐπιοῦσαν νύκτα ἀπεχώρησεν ἐς Ἰλλυριούς. [14] τὰς δὲ Θήβαςἑλόντες οἱ Ἀργεῖοι παραδιδόασι Θερσάνδρῳ Πολυνείκους παιδί. ὡς δὲ τοῖς σὺν Ἀγαμέμνονι ἐς Τροίανστρατεύουσιν ἡ διαμαρτία τοῦ πλοῦ γίνεται καὶ ἡ πληγὴ ἡ περὶ Μυσίαν, ἐνταῦθα καὶτὸν Θέρσανδρον κατέλαβεν ἀποθανεῖν ὑπὸ Τηλέφου, μάλιστα Ἑλλήνων ἀγαθὸνγενόμενον ἐν τῇ μάχῃ: καί οἱ τὸ μνῆμα ἐς Καΐκου πεδίον ἐλαύνοντί ἐστιν ἐν Ἐλαίᾳπόλει, λίθος ὁ ἐν τῷ ὑπαίθρῳ τῆς ἀγορᾶς: [15] καὶ ἐναγίζειν οἱ ἐπιχώριοί φασιν αὐτῷ.τελευτήσαντος δὲ Θερσάνδρου καὶ δεύτερα ἐπί τε Ἀλέξανδρον καὶ ἐς Ἴλιονἀθροιζομένου στόλου Πηνέλεων ἄρχοντα εἵλοντο, ὅτι οὐκ ἐν ἡλικίᾳ πω Τισαμενὸς ἦνὁ Θερσάνδρου: Πηνέλεω δὲ ἀποθανόντος ὑπὸ Εὐρυπύλου τοῦ Τηλέφου Τισαμενὸνβασιλέα αἱροῦνται, Θερσάνδρου τε ὄντα καὶ Δημωνάσσης τῆς Ἀμφιαράου. τῶν δὲἘρινύων τῶν Λαΐου καὶ Οἰδίποδος Τισαμενῷ μὲν οὐκ ἐγένετο μήνιμα, Αὐτεσίωνι δὲ τῷΤισαμενοῦ, ὥστε καὶ παρὰ τοὺς Δωριέας μετῴκησε τοῦ θεοῦ χρήσαντος. [16]Αὐτεσίωνος δὲ ἀπελθόντος, οὕτω βασιλέα εἵλοντο Δαμασίχθονα Ὀφέλτου τοῦΠηνέλεω. τούτου δὲ ἦν τοῦ Δαμασίχθονος Πτολεμαῖος, τοῦ δὲ Ξάνθος, ὃνἈνδρόπομπος μονομαχήσαντά οἱ δόλῳ καὶ οὐ σὺν τῷ δικαίῳ κτείνει. τὸ δὲ ἐντεῦθενδιὰ πλειόνων πολιτεύεσθαι μηδὲ ἀπ᾽ ἀνδρὸς ἑνὸς ἠρτῆσθαι τὰ πάντα ἄμεινονἐφαίνετο τοῖς Θηβαίοις. 6. τῶν δέ σφισιν ἐν ἀγῶσι πολέμου γενομένων εὐτυχημάτων, καὶ ὡς ἑτέρως, τοσάδεφανερώτατα ὄντα εὕρισκον. ἐκρατήθησαν ὑπὸ Ἀθηναίων μάχῃ Πλαταιεῦσιν ἀμυνάντων, ὅτε σφᾶς ἐπέλαβεν ὑπὲρ τῶν ὅρων πολεμῆσαι τῆς χώρας:προσέπταισαν δὲ καὶ δεύτερον Ἀθηναίοις ἀντιταξάμενοι περὶ Πλάταιαν, ἡνίκαδοκοῦσιν ἑλέσθαι τὰ βασιλέως Ξέρξου πρὸ τῶν Ἑλληνικῶν. [2] τῆς δὲ αἰτίας ταύτηςδημοσίᾳ σφίσιν οὐ μέτεστιν, ὅτι ἐν ταῖς Θήβαις ὀλιγαρχία καὶ οὐχὶ ἡ πάτριος πολιτείατηνικαῦτα ἴσχυεν: εἰ γοῦν Πεισιστράτου τυραννοῦντος ἔτι ἢ τῶν παίδων Ἀθήνῃσινἀφίκετο ἐπὶ τὴν Ἑλλάδα ὁ βάρβαρος, οὐκ ἔστιν ὅπως οὐ καὶ Ἀθηναίους κατέλαβεν ἂνἔγκλημα μηδισμοῦ. [3] ὕστερον μέντοι καὶ Θηβαίοις νίκη κατ᾽ Ἀθηναίων ἐπὶ Δηλίῳ τῷΤαναγραίων ἐγένετο, καὶ Ἱπποκράτης τε ὁ Ἀρίφρονος, ὃς στρατηγὸς ἦν Ἀθηναίοις,καὶ τῆς ἄλλης στρατιᾶς τὸ πολὺ ἔπεσε. Λακεδαιμονίοις δὲ παραυτίκα μὲν ἀπελθόντοςτοῦ Μήδου καὶ ἄχρι τοῦ Πελοποννησίων πρὸς Ἀθηναίους πολέμου τὰ ἐκ Θηβῶν εἶχενἐπιτηδείως: διαπολεμηθέντος δὲ τοῦ πολέμου καὶ Ἀθηναίοις καταλυθέντος τοῦναυτικοῦ, μετ᾽ οὐ πολὺ Θηβαῖοι μετὰ Κορινθίων ἐς τὸν πρὸς Λακεδαιμονίους πόλεμονπροήχθησαν. [4] κρατηθέντες δὲ μάχῃ περὶ Κόρινθόν τε καὶ ἐν Κορωνείᾳ, νικῶσιναὖθις ἐν Λεύκτροις ἐπιφανεστάτην νίκην ὁπόσας γενομένας Ἕλλησιν ἴσμεν κατὰἙλλήνων: καὶ δεκαδαρχίας τε, ἃς Λακεδαιμόνιοι κατέστησαν ἐν ταῖς πόλεσιν,ἔπαυσαν καὶ ἁρμοστὰς τοὺς Σπαρτιάτας ἐκβάλλουσιν. ὕστερον δὲ καὶ τὸν Φωκικὸνπόλεμον, ὀνομαζόμενον δὲ ὑπὸ Ἑλλήνων ἱερόν, συνεχῶς δέκα ἔτεσιν ἐπολέμησαν. [5]εἴρηται δέ μοι καὶ ἐν τῇ Ἀτθίδι συγγραφῇ τὸ ἐν Χαιρωνείᾳ σφάλμα συμφορὰνγενέσθαι τοῖς πᾶσιν Ἕλλησι: Θηβαίους δὲ καὶ ἐς πλέον κατέλαβεν, οἷς γε καὶ ἐσήχθηἐς τὴν πόλιν φρουρά. Φιλίππου δὲ ἀποθανόντος καὶ ἐς Ἀλέξανδρον ἡκούσης τῆςΜακεδόνων ἀρχῆς, Θηβαίοις ἐπῆλθεν ἐξελεῖν τὴν φρουράν: ποιήσασι δὲ ταῦταπροεσήμαινεν αὐτίκα ὁ θεὸς τὸν ἐπιόντα ὄλεθρον, καί σφισιν ἐν Δήμητρος ἱερῷΘεσμοφόρου σημεῖα ἐγένετο ἐναντία ἢ πρὸ τοῦ ἔργου τοῦ ἐν Λεύκτροις: [6] τότε μὲνγὰρ τοῦ ἱεροῦ τὰς θύρας ὑφάσματι ἀράχναι λευκῷ, κατὰ δὲ τὴν Ἀλεξάνδρου καὶΜακεδόνων ἔφοδον μέλανι ἐξύφηναν. λέγεται δὲ καὶ Ἀθηναίοις ὗσαι τέφραν ὁ θεὸςἐνιαυτῷ πρότερον πρὶν ἢ τὸν πόλεμον τὸν ἐπαχθέντα ὑπὸ Σύλλα τὰ μεγάλα σφίσινἐνεγκεῖν παθήματα. 7. τότε δὲ τοὺς Θηβαίους γενομένους ἀναστάτους ὑπὸ Ἀλεξάνδρου καὶ διαπεσόντας ἐςἈθήνας ὕστερον Κάσσανδρος ὁ Ἀντιπάτρου κατήγαγεν. ἐς δὲ τῶν Θηβῶν τὸνοἰκισμὸν προθυμότατοι μὲν ἐγένοντο Ἀθηναῖοι, συνεπελάβοντο δὲ καὶ Μεσσήνιοι καὶἈρκάδων οἱ Μεγάλην πόλιν ἔχοντες. [2] δοκεῖ δέ μοι τὰς Θήβας οἰκίσαι ὁ Κάσσανδροςκατὰ ἔχθος Ἀλεξάνδρου μάλιστα: ἐπεξῆλθε δὲ καὶ τὸν πάντα οἶκον Ἀλεξάνδρουφθείρων, ὃς Ὀλυμπιάδα γε παρέβαλε καταλεῦσαι τοῖς ἐπ᾽ αὐτὴν Μακεδόνωνπαρωξυσμένοις καὶ τοὺς παῖδας Ἀλεξάνδρου τόν τε ἐκ Βαρσίνης Ἡρακλέα καὶἈλέξανδρον τὸν ἐκ Ῥωξάνης ἀπέκτεινεν ὑπὸ φαρμάκων. οὐ μὴν οὐδὲ αὐτὸς χαίρωντὸν βίον κατέστρεψεν: ἐπλήσθη γὰρ ὑδέρῳ, καὶ ἀπ᾽ αὐτοῦ ζῶντι ἐγένοντο εὐλαί. [3]τῶν δέ οἱ παίδων Φίλιππον μὲν τὸν πρεσβύτατον, ὡς μετ᾽ οὐ πολὺ παρέλαβε τὴνἀρχήν, ἀπήγαγεν ὑπολαβοῦσα νόσος φθινώδης, Ἀντίπατρος δὲ ὁ μετ᾽ ἐκεῖνονΘεσσαλονίκην τὴν μητέρα ἀποκτίννυσι, Φιλίππου τε οὖσαν τοῦ Ἀμύντου καὶΝικασιπόλιδος: ἀπέκτεινε δὲ Ἀλεξάνδρῳ νέμειν πλέον εὐνοίας αἰτιασάμενος. ὁ δὲἈλέξανδρος ἦν νεώτατος τῶν Κασσάνδρου παίδων: ἐπαγαγόμενος δὲ Δημήτριον τὸνἈντιγόνου καθεῖλε μὲν δι᾽ ἐκείνου καὶ ἐτιμωρήσατο τὸν ἀδελφὸν Ἀντίπατρον,ἀνεφάνη μέντοι φονέα ἐξευρηκὼς ἑαυτῷ καὶ οὐ σύμμαχον. [4] Κασσάνδρῳ μὲν ὅστιςδὴ θεῶν τὴν δίκην ἔμελλεν ἀποδώσειν: Θηβαίοις δὲ ἐπὶ μὲν Κασσάνδρου πᾶς ὁἀρχαῖος περίβολος ἀνῳκίσθη, ἔδει δὲ ἄρα καὶ ὕστερον κακῶν σφᾶς μεγάλωνγεύσασθαι. Μιθριδάτῃ γὰρ καταστάντι ἐς τὸν πρὸς Ῥωμαίους πόλεμονπροσεχώρησαν Θηβαῖοι κατ᾽ ἄλλο ἐμοὶ δοκεῖν οὐδέν, τοῦ δὲ Ἀθηναίων δήμου φιλίᾳ.Σύλλα δὲ ἐσβαλόντος ἐς τὴν Βοιωτίαν δεῖμα ἔσχε τοὺς Θηβαίους, καὶ ἐγνωσιμάχησάντε αὐτίκα καὶ ἐτράποντο αὖθις ἐς τὴν Ῥωμαίων φιλίαν. [5] Σύλλας δὲ ἐς αὐτοὺςἐχρῆτο ὅμως τῷ θυμῷ, καὶ ἄλλα τε ἐξεῦρεν ἐπὶ λύμῃ τῶν Θηβαίων καὶ τὴν ἡμίσειανἀπετέμετο αὐτῶν τῆς χώρας κατὰ πρόφασιν τοιαύτην. ἡνίκα ἤρχετο τοῦ πρὸςΜιθριδάτην πολέμου, χρημάτων ἐσπάνιζε: συνέλεξεν οὖν ἔκ τε Ὀλυμπίας ἀναθήματακαὶ τὰ ἐξ Ἐπιδαύρου καὶ τὰ ἐκ Δελφῶν, ὁπόσα ὑπελίποντο οἱ Φωκεῖς: [6] ταῦτα μὲν δὴδιένειμε τῇ στρατιᾷ, τοῖς θεοῖς δὲ ἀντέδωκεν ἀντὶ τῶν χρημάτων γῆς τὴν ἡμίσειαν τῆςΘηβαΐδος. τὴν μὲν δὴ ἀφαίρετον χώραν ὕστερον Ῥωμαίων χάριτι ἀνεσώσαντο οἱΘηβαῖοι, τὰ δὲ ἄλλα ἐς τὸ ἀσθενέστατον ἀπ᾽ ἐκείνου προήχθησαν: καί σφισιν ἡ μὲνκάτω πόλις πᾶσα ἔρημος ἦν ἐπ᾽ ἐμοῦ πλὴν τὰ ἱερά, τὴν δὲ ἀκρόπολιν οἰκοῦσι Θήβαςκαὶ οὐ Καδμείαν καλουμένην. 8. διαβεβηκότι δὲ ἤδη τὸν Ἀσωπὸν καὶ τῆς πόλεως δέκα μάλιστα ἀφεστηκότι σταδίουςΠοτνιῶν ἐστιν ἐρείπια καὶ ἐν αὐτοῖς ἄλσος Δήμητρος καὶ Κόρης. τὰ δὲ ἀγάλματα ἐντῷ ποταμῷ τῷ παρὰ τὰς Ποτνιὰς ** τὰς θεὰς ὀνομάζουσιν. ἐν χρόνῳ δὲ εἰρημένῳδρῶσι καὶ ἄλλα ὁπόσα καθέστηκέ σφισι καὶ ἐς τὰ μέγαρα καλούμενα ἀφιᾶσιν ὗς τῶννεογνῶν: τοὺς δὲ ὗς τούτους ἐς τὴν ἐπιοῦσαν τοῦ ἔτους ὥραν ἐν Δωδώνῃ φασὶν ἐπὶ **λόγῳ τῷδε ἄλλος πού τις πεισθήσεται. [2] ἐνταῦθα καὶ Διονύσον ναός ἐστινΑἰγοβόλου. θύοντες γὰρ τῷ θεῷ προήχθησάν ποτε ὑπὸ μέθης ἐς ὕβριν, ὥστε καὶ τοῦΔιονύσου τὸν ἱερέα ἀποκτείνουσιν: ἀποκτείναντας δὲ αὐτίκα ἐπέλαβε νόσοςλοιμώδης, καί σφισιν ἀφίκετο ἴαμα ἐκ Δελφῶν τῷ Διονύσῳ θύειν παῖδα ὡραῖον: ἔτεσιδὲ οὐ πολλοῖς ὕστερον τὸν θεόν φασιν αἶγα ἱερεῖον ὑπαλλάξαι σφίσιν ἀντὶ τοῦπαιδός. δείκνυται δὲ ἐν Ποτνιαῖς καὶ φρέαρ: τὰς δὲ ἵππους τὰς ἐπιχωρίους τοῦ ὕδατοςπιούσας τούτου μανῆναι λέγουσιν. [3] ἐκ δὲ τῶν Ποτνιῶν ἰοῦσιν ἐς Θήβας ἔστιν ἐν δεξιᾷ περίβολος τῆς ὁδοῦ τε οὐ μέγας καὶκίονες ἐν αὐτῷ: διαστῆναι δὲ Ἀμφιαράῳ τὴν γῆν ταύτῃ νομίζουσιν, ἐπιλέγοντες καὶτάδε ἔτι, μήτε ὄρνιθας ἐπὶ τῶν κιόνων καθέζεσθαι τούτων μήτε πόαν τὴν ἐνταῦθαμήτε ἥμερον ζῷον μήτε τῶν ἀγρίων νέμεσθαι. [4] Θηβαίοις δὲ ἐν τῷ περιβόλῳ τοῦ ἀρχαίου τείχους ἑπτὰ ἀριθμὸν ἦσαν πύλαι, μένουσιδὲ καὶ ἐς ἡμᾶς ἔτι. τεθῆναι δὲ τὰ ὀνόματα ἐπυνθανόμην σφίσιν ἀπό τε Ἠλέκτραςἀδελφῆς Κάδμου καὶ Προιτίσιν ἀπὸ ἀνδρὸς τῶν ἐπιχωρίων: ἡλικίαν δὲ Προίτου καὶ τὸἀνωτέρω γένος χαλεπὰ ἦν εὑρεῖν. τὰς δὲ Νηίστας ὀνομασθῆναί φασιν ἐπὶ τῷδε. ἐνταῖς χορδαῖς νήτην καλοῦσι τὴν ἐσχάτην: ταύτην οὖν τὴν χορδὴν Ἀμφίονα ἐπὶ ταῖςπύλαις ταύταις ἀνευρεῖν λέγουσιν. ἤδη δὲ ἤκουσα καὶ ὡς Ζήθου τοῦ ἀδελφοῦ τοῦἈμφίονος τῷ παιδὶ ὄνομα Νῆις γένοιτο, ἀπὸ τούτου δὲ τοῦ Νήϊδος τὰς πύλαςκληθῆναι ταύτας. [5] πύλας δὲ Κρηναίας, τὰς δὲ Ὑψίστας ἐπὶ λόγῳ τοιῷδεὀνομάζουσι: *** πρὸς δὲ ταῖς Ὑψίσταις Διὸς ἱερὸν ἐπίκλησίν ἐστιν Ὑψίστου. τὰς δὲ ἐπὶταύταις πύλας ὀνομάζουσιν Ὠγυγίας, τελευταῖαι δέ εἰσιν Ὁμολωίδες: ἐφαίνετο δὲεἶναί μοι καὶ τὸ ὄνομα νεώτατον ταῖς πύλαις ταύταις, αἱ δὲ Ὠγύγιαι τὸ ἀρχαιότατον.[6] τὰς δὲ Ὁμολωίδας κληθῆναί φασιν ἐπὶ τοιῷδε. ἡνίκα ὑπὸ Ἀργείων μάχῃ πρὸςΓλίσαντι ἐκρατήθησαν, τότε ὁμοῦ Λαοδάμαντι τῷ Ἐτεοκλέους ὑπεξίασιν οἱ πολλοί:τούτων οὖν μοῖρα τὴν μὲν ἐς τοὺς Ἰλλυριοὺς πορείαν ἀπώκνησε, τραπόμενοι δὲ ἐςΘεσσαλοὺς καταλαμβάνουσιν Ὁμόλην, ὀρῶν τῶν Θεσσαλικῶν καὶ εὔγεων μάλιστακαὶ ὕδασιν ἐπιρρεομένην. [7] Θερσάνδρου δὲ τοῦ Πολυνείκους ἀνακαλεσαμένου σφᾶςἐπὶ τὰ οἰκεῖα, τὰς πύλας διὰ ὧν τὴν κάθοδον ἐποιοῦντο ἀπὸ τῆς Ὁμόλης ὀνομάζουσινὉμολωίδας. ἐρχομένῳ δὲ ἐκ Πλαταίας ἔσοδος ἐς τὰς Θήβας κατὰ πύλας ἐστὶνἨλέκτρας, καὶ ταύτῃ Καπανέα τὸν Ἱππόνου βιαιοτέρας ποιούμενον πρὸς τὸ τεῖχοςτὰς προσβολὰς βληθῆναι κεραυνῷ λέγουσι. 9. τὸν δὲ πόλεμον τοῦτον, ὃν ἐπολέμησαν Ἀργεῖοι, νομίζω πάντων, ὅσοι πρὸς Ἕλληναςἐπὶ τῶν καλουμένων ἡρώων ἐπολεμήθησαν ὑπὸ Ἑλλήνων, γενέσθαι λόγου μάλισταἄξιον. ὁ μέν γε Ἐλευσινίων πρὸς Ἀθηναίους τοὺς ἄλλους, ὡσαύτως δὲ καὶ Θηβαίωνπρὸς Μινύας, τήν τε ἔφοδον δι᾽ ὀλίγου τῶν ἐπιστρατευσαμένων καὶ ἐν μάχῃπαρέσχοντο μιᾷ τὴν κρίσιν, ἐς ὁμολογίας τε αὐτίκα ἐτράποντο καὶ σπονδάς: [2] ὁ δὲἈργείων στρατὸς ἐς Βοιωτίαν τε μέσην ἀφίκετο ἐκ μέσης Πελοποννήσου καὶ ὁἌδραστος ἐξ Ἀρκαδίας καὶ παρὰ Μεσσηνίων συμμαχικὰ ἤθροισεν, ὡσαύτως δὲ καὶτοῖς Θηβαίοις μισθοφορικὰ ἦλθε παρὰ Φωκέων καὶ ἐκ τῆς Μινυάδος χώρας οἱΦλεγύαι. γενομένης δὲ πρὸς τῷ Ἰσμηνίῳ μάχης ἐκρατήθησαν οἱ Θηβαῖοι τῇ συμβολῇ,καὶ ὡς ἐτράποντο, καταφεύγουσιν ἐς τὸ τεῖχος: [3] ἅτε δὲ οὐκ ἐπισταμένων τῶνΠελοποννησίων μάχεσθαι πρὸς τὸ τεῖχος, ποιουμένων δὲ θυμῷ μᾶλλον ἢ σὺνἐπιστήμῃ τὰς προσβολάς, πολλοὺς μὲν ἀπὸ τοῦ τείχους βάλλοντες φονεύουσιν αὐτῶνοἱ Θηβαῖοι, κρατοῦσι δὲ ὕστερον καὶ τοὺς ἄλλους ἐπεξελθόντες τεταραγμένοις, ὡς τὸσύμπαν στράτευμα πλὴν Ἀδράστου φθαρῆναι. ἐγένετο δὲ καὶ αὐτοῖς τὸ ἔργον οὐκἄνευ κακῶν μεγάλων, καὶ ἀπ᾽ ἐκείνου τὴν σὺν ὀλέθρῳ τῶν κρατησάντων Καδμείανὀνομάζουσι νίκην. [4] ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ὁμοῦ Θερσάνδρῳ στρατεύουσιν ἐπὶτὰς Θήβας οὓς Ἐπιγόνους καλοῦσιν Ἕλληνες: δῆλοι δέ εἰσι καὶ τούτοις οὐ τὸἈργολικὸν μόνον οὐδὲ οἱ Μεσσήνιοι καὶ Ἀρκάδες ἠκολουθηκότες, ἀλλὰ καὶ ἔτι ἐκΚορίνθου καὶ Μεγαρέων ἐπικληθέντες ἐς τὴν συμμαχίαν: ἤμυναν δὲ καὶ Θηβαίοις οἱπρόσοικοι, καὶ μάχη πρὸς Γλίσαντι ἀπὸ ἀμφοτέρων ἐγένετο ἰσχυρά. [5] τῶν δὲΘηβαίων οἱ μὲν αὐτίκα ὡς ἡττήθησαν ὁμοῦ Λαοδάμαντι ἐκδιδράσκουσιν, οἱ δὲὑπολειφθέντες πολιορκίᾳ παρέστησαν. ἐποιήθη δὲ ἐς τὸν πόλεμον τοῦτον καὶ ἔπηΘηβαΐς: τὰ δὲ ἔπη ταῦτα Καλλῖνος ἀφικόμενος αὐτῶν ἐς μνήμην ἔφησεν Ὅμηρον τὸνποιήσαντα εἶναι, Καλλίνῳ δὲ πολλοί τε καὶ ἄξιοι λόγου κατὰ ταὐτὰ ἔγνωσαν: ἐγὼ δὲτὴν ποίησιν ταύτην μετά γε Ἰλιάδα καὶ τὰ ἔπη τὰ ἐς Ὀδυσσέα ἐπαινῶ μάλιστα. πολέμου μὲν δή, ὃν Ἀργεῖοι καὶ Θηβαῖοι τῶν Οἰδίποδος παίδων ἕνεκα ἐπολέμησαν, ἐςτοσόνδε ἔστω μνήμη: 10. πολυάνδριον δὲ οὐ μακρὰν ἀπὸ τῶν πυλῶν ἐστι: κεῖνται δὲὁπόσους κατέλαβεν ἀποθανεῖν Ἀλεξάνδρῳ καὶ Μακεδόσιν ἀντιτεταγμένους. οὐπόρρω δὲ ἀποφαίνουσι χωρίον ἔνθα Κάδμον λέγουσιν— ὅτῳ πιστά—τοῦ δράκοντος,ὃν ἀπέκτεινεν ἐπὶ τῇ κρήνῃ, τοὺς ὀδόντας σπείραντα, ἄνδρας δὲ ἀπὸ τῶν ὀδόντωνἀνεῖναι τὴν γῆν. [2] ἔστι δὲ λόφος ἐν δεξιᾷ τῶν πυλῶν ἱερὸς Ἀπόλλωνος: καλεῖται δὲ ὅ τε λόφος καὶ ὁθεὸς Ἰσμήνιος, παραρρέοντος τοῦ ποταμοῦ ταύτῃ τοῦ Ἰσμηνοῦ. πρῶτα μὲν δὴ λίθουκατὰ τὴν ἔσοδόν ἐστιν Ἀθηνᾶ καὶ Ἑρμῆς, ὀνομαζόμενοι Πρόναοι: ποιῆσαι δὲ αὐτὸνΦειδίας, τὴν δὲ Ἀθηνᾶν λέγεται Σκόπας: μετὰ δὲ ὁ ναὸς ᾠκοδόμηται. τὸ δὲ ἄγαλμαμεγέθει τε ἴσον τῷ ἐν Βραγχίδαις ἐστὶ καὶ τὸ εἶδος οὐδὲν διαφόρως ἔχον: ὅστις δὲ τῶνἀγαλμάτων τούτων τὸ ἕτερον εἶδε καὶ τὸν εἰργασμένον ἐπύθετο, οὐ μεγάλη οἱ σοφίακαὶ τὸ ἕτερον θεασαμένῳ Κανάχου ποίημα ὂν ἐπίστασθαι. διαφέρουσι δὲ τοσόνδε: ὁμὲν γὰρ ἐν Βραγχίδαις χαλκοῦ, ὁ δὲ Ἰσμήνιός ἐστι κέδρου. [3] ἔστι δ᾽ ἐνταῦθα λίθοςἐφ᾽ ᾧ Μαντώ φασι τὴν Τειρεσίου καθέζεσθαι. οὗτος μὲν πρὸ τῆς ἐσόδου κεῖται, καί οἱτὸ ὄνομά ἐστι καὶ ἐς ἡμᾶς ἔτι Μαντοῦς δίφρος: ἐν δεξιᾷ δὲ τοῦ ναοῦ λίθουπεποιημένας εἰκόνας Ἡνιόχης εἶναι, τὴν δὲ Πύρρας λέγουσι, θυγατέρας δὲ αὐτὰςεἶναι Κρέοντος, ὃς ἐδυνάστευεν ἐπιτροπεύων Λαοδάμαντα τὸν Ἐτεοκλέους. [4] τόδεγε καὶ ἐς ἐμὲ ἔτι γινόμενον οἶδα ἐν Θήβαις: τῷ Ἀπόλλωνι τῷ Ἰσμηνίῳ παῖδα οἴκου τεδοκίμου καὶ αὐτὸν εὖ μὲν εἴδους, εὖ δὲ ἔχοντα καὶ ῥώμης, ἱερέα ἐνιαύσιον ποιοῦσιν:ἐπίκλησις δέ ἐστίν οἱ δαφναφόρος, στεφάνους γὰρ φύλλων δάφνης φοροῦσιν οἱπαῖδες. εἰ μὲν οὖν πᾶσιν ὁμοίως καθέστηκεν ἀναθεῖναι δαφνηφορήσαντας χαλκοῦντῷ θεῷ τρίποδα, οὐκ ἔχω δηλῶσαι, δοκῶ δὲ οὐ πᾶσιν εἶναι νόμον: οὐ γὰρ δὴ πολλοὺςἑώρων αὐτόθι ἀνακειμένους: οἱ δ᾽ οὖν εὐδαιμονέστεροι τῶν παίδων ἀνατιθέασιν.ἐπιφανὴς δὲ μάλιστα ἐπί τε ἀρχαιότητι καὶ τοῦ ἀναθέντος τῇ δόξῃ τρίπους ἐστὶνἈμφιτρύωνος ἀνάθημα ἐπὶ Ἡρακλεῖ δαφνηφορήσαντι. [5] ἀνωτέρω δὲ τοῦ Ἰσμηνίου τὴν κρήνην ἴδοις ἄν, ἥντινα Ἄρεώς φασιν ἱερὰν εἶναι καὶδράκοντα ὑπὸ τοῦ Ἄρεως ἐπιτετάχθαι φύλακα τῇ πηγῇ. πρὸς ταύτῃ τῇ κρήνῃ τάφοςἐστὶ Καάνθου: Μελίας δὲ ἀδελφὸν καὶ Ὠκεανοῦ παῖδα εἶναι Κάανθον λέγουσι,σταλῆναι δὲ ὑπὸ τοῦ πατρὸς ζητήσοντα ἡρπασμένην τὴν ἀδελφήν. ὡς δὲ Ἀπόλλωναεὑρὼν ἔχοντα τὴν Μελίαν οὐκ ἐδύνατο ἀφελέσθαι, πῦρ ἐτόλμησεν ἐς τὸ τέμενοςἐνεῖναι τοῦ Ἀπόλλωνος τοῦτο ὃ νῦν καλοῦσιν Ἰσμήνιον: καὶ αὐτὸν ὁ θεός, καθά φασινοἱ Θηβαῖοι, τοξεύει. [6] Καάνθου μὲν ἐνταῦθά ἐστι μνῆμα, Ἀπόλλωνι δὲ παῖδας ἐκΜελίας γενέσθαι λέγουσι Τήνερον καὶ Ἰσμηνόν: Τηνέρῳ μὲν Ἀπόλλων μαντικὴνδίδωσι, τοῦ δὲ Ἰσμηνίου τὸ ὄνομα ἔσχεν ὁ ποταμός. οὐ μὴν οὐδὲ τὰ πρότερα ἦνἀνώνυμος, εἰ δὴ καὶ Λάδων ἐκαλεῖτο πρὶν Ἰσμηνὸν γενέσθαι τὸν Ἀπόλλωνος. 11. ἐν ἀριστερᾷ δὲ τῶν πυλῶν, ἃς ὀνομάζουσιν Ἠλέκτρας, οἰκίας ἐστὶν ἐρείπια ἔνθαοἰκῆσαί φασιν Ἀμφιτρύωνα διὰ τὸν Ἠλεκτρύωνος θάνατον φεύγοντα ἐκ Τίρυνθος: καὶτῆς Ἀλκμήνης ἐστὶν ἔτι ὁ θάλαμος ἐν τοῖς ἐρειπίοις δῆλος. οἰκοδομῆσαι δὲ αὐτὸν τῷἈμφιτρύωνι Τροφώνιόν φασι καὶ Ἀγαμήδην, καὶ ἐπίγραμμα ἐπ᾽ αὐτῷ ἐπιγραφῆναιτόδε: “Ἀμφιτρύων ὅτ᾽ ἔμελλ᾽ ἀγαγέσθαι δεῦρο γυναῖκα Ἀλκμήνην, θάλαμόν γ᾽ εἱλίξατο τοῦτον ἑαυτῷ: Ἀγχάσιος δ᾽ ἐποίησε Τροφώνιος ἠδ᾽ Ἀγαμήδης. ” [2] τοῦτο μὲν ἐνταῦθα οἱ Θηβαῖοι γραφῆναι λέγουσιν: ἐπιδεικνύουσι δὲ Ἡρακλέουςτῶν παίδων τῶν ἐκ Μεγάρας μνῆμα, οὐδέν τι ἀλλοίως τὰ ἐς τὸν θάνατον λέγοντες ἢΣτησίχορος ὁ Ἱμεραῖος καὶ Πανύασσις ἐν τοῖς ἔπεσιν ἐποίησαν. Θηβαῖοι δὲ καὶ τάδεἐπιλέγουσιν, ὡς Ἡρακλῆς ὑπὸ τῆς μανίας καὶ Ἀμφιτρύωνα ἔμελλεν ἀποκτιννύναι,πρότερον δὲ ἄρα ὕπνος ἐπέλαβεν αὐτὸν ὑπὸ τοῦ λίθου τῆς πληγῆς: Ἀθηνᾶν δὲ εἶναιτὴν ἐπαφεῖσάν οἱ τὸν λίθον τοῦτον ὅντινα Σωφρονιστῆρα ὀνομάζουσιν. [3] ἐνταῦθάεἰσιν ἐπὶ τύπου γυναικῶν εἰκόνες: ἀμυδρότερα ἤδη τὰ ἀγάλματα: ταύτας καλοῦσιν οἱΘηβαῖοι Φαρμακίδας, πεμφθῆναι δὲ ὑπὸ τῆς Ἤρας φασὶν ἐμπόδια εἶναι ταῖς ὠδῖσινἈλκμήνης. αἱ μὲν δὴ ἐπεῖχον Ἀλκμήνην μὴ τεκεῖν: Τειρεσίου δὲ θυγατρὶ Ἱστορίδισόφισμα ἔπεισιν ἐς τὰς Φαρμακίδας, ἐς ἐπήκοον αὐτῶν ὀλολύξαι, τετοκέναι γὰρ τὴνἈλκμήνην: οὕτω τὰς μὲν ἀπατηθείσας ἀπελθεῖν, τὴν δὲ Ἀλκμήνην τεκεῖν φασιν. [4] ἐνταῦθα Ἡρακλεῖόν ἐστιν, ἄγαλμα δὲ τὸ μὲν λίθου λευκοῦ Πρόμαχος καλούμενον,ἔργον δὲ Ξενοκρίτου καὶ Εὐβίου Θηβαίων: τὸ δὲ ξόανον τὸ ἀρχαῖον Θηβαῖοί τε εἶναιΔαιδάλου νενομίκασι καὶ αὐτῷ μοι παρίστατο ἔχειν οὕτω. τοῦτον ἀνέθηκεν αὐτός, ὡςλέγεται, Δαίδαλος ἐκτίνων εὐεργεσίας χάριν. ἡνίκα γὰρ ἔφευγεν ἐκ Κρήτης πλοῖα οὐμεγάλα αὑτῷ καὶ τῷ παιδὶ Ἰκάρῳ ποιησάμενος, πρὸς δὲ καὶ ταῖς ναυσίν, ὃ μή πω τοῖςτότε ἐξεύρητο, ἱστία ἐπιτεχνησάμενος, ὡς τοῦ Μίνω ναυτικοῦ τὴν εἰρεσίαν φθάνοιενἐπιφόρῳ τῷ ἀνέμῳ χρώμενοι, τότε αὐτὸς μὲν σώζεται Δαίδαλος, [5] Ἰκάρῳ δὲκυβερνῶντι ἀμαθέστερον ἀνατραπῆναι τὴν ναῦν λέγουσιν: ἀποπνιγέντα δὲἐξήνεγκεν ὁ κλύδων ἐς τὴν ὑπὲρ Σάμου νῆσον ἔτι οὖσαν ἀνώνυμον. ἐπιτυχὼν δὲ Ἡρακλῆς γνωρίζει τὸν νεκρόν, καὶ ἔθαψεν ἔνθα καὶ νῦν ἔτι αὐτῷ χῶμαοὐ μέγα ἐπὶ ἄκρας ἐστὶν ἀνεχούσης ἐς τὸ Αἰγαῖον. ἀπὸ δὲ τοῦ Ἰκάρου τούτου ὄνομα ἥτε νῆσος καὶ ἡ περὶ αὐτὴν θάλασσα ἔσχηκε. [6] Θηβαίοις δὲ τὰ ἐν τοῖς ἀετοῖςΠραξιτέλης ἐποίησε τὰ πολλὰ τῶν δώδεκα καλουμένων ἄθλων: καί σφισι τὰ ἐς τὰςὄρνιθας ἐνδεῖ τὰς ἐπὶ Στυμφάλῳ καὶ ὡς ἐκάθηρεν Ἡρακλῆς τὴν Ἠλείαν χώραν, ἀντὶτούτων δὲ ἡ πρὸς Ἀνταῖον πάλη πεποίηται. Θρασύβουλος δὲ ὁ Λύκου καὶ Ἀθηναίων οἱσὺν αὐτῷ τυραννίδα τὴν τῶν τριάκοντα καταλύσαντες—ὁρμηθεῖσι γάρ σφισιν ἐκΘηβῶν ἐγένετο ἡ κάθοδος—Ἀθηνᾶν καὶ Ἡρακλέα κολοσσοὺς ἐπὶ λίθου τύπου τοῦΠεντελῆσιν, ἔργα δὲ Ἀλκαμένους, ἀνέθηκαν ἐς τὸ Ἡρακλεῖον. [7] τοῦ δὲ Ἡρακλείου γυμνάσιον ἔχεται καὶ στάδιον, ἀμφότερα ἐπώνυμα τοῦ θεοῦ. ὑπὲρδὲ τὸν Σωφρονιστῆρα λίθον βωμός ἐστιν Ἀπόλλωνος ἐπίκλησιν Σποδίου, πεποίηταιδὲ ἀπὸ τῆς τέφρας τῶν ἱερείων. μαντικὴ δὲ καθέστηκεν αὐτόθι ἀπὸ κληδόνων, ᾗ δὴ καὶΣμυρναίους μάλιστα Ἑλλήνων χρωμένους οἶδα: ἔστι γὰρ καὶ Σμυρναίοις ὑπὲρ τὴνπόλιν κατὰ τὸ ἐκτὸς τοῦ τείχους Κληδόνων ἱερόν. 12. τῷ δὲ Ἀπόλλωνι Θηβαῖοι τῷ Σποδίῳ ταύρους ἔθυον τὸ ἀρχαῖον: καί ποτε παρούσηςσφίσι τῆς ἑορτῆς ἥ τε ὥρα κατήπειγε τῆς θυσίας καὶ οἱ πεμφθέντες ἐπὶ τὸν ταῦρονοὐχ ἧκον: οὕτω δὴ παρατυχούσης ἁμάξης τὸν ἕτερον τῶν βοῶν τῷ θεῷ θύουσι καὶ ἀπ᾽ἐκείνου ἐργάτας βοῦς θύειν νομίζουσι. λέγεται δὲ καὶ ὅδε ὑπ᾽ αὐτῶν λόγος, ὡςἀπιόντι ἐκ Δελφῶν Κάδμῳ τὴν ἐπὶ Φωκέων βοῦς γένοιτο ἡγεμὼν τῆς πορείας, τὴν δὲβοῦν ταύτην παρὰ βουκόλων εἶναι τῶν Πελάγοντος ὠνητήν: ἐπὶ δὲ ἑκατέρᾳ τῆς βοὸςπλευρᾷ σημεῖον ἐπεῖναι λευκὸν εἰκασμένον κύκλῳ τῆς σελήνης, ὁπότε εἴη πλήρης. [2]ἔδει δὲ ἄρα Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἐνταῦθα οἰκῆσαι κατὰ τοῦ θεοῦ τὴνμαντείαν, ἔνθα ἡ βοῦς ἔμελλε καμοῦσα ὀκλάσειν: ἀποφαίνουσιν οὖν καὶ τοῦτο τὸχωρίον. ἐνταῦθα ἔστι μὲν ἐν ὑπαίθρῳ βωμὸς καὶ ἄγαλμα Ἀθηνᾶς: ἀναθεῖναι δὲ αὐτὸΚάδμον λέγουσι. τοῖς οὖν νομίζουσιν ἐς γῆν ἀφικέσθαι Κάδμον τὴν ΘηβαΐδαΑἰγύπτιον καὶ οὐ Φοίνικα ὄντα, ἔστιν ἐναντίον τῷ λόγῳ τῆς Ἀθηνᾶς ταύτης τὸ ὄνομα,ὅτι Ὄγγα κατὰ γλῶσσαν τὴν Φοινίκων καλεῖται καὶ οὐ Σάις κατὰ τὴν Αἰγυπτίωνφωνήν. [3] φασὶ δὲ οἱ Θηβαῖοι, καθότι τῆς ἀκροπόλεως ἀγορά σφισιν ἐφ᾽ ἡμῶνπεποίηται, Κάδμου τὸ ἀρχαῖον οἰκίαν εἶναι: θαλάμων δὲ ἀποφαίνουσι τοῦ μὲνἉρμονίας ἐρείπια καὶ ὃν Σεμέλης φασὶν εἶναι, τοῦτον δὲ καὶ ἐς ἡμᾶς ἔτι ἄβατονφυλάσσουσιν ἀνθρώποις. Ἑλλήνων δὲ τοῖς ἀποδεχομένοις ᾆσαι Μούσας ἐς τὸνἉρμονίας γάμον τὸ χωρίον ἐστὶν ἐπὶ τῆς ἀγορᾶς, ἔνθα δή φασι τὰς θεὰς ᾆσαι. [4]λέγεται δὲ καὶ τόδε, ὡς ὁμοῦ τῷ κεραυνῷ βληθέντι ἐς τὸν Σεμέλης θάλαμον πέσοιξύλον ἐξ οὐρανοῦ: Πολύδωρον δὲ τὸ ξύλον τοῦτο χαλκῷ λέγουσιν ἐπικοσμήσανταΔιόνυσον καλέσαι Κάδμον. πλησίον δὲ Διονύσου ἄγαλμα, καὶ τοῦτο Ὀνασιμήδηςἐποίησε δι᾽ ὅλου πλῆρες ὑπὸ τοῦ χαλκοῦ: τὸν βωμὸν δὲ οἱ παῖδες εἰργάσαντο οἱΠραξιτέλους. [5] ἀνδριάς τέ ἐστι Προνόμου ἀνδρὸς αὐλήσαντος ἐπαγωγότατα ἐς τοὺς πολλούς. τέωςμέν γε ἰδέας αὐλῶν τρεῖς ἐκτῶντο οἱ αὐληταὶ καὶ τοῖς μὲν αὔλημα ηὔλουν τὸ Δώριον,διάφοροι δὲ αὐτοῖς ἐς ἁρμονίαν τὴν Φρύγιον ἐπεποίηντο οἱ αὐλοί, τὸ δὲ καλούμενονΛύδιον ἐν αὐλοῖς ηὐλεῖτο ἀλλοίοις: Πρόνομος δὲ ἦν ὃς πρῶτος ἐπενόησεν αὐλοὺς ἐςἅπαν ἁρμονίας εἶδος ἔχοντας ἐπιτηδείως, πρῶτος δὲ διάφορα ἐς τοσοῦτο μέλη ἐπ᾽αὐλοῖς ηὔλησε τοῖς αὐτοῖς. [6] λέγεται δὲ ὡς καὶ τοῦ προσώπου τῷ σχήματι καὶ τῇ τοῦπαντὸς κινήσει σώματος περισσῶς δή τι ἔτερπε τὰ θέατρα: καί οἱ καὶ ᾆσμαπεποιημένον ἐστὶ ἐς προσόδιον ἐς Δῆλον τοῖς ἐπ᾽ Εὐρίπῳ Χαλκιδεῦσι. τοῦτόν τε οὖνἐνταῦθα οἱ Θηβαῖοι καὶ Ἐπαμινώνδαν τὸν Πολύμνιδος ἀνέθεσαν. 13. τῷ δ᾽ Ἐπαμινώνδᾳ τὰ μὲν τῶν προγόνων ὑπῆρχεν ἐς γένους δόξαν, ὁ δέ οἱ πατὴρχρημάτων ἕνεκα μέσου ἀνδρὸς ἀπέδει Θηβαίου: διδάγματα δὲ αὐτοῖς τά τε ἐπιχώριαἔμαθεν ἐς τὸ ἀκριβέστατον καὶ ὡς ἤδη μειράκιον ἦν ἐφοίτησεν ὡς Λῦσιν, ἄνδρα γένοςμὲν Ταραντῖνον, ἐπιστάμενον δὲ τοὺς Πυθαγόρου τοῦ Σαμίου λόγους. λέγεται δὲ ὁἘπαμινώνδας, ἡνίκα ἐπολέμουν Λακεδαιμόνιοι Μαντινεῦσι, πεμφθῆναι σὺν ἄλλοιςἀνδράσιν ἐκ Θηβῶν Λακεδαιμονίοις ἐπαμύνειν: ἔχοντα δὲ τραύματα ἐν τῇ μάχῃΠελοπίδαν ἐξέσωσεν ἐς ἅπαν ἀφικόμενος κινδύνου. [2] χρόνῳ δὲ ὕστερον κατὰπρεσβείαν ἐς Σπάρτην ἥκοντα Ἐπαμινώνδαν, ὅτε Λακεδαιμόνιοι συντίθεσθαι τοῖςἝλλησιν ἔφασαν εἰρήνην τὴν ἐπὶ Ἀνταλκίδου καλουμένην, τηνικαῦτα Ἐπαμινώνδανἤρετο Ἀγησίλαος, εἰ κατὰ πόλιν ὀμνύναι Βοιωτοὺς ἐάσουσιν ὑπὲρ τῆς εἰρήνης: ‘οὐπρότερόν γε’ εἶπεν ‘ὦ Σπαρτιᾶται, πρὶν ἢ καὶ τοὺς περιοίκους ὀμνύοντας κατὰ πόλινἴδωμεν τοὺς ὑμετέρους’. [3] ὡς δὲ ὁ Λακεδαιμονίων καὶ Θηβαίων ἐξῆρτο ἤδη πόλεμοςκαὶ οἱ Λακεδαιμόνιοι δυνάμει καὶ αὑτῶν καὶ τῶν συμμάχων ἐπὶ τοὺς Θηβαίους ᾔεσαν,Ἐπαμινώνδας μὲν ἔχων τοῦ στρατοῦ μοῖραν ἀντεκάθητο ὑπὲρ τῆς Κηφισίδος λίμνηςὡς ποιησομένων ταύτῃ Πελοποννησίων τὴν ἐσβολήν, Κλεόμβροτος δὲ ὁΛακεδαιμονίων βασιλεὺς ἐπὶ Ἀμβρόσσου τρέπεται τῆς Φωκέων: ἀποκτείνας δὲΧαιρέαν, ὃς φυλάσσειν διετέτακτο τὰς παρόδους, καὶ ἄλλους τοὺς σὺν αὐτῷΘηβαίους, ὑπερέβη καὶ ἐς Λεῦκτρα ἀφικνεῖται τὰ Βοιώτια. [4] ἐνταῦθα καὶ αὐτῷΚλεομβρότῳ καὶ Λακεδαιμονίων τῷ κοινῷ σημεῖα ἐγένετο ἐκ τοῦ θεοῦ. τοῖςβασιλεῦσιν αὐτῶν ἐς τὰς ἐξόδους πρόβατα εἵπετο θεοῖς τε εἶναι θυσίας καὶ πρὸ τῶνἀγώνων καλλιερεῖν: ταῖς δὲ ποίμναις ἡγεμόνες τῆς πορείας ἦσαν αἶγες, κατοιάδας οἱποιμένες ὀνομάζουσιν αὐτάς. τότε οὖν ὁρμήσαντες ἐς τὴν ποίμνην λύκοι τοῖς μὲνπροβάτοις ἐγίνοντο οὐδὲν βλάβος, οἱ δὲ τὰς αἶγας τὰς κατοιάδας ἔκτεινον. [5] ἐλέγετοδὲ καὶ μήνιμα ἐς τοὺς Λακεδαιμονίους ἐκ τῶν θυγατέρων εἶναι τῶν Σκεδάσου.Σκεδάσῳ γὰρ περὶ Λεῦκτρα οἰκοῦντι θυγατέρες Μολπία γίνεται καὶ Ἱππώ: ταύτας ἐςὥραν ἤδη προηκούσας Λακεδαιμονίων ἄνδρες βιάζονται παρὰ θέμιδας καὶΦρουραρχίδας καὶ Παρθένιος. καὶ αἵ τε παρθένοι παραυτίκα—οὐ γάρ σφισιν ἀνεκτὰἐφαίνετο εἶναι τὰ τῆς ὕβρεως—ἀπάγχουσιν αὑτάς: καὶ ὁ Σκέδασος, ὡς ἐςΛακεδαίμονα ἐλθόντι οὐδεμία ἐγένετο αὐτῷ δίκη, οὕτως ἐς τὰ Λεῦκτρα ἐπανήκωναὑτὸν διεργάζεται. [6] τότε δὲ ὁ Ἐπαμινώνδας Σκεδάσῳ καὶ ταῖς παισὶν ἐνήγιζέ τε καὶεὔχετο, ὡς οὐ μᾶλλον ὑπὲρ σωτηρίας Θηβαίων ἢ καὶ τιμωρίας ἐκείνων τὸν ἀγῶναἐσόμενον. τῶν δὲ βοιωταρχούντων οὐ κατὰ ταὐτὰ ἐγίνοντο αἱ γνῶμαι, διεστηκυῖαι δὲπολὺ ἀπ᾽ ἀλλήλων: Ἐπαμινώνδᾳ μὲν γὰρ ἤρεσκε καὶ Μάλγιδι καὶ Ξενοκράτει κατὰτάχος πρὸς τοὺς Λακεδαιμονίους ποιεῖσθαι μάχην, Δαμοκλείδας δὲ καὶ Δαμόφιλος καὶΣιμάγγελος συμβάλλειν μὲν οὐκ εἴων, ἐκέλευον δὲ ὑπεκθεμένους ἐς τὴν Ἀττικὴνγυναῖκας καὶ παῖδας ὡς πολιορκησομένους αὐτοὺς παρασκευάζεσθαι. [7] τῶν μὲν δὴἓξ ἐς τοσοῦτον ἦν κεχωρισμένα τὰ βουλεύματα: προσγενομένης δὲ ψήφου τοῖς περὶτὸν Ἐπαμινώνδαν τοῦ ἑβδόμου τῶν Βοιωταρχῶν, ὃς ἐφρούρει μὲν τὴν κατὰ τὸνΚιθαιρῶνα ἐσβολήν, ὄνομα δὲ ἦν οἱ Βραχυλλίδης, τούτου τοῦ ἀνδρός, ὡς ἐπανῆλθενἐς τὸ στρατόπεδον, προσθεμένου τοῖς περὶ τὸν Ἐπαμινώνδαν, τότε καὶ πᾶσινἐδέδοκτο ἀγῶνι διακρίνεσθαι. [8] τῷ δὲ Ἐπαμινώνδᾳ καὶ ἐς ἄλλους Βοιωτῶν ὕποπταἦν, ἐς δὲ τοὺς Θεσπιεῖς καὶ περισσότερον: δείσας οὖν μὴ σφᾶς παρὰ τὸ ἔργονπροδῶσιν, ἀποχώρησιν παρεῖχεν ἀπὸ στρατοπέδου τοῖς ἐθέλουσιν οἴκαδε: καὶ οἱΘεσπιεῖς τε ἀπαλλάσσονται πανδημεὶ καὶ εἴ τισιν ἄλλοις Βοιωτῶν ὑπῆν δύσνοια ἐςτοὺς Θηβαίους. [9] ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα οἱ σύμμαχοι τῶνΛακεδαιμονίων ἅτε αὐτοῖς καὶ τὸν πρὸ τοῦ χρόνον οὐκ ἀρεσκόμενοι τὸ ἔχθος μάλισταἐπεδείκνυντο, οὔτε κατὰ χώραν μένειν ἐθέλοντες, ἐνδιδόντες δὲ ὅπῃ σφίσιν οἱπολέμιοι προσφέροιντο. αὐτοὺς δὲ Λακεδαιμονίους καὶ Θηβαίους ἐξ ἴσου καθίστητοὺς μὲν ἐμπειρία τε ἡ προϋπάρχουσα καὶ ἅμα αἰδουμένους μὴ καταλῦσαι τῆςΣπάρτης τὸ ἀξίωμα, Θηβαῖοι δὲ ὑπὲρ τῆς πατρίδος καὶ πρὸ γυναικῶν καὶ παίδων τὸνκίνδυνον ἐφεστηκότα ἑώρων. [10] ὡς δὲ ἄλλοι τε Λακεδαιμονίων τῶν ἐν τέλει καὶ ὁβασιλεὺς ἐτεθνήκει Κλεόμβροτος, ἐνταῦθα καὶ τοὺς Σπαρτιάτας καὶταλαιπωρουμένους ἐπελάμβανεν ἀνάγκη μὴ ἐνδιδόναι: παρὰ γὰρ τοῖς Λακεδαιμονίοιςαἴσχιστον ἐδέδοκτο εἶναι βασιλέως νεκρὸν ἐπὶ ἀνδράσι πολεμίοις γενόμενονπεριοφθῆναι. [11] Θηβαίοις μὲν ἡ νίκη κατείργαστο ἐπιφανέστατα πασῶν ὁπόσας κατὰ Ἑλλήνωνἀνείλοντο Ἕλληνες: Λακεδαιμόνιοι δὲ ἐς τὴν ὑστεραίαν τοὺς τεθνεῶτας διενοοῦντοὡς θάψοντες καὶ ἀποστέλλουσι κήρυκα ἐς τοὺς Θηβαίους. Ἐπαμινώνδας δέ,ἐπιστάμενος ὡς ἐπικρύπτεσθαι τὰς συμφορὰς ἀεί ποτε οἱ Λακεδαιμόνιοι πεφύκασιν,ἔφασκεν ἀναίρεσιν τῶν νεκρῶν προτέροις αὐτῶν διδόναι τοῖς συμμάχοις, ἐπὶ δὲἐκείνοις ἀνελομένοις οὕτω καὶ τοὺς Λακεδαιμονίους ἠξίου θάπτειν τοὺς αὑτῶν. [12]ὡς δὲ τῶν συμμάχων οἱ μὲν οὐδὲ ἀρχὴν ἀνῃροῦντο ἅτε οὐ τεθνεῶτός σφισιν οὐδενός,τῶν δὲ ὀλίγον ἐφαίνετο εἶναι τὸ διεφθαρμένον, οὕτω Λακεδαιμόνιοί τε ἔθαπτον τοὺςαὑτῶν καὶ ἤδη Σπαρτιάτας ἐξελήλεγκτο εἶναι τοὺς κειμένους. ἀπέθανον δὲ Θηβαίωντε καὶ ὅσοι παρέμειναν Βοιωτῶν ἑπτὰ καὶ τεσσαράκοντα ἄνδρες, Λακεδαιμονίων δὲαὐτῶν πλείους ἢ χίλιοι. 14. τὸ μὲν δὴ παραυτίκα ὁ Ἐπαμινώνδας μετὰ τὴν μάχην Πελοποννησίων τοῖς λοιποῖςἀπιέναι προειπὼν ἐπὶ τὰ οἰκεῖα Λακεδαιμονίους ἐν τοῖς Λεύκτροις εἶχενἀπειλημμένους: ὡς δὲ ἤκουε τοὺς ἐκ τῆς πόλεως Σπαρτιάτας βοηθήσοντας τοῖςσφετέροις ἐς Λεῦκτρα ἰέναι πανδημεί, δίδωσιν οὕτω τοῖς ἀνδράσιν ἀπελθεῖνὑποσπόνδους ἔφη τε ἄμεινον ἔσεσθαι τὸν πόλεμόν σφισιν ἐκ Βοιωτῶν ἐς τὴνΛακεδαίμονα ἀπώσασθαι. [2] Θεσπιεῦσι δέ, ὑφορωμένοις τήν τε ἐξ ἀρχῆς ἐκ τῶνΘηβαίων δυσμένειαν καὶ τὴν ἐν τῷ παρόντι αὐτῶν τύχην, τὴν μὲν πόλιν ἔδοξενἐκλιπεῖν, ἀναφεύγειν δὲ ἐς Κερησσόν. ἔστι δὲ ἐχυρὸν χωρίον ὁ Κερησσὸς ἐν τῇΘεσπιέων, ἐς ὃ καὶ πάλαι ποτὲ ἀνεσκευάσαντο κατὰ τὴν ἐπιστρατείαν τὴνΘεσσαλῶν: οἱ Θεσσαλοὶ δὲ τότε, ὡς ἑλεῖν τὸν Κερησσόν σφισι πειρωμένοις ἐφαίνετοἐλπίδος κρεῖσσον, ἀφίκοντο ἐς Δελφοὺς παρὰ τὸν θεόν, καὶ [3] αὐτοῖς γίνεταιμάντευμα τοιόνδε:“Λεῦκτρά τέ μοι σκιόεντα μέλει καὶ Ἀλήσιον οὖδας, καί μοι τὼ Σκεδάσου μέλετον δυσπενθέε κούρα. ἔνθα μάχη πολύδακρυς ἐπέρχεται: οὐδέ τις αὐτήν φράσσεται ἀνθρώπων, πρὶν κούριον ἀγλαὸν ἥβην Δωριέες ὀλέσωσ᾽, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ. τουτάκι δ᾽ ἔστι Κερησσὸς ἁλώσιμος, ἄλλοτε δ᾽ οὐχί. ” [4] τότε δὲ ὁ Ἐπαμινώνδας ὡς τοὺς Θεσπιεῖς καταφεύγοντας ἐς τὸν Κερησσὸνἐξεῖλε, πρὸς τὰ ἐν Πελοποννήσῳ παραυτίκα ἔσπευδεν ἅτε καὶ τῶν Ἀρκάδωνπροθύμως μεταπεμπομένων. ἐλθὼν δὲ Ἀργείους μὲν προσελάβετο ἑκουσίουςσυμμάχους, Μαντινέας δὲ κατὰ κώμας ὑπὸ Ἀγησιπόλιδος διῳκισμένους ἐς τὴνἀρχαίαν συνήγαγεν αὖθις πόλιν: τὰ δὲ πολίσματα τὰ Ἀρκάδων ὁπόσα εἶχεν ἀσθενῶςκαταλῦσαι πείσας τοὺς Ἀρκάδας, πατρίδα ἐν κοινῷ σφισιν ᾤκισεν, ἣ Μεγάλη καὶ ἐςἡμᾶς ἔτι καλεῖται πόλις. [5] ὁ μὲν δὴ χρόνος βοιωταρχοῦντι Ἐπαμινώνδᾳ διήνυστο,τεθνάναι δὲ ἐτέτακτο ἐπιλαβόντα ἄνδρα τῆς ἀρχῆς: ὁ οὖν Ἐπαμινώνδας ὑπεριδὼν ὡςοὐκ ὄντα ἐν καιρῷ τὸν νόμον ἐβοιωτάρχει καὶ ἀφικόμενος τῷ στρατῷ πρὸς τὴνΣπάρτην, ὡς οὐκ ἀντεπῆγεν Ἀγησίλαος μαχούμενος, οὕτω πρὸς τὸν οἰκισμὸντρέπεται Μεσσήνης. καὶ οἰκιστὴς Μεσσηνίοις τοῖς νῦν ἐστιν Ἐπαμινώνδας: καί μοι τὰἐς τὸν οἰκισμὸν ἐδήλωσε τὰ ἐς αὐτοὺς ἔχοντα Μεσσηνίους. [6] ἐν τούτῳ δὲ οἱ τῶνΘηβαίων σύμμαχοι κατέτρεχον διασκεδασθέντες χώραν τὴν Λακωνικὴν καὶ ἥρπαζοντὰ ἐξ αὐτῆς: τοῦτο Ἐπαμινώνδᾳ παρέστησεν ὀπίσω Θηβαίους ἐς Βοιωτίαν ἀπαγαγεῖν.καὶ ὡς προϊὼν τῷ στρατῷ κατὰ Λέχαιον ἐγίνετο καὶ διεξιέναι τῆς ὁδοῦ τὰ στενὰ καὶδύσβατα ἔμελλεν, Ἰφικράτης ὁ Τιμοθέου πελταστὰς καὶ ἄλλην Ἀθηναίων ἔχωνδύναμιν ἐπιχειρεῖ τοῖς Θηβαίοις. [7] Ἐπαμινώνδας δὲ τοὺς ἐπιθεμένους τρέπεται καὶπρὸς αὐτὸ ἀφικόμενος Ἀθηναίων τὸ ἄστυ, ὡς ἐπεξιέναι μαχουμένους τοὺς Ἀθηναίουςἐκώλυεν Ἰφικράτης, ὁ δὲ αὖθις ἐς τὰς Θήβας ἀπήλαυνε. καὶ δίκην μὲν ἔφυγεν ὑπὲρθανάτου, διότι ἐβοιωτάρχησεν ἐξήκοντος ἤδη τοῦ χρόνου: λέγονται δὲ οἱ δικάζεινλαχόντες οὐδὲ ἀρχὴν περὶ αὐτοῦ θέσθαι τὴν ψῆφον. 15. μετὰ δὲ ταῦτα ἐν Θεσσαλίᾳ δυναστεύων Ἀλέξανδρος Πελοπίδαν ἐλθόντα—ἀφίκετοδὲ ὡς παρὰ ἄνδρα ἰδίᾳ τε εὔνουν αὑτῷ καὶ Θηβαίων φίλον τῷ κοινῷ— παραγενόμενονδὴ τὸν Πελοπίδαν ὁ Ἀλέξανδρος δήσας εἶχεν ὑπὸ ἀπιστίας τε καὶ ὕβρεως: Θηβαῖοι δὲἐπεξιέναι παραυτίκα ἐπὶ τὸν Ἀλέξανδρον ὥρμηντο. ἡγεμόνας μὲν οὖν τῆς ἐξόδουΚλεομένην καὶ Ὕπατον ἐποιήσαντο βοιωταρχοῦντας ἐν τῷ τότε: Ἐπαμινώνδᾳ δὲσυνέβαινεν ἐν τοῖς στρατευομένοις τετάχθαι. [2] γεγονυίας δὲ ἐκτὸς Πυλῶν οἱ τῆςδυνάμεως ἐπιτίθεταί σφισιν ἐν δυσχωρίαις λοχήσας ὁ Ἀλέξανδρος: ὡς δὲ ἐφαίνετοἄπορα εἶναι τὰ τῆς σωτηρίας, οὕτω δὴ ὅ τε λοιπὸς στρατὸς ἡγεμόνα ποιοῦνται τὸνἘπαμινώνδαν καὶ οἱ Βοιωτάρχαι παραχωροῦσιν ἑκουσίως τῆς ἀρχῆς: Ἀλέξανδρος δὲοὔτε ἔτι ἐθάρρει τὸν πόλεμον στρατηγοῦντα ὁρῶν τοῖς ἐναντίοις Ἐπαμινώνδαν καὶἑκὼν Πελοπίδαν ἀφίησιν. [3] ἐν ὅσῳ δὲ ἀπῆν ὁ Ἐπαμινώνδας, Ὀρχομενίους Θηβαῖοιποιοῦσιν ἀναστάτους ἐκ τῆς χώρας: συμφορὰν δὲ τὴν ἀνάστασιν τὴν Ὀρχομενίωνἐνόμιζεν ὁ Ἐπαμινώνδας καὶ οὔ ποτ᾽ ἂν ἐξεργασθῆναι τόλμημα τοιοῦτον αὐτοῦ γεπαρόντος ἔφασκεν ὑπὸ Θηβαίων. [4] ὡς δὲ βοιωταρχεῖν αὖθις ᾕρητο καὶ στρατῷΒοιωτῶν ἀφίκετο αὖθις ἐς Πελοπόννησον, ἐκράτησε μὲν περὶ ΛέχαιονΛακεδαιμονίους μάχῃ, σὺν δέ σφισιν Ἀχαιῶν Πελληνέας καὶ Ἀθηναίων οὓς Χαβρίαςἦγεν ἐξ Ἀθηνῶν. Θηβαίοις δὲ ἦν καθεστηκὸς τοὺς μὲν ἄλλους, ὁπόσους αἰχμαλώτουςἕλοιεν, ἀφιέναι χρημάτων, τοὺς δὲ ἐκ Βοιωτῶν φεύγοντας ζημιοῦν θανάτῳ: πόλισμαοὖν ἑλὼν Σικυωνίων Φοιβίαν, ἔνθα ἦσαν τὸ πολὺ οἱ Βοιώτιοι φυγάδες συνηγμένοι,ἀφίησι τοὺς ἐγκαταληφθέντας, ἄλλην σφίσιν ἣν ἔτυχε πατρίδα ἐπονομάζων ἑκάστῳ.[5] ὡς δὲ ἀφίκετο πρὸς Μαντίνειαν τῇ στρατιᾷ, νικῶν καὶ τότε ὑπὸ ἀνδρὸς ἀπέθανενἈθηναίου: καὶ Ἀθήνῃσιν ἐν ἱππέων μάχῃ τὸν Ἐπαμινώνδαν ὁ ἀνὴρ οὗτος γέγραπταιφονεύων Γρύλος ὁ Ξενοφῶντος, Ξενοφῶντος δὴ τοῦ Κύρῳ ὁδοῦ μετασχόντος ἐπὶβασιλέα Ἀρταξέρξην καὶ ὀπίσω τοῖς Ἕλλησιν ἐπὶ θάλασσαν ἡγησαμένου. [6] τῷ δὲ ἀνδριάντι τοῦ Ἐπαμινώνδου καὶ ἐλεγεῖα ἔπεστιν ἄλλα τε ἐς αὐτὸν λέγοντα καὶὅτι Μεσσήνης γένοιτο οἰκιστὴς καὶ τοῖς Ἕλλησιν ὑπάρξειεν ἐλευθερία δι᾽ αὐτοῦ. καὶοὕτως ἔχει τὰ ἐλεγεῖα:“ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν, Μεσσήνη δ᾽ ἱερὴ τέκνα χρόνῳ δέχεται: Θήβης δ᾽ ὅπλοισιν Μεγάλη πόλις ἐστεφάνωται, αὐτόνομος δ᾽ Ἑλλὰς πᾶσ᾽ ἐν ἐλευθερίῃ. ” τούτῳ μὲν τοσαῦτα ἦν ἐς δόξαν: 16. οὐ πόρρω δέ ἐστι ναὸς Ἄμμωνος, καὶ τὸ ἄγαλμαἀνέθηκε μὲν Πίνδαρος, Καλάμιδος δέ ἐστιν ἔργον. ἀπέπεμψε δὲ ὁ Πίνδαρος καὶΛιβύης ἐς Ἀμμωνίους τῷ Ἄμμωνι ὕμνον: οὗτος καὶ ἐς ἐμὲ ἦν ὁ ὕμνος ἐν τριγώνῳστήλῃ παρὰ τὸν βωμόν, ὃν Πτολεμαῖος ὁ Λάγου τῷ Ἄμμωνι ἀνέθηκε. Θηβαίοις δὲμετὰ τοῦ Ἄμμωνος τὸ ἱερὸν οἰωνοσκοπεῖόν τε Τειρεσίου καλούμενον καὶ πλησίονΤύχης ἐστὶν ἱερόν: [2] φέρει μὲν δὴ Πλοῦτον παῖδα: ὡς δὲ Θηβαῖοι λέγουσι, χεῖρας μὲντοῦ ἀγάλματος καὶ πρόσωπον Ξενοφῶν εἰργάσατο Ἀθηναῖος, Καλλιστόνικος δὲ τὰλοιπὰ ἐπιχώριος. σοφὸν μὲν δὴ καὶ τούτοις τὸ βούλευμα, ἐσθεῖναι Πλοῦτον ἐς τὰςχεῖρας ἅτε μητρὶ ἢ τροφῷ τῇ Τύχῃ, σοφὸν δὲ οὐχ ἧσσον τὸ Κηφισοδότου: καὶ γὰρ οὗτοςτῆς Εἰρήνης τὸ ἄγαλμα Ἀθηναίοις Πλοῦτον ἔχουσαν πεποίηκεν. [3] Ἀφροδίτης δὲ Θηβαίοις ξόανά ἐστιν οὕτω δὴ ἀρχαῖα ὥστε καὶ ἀναθήματα Ἁρμονίαςεἶναί φασιν αὐτά, ἐργασθῆναι δὲ αὐτὰ ἀπὸ τῶν ἀκροστολίων, ἃ ταῖς Κάδμου ναυσὶνἦν ξύλου πεποιημένα. καλοῦσι δὲ Οὐρανίαν, τὴν δὲ αὐτῶν Πάνδημον καὶἈποστροφίαν τὴν τρίτην: ἔθετο δὲ τῇ Ἀφροδίτῃ τὰς ἐπωνυμίας ἡ Ἁρμονία, τὴν μὲνΟὐρανίαν ἐπὶ ἔρωτι καθαρῷ καὶ [4] ἀπηλλαγμένῳ πόθου σωμάτων, Πάνδημον δὲ ἐπὶταῖς μίξεσι, τρίτα δὲ Ἀποστροφίαν, ἵνα ἐπιθυμίας τε ἀνόμου καὶ ἔργων ἀνοσίωνἀποστρέφῃ τὸ γένος τῶν ἀνθρώπων: πολλὰ γὰρ τὰ μὲν ἐν βαρβάροις ἠπίστατο ἡἉρμονία, τὰ δὲ καὶ παρ᾽ Ἕλλησιν ἤδη τετολμημένα, ὁποῖα καὶ ὕστερον ἐπὶ τῇἈδώνιδος μητρὶ καὶ ἐς Φαίδραν τε τὴν Μίνω καὶ ἐς τὸν Θρᾷκα Τηρέα ᾁδεται. [5] τὸ δὲ τῆς Δήμητρος ἱερὸν τῆς Θεσμοφόρου Κάδμου καὶ τῶν ἀπογόνων οἰκίαν ποτὲεἶναι λέγουσι: Δήμητρος δὲ ἄγαλμα ὅσον ἐς στέρνα ἐστὶν ἐν τῷ φανερῷ. καὶ ἀσπίδεςἐνταῦθα ἀνάκεινται χαλκαῖ: Λακεδαιμονίων δέ, ὁπόσοι τῶν ἐν τέλει περὶ Λεῦκτραἐτελεύτησαν, φασὶν εἶναι. [6] πρὸς δὲ ταῖς καλουμέναις πύλαις Προιτίσι θέατρον ᾠκοδόμηται, καὶ ἐγγυτάτω τοῦθεάτρου Διονύσου ναός ἐστιν ἐπίκλησιν Λυσίου: Θηβαίων γὰρ αἰχμαλώτους ἄνδραςἐχομένους ὑπὸ Θρᾳκῶν, ὡς ἀγόμενοι κατὰ τὴν Ἁλιαρτίαν ἐγίνοντο, ἔλυσεν ὁ θεὸς καὶἀποκτεῖναί σφισι τοὺς Θρᾷκας παρέδωκεν ὑπνωμένους. ἐνταῦθα οἱ Θηβαῖοι τὸ ἕτεροντῶν ἀγαλμάτων φασὶν εἶναι Σεμέλης: ἐνιαυτοῦ δὲ ἅπαξ ἑκάστου τὸ ἱερὸν ἀνοιγνύναιφασὶν ἐν ἡμέραις τακταῖς. [7] καὶ οἰκίας τῆς Λύκου τὰ ἐρείπια καὶ Σεμέλης μνῆμάἐστιν, Ἀλκμήνης δὲ οὐ μνῆμα: γενέσθαι δὲ αὐτὴν ὡς ἀπέθανε λίθον φασὶν ἐξἀνθρώπου, καὶ Μεγαρεῦσι τὰ ἐς αὐτὴν οὐχ ὁμολογοῦσι: διάφορα δὲ καὶ τὰ λοιπὰ ὡςτὸ πολὺ ἀλλήλοις λέγουσιν Ἕλληνες. Θηβαίοις δὲ ἐνταῦθα καὶ τὰ μνήματα πεποίηταιτῶν Ἀμφίονος παίδων, χωρὶς μὲν τῶν ἀρσένων, ἰδίᾳ δὲ ταῖς παρθένοις. 17. πλησίον δὲ Ἀρτέμιδος ναός ἐστιν Εὐκλείας: Σκόπα δὲ τὸ ἄγαλμα ἔργον. ταφῆναι δὲἐντὸς τοῦ ἱεροῦ θυγατέρας Ἀντιποίνου λέγουσιν Ἀνδρόκλειάν τε καὶ Ἀλκίδα.μελλούσης γὰρ πρὸς Ὀρχομενίους γίνεσθαι μάχης Θηβαίοις καὶ Ἡρακλεῖ, λόγιόνσφισιν ἦλθεν ἔσεσθαι τοῦ πολέμου κράτος ἀποθανεῖν αὐτοχειρίᾳ θελήσαντος, ὃς ἂντῶν ἀστῶν ἐπιφανέστατος κατὰ γένους ἀξίωμα ᾖ. Ἀντιποίνῳ μὲν οὖν—τούτῳ γὰρ τὰἐς τοὺς προγόνους μάλιστα ὑπῆρχεν ἔνδοξα—οὐχ ἡδὺ ἦν ἀποθνήσκειν πρὸ τοῦ δήμου,ταῖς δὲ Ἀντιποίνου θυγατράσιν ἤρεσκε: διεργασάμεναι δὲ αὑτὰς τιμὰς ἀντὶ τούτωνἔχουσι. [2] τοῦ ναοῦ δὲ τῆς Εὐκλείας Ἀρτέμιδος λέων ἐστὶν ἔμπροσθε λίθουπεποιημένος: ἀναθεῖναι δὲ ἐλέγετο Ἡρακλῆς Ὀρχομενίους καὶ τὸν βασιλέα αὐτῶνἘργῖνον τὸν Κλυμένου νικήσας τῇ μάχῃ. πλησίον δὲ Ἀπόλλων τέ ἐστιν ἐπίκλησινΒοηδρόμιος καὶ Ἀγοραῖος Ἑρμῆς καλούμενος, Πινδάρου καὶ τοῦτο ἀνάθημα. ἀπέχει δὲἡ πυρὰ τῶν Ἀμφίονος παίδων ἥμισυ σταδίου μάλιστα ἀπὸ τῶν τάφων: μένει δὲ ἡτέφρα καὶ ἐς τόδε ἔτι ἀπὸ τῆς πυρᾶς. [3] πλησίον δὲ Ἀμφιτρύωνος ἀνάθημα δύοἀγάλματα λίθινα λέγουσιν Ἀθηνᾶς ἐπίκλησιν Ζωστηρίας: λαβεῖν γὰρ τὰ ὅπλα αὐτὸνἐνταῦθα, ἡνίκα Εὐβοεῦσι καὶ Χαλκώδοντι ἔμελλεν ἀντιτάξεσθαι. τὸ δὲ ἐνδῦναι τὰὅπλα ἐκάλουν ἄρα οἱ παλαιοὶ ζώσασθαι: καὶ δὴ Ὅμηρον, Ἄρει τὸν Ἀγαμέμνοναποιήσαντα ἐοικέναι τὴν ζώνην, τῶν ὅπλων τὴν σκευήν φασιν εἰκάζειν. [4] Ζήθῳ δὲ μνῆμα καὶ Ἀμφίονι ἐν κοινῷ γῆς χῶμά ἐστιν οὐ μέγα. ὑφαιρεῖσθαι δὲἐθέλουσιν ἀπ᾽ αὐτοῦ τῆς γῆς οἱ Τιθορέαν ἐν τῇ Φωκίδι ἔχοντες, ἐθέλουσι δέ, ἐπειδὰντὸν ἐν τῷ οὐρανῷ ταῦρον ὁ ἥλιος διεξίῃ: τηνικαῦτα γὰρ ἢν ἀπ᾽ αὐτοῦ λαβόντες γῆν τῷἈντιόπης μνήματι περιάψωσι, Τιθορεεῦσιν οἴσει καρπὸν ἡ χώρα, Θηβαίοις δὲ οὐχὁμοίως. καὶ ἐπὶ τούτῳ φρουρὰν οἱ Θηβαῖοι τότε ἔχουσι τοῦ μνήματος. [5] ταῦτα δὲ αἱπόλεις αὗται πεπιστεύκασιν ἐκ χρησμῶν τῶν Βάκιδος, ἔστι γὰρ καὶ τάδε ἐν τοῖςχρησμοῖς: “ἀλλ᾽ ὁπόταν Τιθορεὺς Ἀμφίονί τε Ζήθῳ τε χύτλα καὶ εὐχωλὰς μειλίγματ᾽ ἐνὶ χθονὶ χεύῃ θελγομένου ταύροιο κλυτοῦ μένει ἠελίοιο, καὶ τότε δὴ πεφύλαξο πόλει κακὸν οὐκ ἀλαπαδνόν ἐρχόμενον: καρποὶ γὰρ ἀποφθινύθουσιν ἐν αὐτῇ γαίης δασσαμένων, Φώκου δ᾽ ἐπὶ σῆμα φερόντων. ” [6] Φώκου δὲ μνῆμα ὁ Βάκις εἴρηκεν ἐπὶ αἰτίᾳ τοιᾷδε. ἡ γυνὴ τοῦ Λύκου Διόνυσονθεῶν μάλιστα ἦγεν ἐν τιμῇ: παθούσης δὲ αὐτῆς τὰ λεγόμενα Διόνυσος νεμεσᾷ τῇἈντιόπῃ. ἐπίφθονοι δὲ ἀεί πως παρὰ θεῶν αἱ ὑπερβολαὶ τῶν τιμωριῶν εἰσι: λέγουσινἈντιόπην μανῆναι καὶ ἐκστᾶσαν τῶν φρενῶν κατὰ πᾶσαν πλανᾶσθαι τὴν Ἑλλάδα,Φῶκον δὲ τὸν Ὀρνυτίωνος τοῦ Σισύφου περιτυχεῖν αὐτῇ καὶ ἔχειν γυναῖκα ἰασάμενον:καὶ δὴ ὁ τάφος ἐν κοινῷ τῇ Ἀντιόπῃ καὶ Φώκῳ πεποίηται. [7] τοὺς δὲ παρὰ τὸἈμφίονος μνῆμα λίθους, οἳ κάτωθεν ὑποβέβληνται μηδὲ ἄλλως εἰργασμένοι πρὸς τὸἀκριβέστατον, ἐκείνας εἶναί φασι τὰς πέτρας αἳ τῇ ᾠδῇ τοῦ Ἀμφίονος ἠκολούθησαν:τοιαῦτα δὲ ἕτερα λέγεται καὶ περὶ Ὀρφέως, ὡς κιθαρῳδοῦντι ἕποιτο αὐτῷ τὰ θηρία.18. ἐκ Θηβῶν δὲ ὁδὸς ἐς Χαλκίδα κατὰ πύλας ταύτας ἐστὶ τὰς Προιτίδας. τάφος δὲ ἐπὶ τῇλεωφόρῳ δείκνυται Μελανίππου, Θηβαίων ἐν τοῖς μάλιστα ἀγαθοῦ τὰ πολεμικά: καὶἡνίκα ἐπεστράτευσαν οἱ Ἀργεῖοι, Τυδέα ὁ Μελάνιππος οὗτος καὶ ἀδελφῶν τῶνἈδράστου Μηκιστέα ἀπέκτεινε, καί οἱ καὶ αὐτῷ τὴν τελευτὴν ὑπὸ Ἀμφιαράουγενέσθαι λέγουσι. [2] τούτου δὲ ἐγγύτατα τρεῖς εἰσιν ἀργοὶ λίθοι: Θηβαίων δὲ οἱ τὰἀρχαῖα μνημονεύοντες Τυδέα φασὶν εἶναι τὸν ἐνταῦθα κείμενον, ταφῆναι δὲ αὐτὸνὑπὸ Μαίονος, καὶ ἐς μαρτυρίαν τοῦ λόγου παρέσχον τῶν ἐν Ἰλιάδι ἔπος “Τυδέος, ὃνΘήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει. ”Hom. Il. 14.114 [3] ἑξῆς δέ ἐστι τῶν Οἰδίποδος παίδων μνήματα: καὶ τὰ ἐπ᾽ αὐτοῖς δρώμενα οὐθεασάμενος πιστὰ ὅμως ὑπείληφα εἶναι. φασὶ γὰρ καὶ ἄλλοις οἱ Θηβαῖοι τῶνκαλουμένων ἡρώων καὶ τοῖς παισὶν ἐναγίζειν τοῖς Οἰδίποδος: τούτοις δὲ ἐναγιζόντωναὐτῶν τὴν φλόγα, ὡσαύτως δὲ καὶ τὸν ἀπ᾽ αὐτῆς καπνὸν διχῇ διίστασθαι. ἐμὲ δὲἐπηγάγοντο ὧν λέγουσιν ἐς πίστιν ἰδόντα ἄλλο τοιόνδε. [4] ἐν Μυσίᾳ τῇ ὑπὲρ Καΐκουπόλισμά ἐστι Πιονίαι, τὸν δὲ οἰκιστὴν οἱ ἐνταῦθα Πίονιν τῶν τινα ἀπογόνων τῶνἩρακλέους φασὶν εἶναι: μελλόντων δὲ ἐναγίζειν αὐτῷ καπνὸς αὐτόματος ἄνεισιν ἐκτοῦ τάφου. ταῦτα μὲν οὖν συμβαίνοντα εἶδον, Θηβαῖοι δὲ καὶ Τειρεσίου μνῆμαἀποφαίνουσι, πέντε μάλιστα καὶ δέκα ἀπωτέρω σταδίοις ἢ Οἰδίποδος τοῖς παισίνἐστιν ὁ τάφος: ὁμολογοῦντες δὲ καὶ οὗτοι συμβῆναι Τειρεσίᾳ τὴν τελευτὴν ἐν τῇἉλιαρτίᾳ, τὸ παρὰ σφίσιν ἐθέλουσιν εἶναι κενὸν μνῆμα. [5] ἔστι δὲ καὶ Ἕκτορος Θηβαίοις τάφος τοῦ Πριάμου πρὸς Οἰδιποδίᾳ καλουμένῃ κρήνῃ,κομίσαι δὲ αὐτοῦ τὰ ὀστᾶ ἐξ Ἰλίου φασὶν ἐπὶ τοιῷδε μαντεύματι:“Θηβαῖοι Κάδμοιοπόλιν καταναιετάοντες, αἴ κ᾽ ἐθέλητε πάτραν οἰκεῖν σὺν ἀμύμονι πλούτῳ, Ἕκτορος ὀστέα Πριαμίδου κομίσαντες ἐς οἴκους ἐξ Ἀσίης Διὸς ἐννεσίῃσ᾽ ἥρωα σέβεσθαι. ” [6] τῇ δὲ Οἰδιποδίᾳ κρήνῃ τὸ ὄνομα ἐγένετο, ὅτι ἐς αὐτὴν τὸ αἷμα ἐνίψατο Οἰδίπουςτοῦ πατρῴου φόνου. πρὸς δὲ τῇ πηγῇ τάφος ἐστὶν Ἀσφοδίκου: καὶ ὁ Ἀσφόδικος οὗτοςἀπέκτεινεν ἐν τῇ μάχῃ τῇ πρὸς Ἀργείους Παρθενοπαῖον τὸν Ταλαοῦ, καθὰ οἱ Θηβαῖοιλέγουσιν, ἐπεὶ τά γε ἐν Θηβαΐδι ἔπη τὰ ἐς τὴν Παρθενοπαίου τελευτὴν Περικλύμενοντὸν ἀνελόντα φησὶν εἶναι. 19. ἐπὶ ταύτῃ τῇ λεωφόρῳ χωρίον ἐστὶ Τευμησσός: Εὐρώπην δὲ ὑπὸ Διὸς κρυφθῆναίφασιν ἐνταῦθα. ἕτερος δὲ ἐς ἀλώπεκα ἐπίκλησιν Τευμησσίαν λόγος ἐστίν, ὡς ἐκμηνίματος Διονύσου τὸ θηρίον ἐπ᾽ ὀλέθρῳ τραφείη Θηβαίων, καὶ ὡς ὑπὸ τοῦ κυνός, ὃνΠρόκριδι τῇ Ἐρεχθέως ἔδωκεν Ἄρτεμις, ἁλίσκεσθαι μέλλουσα αὐτή τε λίθος ἐγένετοἡ ἀλώπηξ καὶ ὁ κύων οὗτος. καὶ Ἀθηνᾶς ἐν Τευμησσῷ Τελχινίας ἐστὶν ἱερὸν ἄγαλμαοὐκ ἔχον: ἐς δὲ τὴν ἐπίκλησιν αὐτῆς ἔστιν εἰκάζειν ὡς τῶν ἐν Κύπρῳ ποτὲ οἰκησάντωνΤελχίνων ἀφικομένη μοῖρα ἐς Βοιωτοὺς ἱερὸν ἱδρύσατο Ἀθηνᾶς Τελχινίας. [2] Τευμησσοῦ δὲ ἐν ἀριστερᾷ σταδίους προελθόντι ἑπτὰ Γλίσαντός ἐστιν ἐρείπια, πρὸ δὲαὐτῶν ἐν δεξιᾷ τῆς ὁδοῦ χῶμα οὐ μέγα ὕλῃ τε ἀγρίᾳ σύσκιον καὶ ἡμέροις δένδροις.ἐτάφησαν δὲ αὐτόθι οἱ μετὰ Αἰγιαλέως ποιησάμενοι τοῦ Ἀδράστου τὴν ἐς Θήβαςστρατείαν, ἄλλοι τε Ἀργείων τῶν ἐν τέλει καὶ Πρόμαχος ὁ Παρθενοπαίου: τῷ δὲΑἰγιαλεῖ γενέσθαι τὸ μνῆμα ἐν Παγαῖς πρότερον ἔτι ἐν τῇ συγγραφῇ τῇ Μεγαρίδιἐδήλωσα. [3] κατὰ δὲ τὴν ἐς Γλίσαντα εὐθεῖαν ἐκ Θηβῶν λίθοις χωρίον περιεχόμενονλογάσιν Ὄφεως καλοῦσιν οἱ Θηβαῖοι κεφαλήν, τὸν ὄφιν τοῦτον—ὅστις δὴ ἦν—ἀνασχεῖν ἐνταῦθα ἐκ τοῦ φωλεοῦ λέγοντες τὴν κεφαλήν, Τειρεσίαν δὲ ἐπιτυχόνταἀποκόψαι μαχαίρᾳ. τὸ μὲν δὴ χωρίον τοῦτο ἐπὶ λόγῳ καλεῖται τοιῷδε: ὑπὲρ δὲΓλίσαντός ἐστιν ὄρος Ὕπατος καλούμενον, ἐπὶ δὲ αὐτῷ Διὸς Ὑπάτου ναὸς καὶἄγαλμα: τὸν δὲ ποταμὸν τὸν χείμαρρον Θερμώδοντα ὀνομάζουσιν. ἀναστρέψαντι δὲἐπί τε Τευμησσὸν καὶ ὁδὸν τὴν ἐς Χαλκίδα Χαλκώδοντος μνῆμά ἐστιν, ὃς ἀπέθανενὑπὸ Ἀμφιτρύωνος μάχης πρὸς Θηβαίους Εὐβοεῦσι γενομένης. [4] ἑξῆς δὲ πόλεων ἐρείπιά ἐστιν Ἅρματος καὶ Μυκαλησσοῦ: καὶ τῇ μὲν τὸ ὄνομα ἐγένετοἀφανισθέντος, ὡς οἱ Ταναγραῖοί φασιν, ἐνταῦθα Ἀμφιαράῳ τοῦ ἅρματος καὶ οὐχ ὅπουλέγουσιν οἱ Θηβαῖοι: Μυκαλησσὸν δὲ ὁμολογοῦσιν ὀνομασθῆναι, διότι ἡ βοῦςἐνταῦθα ἐμυκήσατο ἡ Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἄγουσα ἐς Θήβας. ὅντινα δὲτρόπον ἐγένετο ἡ Μυκαλησσὸς ἀνάστατος, τὰ ἐς Ἀθηναίους ἔχοντα ἐδήλωσέ μοι τοῦλόγου. [5] πρὸς θάλασσαν δὲ τῆς Μυκαλησσοῦ Δήμητρος Μυκαλησσίας ἐστὶν ἱερόν:κλείεσθαι δὲ αὐτὸ ἐπὶ νυκτὶ ἑκάστῃ καὶ αὖθις ἀνοίγεσθαί φασιν ὑπὸ Ἡρακλέους, τὸνδὲ Ἡρακλέα εἶναι τῶν Ἰδαίων καλουμένων Δακτύλων. δείκνυται δὲ αὐτόθι καὶ θαῦματοιόνδε: πρὸ τοῦ ἀγάλματος τῶν ποδῶν τιθέασιν ὅσα ἐν ὀπώρᾳ πέφυκε γίνεσθαι,ταῦτα δὲ διὰ παντὸς μένει τεθηλότα τοῦ ἔτους. [6] τοῦ δὲ Εὐρίπου τὴν Εὔβοιαν κατὰ τοῦτο ἀπὸ τῆς Βοιωτῶν διείργοντος τῆς τε Δήμητροςἐν δεξιᾷ τὸ ἱερὸν τῆς Μυκαλησσίας καὶ ὀλίγον ἀπ᾽ αὐτοῦ προελθόντι ἐστὶν Αὐλίς:ὀνομασθῆναι δὲ ἀπὸ τῆς Ὠγύγου θυγατρός φασιν αὐτήν. ναὸς δὲ Ἀρτέμιδός ἐστινἐνταῦθα καὶ ἀγάλματα λίθου λευκοῦ, τὸ μὲν δᾷδας φέρον, τὸ δὲ ἔοικε τοξευούσῃ.φασὶ δὲ ἐπὶ τοῦ βωμοῦ μελλόντων ἐκ μαντείας τῆς Κάλχαντος Ἰφιγένειαν τῶνἙλλήνων θύειν, τὴν θεὸν ἀντ᾽ αὐτῆς ἔλαφον τὸ ἱερεῖον ποιῆσαι. [7] πλατάνου δέ, ἧςκαὶ Ὅμηρος ἐν Ἰλιάδι ἐποιήσατο μνήμην, τὸ ἔτι τοῦ ξύλου περιὸν φυλάσσουσιν ἐν τῷναῷ. λέγεται δὲ ὡς ἐν Αὐλίδι πνεῦμα τοῖς Ἕλλησιν οὐκ ἐγίνετο ἐπίφορον, φανέντοςδὲ ἐξαίφνης ἀνέμου σφίσιν οὐρίου θύειν τῇ Ἀρτέμιδι ὅ τι ἕκαστος εἶχε, θήλεά τε ἱερεῖακαὶ ἄρσενα ὁμοίως: καὶ ἀπ᾽ ἐκείνου διαμεμένηκεν ἐν Αὐλίδι πάντα τὰ ἱερεῖα εἶναιδόκιμα. δείκνυται δὲ καὶ ἡ πηγή, παρ᾽ ἣν ἡ πλάτανος ἐπεφύκει, καὶ ἐπὶ λόφου πλησίοντῆς Ἀγαμέμνονος σκηνῆς οὐδὸς χαλκοῦς: [8] φοίνικες δὲ πρὸ τοῦ ἱεροῦ πεφύκασιν,οὐκ ἐς ἅπαν ἐδώδιμον παρεχόμενοι καρπὸν ὥσπερ ἐν τῇ Παλαιστίνῃ, τοῦ δὲ ἐν Ἰωνίᾳτῶν φοινίκων καρποῦ πεπανώτερον. ἄνθρωποι δὲ ἐν τῇ Αὐλίδι οἰκοῦσιν οὐ πολλοί,γῆς δέ εἰσιν οὗτοι κεραμεῖς: νέμονται δὲ Ταναγραῖοι ταύτην τε τὴν χώραν καὶ ὅση περὶΜυκαλησσόν ἐστι καὶ Ἅρμα. 20. ἔστι δὲ τῆς Ταναγραίας ἐπὶ θαλάσσῃ καλούμενον Δήλιον: ἐν δὲ αὐτῷ καὶ Ἀρτέμιδοςκαὶ Λητοῦς ἐστιν ἀγάλματα. Ταναγραῖοι δὲ οἰκιστήν σφισι Ποίμανδρον γενέσθαιλέγουσι Χαιρησίλεω παῖδα τοῦ Ἰασίου τοῦ Ἐλευθῆρος, τὸν δ᾽ Ἀπόλλωνός τε καὶΑἰθούσης εἶναι τῆς Ποσειδῶνος. Ποίμανδρον δὲ γυναῖκά φασιν ἀγαγέσθαι Τάναγρανθυγατέρα Αἰόλου: Κορίννῃ δέ ἐστιν ἐς αὐτὴν πεποιημένα Ἀσωποῦ παῖδα εἶναι. [2]ταύτης τοῦ βίου προελθούσης ἐπὶ μακρότατον τοὺς περιοίκους φασὶν ἀφελόντας τὸὄνομα τήν τε γυναῖκα αὐτὴν καλεῖν Γραῖαν καὶ ἀνὰ χρόνον τὴν πόλιν: διαμεῖναί τε τὸὄνομα ἐς τοσοῦτον ὡς καὶ Ὅμηρον ἐν καταλόγῳ ποιῆσαι“Θέσπειαν Γραῖάν τε καὶεὐρύχορον Μυκαλησσόν. ”Hom. Il. 2.498χρόνῳ δὲ ὕστερον τὸ ὄνομα τὸ ἀρχαῖον ἀνεσώσαντο. [3] ἔστι δ᾽ Ὠρίωνος μνῆμα ἐν Τανάγρᾳ καὶ ὄρος Κηρύκιον, ἔνθα Ἑρμῆν τεχθῆναι λέγουσι,Πόλος τε ὀνομαζόμενον χωρίον: ἐνταῦθα Ἄτλαντα καθήμενον πολυπραγμονεῖν τά τεὑπὸ γῆς φασι καὶ τὰ οὐράνια, πεποιῆσθαι δὲ καὶ Ὁμήρῳ περὶ τούτου,“Ἄτλαντοςθυγάτηρ ὀλοόφρονος, ὅστε θαλάσσης πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτός μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. ”Hom. Od. 1.152 [4] ἐν δὲ τοῦ Διονύσου τῷ ναῷ θέας μὲν καὶ τὸ ἄγαλμα ἄξιον λίθου τε ὂν Παρίου καὶἔργον Καλάμιδος, θαῦμα δὲ παρέχεται μεῖζον ἔτι ὁ Τρίτων. ὁ μὲν δὴ σεμνότερος ἐςαὐτὸν λόγος τὰς γυναῖκάς φησι τὰς Ταναγραίων πρὸ τῶν Διονύσου ὀργίων ἐπὶθάλασσαν καταβῆναι καθαρσίων ἕνεκα, νηχομέναις δὲ ἐπιχειρῆσαι τὸν Τρίτωνα καὶτὰς γυναῖκας εὔξασθαι Διόνυσόν σφισιν ἀφικέσθαι βοηθόν, ὑπακοῦσαί τε δὴ τὸν θεὸνκαὶ τοῦ Τρίτωνος κρατῆσαι τῇ μάχῃ: [5] ὁ δὲ ἕτερος λόγος ἀξιώματι μὲν ἀποδεῖ τοῦπροτέρου, πιθανώτερος δέ ἐστι. φησὶ γὰρ δὴ οὗτος, ὁπόσα ἐλαύνοιτο ἐπὶ θάλασσανβοσκήματα, ὡς ἐλόχα τε ὁ Τρίτων καὶ ἥρπαζεν: ἐπιχειρεῖν δὲ αὐτὸν καὶ τῶν πλοίωντοῖς λεπτοῖς, ἐς ὃ οἱ Ταναγραῖοι κρατῆρα οἴνου προτιθέασιν αὐτῷ. καὶ τὸν αὐτίκαἔρχεσθαι λέγουσιν ὑπὸ τῆς ὀσμῆς, πιόντα δὲ ἐρρῖφθαι κατὰ τῆς ᾐόνος ὑπνωμένον,Ταναγραῖον δὲ ἄνδρα πελέκει παίσαντα ἀποκόψαι τὸν αὐχένα αὐτοῦ: καὶ διὰ τοῦτοοὐκ ἔπεστιν αὐτῷ κεφαλή. ὅτι δὲ μεθυσθέντα εἷλον, ἐπὶ τούτῳ ὑπὸ Διονύσουνομίζουσιν ἀποθανεῖν αὐτόν. 21. εἶδον δὲ καὶ ἄλλον Τρίτωνα ἐν τοῖς Ῥωμαίων θαύμασι, μεγέθει τοῦ παρὰ Ταναγραίοιςἀποδέοντα. παρέχονται δὲ ἰδέαν οἱ Τρίτωνες: ἔχουσιν ἐπὶ τῇ κεφαλῇ κόμην οἷα τὰβατράχια τὰ ἐν ταῖς λίμναις χρόαν τε καὶ ὅτι τῶν τριχῶν οὐκ ἂν ἀποκρίναις μίαν ἀπὸτῶν ἄλλων, τὸ δὲ λοιπὸν σῶμα φολίδι λεπτῇ πέφρικέ σφισι κατὰ ἰχθὺν ῥίνην. βράγχιαδὲ ὑπὸ τοῖς ὠσὶν ἔχουσι καὶ ῥῖνα ἀνθρώπου, στόμα δὲ εὐρύτερον καὶ ὀδόντας θηρίου:τὰ δὲ ὄμματα ἐμοὶ δοκεῖν γλαυκὰ καὶ χεῖρές εἰσιν αὐτοῖς καὶ δάκτυλοι καὶ ὄνυχες τοῖςἐπιθέμασιν ἐμφερεῖς τῶν κόχλων: ὑπὸ δὲ τὸ στέρνον καὶ τὴν γαστέρα οὐρά σφισινἀντὶ ποδῶν οἵα περ τοῖς δελφῖσίν ἐστιν. [2] εἶδον δὲ καὶ ταύρους τούς τε Αἰθιοπικούς,οὓς ἐπὶ τῷ συμβεβηκότι ὀνομάζουσι ῥινόκερως, ὅτι σφίσιν ἐπ᾽ ἄκρᾳ τῇ ῥινὶ ἓν ἑκάστῳκέρας καὶ ἄλλο ὑπὲρ αὐτὸ οὐ μέγα, ἐπὶ δὲ τῆς κεφαλῆς οὐδὲ ἀρχὴν κέρατά ἐστι, καὶτοὺς ἐκ Παιόνων—οὗτοι δὲ οἱ ἐκ Παιόνων ἔς τε τὸ ἄλλο σῶμα δασεῖς καὶ ἀμφὶ τὸστέρνον μάλιστά εἰσι καὶ τὴν γένυν—καμήλους τε Ἰνδικὰς χρῶμα εἰκασμέναςπαρδάλεσιν. [3] ἔστι δὲ ἄλκη καλούμενον θηρίον, εἶδος μὲν ἐλάφου καὶ καμήλουμεταξύ, γίνεται δὲ ἐν τῇ Κελτῶν γῇ. θηρίων δὲ ὧν ἴσμεν μόνην ἀνιχνεῦσαι καὶπροϊδεῖν οὐκ ἔστιν ἀνθρώπῳ, σταλεῖσι δὲ ἐς ἄγραν ἄλλων καὶ τήνδε ἐς χεῖρά ποτεδαίμων ἄγει: ὀσφρᾶται μὲν γὰρ ἀνθρώπου καὶ πολὺ ἔτι ἀπέχουσα, ὥς φασι,καταδύεται δὲ ἐς φάραγγας καὶ σπήλαια τὰ βαθύτατα. οἱ θηρεύοντες οὖν, ὁπότε ἐπὶβραχύτατον, σταδίων τὴν πεδιάδα χιλίων ἢ καὶ ὄρος περιλαβόντες, τὸν κύκλον μὲνοὐκ ἔστιν ὅπως διαλύσουσιν, ἐπισυνιόντες δὲ ἀεὶ τὰ ἐντὸς γινόμενα τοῦ κύκλουπάντα αἱροῦσι τά τε ἄλλα καὶ τὰς ἄλκας: εἰ δὲ μὴ τύχοι ταύτῃ φωλεύουσα, ἑτέρα γεἄλκην ἑλεῖν ἐστιν οὐδεμία μηχανή. [4] θηρίον δὲ τὸ ἐν τῷ Κτησίου λόγῳ τῷ ἐς Ἰνδοὺς—μαρτιχόρα ὑπὸ τῶν Ἰνδῶν, ὑπὸ δὲ Ἑλλήνων φησὶν ἀνδροφάγον λελέχθαι—εἶναιπείθομαι τὸν τίγριν: ὀδόντας δὲ αὐτὸ τριστοίχους καθ᾽ ἑκατέραν τὴν γένυν καὶ κέντραἐπὶ ἄκρας ἔχειν τῆς οὐρᾶς, τούτοις δὲ τοῖς κέντροις ἐγγύθεν ἀμύνεσθαι καὶἀποπέμπειν ἐς τοὺς πορρωτέρω τοξότου ἀνδρὸς ὀιστῷ ἴσον, ταύτην οὐκ ἀληθῆ τὴνφήμην οἱ Ἰνδοὶ δέξασθαι δοκοῦσί μοι παρ᾽ ἀλλήλων ὑπὸ τοῦ ἄγαν ἐς τὸ θηρίονδείματος. [5] ἠπατήθησαν δὲ καὶ ἐς τὴν χρόαν αὐτοῦ, καὶ ὁπότε κατὰ τοῦ ἡλίου φανείησφίσιν ὁ τίγρις τὴν αὐγήν, ἐρυθρός τ᾽ ἐδόκει καὶ ὁμόχρους ἢ ὑπὸ τῆς ὠκύτητος ἢ—εἰμὴ θέοι— διὰ τὸ ἐν ταῖς ἐπιστροφαῖς συνεχές, ἄλλως τε καὶ οὐκ ἐγγύθεν γινομένηςτῆς θέας. δοκῶ δέ, εἰ καὶ Λιβύης τις ἢ τῆς Ἰνδῶν ἢ Ἀράβων γῆς ἐπέρχοιτο τὰ ἔσχαταἐθέλων θηρία ὁπόσα παρ᾽ Ἕλλησιν ἐξευρεῖν, τὰ μὲν οὐδὲ ἀρχὴν αὐτὸν εὑρήσειν, τὰ δὲοὐ κατὰ ταὐτὰ ἔχειν φανεῖσθαί οἱ: [6] οὐ γὰρ δὴ ἄνθρωπος μόνον ὁμοῦ τῷ ἀέρι καὶ τῇγῇ διαφόροις οὖσι διάφορον κτᾶται καὶ τὸ εἶδος, ἀλλὰ καὶ τὰ λοιπὰ τὸ αὐτὸ ἂν πάσχοιτοῦτο, ἐπεὶ καὶ τὰ θηρία αἱ ἀσπίδες τοῦτο μὲν ἔχουσιν αἱ Λίβυσσαι παρὰ τὰςΑἰγυπτίας τὴν χρόαν, τοῦτο δὲ ἐν Αἰθιοπίᾳ μελαίνας τὰς ἀσπίδας οὐ μεῖον ἢ καὶ τοὺςἀνθρώπους ἡ γῆ τρέφει. οὕτω χρὴ πάντα τινὰ μήτε ἐπίδρομον τὴν γνώμην μήτεἀπίστως ἔχειν ἐς τὰ σπανιώτερα, ἐπεί τοι καὶ ἐγὼ πτερωτοὺς ὄφεις οὐ θεασάμενοςπείθομαι: πείθομαι δὲ ὅτι ἀνὴρ Φρὺξ ἤγαγεν ἐς Ἰωνίαν σκορπίον ταῖς ἀκρίσινὁμοιότατα πτερὰ ἔχοντα. 22. ἐν Τανάγρᾳ δὲ παρὰ τὸ ἱερὸν τοῦ Διονύσου Θέμιδός ἐστιν, ὁ δὲ Ἀφροδίτης, καὶ ὁτρίτος τῶν ναῶν Ἀπόλλωνος, ὁμοῦ δὲ αὐτῷ καὶ Ἄρτεμίς τε καὶ Λητώ. ἐς δὲ τοῦ Ἑρμοῦτὰ ἱερὰ τοῦ τε Κριοφόρου καὶ ὃν Πρόμαχον καλοῦσι, τοῦ μὲν ἐς τὴν ἐπίκλησινλέγουσιν ὡς ὁ Ἑρμῆς σφισιν ἀποτρέψαι νόσον λοιμώδη περὶ τὸ τεῖχος κριὸνπεριενεγκών, καὶ ἐπὶ τούτῳ Κάλαμις ἐποίησεν ἄγαλμα Ἑρμοῦ φέροντα κριὸν ἐπὶ τῶνὤμων: ὃς δ᾽ ἂν εἶναι τῶν ἐφήβων προκριθῇ τὸ εἶδος κάλλιστος, οὗτος ἐν τοῦ Ἑρμοῦ τῇἑορτῇ περίεισιν ἐν κύκλῳ τὸ τεῖχος ἔχων ἄρνα ἐπὶ τῶν ὤμων: [2] τὸν δὲ Ἑρμῆνλέγουσι τὸν Πρόμαχον Ἐρετριέων ναυσὶν ἐξ Εὐβοίας ἐς τὴν Ταναγραίαν σχόντωντούς τε ἐφήβους ἐξαγαγεῖν ἐπὶ τὴν μάχην καὶ αὐτὸν ὅτε ἔφηβον στλεγγίδιἀμυνόμενον μάλιστα ἐργάσασθαι τῶν Εὐβοέων τροπήν. κεῖται δὲ ἐν τοῦ Προμάχου τῷἱερῷ τῆς τε ἀνδράχνου τὸ ὑπόλοιπον: τραφῆναι δὲ ὑπὸ τῷ δένδρῳ τὸν Ἑρμῆν τούτῳνομίζουσιν. οὐ πόρρω δὲ θέατρόν τε καὶ πρὸς αὐτῷ στοὰ πεποίηται. εὖ δέ μοιΤαναγραῖοι νομίσαι τὰ ἐς τοὺς θεοὺς μάλιστα δοκοῦσιν Ἑλλήνων: χωρὶς μὲν γὰρ αἱοἰκίαι σφίσι, χωρὶς δὲ τὰ ἱερὰ ὑπὲρ αὐτὰς ἐν καθαρῷ τέ ἐστι καὶ ἐκτὸς ἀνθρώπων. [3]Κορίννης δέ, ἣ μόνη δὴ ἐν Τανάγρᾳ ᾁσματα ἐποίησε, ταύτης ἔστι μὲν μνῆμα ἐνπεριφανεῖ τῆς πόλεως, ἔστι δὲ ἐν τῷ γυμνασίῳ γραφή, ταινίᾳ τὴν κεφαλὴν ἡ Κόρινναἀναδουμένη τῆς νίκης ἕνεκα ἣν Πίνδαρον ᾁσματι ἐνίκησεν ἐν Θήβαις. φαίνεται δέ μοινικῆσαι τῆς διαλέκτου τε ἕνεκα, ὅτι ᾖδεν οὐ τῇ φωνῇ τῇ Δωρίδι ὥσπερ ὁ Πίνδαροςἀλλὰ ὁποίᾳ συνήσειν ἔμελλον Αἰολεῖς, καὶ ὅτι ἦν γυναικῶν τότε δὴ καλλίστη τὸ εἶδος,εἴ τι τῇ εἰκόνι δεῖ τεκμαίρεσθαι. [4] ἔστι δὲ καὶ γένη δύο ἐνταῦθα ἀλεκτρυόνων, οἵ τεμάχιμοι καὶ οἱ κόσσυφοι καλούμενοι. τούτων τῶν κοσσύφων μέγεθος μὲν κατὰ τοὺςΛυδούς ἐστιν ὄρνιθας, χρόα δὲ ἐμφερὴς κόρακι, κάλλαια δὲ καὶ ὁ λόφος κατὰἀνεμώνην μάλιστα: λευκὰ δὲ σημεῖα οὐ μεγάλα ἐπί τε ἄκρῳ τῷ ῥάμφει καὶ ἐπὶ ἄκραςἔχουσι τῆς οὐρᾶς. [5] οὗτοι μὲν τοιοῦτο παρέχονται τὸ εἶδος, τῆς δὲ Βοιωτίας τὰ ἐν ἀριστερᾷ τοῦ ΕὐρίπουΜεσσάπιον ὄρος καλούμενον καὶ ὑπ᾽ αὐτῷ Βοιωτῶν ἐπὶ θαλάσσης πόλις ἐστὶνἈνθηδών: γενέσθαι δὲ τῇ πόλει τὸ ὄνομα οἱ μὲν ἀπὸ Ἀνθηδόνος νύμφης, οἱ δὲ Ἄνθανδυναστεῦσαι λέγουσιν ἐνταῦθα, Ποσειδῶνός τε παῖδα καὶ Ἀλκυόνης τῆς Ἄτλαντος.Ἀνθηδονίοις δὲ μάλιστά που κατὰ μέσον τῆς πόλεως Καβείρων ἱερὸν καὶ ἄλσος περὶαὐτό ἐστι, πλησίον δὲ Δήμητρος καὶ τῆς παιδὸς ναὸς καὶ ἀγάλματα λίθου λευκοῦ: [6]Διονύσου τε ἱερὸν πεποίηται καὶ ἄγαλμα πρὸ τῆς πόλεως κατὰ τὸ ἐς τὴν ἤπειρον.ἐνταῦθά εἰσι μὲν τάφοι τῶν Ἰφιμεδείας καὶ Ἀλωέως παίδων: γενέσθαι δέ σφισι τοῦβίου τὴν τελευτὴν ὑπὸ Ἀπόλλωνος κατὰ τὰ αὐτὰ Ὅμηρος πεποιήκασι καὶ Πίνδαρος,προστίθησι δὲ Πίνδαρος, ὡς ἐπιλάβοι τὸ χρεὼν αὐτοὺς ἐν Νάξῳ τῇ ὑπὲρ Πάρουκειμένῃ. τούτων τε δή ἐστι τῇ Ἀνθηδόνι μνήματα καὶ ἐπὶ τῇ θαλάσσῃ καλούμενονΓλαύκου πήδημα: [7] εἶναι δὲ αὐτὸν ἁλιέα, καὶ ἐπεὶ τῆς πόας ἔφαγε, δαίμονα ἐνθαλάσσῃ γενέσθαι καὶ ἀνθρώποις τὰ ἐσόμενα ἐς τόδε προλέγειν οἵ τε ἄλλοι πιστὰἥγηνται καὶ οἱ τὴν θάλασσαν πλέοντες πλεῖστα ἀνθρώπων ἐς τὴν Γλαύκου μαντικὴνκατὰ ἔτος ἕκαστον λέγουσι. Πινδάρῳ δὲ καὶ Αἰσχύλῳ πυνθανομένοις παρὰἈνθηδονίων, τῷ μὲν οὐκ ἐπὶ πολὺ ἐπῆλθεν ᾆσαι τὰ ἐς Γλαῦκον, Αἰσχύλῳ δὲ καὶ ἐςποίησιν δράματος ἐξήρκεσε. 23. Θηβαίοις δὲ πρὸ τῶν πυλῶν ἐστι τῶν Προιτίδων καὶ τὸ Ἰολάου καλούμενον γυμνάσιονκαὶ στάδιον κατὰ ταὐτὰ τῷ τε ἐν Ὀλυμπίᾳ καὶ τῷ Ἐπιδαυρίων γῆς χῶμα: ἐνταῦθαδείκνυται καὶ ἡρῷον Ἰολάου. τελευτῆσαι δὲ ἐν Σαρδοῖ τόν τε Ἰόλαον αὐτὸν καὶἈθηναίων καὶ Θεσπιέων τοὺς συνδιαβάντας ὁμολογοῦσι καὶ οἱ Θηβαῖοι. [2] ὑπερβάντιδὲ τοῦ σταδίου τὰ ἐν δεξιᾷ δρόμος ἵππων καὶ ἐν αὐτῷ Πινδάρου μνῆμά ἐστι. Πίνδαρονδὲ ἡλικίαν ὄντα νεανίσκον καὶ ἰόντα ἐς Θεσπιὰς θέρους ὥρᾳ καύματος περὶ μεσοῦσανμάλιστα ἡμέραν κόπος καὶ ὕπνος ἀπ᾽ αὐτοῦ κατελάμβανεν: ὁ μὲν δὴ ὡς εἷχεκατακλίνεται βραχὺ ὑπὲρ τῆς ὁδοῦ, μέλισσαι δὲ αὐτῷ καθεύδοντι προσεπέτοντό τεκαὶ ἔπλασσον πρὸς τὰ χείλη τοῦ κηροῦ. [3] ἀρχὴ μὲν Πινδάρῳ ποιεῖν ᾁσματα ἐγένετοτοιαύτη: εὐδοκιμοῦντα δὲ αὐτὸν ἤδη ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ἐς πλέον δόξης ἦρεν ἡΠυθία ἀνειποῦσα Δελφοῖς, ὁπόσων ἀπήρχοντο τῷ Ἀπόλλωνι, μοῖραν καὶ Πινδάρῳ τὴνἴσην ἁπάντων νέμειν. λέγεται δὲ καὶ ὀνείρατος ὄψιν αὐτῷ γενέσθαι προήκοντι ἐςγῆρας: ἐπιστᾶσα ἡ Περσεφόνη οἱ καθεύδοντι οὐκ ἔφασκεν ὑμνηθῆναι μόνη θεῶν ὑπὸΠινδάρου, ποιήσειν μέντοι καὶ ἐς αὐτὴν ᾆσμα Πίνδαρον ἐλθόντα ὡς αὐτήν. [4] τὸν μὲναὐτίκα τὸ χρεὼν ἐπιλαμβάνει πρὶν ἐξήκειν ἡμέραν δεκάτην ἀπὸ τοῦ ὀνείρατος, ἦν δὲἐν Θήβαις γυνὴ πρεσβῦτις γένους ἕνεκα προσήκουσα Πινδάρῳ καὶ τὰ πολλὰμεμελετηκυῖα ᾁδειν τῶν ᾀσμάτων: ταύτῃ Πίνδαρος ἐνύπνιον τῇ πρεσβύτιδι ἐπιστὰςὕμνον ᾖσεν ἐς Περσεφόνην, ἡ δὲ αὐτίκα ὡς ἀπέλιπεν αὐτὴν ὁ ὕπνος, ἔγραψε ταῦταὁπόσα τοῦ ὀνείρατος ἤκουσεν ᾁδοντος. ἐν τούτῳ τῷ ᾁσματι ἄλλαι τε ἐς τὸν Ἅιδηνεἰσὶν ἐπικλήσεις καὶ ὁ χρυσήνιος, δῆλα ὡς ἐπὶ τῆς Κόρης τῇ ἁρπαγῇ. [5] ἐντεῦθεν ἐς Ἀκραίφνιόν ἐστιν ὁδὸς τὰ πλείω πεδιάς. εἶναι δὲ ἐξ ἀρχῆς τε μοῖραν τῆςΘηβαΐδος τὴν πόλιν φασὶ καὶ ὕστερον διαπεσόντας Θηβαίων ἐς αὐτὴν ἄνδραςεὕρισκον, ἡνίκα Ἀλέξανδρος ἐποίει τὰς Θήβας ἀναστάτους: ὑπὸ δὲ ἀσθενείας καὶγήρως οὐδὲ ἐς τὴν Ἀττικὴν ἀποσωθῆναι δυνηθέντες ἐνταῦθα ᾤκησαν. κεῖται μὲν τὸπόλισμα ἐν ὄρει τῷ Πτώῳ, θέας δὲ ἄξια ἐνταῦθα Διονύσου ναός ἐστι καὶ ἄγαλμα. [6]προελθόντι δὲ ἀπὸ τῆς πόλεως ἐν δεξιᾷ πέντε που καὶ δέκα σταδίους τοῦ Ἀπόλλωνόςἐστι τοῦ Πτώου τὸ ἱερόν. εἶναι δὲ Ἀθάμαντος καὶ Θεμιστοῦς παῖδα τὸν Πτῶον, ἀφ᾽ οὗτῷ τε Ἀπόλλωνι ἐπίκλησις καὶ τῷ ὄρει τὸ ὄνομα ἐγένετο, Ἄσιος ἐν τοῖς ἔπεσιν εἴρηκε.πρὸ δὲ τῆς Ἀλεξάνδρου καὶ Μακεδόνων ἐπιστρατείας καὶ ὀλέθρου τοῦ Θηβαίωνμαντεῖον ἦν αὐτόθι ἀψευδές: καί ποτε ἄνδρα Εὐρωπέα—ὄνομα δέ οἱ εἶναι Μῦν—,τοῦτον ἀποσταλέντα ὑπὸ Μαρδονίου τὸν Μῦν ἐπερέσθαι τε φωνῇ τῇ σφετέρᾳ καί οἱχρῆσαι τὸν θεόν, οὐχ ἑλληνίσαντα οὐδὲ αὐτόν, διαλέκτῳ τῇ Καρικῇ. [7] ὑπερβαλόντων δὲ τὸ ὄρος τὸ Πτῶον ἔστιν ἐπὶ θαλάσσης Βοιωτῶν πόλις Λάρυμνα,γενέσθαι δὲ αὐτῇ τὸ ὄνομά φασιν ἀπὸ Λαρύμνης τῆς Κύνου: τοὺς δὲ ἀνωτέρωπρογόνους δηλώσει μοι τὰ ἔχοντα ἐς Λοκροὺς τοῦ λόγου. καὶ συνετέλει δὲ ἐςὈποῦντα ἡ Λάρυμνα τὸ ἀρχαῖον: Θηβαίων δὲ ἐπὶ μέγα ἰσχύος προελθόντων,τηνικαῦτα ἑκουσίως μετετάξαντο ἐς Βοιωτούς. Διονύσου δὲ ἐνταῦθα ναὸς καὶ ἄγαλμαὀρθὸν πεποίηται. λιμὴν δέ σφισίν ἐστιν ἀγχιβαθής, καὶ τὰ ὄρη τὰ ὑπὲρ τὴν πόλιν ὑῶνπαρέχεται θήραν ἀγρίων. 24. ἐξ Ἀκραιφνίου δὲ ἰόντι εὐθεῖαν ἐπὶ λίμνην τὴν Κηφισίδα—οἱ δὲ Κωπαΐδα ὀνομάζουσιτὴν αὐτήν— πεδίον καλούμενόν ἐστιν Ἀθαμάντιον: οἰκῆσαι δὲ Ἀθάμαντα ἐν αὐτῷφασιν. ἐς δὲ τὴν λίμνην ὅ τε ποταμὸς ὁ Κηφισὸς ἐκδίδωσιν ἀρχόμενος ἐκ Λιλαίας τῆςΦωκέων καὶ διαπλεύσαντί εἰσι Κῶπαι. κεῖνται δὲ αἱ Κῶπαι πόλισμα ἐπὶ τῇ λίμνῃ,τούτου δὲ καὶ Ὅμηρος ἐποιήσατο ἐν καταλόγῳ μνήμην: ἐνταῦθα Δήμητρος καὶΔιονύσου καὶ Σαράπιδός ἐστιν ἱερά. [2] λέγουσι δὲ οἱ Βοιωτοὶ καὶ πολίσματα ἄλλαπρὸς τῇ λίμνῃ ποτὲ Ἀθήνας καὶ Ἐλευσῖνα οἰκεῖσθαι, καὶ ὡς ὥρᾳ χειμῶνοςἐπικλύσασα ἠφάνισεν αὐτὰ ἡ λίμνη. οἱ μὲν δὴ ἰχθῦς οἱ ἐν τῇ Κηφισίδι οὐδέν τιδιάφορον ἐς ἄλλους ἰχθῦς τοὺς λιμναίους ἔχουσιν: αἱ δὲ ἐγχέλεις αὐτόθι καὶ μεγέθειμέγισται καὶ ἐσθίειν εἰσὶν ἥδισται. [3] Κωπῶν δὲ ἐν ἀριστερᾷ σταδίους προελθόντι ὡς δώδεκα εἰσὶν Ὄλμωνες, Ὀλμωνέων δὲἑπτά που στάδια Ὕηττος ἀφέστηκε κῶμαι νῦν τε οὖσαι καὶ εὐθὺς ἐξ ἀρχῆς: μοίρας δὲἐμοὶ δοκεῖν τῆς Ὀρχομενίας εἰσὶ καὶ αὗται καὶ πεδίον τὸ Ἀθαμάντιον. καὶ ὅσα μὲν ἐςὝηττον ἄνδρα Ἀργεῖον καὶ Ὄλμον τὸν Σισύφου λεγόμενα ἤκουον, προσέσται καὶαὐτὰ τῇ Ὀρχομενίᾳ συγγραφῇ: θέας δὲ ἄξιον ἐν μὲν Ὄλμωσιν οὐδ᾽ ἐπὶ βραχύτατονπαρεῖχον οὐδέν, ἐν Ὑήττῳ δὲ ναός ἐστιν Ἡρακλέους καὶ ἰάματα εὕρασθαι παρὰτούτου τοῖς κάμνουσιν ἔστιν, ὄντος οὐχὶ ἀγάλματος σὺν τέχνῃ, λίθου δὲ ἀργοῦ κατὰτὸ ἀρχαῖον. [4] Ὑήττου δὲ στάδια ὡς εἴκοσιν ἀπέχουσι Κύρτωνες: τὸ δὲ ἀρχαῖον ὄνομα τῷ πολίσματίφασιν εἶναι Κυρτώνην. ᾤκισται δὲ ἐπὶ ὄρους ὑψηλοῦ, καὶ Ἀπόλλωνός ἐστιν ἐνταῦθαναός τε καὶ ἄλσος: ἀγάλματα δὲ ὀρθὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδός ἐστιν. ἔστι δὲ αὐτόθικαὶ ὕδωρ ψυχρὸν ἐκ πέτρας ἀνερχόμενον: νυμφῶν δὲ ἱερὸν ἐπὶ τῇ πηγῇ καὶ ἄλσος οὐμέγα ἐστίν, ἥμερα δὲ ὁμοίως πάντα ἐν τῷ ἄλσει δένδρα. [5] ἐκ δὲ Κυρτώνων ὑπερβάλλοντι τὸ ὄρος πόλισμά ἐστι Κορσεία, ὑπὸ δὲ αὐτῷ δένδρωνἄλσος οὐχ ἡμέρων: πρῖνοι τὸ πολύ εἰσιν. Ἑρμοῦ δὲ ἄγαλμα οὐ μέγα ἐν ὑπαίθρῳ τοῦἄλσους ἕστηκε. τοῦτο ἀπέχει Κορσείας ὅσον τε ἥμισυ σταδίου. καταβάντων δὲ ἐς τὸχθαμαλὸν ποταμὸς Πλατάνιος καλούμενος ἐκδίδωσιν ἐς θάλασσαν: ἐν δεξιᾷ δὲ τοῦποταμοῦ Βοιωτῶν ἔσχατοι ταύτῃ πόλισμα οἰκοῦσιν Ἁλὰς ἐπὶ θαλάσσῃ, ἣ τὴν Λοκρίδαἤπειρον ἀπὸ τῆς Εὐβοίας διείργει. 25. Θηβαίοις δὲ τῶν πυλῶν ἐστιν ἐγγύτατα τῶν Νηιστῶν Μενοικέως μνῆμα τοῦΚρέοντος: ἀπέκτεινε δὲ ἑκουσίως αὑτὸν κατὰ τὸ μάντευμα τὸ ἐκ Δελφῶν, ἡνίκαΠολυνείκης καὶ ὁ σὺν αὐτῷ στρατὸς ἀφίκοντο ἐξ Ἄργους. τοῦ δὲ Μενοικέωςἐπιπέφυκε ῥοιὰ τῷ μνήματι: τοῦ καρποῦ δὲ ὄντος πεπείρου διαρρήξαντί σοι τὸ ἐκτὸςλοιπόν ἐστιν εὑρεῖν τὸ ἔνδον αἵματι ἐμφερές. αὕτη μὲν δὴ τεθηλὸς δένδρον ἐστὶν ἡῥοιά: ἄμπελον δὲ φῦναι μὲν οἱ Θηβαῖοι παρὰ σφίσι πρώτοις φασὶν ἀνθρώπων,ἀποφῆναι δὲ οὐδὲν ἔτι ἐς αὐτὴν ὑπόμνημα εἶχον. [2] τοῦ δὲ Μενοικέως οὐ πόρρωτάφου τοὺς παῖδας λέγουσιν Οἰδίποδος μονομαχήσαντας ἀποθανεῖν ὑπὸ ἀλλήλων:σημεῖον δὲ τῆς μάχης αὐτῶν κίων, καὶ ἀσπὶς ἔπεστιν ἐπ᾽ αὐτῷ λίθου. δείκνυται δέ τιχωρίον ἔνθα Ἥραν Θηβαῖοί φασιν Ἡρακλεῖ παιδὶ ἔτι ἐπισχεῖν γάλα κατὰ δή τιναἀπάτην ἐκ Διός: καλεῖται δὲ ὁ σύμπας οὗτος τόπος Σῦρμα Ἀντιγόνης: ὡς γὰρ τὸν τοῦΠολυνείκους ἄρασθαί οἱ προθυμουμένῃ νεκρὸν οὐδεμία ἐφαίνετο ῥᾳστώνη, δεύτεραἐπενόησεν ἕλκειν αὐτόν, ἐς ὃ εἵλκυσέ τε καὶ ἐπέβαλεν ἐπὶ τοῦ Ἐτεοκλέους ἐξημμένηντὴν πυράν. [3] διαβάντων δὲ ποταμὸν καλούμενον ἀπὸ γυναικὸς τῆς Λύκου Δίρκην—ὑπὸ ταύτης δὲἔχει λόγος Ἀντιόπην κακοῦσθαι καὶ δι᾽ αὐτὸ ὑπὸ τῶν Ἀντιόπης παίδων συμβῆναι τῇΔίρκῃ τὴν τελευτήν—, διαβᾶσιν οὖν τὴν Δίρκην οἰκίας τε ἐρείπια τῆς Πινδάρου καὶμητρὸς Δινδυμήνης ἱερόν, Πινδάρου μὲν ἀνάθημα, τέχνη δὲ τὸ ἄγαλμα Ἀριστομήδουςτε καὶ Σωκράτους Θηβαίων. μιᾷ δὲ ἐφ᾽ ἑκάστων ἐτῶν ἡμέρᾳ καὶ οὐ πέρα τὸ ἱερὸνἀνοίγειν νομίζουσιν: ἐμοὶ δὲ ἀφικέσθαι τε ἐξεγεγόνει τὴν ἡμέραν ταύτην καὶ τὸἄγαλμα εἶδον λίθου τοῦ Πεντελῆσι καὶ αὐτὸ καὶ τὸν θρόνον. [4] κατὰ δὲ τὴν ὁδὸν τὴν ἀπὸ τῶν πυλῶν τῶν Νηιστῶν τὸ μὲν Θέμιδός ἐστιν ἱερὸν καὶἄγαλμα λευκοῦ λίθου, τὸ δὲ ἐφεξῆς Μοιρῶν, τὸ δὲ Ἀγοραίου Διός: οὗτος μὲν δὴ λίθουπεποίηται, ταῖς Μοίραις δὲ οὐκ ἔστιν ἀγάλματα. καὶ ἀπωτέρω μικρὸν Ἡρακλῆςἕστηκεν ἐν ὑπαίθρῳ Ῥινοκολούστης ἐπωνυμίαν ἔχων, ὅτι τῶν κηρύκων, ὡς οἱ Θηβαῖοιλέγουσιν, ἀπέτεμεν ἐπὶ λώβῃ τὰς ῥῖνας, οἳ παρὰ Ὀρχομενίων ἀφίκοντο ἐπὶ τοῦδασμοῦ τὴν ἀπαίτησιν. [5] σταδίους δὲ αὐτόθεν πέντε προελθόντι καὶ εἴκοσι Δήμητρος Καβειραίας καὶ Κόρηςἐστὶν ἄλσος: ἐσελθεῖν δὲ τοῖς τελεσθεῖσιν ἔστι. τούτου δὲ τοῦ ἄλσους ἑπτά πουσταδίους τῶν Καβείρων τὸ ἱερὸν ἀφέστηκεν. οἵτινες δέ εἰσιν οἱ Κάβειροι καὶ ὁποῖάἐστιν αὐτοῖς καὶ τῇ Μητρὶ τὰ δρώμενα, σιωπὴν ἄγοντι ὑπὲρ αὐτῶν συγγνώμη παρὰἀνδρῶν φιληκόων ἔστω μοι. [6] τοσοῦτο δὲ δηλῶσαί με καὶ ἐς ἅπαντας ἐκώλυσενοὐδέν, ἥντινα λέγουσιν ἀρχὴν οἱ Θηβαῖοι γενέσθαι τοῖς δρωμένοις. πόλιν γάρ ποτε ἐντούτῳ φασὶν εἶναι τῷ χωρίῳ καὶ ἄνδρας ὀνομαζομένους Καβείρους, Προμηθεῖ δὲ ἑνὶτῶν Καβείρων καὶ Αἰτναίῳ τῷ Προμηθέως ἀφικομένην Δήμητρα ἐς γνῶσινπαρακαταθέσθαι σφίσιν: ἥτις μὲν δὴ ἦν ἡ παρακαταθήκη καὶ τὰ ἐς αὐτὴν γινόμενα,οὐκ ἐφαίνετο ὅσιόν μοι γράφειν, Δήμητρος δ᾽ οὖν Καβειραίοις δῶρόν ἐστιν ἡ τελετή.[7] κατὰ δὲ τὴν Ἐπιγόνων στρατείαν καὶ ἅλωσιν τῶν Θηβῶν ἀνέστησαν μὲν ὑπὸ τῶνἈργείων οἱ Καβειραῖοι, ἐξελείφθη δὲ ἐπὶ χρόνον τινὰ καὶ ἡ τελετή. Πελαργὴν δὲὕστερον τὴν Ποτνιέως καὶ Ἰσθμιάδην Πελαργῇ συνοικοῦντα καταστήσασθαι μὲν τὰὄργια αὐτοῦ λέγουσιν ἐξ ἀρχῆς, μετενεγκεῖν δὲ αὐτὰ ἐπὶ τὸν Ἀλεξιάρουνκαλούμενον: [8] ὅτι δὲ τῶν ὅρων ἐκτὸς ἐμύησεν ἡ Πελαργὴ τῶν ἀρχαίων, Τηλώνδηςκαὶ ὅσοι γένους τοῦ Καβειριτῶν ἐλείποντο κατῆλθον αὖθις ἐς τὴν Καβειραίαν.Πελαργῇ μὲν δὴ κατὰ μάντευμα ἐκ Δωδώνης καὶ ἄλλα ἔμελλεν ἐς τιμὴνκαταστήσασθαι καὶ ἡ θυσία, φέρον ἐν τῇ γαστρὶ ἱερεῖον: τὸ δὲ μήνιμα τὸ ἐκ τῶνΚαβείρων ἀπαραίτητόν ἐστιν ἀνθρώποις, ὡς ἐπέδειξε δὴ πολλαχῇ. [9] τὰ γὰρ δὴδρώμενα ἐν Θήβαις ἐτόλμησαν ἐν Ναυπάκτῳ κατὰ ταὐτὰ ἰδιῶται δρᾶσαι, καὶ σφᾶς οὐμετὰ πολὺ ἐπέλαβεν ἡ δίκη. ὅσοι δὲ ὁμοῦ Μαρδονίῳ τῆς στρατιᾶς τῆς Ξέρξου περὶΒοιωτίαν ἐλείφθησαν, τοῖς παρελθοῦσιν αὐτῶν ἐς τὸ ἱερὸν τῶν Καβείρων τάχα μένπου καὶ χρημάτων μεγάλων ἐλπίδι, τὸ πλέον δὲ ἐμοὶ δοκεῖν τῇ ἐς τὸ θεῖον ὀλιγωρίᾳ,τούτοις παραφρονῆσαί τε συνέπεσεν αὐτίκα καὶ ἀπώλοντο ἐς θάλασσάν τε καὶ ἀπὸτῶν κρημνῶν ἑαυτοὺς ῥίπτοντες. [10] Ἀλεξάνδρου δέ, ὡς ἐνίκησε τῇ μάχῃ, Θήβας τεαὐτὰς καὶ σύμπασαν τὴν Θηβαΐδα διδόντος πυρί, ἄνδρες τῶν ἐκ Μακεδονίας ἐλθόντεςἐς τῶν Καβείρων τὸ ἱερὸν ἅτε ἐν γῇ τῇ πολεμίᾳ κεραυνοῖς τε ἐξ οὐρανοῦ καὶἀστραπαῖς ἐφθάρησαν. 26. οὕτω μὲν τὸ ἱερὸν τοῦτό ἐστιν ἐξ ἀρχῆς ἅγιον: τοῦ Καβειρίου δὲ ἐν δεξιᾷ πεδίον ἐστὶνἐπώνυμον Τηνέρου μάντεως, ὃν Ἀπόλλωνος παῖδα εἶναι καὶ Μελίας νομίζουσι, καὶἩρακλέους ἱερὸν μέγα ἐπίκλησιν Ἱπποδέτου: τούς τε γὰρ Ὀρχομενίους φασὶν ἐςτοῦτο ἀφῖχθαι στρατιᾷ καὶ τὸν Ἡρακλέα νύκτωρ τοὺς ἵππους λαβόντα συνδῆσαίσφισι τοὺς ὑπὸ τοῖς ἅρμασι. [2] προελθόντων δὲ τὸ ὄρος ἐστὶν ὅθεν τὴν Σφίγγαλέγουσιν ὁρμᾶσθαι ἐπ᾽ ὀλέθρῳ τῶν ἁρπαζομένων αἴνιγμα ᾁδουσαν: οἱ δὲ κατὰλῃστείαν σὺν δυνάμει ναυτικῇ πλανωμένην φασὶν αὐτὴν ἐς τὴν πρὸς Ἀνθηδόνι σχεῖνθάλασσαν, καταλαβοῦσαν δὲ τὸ ὄρος τοῦτο ἁρπαγαῖς χρῆσθαι, πρὶν ἐξεῖλεν Οἰδίπουςαὐτὴν ὑπερβαλόμενος πλήθει στρατιᾶς ἣν ἀφίκετο ἔχων ἐκ Κορίνθου. [3] λέγεται δὲκαὶ ὡς νόθη Λαΐου θυγάτηρ εἴη, καὶ ὡς τὸν χρησμὸν τὸν Κάδμῳ δοθέντα ἐκ Δελφῶνδιδάξειεν αὐτὴν κατὰ εὔνοιαν ὁ Λάιος: ἐπίστασθαι δὲ πλὴν τοὺς βασιλέας οὐδέναἄλλον τὸ μάντευμα. ὁπότε οὖν τῇ Σφιγγὶ ἀμφισβητήσων τις ἀφίκοιτο τῆς ἀρχῆς—γενέσθαι γὰρ τῷ Λαΐῳ ἐκ παλλακῶν υἱοὺς καὶ τὰ χρησθέντα ἐκ Δελφῶν ἐςἘπικάστην μόνην καὶ τοὺς ἐξ ἐκείνης ἔχειν παῖδας—, τὴν οὖν Σφίγγα χρῆσθαισοφίσμασιν ἐς τοὺς ἀδελφούς, ὡς τὸν Κάδμῳ γενόμενον χρησμὸν εἰδεῖεν ἂν Λαΐου γεὄντες: [4] οὐκ ἔχοντας δὲ αὐτοὺς ἀποκρίνασθαι θανάτῳ ζημιοῦν, ἅτε οὐ προσηκόντωςἀμφισβητοῦντας γένους τε καὶ ἀρχῆς. Οἰδίπους δὲ ἄρα ἀφίκετο ὑπὸ ὀνείρατοςδεδιδαγμένος τὸν χρησμόν. [5] ἀπὸ δὲ τοῦ ὄρους τούτου πέντε ἀπέχει καὶ δέκα σταδίους πόλεως ἐρείπια Ὀγχηστοῦ:φασὶ δὲ ἐνταῦθα οἰκῆσαι Ποσειδῶνος παῖδα Ὀγχηστόν. ἐπ᾽ ἐμοῦ δὲ ναός τε καὶἄγαλμα Ποσειδῶνος ἐλείπετο Ὀγχηστίου καὶ τὸ ἄλσος, ὃ δὴ καὶ Ὅμηρος ἐπῄνεσε. [6]τραπομένῳ δὲ ἀπὸ τοῦ Καβειρίου τὴν ἐν ἀριστερᾷ καὶ προελθόντι ὡς πεντήκοντασταδίους Θέσπια ὑπὸ τὸ ὄρος τὸν Ἑλικῶνα ᾤκισται. θυγατέρα δὲ εἶναι Θέσπιανλέγουσιν Ἀσωποῦ καὶ ἀπὸ ταύτης κληθῆναι τὴν πόλιν, οἱ δὲ Θέσπιόν φασιν ἐξἈθηνῶν ἐλθόντα τὸ ὄνομα τῇ πόλει δοῦναι: [7] γεγονέναι δὲ ἀπὸ Ἐρεχθέως αὐτόν.Θεσπιεῦσι δὲ ἐν τῇ πόλει Σαώτου Διός ἐστι χαλκοῦν ἄγαλμα: ἐπιλέγουσι δὲ ὡςλυμαινομένου τὴν πόλιν ποτὲ αὐτοῖς δράκοντος προστάξειεν ὁ θεὸς τὸν κλήρῳ τῶνἐφήβων κατὰ ἔτος ἕκαστον λαχόντα δίδοσθαι τῷ θηρίῳ. τῶν μὲν δὴ διαφθαρέντωνμνημονεύειν τὰ ὀνόματα οὔ φασιν: ἐπὶ δὲ Κλεοστράτῳ λαχόντι τὸν ἐραστὴν αὐτοῦΜενέστρατον λέγουσιν ἐπιτεχνήσασθαι. [8] χαλκοῦν θώρακα ἐποιήσατο ἔχοντα ἐπὶἑκάστῃ τῶν φολίδων ἄγκιστρον ἐς τὸ ἄνω νεῦον: τοῦτον τὸν θώρακα ἐνδὺς παρέδωκετῷ δράκοντι ἑκουσίως αὑτόν, παραδοὺς δὲ ἀπολεῖσθαί τε καὶ αὐτὸς ἀπολεῖν ἔμελλετὸ θηρίον. ἀντὶ τούτου μὲν τῷ Διὶ γέγονεν ἐπίκλησις Σαώτης: τὸ δὲ ἄγαλμα τὸΔιονύσου καὶ αὖθις Τύχης, ἑτέρωθι δὲ Ὑγείας **, τὴν δὲ Ἀθηνᾶν τὴν Ἐργάνην καὶαὐτὴν καὶ Πλοῦτόν οἱ παρεστηκότα ἐποίησε ***. 27. θεῶν δὲ οἱ Θεσπιεῖς τιμῶσιν Ἔρωτα μάλιστα ἐξ ἀρχῆς, καί σφισιν ἄγαλμαπαλαιότατόν ἐστιν ἀργὸς λίθος. ὅστις δὲ ὁ καταστησάμενος Θεσπιεῦσιν Ἔρωτα θεῶνσέβεσθαι μάλιστα, οὐκ οἶδα. σέβονται δὲ οὐδέν τι ἧσσον καὶ Ἑλλησποντίων Παριανοί,τὸ μὲν ἀνέκαθεν ἐξ Ἰωνίας καὶ Ἐρυθρῶν ἀπῳκισμένοι, τὰ δὲ ἐφ᾽ ἡμῶν τελοῦντες ἐςῬωμαίους. [2] Ἔρωτα δὲ ἄνθρωποι μὲν οἱ πολλοὶ νεώτατον θεῶν εἶναι καὶ Ἀφροδίτηςπαῖδα ἥγηνται: Λύκιος δὲ Ὠλήν, ὃς καὶ τοὺς ὕμνους τοὺς ἀρχαιοτάτους ἐποίησενἝλλησιν, οὗτος ὁ Ὠλὴν ἐν Εἰλειθυίας ὕμνῳ μητέρα Ἔρωτος τὴν Εἰλείθυιάν φησινεἶναι. Ὠλῆνος δὲ ὕστερον Πάμφως τε ἔπη καὶ Ὀρφεὺς ἐποίησαν: καί σφισινἀμφοτέροις πεποιημένα ἐστὶν ἐς Ἔρωτα, ἵνα ἐπὶ τοῖς δρωμένοις Λυκομίδαι καὶ ταῦταᾁδωσιν: ἐγὼ δὲ ἐπελεξάμην ἀνδρὶ ἐς λόγους ἐλθὼν δᾳδουχοῦντι. καὶ τῶν μὲν οὐπρόσω ποιήσομαι μνήμην: Ἡσίοδον δὲ ἢ τὸν Ἡσιόδῳ Θεογονίαν ἐσποιήσαντα οἶδαγράψαντα ὡς Χάος πρῶτον, ἐπὶ δὲ αὐτῷ Γῆ τε καὶ Τάρταρος καὶ Ἔρως γένοιτο: [3]Σαπφὼ δὲ ἡ Λεσβία πολλά τε καὶ οὐχ ὁμολογοῦντα ἀλλήλοις ἐς Ἔρωτα ᾖσε.Θεσπιεῦσι δὲ ὕστερον χαλκοῦν εἰργάσατο Ἔρωτα Λύσιππος, καὶ ἔτι πρότερον τούτουΠραξιτέλης λίθου τοῦ Πεντελῆσι. καὶ ὅσα μὲν εἶχεν ἐς Φρύνην καὶ τὸ ἐπὶ Πραξιτέλειτῆς γυναικὸς σόφισμα, ἑτέρωθι ἤδη μοι δεδήλωται: πρῶτον δὲ τὸ ἄγαλμα κινῆσαι τοῦἜρωτος λέγουσι Γάιον δυναστεύσαντα ἐν Ῥώμῃ, Κλαυδίου δὲ ὀπίσω Θεσπιεῦσινἀποπέμψαντος Νέρωνα αὖθις δεύτερα ἀνάσπαστον ποιῆσαι. [4] καὶ τὸν μὲν φλὸξαὐτόθι διέφθειρε: τῶν δὲ ἀσεβησάντων ἐς τὸν θεὸν ὁ μὲν ἀνθρώπῳ στρατιώτῃ διδοὺςἀεὶ τὸ αὐτὸ σύνθημα μετὰ ὑπούλου χλευασίας ἐς τοσοῦτο προήγαγε θυμοῦ τὸνἄνθρωπον ὥστε σύνθημα διδόντα αὐτὸν διεργάζεται, Νέρωνι δὲ παρὲξ ἢ τὰ ἐς τὴνμητέρα ἐστὶ καὶ ἐς γυναῖκας γαμετὰς ἐναγῆ τε καὶ ἀνέραστα τολμήματα. τὸν δὲ ἐφ᾽ἡμῶν Ἔρωτα ἐν Θεσπιαῖς ἐποίησεν Ἀθηναῖος Μηνόδωρος, τὸ ἔργον τὸ Πραξιτέλουςμιμούμενος. [5] ἐνταῦθα καὶ αὐτοῦ Πραξιτέλους Ἀφροδίτη καὶ Φρύνης ἐστὶν εἰκών,λίθου καὶ ἡ Φρύνη καὶ ἡ θεός. ἔστι δὲ καὶ ἑτέρωθι Ἀφροδίτης Μελαινίδος ἱερὸν καὶθέατρόν τε καὶ ἀγορὰ θέας ἄξια: ἐνταῦθα Ἡσίοδος ἀνάκειται χαλκοῦς. τῆς ἀγορᾶς τεοὐ πόρρω Νίκη τε χαλκοῦ καὶ ναὸς Μουσῶν ἐστιν οὐ μέγας: ἀγάλματα δὲ ἐν αὐτῷμικρὰ λίθου πεποιημένα. [6] καὶ Ἡρακλέους Θεσπιεῦσίν ἐστιν ἱερόν: ἱερᾶται δὲ αὐτοῦ παρθένος, ἔστ᾽ ἂν ἐπιλάβῃτὸ χρεὼν αὐτήν. αἴτιον δὲ τούτου φασὶν εἶναι τοιόνδε, Ἡρακλέα ταῖς θυγατράσιπεντήκοντα οὔσαις ταῖς Θεστίου συγγενέσθαι πάσαις πλὴν μιᾶς ἐν τῇ αὐτῇ νυκτί:ταύτην δὲ οὐκ ἐθελῆσαί οἱ τὴν μίαν μιχθῆναι: τὸν δὲ ὑβρισθῆναι νομίζοντα δικάσαιμένειν παρθένον πάντα αὐτὴν τὸν βίον ἱερωμένην αὐτῷ. [7] ἐγὼ δὲ ἤκουσα μὲν καὶἄλλον λόγον, ὡς διὰ πασῶν ὁ Ἡρακλῆς τῶν Θεστίου παρθένων διεξέλθοι τῇ αὐτῇνυκτὶ καὶ ὡς ἄρσενας παῖδας αὐτῷ πᾶσαι τέκοιεν, διδύμους δὲ ἥ τε νεωτάτη καὶ ἡπρεσβυτάτη: ἐκεῖνο δὲ οὐκ ἔστιν ὅπως ἡγήσομαι πιστόν, Ἡρακλέα ἐπὶ τοσοῦτο ὀργῆςἀνδρὸς φίλου θυγατρὶ ἀφικέσθαι: πρὸς δὲ καὶ ἡνίκα ἔτι ἦν μετ᾽ ἀνθρώπων,τιμωρούμενός τε ἄλλους ὑβρίζοντας καὶ μάλιστα ὅσοι θεῶν ἀσεβεῖς ἦσαν, οὐκ ἂναὐτός γε κατεστήσατο αὑτῷ ναόν τε καὶ ἱέρειαν ὥσπερ δὴ θεός. [8] ἀλλὰ γὰρἐφαίνετό μοι τὸ ἱερὸν τοῦτο ἀρχαιότερον ἢ κατὰ Ἡρακλέα εἶναι τὸν Ἀμφιτρύωνος, καὶἩρακλέους τοῦ καλουμένου τῶν Ἰδαίων Δακτύλων, οὗ δὴ καὶ Ἐρυθραίους τοὺς ἐνἸωνίᾳ καὶ Τυρίους ἱερὰ ἔχοντας εὕρισκον. οὐ μὴν οὐδὲ οἱ Βοιωτοὶ τοῦ Ἡρακλέουςἠγνόουν τοῦτο τὸ ὄνομα, ὅπου γε αὐτοὶ τῆς Μυκαλησσίας Δήμητρος Ἡρακλεῖ τῷἸδαίῳ τὸ ἱερὸν ἐπιτετράφθαι λέγουσιν. 28. ὁ δὲ Ἑλικὼν ὀρῶν τῶν ἐν τῇ Ἑλλάδι ἐν τοῖς μάλιστά ἐστιν εὔγεως καὶ δένδρωνἡμέρων ἀνάπλεως: καὶ οἱ τῆς ἀνδράχνου θάμνοι παρέχονται τῶν πανταχοῦ καρπὸναἰξὶν ἥδιστον. λέγουσι δὲ οἱ περὶ τὸν Ἑλικῶνα οἰκοῦντες καὶ ἁπάσας ἐν τῷ ὄρει τὰςπόας καὶ τὰς ῥίζας ἥκιστα ἐπὶ ἀνθρώπου θανάτῳ φύεσθαι. καὶ δὴ καὶ τοῖς ὄφεσι τὸνἰὸν ποιοῦσιν ἐνταῦθα ἀσθενέστερον αἱ νομαί, ὥστε καὶ διαφεύγουσι τὰ πολλὰ οἱδηχθέντες, ἢν ἀνδρὶ Λίβυι γένους τοῦ Ψύλλων ἢ καὶ ἄλλως προσφόροις ἐπιτύχωσιτοῖς φαρμάκοις. [2] ἔστι μὲν δὴ ὁ ἰὸς τοῖς ἀγριωτάτοις τῶν ὄφεων καὶ ἄλλως ὀλέθριοςἔς τε ἀνθρώπους καὶ ζῷα ὁμοίως τὰ πάντα, συντελοῦσι δὲ οὐχ ἥκιστα ἐς ἰσχύν σφισιτοῦ ἰοῦ καὶ αἱ νομαί, ἐπεί τοι καὶ ἀνδρὸς ἀκούσας οἶδα Φοίνικος ὡς ἐν τῇ ὀρεινῇ τῇΦοινίκης ἀγριωτέρους τοὺς ἔχεις ποιοῦσιν αἱ ῥίζαι. ἔφη δὲ ἄνθρωπον ἰδεῖν αὐτὸςἀποφεύγοντα ὁρμὴν ἔχεως, καὶ τὸν μὲν ἐπί τι ἀναδραμεῖν δένδρον, τὸν δὲ ἔχιν, ὡςἦλθεν ὕστερος, ἀποπνεῦσαι πρὸς τὸ δένδρον τοῦ ἰοῦ καὶ οὐ ζῆν ἔτι τὸν ἄνθρωπον. [3]τούτου μὲν τοιαῦτα ἤκουσα: ἐν δὲ τῇ χώρᾳ τῇ Ἀράβων ὅσοι τῶν ἔχεων περὶ τὰ δένδρατὰ πάλσαμα οἰκοῦσι, τοιάδε ἄλλα ἐς αὐτοὺς συμβαίνοντα οἶδα. μέγεθος μὲν κατὰμυρσίνης θάμνον τὰ πάλσαμά ἐστι, φύλλα δὲ αὐτοῖς κατὰ τὴν πόαν τὸ σάμψουχον:ἔχεων δὲ τῶν ἐν τῇ Ἀραβίᾳ κατὰ ποσοὺς καὶ πλείονες καὶ ἐλάσσονες ὑπὸ ἕκαστοναὐλίζονται δένδρον: τροφὴ γὰρ αὐτοῖς ὁ τῶν παλσάμων ἐστὶν ὀπὸς ἡδίστη, καὶ ἔτι καὶἄλλως τῇ σκιᾷ τῶν φυτῶν χαίρουσιν. [4] ἐπὰν οὖν συλλέγειν τοῦ παλσάμου τὸν ὀπὸνἀφίκηται τοῖς Ἄραψιν ὥρα, ξύλων δύο ἕκαστος σκυτάλας ἐπὶ τοὺς ἔχεις ἐσφέρει,κροτοῦντες δὲ τὰ ξύλα ἀπελαύνουσι τοὺς ἔχεις: ἀποκτείνειν δὲ αὐτοὺς οὐκ ἐθέλουσινἱεροὺς τῶν παλσάμων νομίζοντες. ἢν δὲ καὶ ὑπὸ ἔχεων δηχθῆναί τῳ συμβῇ, τὸ μὲντραῦμά ἐστιν ὁποῖον καὶ ὑπὸ σιδήρου, δεῖμα δὲ ἄπεστι τὸ ἀπὸ τοῦ ἰοῦ: ἅτε γὰρσιτουμένοις τοῖς ἔχεσι μύρων τὸ εὐοσμότατον, μετακεράννυταί σφισιν ἐκ τοῦθανατώδους ἐς τὸ ἠπιώτερον ὁ ἰός. 29. ταῦτα μὲν δὴ ἔχοντά ἐστιν οὕτω, θῦσαι δὲ ἐν Ἑλικῶνι Μούσαις πρώτους καὶἐπονομάσαι τὸ ὄρος ἱερὸν εἶναι Μουσῶν Ἐφιάλτην καὶ Ὦτον λέγουσιν, οἰκίσαι δὲαὐτοὺς καὶ Ἄσκρην: καὶ δὴ καὶ Ἡγησίνους ἐπὶ τῷδε ἐν τῇ Ἀτθίδι ἐποίησεν, “Ἄσκρῃ δ᾽αὖ παρέλεκτο Ποσειδάων ἐνοσίχθων, ἣ δή οἱ τέκε παῖδα περιπλομένων ἐνιαυτῶν Οἴοκλον, ὃς πρῶτος μετ᾽ Ἀλωέος ἔκτισε παίδων Ἄσκρην, ἥ θ᾽ Ἑλικῶνος ἔχει πόδα πιδακόεντα. ”Hegesinus Atthis, unknown location. [2] ταύτην τοῦ Ἡγησίνου τὴν ποίησιν οὐκἐπελεξάμην, ἀλλὰ πρότερον ἄρα ἐκλελοιπυῖα ἦν πρὶν ἢ ἐμέ γενέσθαι: Κάλλιππος δὲΚορίνθιος ἐν τῇ ἐς Ὀρχομενίους συγγραφῇ μαρτύρια ποιεῖται τῷ λόγῳ τὰ Ἡγησίνουἔπη, ὡσαύτως δὲ καὶ ἡμεῖς πεποιήμεθα παρ᾽ αὐτοῦ Καλλίππου διδαχθέντες. Ἄσκρηςμὲν δὴ πύργος εἷς ἐπ᾽ ἐμοῦ καὶ ἄλλο οὐδὲν ἐλείπετο ἐς μνήμην, οἱ δὲ τοῦ Ἀλωέωςπαῖδες ἀριθμόν τε Μούσας ἐνόμισαν εἶναι τρεῖς καὶ ὀνόματα αὐταῖς ἔθεντο Μελέτηνκαὶ Μνήμην καὶ Ἀοιδήν. [3] χρόνῳ δὲ ὕστερόν φασι Πίερον Μακεδόνα, ἀφ᾽ οὗ καὶΜακεδόσιν ὠνόμασται τὸ ὄρος, τοῦτον ἐλθόντα ἐς Θεσπιὰς ἐννέα τε Μούσαςκαταστήσασθαι καὶ τὰ ὀνόματα τὰ νῦν μεταθέσθαι σφίσι. ταῦτα δὲ ἐνόμιζεν οὕτως ὁΠίερος ἢ σοφώτερά οἱ εἶναι φανέντα ἢ κατά τι μάντευμα ἢ παρά του διδαχθεὶς τῶνΘρᾳκῶν: δεξιώτερον γὰρ τά τε ἄλλα ἐδόκει τοῦ Μακεδονικοῦ τὸ ἔθνος εἶναι πάλαι τὸΘρᾴκιον καὶ οὐχ ὁμοίως ἐς τὰ θεῖα ὀλίγωρον. [4] εἰσὶ δ᾽ οἳ καὶ αὐτῷ θυγατέρας ἐννέαΠιέρῳ γενέσθαι λέγουσι καὶ τὰ ὀνόματα ἅπερ ταῖς θεαῖς τεθῆναι καὶ ταύταις, καὶὅσοι Μουσῶν παῖδες ἐκλήθησαν ὑπὸ Ἑλλήνων, θυγατριδοῦς εἶναι σφᾶς Πιέρου:Μίμνερμος δέ, ἐλεγεῖα ἐς τὴν μάχην ποιήσας τὴν Σμυρναίων πρὸς Γύγην τε καὶΛυδούς, φησὶν ἐν τῷ προοιμίῳ θυγατέρας Οὐρανοῦ τὰς ἀρχαιοτέρας Μούσας, τούτωνδὲ ἄλλας νεωτέρας εἶναι Διὸς παῖδας. [5] ἐν Ἑλικῶνι δὲ πρὸς τὸ ἄλσος ἰόντι τῶνΜουσῶν ἐν ἀριστερᾷ μὲν ἡ Ἀγανίππη πηγή —θυγατέρα δὲ εἶναι τὴν Ἀγανίππην τοῦΤερμησσοῦ λέγουσι, ῥεῖ δὲ καὶ οὗτος ὁ Τερμησσὸς περὶ τὸν Ἑλικῶνα—, τὴν δὲ εὐθεῖανἐρχομένῳ πρὸς τὸ ἄλσος ἔστιν εἰκὼν Εὐφήμης ἐπειργασμένη λίθῳ: τροφὸν δὲ εἶναιτὴν Εὐφήμην λέγουσι τῶν Μουσῶν. [6] ταύτης τε οὖν εἰκὼν καὶ μετ᾽ αὐτὴν Λίνος ἐστὶνἐν πέτρᾳ μικρᾷ σπηλαίου τρόπον εἰργασμένῃ: τούτῳ κατὰ ἔτος ἕκαστον πρὸ τῆςθυσίας τῶν Μουσῶν ἐναγίζουσι. λέγεται δὲ ὡς ὁ Λίνος οὗτος παῖς μὲν Οὐρανίας εἴηκαὶ Ἀμφιμάρου τοῦ Ποσειδῶνος, μεγίστην δὲ τῶν τε ἐφ᾽ αὑτοῦ καὶ ὅσοι πρότερονἐγένοντο λάβοι δόξαν ἐπὶ μουσικῇ, καὶ ὡς Ἀπόλλων ἀποκτείνειεν αὐτὸν ἐξισούμενονκατὰ τὴν ᾠδήν. [7] ἀποθανόντος δὲ τοῦ Λίνου τὸ ἐπ᾽ αὐτῷ πένθος διῆλθεν ἄρα καὶἄχρι τῆς βαρβάρου πάσης, ὡς καὶ Αἰγυπτίοις ᾆσμα γενέσθαι Λίνον: καλοῦσι δὲ τὸᾆσμα Αἰγύπτιοι τῇ ἐπιχωρίῳ φωνῇ Μανέρων. οἱ δὲ Ἕλλησιν ἔπη ποιήσαντες, Ὅμηροςμέν, ἅτε ᾆσμα Ἕλλησιν ὂν ἐπιστάμενος τοῦ Λίνου τὰ παθήματα, ἐπὶ τοῦ Ἀχιλλέωςἔφη τῇ ἀσπίδι ἄλλα τε ἐργάσασθαι τὸν Ἥφαιστον καὶ κιθαρῳδὸν παῖδα ᾁδοντα τὰ ἐςΛίνον: “τοῖσι δ᾽ ἐνὶ μέσσοισι πάις φόρμιγγι λιγείῃ ἱμερόεν κιθάριζε, Λίνον δ᾽ ὑπὸ καλὸν ἄειδεν: ”Hom. Il. 18.569-701 [8] Πάμφως δέ, ὃς Ἀθηναίοις τῶν ὕμνων ἐποίησε τοὺςἀρχαιοτάτους, οὗτος ἀκμάζοντος ἐπὶ τῷ Λίνῳ τοῦ πένθους Οἰτόλινον ἐκάλεσεναὐτόν. Σαπφὼ δὲ ἡ Λεσβία τοῦ Οἰτολίνου τὸ ὄνομα ἐκ τῶν ἐπῶν τῶν Πάμφω μαθοῦσαἌδωνιν ὁμοῦ καὶ Οἰτόλινον ᾖσεν. Θηβαῖοι δὲ λέγουσι παρὰ σφίσι ταφῆναι τὸν Λίνον,καὶ ὡς μετὰ τὸ πταῖσμα τὸ ἐν Χαιρωνείᾳ τὸ Ἑλληνικὸν Φίλιππος ὁ Ἀμύντου κατὰ δήτινα ὄψιν ὀνείρατος τὰ ὀστᾶ ἀνελόμενος τοῦ Λίνου κομίσειεν ἐς Μακεδονίαν: [9]ἐκεῖνον μὲν δὴ αὖθις ἐξ ἐνυπνίων ἄλλων ὀπίσω τοῦ Λίνου τὰ ὀστᾶ ἐς Θήβαςἀποστεῖλαι, τὰ δὲ ἐπιθήματα τοῦ τάφου, καὶ ὅσα σημεῖα ἄλλα ἦν, ἀνὰ χρόνον φασὶνἀφανισθῆναι. λέγεται δὲ καὶ ἄλλα τοιάδε ὑπὸ Θηβαίων, ὡς τοῦ Λίνου τούτου γένοιτοὕστερον ἕτερος Λίνος καλούμενος Ἰσμηνίου καὶ ὡς Ἡρακλῆς ἔτι παῖς ὢνἀποκτείνειεν αὐτὸν διδάσκαλον μουσικῆς ὄντα. ἔπη δὲ οὔτε ὁ Ἀμφιμάρου Λίνος οὔτε ὁτούτου γενόμενος ὕστερον ἐποίησαν: ἢ καὶ ποιηθέντα ἐς τοὺς ἔπειτα οὐκ ἦλθεν. 30. ταῖς Μούσαις δὲ ἀγάλματα τὰ μὲν πρῶτά ἐστι Κηφισοδότου τέχνη πάσαις,προελθόντι δὲ οὐ πολὺ τρεῖς μέν εἰσιν αὖθις Κηφισοδότου, Στρογγυλίωνος δὲ ἕτερατοσαῦτα, ἀνδρὸς βοῦς καὶ ἵππους ἄριστα εἰργασμένου: τὰς δὲ ὑπολοίπους τρεῖςἐποίησεν Ὀλυμπιοσθένης. καὶ Ἀπόλλων χαλκοῦς ἐστιν ἐν Ἑλικῶνι καὶ Ἑρμῆςμαχόμενοι περὶ τῆς λύρας, καὶ Διόνυσος ὁ μὲν Λυσίππου, τὸ δὲ ἄγαλμα ἀνέθηκεΣύλλας τοῦ Διονύσου τὸ ὀρθόν, ἔργον τῶν Μύρωνος θέας μάλιστα ἄξιον μετά γε τὸνἈθήνῃσιν Ἐρεχθέα: ἀνέθηκε δὲ οὐκ οἴκοθεν, Ὀρχομενίους δὲ ἀφελόμενος τοὺςΜινύας. τοῦτό ἐστι τὸ ὑπὸ Ἑλλήνων λεγόμενον θυμιάμασιν ἀλλοτρίοις τὸ θεῖονσέβεσθαι. [2] ποιητὰς δὲ ἤ καὶ ἄλλως ἐπιφανεῖς ἐπὶ μουσικῇ, τοσῶνδε εἰκόνας ἀνέθεσαν: Θάμυρινμὲν αὐτόν τε ἤδη τυφλὸν καὶ λύρας κατεαγυίας ἐφαπτόμενον, Ἀρίων δὲ ὁ Μηθυμναῖόςἐστιν ἐπὶ δελφῖνος. ὁ δὲ Σακάδα τοῦ Ἀργείου τὸν ἀνδριάντα πλάσας, οὐ συνεὶςΠινδάρου τὸ ἐς αὐτὸν προοίμιον, ἐποίησεν οὐδὲν ἐς τὸ μῆκος τοῦ σώματος εἶναι τῶναὐλῶν μείζονα τὸν αὐλητήν. [3] κάθηται δὲ καὶ Ἡσίοδος κιθάραν ἐπὶ τοῖς γόνασινἔχων, οὐδέν τι οἰκεῖον Ἡσιόδῳ φόρημα: δῆλα γὰρ δὴ καὶ ἐξ αὐτῶν τῶν ἐπῶν ὅτι ἐπὶῥάβδου δάφνης ᾖδε. περὶ δὲ Ἡσιόδου τε ἡλικίας καὶ Ὁμήρου πολυπραγμονήσαντι ἐςτὸ ἀκριβέστατον οὔ μοι γράφειν ἡδὺ ἦν, ἐπισταμένῳ τὸ φιλαίτιον ἄλλων τε καὶ οὐχἥκιστα ὅσοι κατ᾽ ἐμὲ ἐπὶ ποιήσει τῶν ἐπῶν καθεστήκεσαν. [4] Ὀρφεῖ δὲ τῷ Θρᾳκὶπεποίηται μὲν παρεστῶσα αὐτῷ Τελετή, πεποίηται δὲ περὶ αὐτὸν λίθου τε καὶ χαλκοῦθηρία ἀκούοντα ᾁδοντος. πολλὰ μὲν δὴ καὶ ἄλλα πιστεύουσιν οὐκ ὄντα Ἕλληνες καὶδὴ καὶ Ὀρφέα Καλλιόπης τε εἶναι Μούσης καὶ οὐ τῆς Πιέρου καί οἱ τὰ θηρία ἰέναι πρὸςτὸ μέλος ψυχαγωγούμενα, ἐλθεῖν δὲ καὶ ἐς τὸν Ἅιδην ζῶντα αὐτὸν παρὰ τῶν κάτωθεῶν τὴν γυναῖκα αἰτοῦντα. ὁ δὲ Ὀρφεὺς ἐμοὶ δοκεῖν ὑπερεβάλετο ἐπῶν κόσμῳ τοὺς πρὸ αὐτοῦ καὶ ἐπὶ μέγα ἦλθεν ἰσχύος οἷαπιστευόμενος εὑρηκέναι τελετὰς θεῶν καὶ ἔργων ἀνοσίων καθαρμοὺς νόσων τεἰάματα καὶ τροπὰς μηνιμάτων θείων. [5] τὰς δὲ γυναῖκάς φασι τῶν Θρᾳκῶνἐπιβουλεύειν μὲν αὐτῷ θάνατον, ὅτι σφῶν τοὺς ἄνδρας ἀκολουθεῖν ἔπεισεν αὐτῷπλανωμένῳ, φόβῳ δὲ τῶν ἀνδρῶν οὐ τολμᾶν: ὡς δὲ ἐνεφορήσαντο οἴνου,ἐξεργάζονται τὸ τόλμημα, καὶ τοῖς ἀνδράσιν ἀπὸ τούτου κατέστη μεθυσκομένους ἐςτὰς μάχας χωρεῖν. εἰσὶ δὲ οἵ φασι κεραυνωθέντι ὑπὸ τοῦ θεοῦ συμβῆναι τὴν τελευτὴνὈρφεῖ: κεραυνωθῆναι δὲ αὐτὸν τῶν λόγων ἕνεκα ὧν ἐδίδασκεν ἐν τοῖς μυστηρίοις οὐπρότερον ἀκηκοότας ἀνθρώπους. [6] ἄλλοις δὲ εἰρημένον ἐστὶν ὡς προαποθανούσηςοἱ τῆς γυναικὸς ἐπὶ τὸ Ἄορνον δι᾽ αὐτὴν τὸ ἐν τῇ Θεσπρωτίδι ἀφίκετο: εἶναι γὰρ πάλαινεκυομαντεῖον αὐτόθι: νομίζοντα δέ οἱ ἕπεσθαι τῆς Εὐρυδίκης τὴν ψυχὴν καὶἁμαρτόντα ὡς ἐπεστράφη, αὐτόχειρα αὐτὸν ὑπὸ λύπης αὑτοῦ γενέσθαι. λέγουσι δὲ οἱΘρᾷκες, ὅσαι τῶν ἀηδόνων ἔχουσι νεοσσιὰς ἐπὶ τῷ τάφῳ τοῦ Ὀρφέως, ταύτας ἥδιονκαὶ μεῖζόν τι ᾁδειν. [7] Μακεδόνων δὲ οἱ χώραν τὴν ὑπὸ τὸ ὄρος τὴν Πιερίαν ἔχοντεςκαὶ πόλιν Δῖον, φασὶν ὑπὸ τῶν γυναικῶν γενέσθαι τὴν τελευτὴν ἐνταῦθα τῷ Ὀρφεῖ:ἰόντι δὲ ἐκ Δίου τὴν ἐπὶ τὸ ὄρος καὶ στάδια προεληλυθότι εἴκοσι κίων τέ ἐστιν ἐν δεξιᾷκαὶ ἐπίθημα ἐπὶ τῷ κίονι ὑδρία λίθου, ἔχει δὲ τὰ ὀστᾶ τοῦ Ὀρφέως ἡ ὑδρία, καθὰ οἱἐπιχώριοι λέγουσι. [8] ῥεῖ δὲ καὶ ποταμὸς Ἑλικών: ἄχρι σταδίων ἑβδομήκοντα πέντε προελθόντι τὸ ῥεῦμα ἀφανίζεταιτὸ ἀπὸ τούτου κατὰ τῆς γῆς: διαλιπὸν δὲ μάλιστα δύο καὶ εἴκοσι στάδια ἄνεισι τὸ ὕδωραὖθις, καὶ ὄνομα Βαφύρας ἀντὶ Ἑλικῶνος λαβὼν κάτεισιν ἐς θάλασσαν ναυσίπορος.τοῦτον οἱ Διασταὶ τὸν ποταμὸν ἐπιρρεῖν διὰ παντὸς τῇ γῇ τὰ ἐξ ἀρχῆς φασι: τὰςγυναῖκας δὲ αἳ τὸν Ὀρφέα ἀπέκτειναν ἐναπονίψασθαί οἱ θελῆσαι τὸ αἷμα, καταδῦναίτε ἐπὶ τούτῳ τὸν ποταμὸν ἐς τὴν γῆν, ἵνα δὴ μὴ τοῦ φόνου καθάρσια τὸ ὕδωρπαράσχηται. [9] ἤκουσα δὲ καὶ ἄλλον ἐν Λαρίσῃ λόγον, ὡς ἐν τῷ Ὀλύμπῳ. πόλιςοἰκοῖτο Λίβηθρα, ᾗ ἐπὶ Μακεδονίας τέτραπται τὸ ὄρος, καὶ εἶναι οὐ πόρρω τῆς πόλεωςτὸ τοῦ Ὀρφέως μνῆμα: ἀφικέσθαι δὲ τοῖς Λιβηθρίοις παρὰ τοῦ Διονύσου μάντευμα ἐκΘρᾴκης, ἐπειδὰν ἴδῃ τὰ ὀστᾶ τοῦ Ὀρφέως ἥλιος, τηνικαῦτα ὑπὸ συὸς ἀπολεῖσθαιΛιβηθρίοις τὴν πόλιν. οἱ μὲν δι᾽ οὐ πολλῆς φροντίδος ἐποιοῦντο τὸν χρησμόν, οὐδὲἄλλο τι θηρίον οὕτω μέγα καὶ ἄλκιμον ἔσεσθαι νομίζοντες ὡς ἑλεῖν σφισι τὴν πόλιν,συὶ δὲ θρασύτητος μετεῖναι μᾶλλον ἢ ἰσχύος. [10] ἐπεὶ δὲ ἐδόκει τῷ θεῷ, συνέβαινέσφισι τοιάδε. ποιμὴν περὶ μεσοῦσαν μάλιστα τὴν ἡμέραν ἐπικλίνων αὑτὸν πρὸς τοῦὈρφέως τὸν τάφον, ὁ μὲν ἐκάθευδεν ὁ ποιμήν, ἐπῄει δέ οἱ καὶ καθεύδοντι ἔπη τε ᾁδειντῶν Ὀρφέως καὶ μέγα καὶ ἡδὺ φωνεῖν. οἱ οὖν ἐγγύτατα νέμοντες ἢ καὶ ἀροῦντεςἕκαστοι τὰ ἔργα ἀπολείποντες ἠθροίζοντο ἐπὶ τοῦ ποιμένος τὴν ἐν τῷ ὕπνῳ ᾠδήν: καίποτε ὠθοῦντες ἀλλήλους καὶ ἐρίζοντες ὅστις ἐγγύτατα ἔσται τῷ ποιμένιἀνατρέπουσι τὸν κίονα, καὶ κατεάγη τε ἀπ᾽ αὐτοῦ πεσοῦσα ἡ θήκη καὶ εἶδεν ἥλιος ὅ τιἦν τῶν ὀστῶν τοῦ Ὀρφέως λοιπόν. [11] αὐτίκα δὲ ἐν τῇ ἐπερχομένῃ νυκτὶ ὅ τε θεὸςκατέχει πολὺ ἐκ τοῦ οὐρανοῦ τὸ ὕδωρ καὶ ὁ ποταμὸς ὁ Σῦς—τῶν δὲ περὶ τὸν Ὄλυμπονχειμάρρων καὶ ὁ Σῦς ἐστι—, τότε οὖν οὗτος ὁ ποταμὸς κατέβαλε μὲν τὰ τείχηΛιβηθρίοις, θεῶν δὲ ἱερὰ καὶ οἴκους ἀνέτρεψεν ἀνθρώπων, ἀπέπνιξε δὲ τούς τεἀνθρώπους καὶ τὰ ἐν τῇ πόλει ζῷα ὁμοίως τὰ πάντα. ἀπολλυμένων δὲ ἤδη Λιβηθρίων,οὕτως οἱ ἐν Δίῳ Μακεδόνες κατά γε τὸν λόγον τοῦ Λαρισαίου ξένου ἐς τὴν ἑαυτῶν τὰὀστᾶ κομίζουσι τοῦ Ὀρφέως. [12] ὅστις δὲ περὶ ποιήσεως ἐπολυπραγμόνησεν ἤδη,τοὺς Ὀρφέως ὕμνους οἶδεν ὄντας ἕκαστόν τε αὐτῶν ἐπὶ βραχύτατον καὶ τὸ σύμπανοὐκ ἐς ἀριθμὸν πολὺν πεποιημένους: Λυκομίδαι δὲ ἴσασί τε καὶ ἐπᾴδουσι τοῖςδρωμένοις. κόσμῳ μὲν δὴ τῶν ἐπῶν δευτερεῖα φέροιντο ἂν μετά γε Ὁμήρου τοὺςὕμνους, τιμῆς δὲ ἐκ τοῦ θείου καὶ ἐς πλέον ἐκείνων ἥκουσι. 31. καὶ Ἀρσινόης ἐστὶν ἐν Ἑλικῶνι εἰκών, ἣν Πτολεμαῖος ἔγημεν ἀδελφὸς ὤν. τὴν δὲἈρσινόην στρουθὸς φέρει χαλκῆ τῶν ἀπτήνων: πτερὰ μέν γε καὶ αὗται κατὰ ταὐτὰταῖς ἄλλαις φύουσιν, ὑπὸ δὲ βάρους καὶ διὰ μέγεθος οὐχ οἷά τέ ἐστιν ἀνέχειν σφᾶς ἐςτὸν ἀέρα τὰ πτερά. [2] ἐνταῦθα καὶ Τηλέφῳ τῷ Ἡρακλέους γάλα ἐστὶν ἔλαφος παιδὶ μικρῷ διδοῦσα καὶ βοῦςτε παρ᾽ αὐτὸν καὶ ἄγαλμα Πριάπου θέας ἄξιον. τούτῳ τιμαὶ τῷ θεῷ δέδονται μὲν καὶἄλλως, ἔνθα εἰσὶν αἰγῶν νομαὶ καὶ προβάτων ἢ καὶ ἑσμοὶ μελισσῶν: Λαμψακηνοὶ δὲἐς πλέον ἢ θεοὺς τοὺς ἄλλους νομίζουσι, Διονύσου τε αὐτὸν παῖδα εἶναι καὶἈφροδίτης λέγοντες. [3] ἐν δὲ τῷ Ἑλικῶνι καὶ ἄλλοι τρίποδες κεῖνται καὶ ἀρχαιότατος, ὃν ἐν Χαλκίδι λαβεῖν τῇἐπ᾽ Εὐρίπῳ λέγουσιν Ἡσίοδον νικήσαντα ᾠδῇ. περιοικοῦσι δὲ καὶ ἄνδρες τὸ ἄλσος,καὶ ἑορτήν τε ἐνταῦθα οἱ Θεσπιεῖς καὶ ἀγῶνα ἄγουσι Μουσεῖα: ἄγουσι δὲ καὶ τῷἜρωτι, ἆθλα οὐ μουσικῆς μόνον ἀλλὰ καὶ ἀθληταῖς τιθέντες. ἐπαναβάντι δὲ στάδιαἀπὸ τοῦ ἄλσους τούτου ὡς εἴκοσιν ἔστιν ἡ τοῦ Ἵππου καλουμένη κρήνη: ταύτην τὸνΒελλεροφόντου ποιῆσαί φασιν ἵππον ἐπιψαύσαντα ὁπλῇ τῆς γῆς. [4] Βοιωτῶν δὲ οἱπερὶ τὸν Ἑλικῶνα οἰκοῦντες παρειλημμένα δόξῃ λέγουσιν ὡς ἄλλο Ἡσίοδοςποιήσειεν οὐδὲν ἢ τὰ Ἔργα: καὶ τούτων δὲ τὸ ἐς τὰς Μούσας ἀφαιροῦσι προοίμιον,ἀρχὴν τῆς ποιήσεως εἶναι τὸ ἐς τὰς Ἔριδας λέγοντες: καί μοι μόλυβδον ἐδείκνυσαν,ἔνθα ἡ πηγή, τὰ πολλὰ ὑπὸ τοῦ χρόνου λελυμασμένον: [5] ἐγγέγραπται δὲ αὐτῷ τὰἜργα. ἔστι δὲ καὶ ἑτέρα κεχωρισμένη τῆς προτέρας, ὡς πολύν τινα ἐπῶν ὁ Ἡσίοδοςἀριθμὸν ποιήσειεν, ἐς γυναῖκάς τε ᾀδόμενα καὶ ἃς μεγάλας ἐπονομάζουσιν Ἠοίας,καὶ Θεογονίαν τε καὶ ἐς τὸν μάντιν Μελάμποδα, καὶ ὡς Θησεὺς ἐς τὸν Ἅιδην ὁμοῦΠειρίθῳ καταβαίη παραινέσεις τε Χίρωνος ἐπὶ διδασκαλίᾳ δὴ τῇ Ἀχιλλέως, καὶ ὅσαἐπὶ Ἔργοις τε καὶ Ἡμέραις. οἱ δὲ αὐτοὶ οὗτοι λέγουσι καὶ ὡς μαντικὴν Ἡσίοδοςδιδαχθείη παρὰ Ἀκαρνάνων: καὶ ἔστιν ἔπη Μαντικά, ὁπόσα τε ἐπελεξάμεθα καὶ ἡμεῖς,καὶ ἐξηγήσεις ἐπὶ τέρασιν. [6] ἐναντία δὲ καὶ ἐς τοῦ Ἡσιόδου τὴν τελευτήν ἐστινεἰρημένα. ὅτι μὲν γὰρ οἱ παῖδες τοῦ Γανύκτορος Κτίμενος καὶ Ἄντιφος ἔφυγον ἐςΜολυκρίαν ἐκ Ναυπάκτου διὰ τοῦ Ἡσιόδου τὸν φόνον καὶ αὐτόθι ἀσεβήσασιν ἐςΠοσειδῶνα ἐγένετο τῇ Μολυκρίδι σφίσιν ἡ δίκη, τάδε μὲν καὶ οἱ πάντες κατὰ ταὐτὰεἰρήκασι: τὴν δὲ ἀδελφὴν τῶν νεανίσκων οἱ μὲν ἄλλου τού φασιν αἰσχύναντοςἩσίοδον λαβεῖν οὐκ ἀληθῆ τὴν τοῦ ἀδικήματος δόξαν, οἱ δὲ ἐκείνου γενέσθαι τὸἔργον. τὰ μὲν δὴ ἐς Ἡσίοδον καὶ αὐτὸν καὶ ἐς τὰ ἔπη διάφορα ἐπὶ τοσοῦτο εἴρηται: [7] ἐπὶ δὲἄκρᾳ τῇ κορυφῇ τοῦ Ἑλικῶνος ποταμὸς οὐ μέγας ἐστὶν ὁ Λάμος. Θεσπιέων δὲ ἐν τῇ γῇἡ Δονακών ἐστιν ὀνομαζόμενος: ἐνταῦθά ἐστι Ναρκίσσου πηγή, καὶ τὸν Νάρκισσονἰδεῖν ἐς τοῦτο τὸ ὕδωρ φασίν, οὐ συνέντα δὲ ὅτι ἑώρα σκιὰν τὴν ἑαυτοῦ λαθεῖν τεαὐτὸν ἐρασθέντα αὑτοῦ καὶ ὑπὸ τοῦ ἔρωτος ἐπὶ τῇ πηγῇ οἱ συμβῆναι τὴν τελευτήν.τοῦτο μὲν δὴ παντάπασιν εὔηθες, ἡλικίας ἤδη τινὰ ἐς τοσοῦτο ἥκοντα ὡς ὑπὸ ἔρωτοςἁλίσκεσθαι μηδὲ ὁποῖόν τι ἄνθρωπος καὶ ὁποῖόν τι ἀνθρώπου σκιὰ διαγνῶναι: [8] ἔχειδὲ καὶ ἕτερος ἐς αὐτὸν λόγος, ἧσσον μὲν τοῦ προτέρου γνώριμος, λεγόμενος δὲ καὶοὗτος, ἀδελφὴν γενέσθαι Ναρκίσσῳ δίδυμον, τά τε ἄλλα ἐς ἅπαν ὅμοιον τὸ εἶδος καὶἀμφοτέροις ὡσαύτως κόμην εἶναι καὶ ἐσθῆτα ἐοικυῖαν αὐτοὺς ἐνδύεσθαι καὶ δὴ καὶἐπὶ θήραν ἰέναι μετὰ ἀλλήλων: Νάρκισσον δὲ ἐρασθῆναι τῆς ἀδελφῆς, καὶ ὡςἀπέθανεν ἡ παῖς, φοιτῶντα ἐπὶ τὴν πηγὴν συνιέναι μὲν ὅτι τὴν ἑαυτοῦ σκιὰν ἑώρα,εἶναι δέ οἱ καὶ συνιέντι ῥᾳστώνην τοῦ ἔρωτος ἅτε οὐχ ἑαυτοῦ σκιὰν δοξάζοντι ἀλλὰεἰκόνα ὁρᾶν τῆς ἀδελφῆς. [9] νάρκισσον δὲ ἄνθος ἡ γῆ καὶ πρότερον ἔφυεν ἐμοὶδοκεῖν, εἰ τοῖς Πάμφω τεκμαίρεσθαι χρή τι ἡμᾶς ἔπεσι: γεγονὼς γὰρ πολλοῖςπρότερον ἔτεσιν ἢ Νάρκισσος ὁ Θεσπιεὺς Κόρην τὴν Δήμητρός φησιν ἁρπασθῆναιπαίζουσαν καὶ ἄνθη συλλέγουσαν, ἁρπασθῆναι δὲ οὐκ ἴοις ἀπατηθεῖσαν ἀλλὰναρκίσσοις. 32. τοῖς δὲ ἐν Κρεύσιδι, ἐπινείῳ τῷ Θεσπιέων, οἰκοῦσιν ἐν κοινῷ μέν ἐστιν οὐδέν, ἐνἰδιώτου δὲ ἀνδρὸς ἄγαλμα ἦν Διονύσου γύψου πεποιημένον καὶ ἐπικεκοσμημένονγραφῇ. πλοῦς δὲ ἐς Κρεῦσίν ἐστιν ἐκ Πελοποννήσου σκολιός τε καὶ ἄλλως οὐκ εὔδιος:ἄκραι τε γὰρ ἀνέχουσιν ὡς μὴ κατ᾽ εὐθὺ τῆς θαλάσσης περαιοῦσθαι καὶ ἅμα ἐκ τῶνὀρῶν καταπνέουσιν ἄνεμοι βίαιοι. [2] πλέοντι δὲ ἐκ Κρεύσιδος οὐκ ἄνω, παρὰ δὲ αὐτὴν Βοιωτίαν, πόλις ἐστὶν ἐν δεξιᾷΘίσβη. πρῶτα μὲν ὄρος ἐστὶ πρὸς θαλάσσῃ, τοῦτο δὲ ὑπερβαλόντα πεδίον σεἐκδέξεται καὶ μετὰ τοῦτο ἄλλο ὄρος: ἐν δὲ ταῖς ὑπωρείαις ἐστὶν ἡ πόλις. Ἡρακλέουςδὲ ἱερὸν καὶ ἄγαλμα ὀρθὸν ἐνταῦθά ἐστι λίθου, καὶ Ἡράκλεια ἑορτὴν ἄγουσι. [3] τὸ δὲπεδίον τὸ μεταξὺ τῶν ὀρῶν ἐκώλυεν οὐδὲν ἂν λίμνην ὑπὸ πλήθους εἶναι τοῦ ὕδατος,εἰ μὴ διὰ μέσου χῶμά σφισιν ἐπεποίητο ἰσχυρόν: καὶ οὕτω παρὰ ἔτος ἐς μὲν τὰἐπέκεινα τοῦ χώματος ἐκτρέπουσι τὸ ὕδωρ, τὸ δὲ ἐπὶ τὰ ἕτερα αὐτοῦ γεωργοῦσι.Θίσβην δὲ λέγουσιν ἐπιχώριον εἶναι νύμφην, ἀφ᾽ ἧς ἡ πόλις τὸ ὄνομα ἔσχηκεν. [4] παραπλέοντι δὲ αὐτόθεν πόλισμά ἐστιν οὐ μέγα ἐπὶ θαλάσσῃ Τίφα: Ἡρακλεῖόν τεΤιφαιεῦσίν ἐστι καὶ ἑορτὴν ἄγουσιν ἐπέτειον. οὗτοι Βοιωτῶν μάλιστα ἐκ παλαιοῦ τὰθαλάσσια ἐθέλουσιν εἶναι σοφοί, Τῖφυν ἄνδρα μνημονεύοντες ἐπιχώριον ὡςπροκριθείη γενέσθαι τῆς Ἀργοῦς κυβερνήτης: ἀποφαίνουσι δὲ καὶ πρὸ τῆς πόλεωςἔνθα ἐκ Κόλχων ὀπίσω κομιζομένην ὁρμίσασθαι τὴν Ἀργὼ λέγουσιν. [5] ἀπὸ δὲ Θεσπίας ἰόντι ἄνω πρὸς ἤπειρον ἔστιν Ἁλίαρτος. ὅστις δὲ Ἁλιάρτου γέγονεκαὶ Κορωνείας οἰκιστής, οὔ με ἀπὸ τῶν ἐς Ὀρχομενίους ἐχόντων εἰκὸς ἦν χωρίζειν:κατὰ δὲ τὴν ἐπιστρατείαν τοῦ Μήδου φρονήσασιν Ἁλιαρτίοις τὰ Ἑλλήνων μοῖρα τῆςΞέρξου στρατιᾶς γῆν τέ σφισιν ὁμοῦ καὶ τὴν πόλιν ἐπεξῆλθε καίουσα. ἐν Ἁλιάρτῳ δέἐστι Λυσάνδρου τοῦ Λακεδαιμονίου μνῆμα: προσβαλὼν γὰρ τῷ Ἁλιάρτῳ πρὸς τὸτεῖχος στρατιᾶς ἔκ τε Θηβῶν ἐνούσης ἔνδον καὶ ἐξ Ἀθηνῶν καὶ ἐπεξελθόντων τῶνπολεμίων ἔπεσεν ἐν τῇ μάχῃ. [6] Λύσανδρον δὲ τὰ μὲν ἐς τὰ μάλιστα ἐπαινέσαι, τὰ δὲκαὶ πικρῶς ἔστι μέμψασθαι. σοφίαν μέν γε τοιαύτην ἐπεδείξατο: ἡγούμενοςΠελοποννησίων ταῖς τριήρεσιν Ἀντίοχον κυβερνήτην ὄντα Ἀλκιβιάδου, φυλάξαςἈλκιβιάδην ἀπόντα τοῦ ναυτικοῦ, τηνικαῦτα τὸν Ἀντίοχον ἐπηγάγετο ἐς ἐλπίδα ὡςὄντα ἀξιόμαχον ναυμαχῆσαι Λακεδαιμονίοις, καὶ ἀναγαγόμενον ὑπὸ θράσους τε καὶἀλαζονίας ἐνίκησεν αὐτὸν οὐ πόρρω τοῦ Κολοφωνίων ἄστεως. [7] ὡς δὲ καὶ δεύτερα ὁΛύσανδρος ἐπὶ τὰς τριήρεις ἀφίκετο ἐκ Σπάρτης, ἡμερώσατο μὲν οὕτω Κῦρον ὡςχρήματα, ὁπότε ἐς τὸ ναυτικὸν αἰτοίη, παρεῖναί οἱ κατὰ καιρόν τε καὶ ἄφθονα:ὁρμούντων δὲ ναυσὶν ἑκατὸν ἐν Αἰγὸς ποταμοῖς Ἀθηναίων, εἷλεν αὐτῶν τὰ πλοῖα,ἐσκεδασμένους ἐπί τε ὕδωρ τοὺς ναύτας καὶ ἐπὶ ἀγορὰν φυλάξας. παρέσχετο δὲ καὶἔργον τοιόνδε ἐς δικαιοσύνην. [8] Αὐτολύκῳ τῷ παγκρατιάσαντι, οὗ δὴ καὶ εἰκόναἰδὼν οἶδα ἐν πρυτανείῳ τῷ Ἀθηναίων, τούτῳ τῷ ἀνδρὶ ἐς ἀμφισβήτησιν ὅτου δὴκτήματος Ἐτεόνικος ἦλθεν ὁ Σπαρτιάτης: ὡς δὲ ἄρα λέγων ἡλίσκετο οὐ δίκαια—ἦνγὰρ δὴ τηνικαῦτα Ἀθηναίοις τῶν τριάκοντα ἡ ἀρχὴ καὶ παρῆν ἔτι ὁ Λύσανδρος—τούτων ἕνεκα Ἐτεόνικος πληγῶν τε ἄρχειν ἐπήρθη καὶ ἀμυνάμενον τὸν Αὐτόλυκονἦγεν ἐπὶ Λύσανδρον, παντάπασιν ἐκεῖνον ἐς χάριν τὴν ἑαυτοῦ δικάσειν ἐλπίζων:Λύσανδρος δὲ ἀδικεῖν Ἐτεόνικον κατέγνω καὶ ἀπέπεμψεν ἀτιμάσας τῷ λόγῳ. [9] τάδεμὲν Λυσάνδρῳ τὰ ἐς δόξαν ὑπάρχοντα ἦν, ἄλλα δὲ τοσάδε ὀνείδη. Φιλοκλέα γὰρἈθηναῖον ἐν Αἰγὸς ποταμοῖς καὶ αὐτὸν στρατηγοῦντα καὶ Ἀθηναίων τῶν ἄλλων ὅσοντετρακισχιλίους αἰχμαλώτους ὄντας ἀπέκτεινεν ὁ Λύσανδρος καί σφισιν οὐδὲἀποθανοῦσιν ἐπήνεγκε γῆν, ὃ καὶ Μήδων τοῖς ἀποβᾶσιν ἐς Μαραθῶνα ὑπῆρξε παρὰἈθηναίων καὶ αὐτῶν Λακεδαιμονίων τοῖς πεσοῦσιν ἐν Θερμοπύλαις ἐκ βασιλέωςΞέρξου. μείζονα δὲ ἔτι Λακεδαιμονίοις ὀνείδη γενέσθαι παρεσκεύασεν ὁ Λύσανδροςἐπί τε δεκαδαρχίαις ἃς κατέστησε ταῖς πόλεσι καὶ ἐπὶ τοῖς Λάκωσιν ἁρμοσταῖς. [10]Λακεδαιμονίων δὲ χρήματα οὐ νομιζόντων κτᾶσθαι κατὰ δή τι μάντευμα, ὡς ἡφιλοχρηματία μόνη γένοιτο ἂν ἀπώλεια τῇ Σπάρτῃ, ὁ δὲ καὶ χρημάτων πόθον σφίσινἐνεποίησεν ἰσχυρόν. ἐγὼ μὲν δὴ Πέρσαις τε ἑπόμενος καὶ δικάζων νόμῳ γε τῷἐκείνων βλάβος κρίνω Λακεδαιμονίοις μᾶλλον ἢ ὠφέλειαν γενέσθαι Λύσανδρον: 33.ἐν Ἁλιάρτῳ δὲ τοῦ τε Λυσάνδρου μνῆμα καὶ Κέκροπος τοῦ Πανδίονός ἐστιν ἡρῷον. τὸ δὲ ὄρος τὸ Τιλφούσιον καὶ ἡ Τιλφοῦσα καλουμένη πηγὴ σταδίους μάλισταἉλιάρτου πεντήκοντα ἀπέχουσι. λέγεται δὲ ὑπὸ Ἑλλήνων Ἀργείους μετὰ τῶνΠολυνείκους παίδων ἑλόντας Θήβας ἐς Δελφοὺς τῷ θεῷ καὶ ἄλλα τῶν λαφύρων καὶΤειρεσίαν ἄγειν, καὶ—εἴχετο γὰρ δίψῃ—καθ᾽ ὁδόν φασιν αὐτὸν πιόντα ἀπὸ τῆςΤιλφούσης ἀφεῖναι τὴν ψυχήν: καὶ ἔστι τάφος αὐτῷ πρὸς τῇ πηγῇ. [2] τὴν δὲ θυγατέρατοῦ Τειρεσίου δοθῆναι μέν φασι τῷ Ἀπόλλωνι ὑπὸ τῶν Ἀργείων, προστάξαντος δὲ τοῦθεοῦ ναυσὶν ἐς τὴν νῦν Ἰωνίαν καὶ Ἰωνίας ἐς τὴν Κολοφωνίαν περαιωθῆναι. καὶ ἡ μὲναὐτόθι συνῴκησεν ἡ Μαντὼ Ῥακίῳ Κρητί: τὰ δὲ ἄλλα ἐς Τειρεσίαν, ἐτῶν τε ἀριθμὸνὧν γεγράφασιν αὐτὸν βιῶναι καὶ ὡς ἐκ γυναικὸς ἐς ἄνδρα ἠλλάγη καὶ ὅτι Ὅμηροςἐποίησεν ἐν Ὀδυσσείᾳ συνετὸν εἶναι γνώμην Τειρεσίαν τῶν ἐν Ἅιδου μόνον, ταῦταμὲν καὶ οἱ πάντες ἴσασιν ἀκοῇ. [3] Ἁλιαρτίοις δέ ἐστιν ἐν ὑπαίθρῳ θεῶν ἱερὸν ἃςΠραξιδίκας καλοῦσιν: ἐνταῦθα ὀμνύουσι μέν, ποιοῦνται δὲ οὐκ ἐπίδρομον τὸν ὅρκον.ταύταις μέν ἐστι πρὸς τῷ ὄρει τῷ Τιλφουσίῳ τὸ ἱερόν: ἐν Ἁλιάρτῳ δέ εἰσι ναοί, καίσφισιν οὐκ ἀγάλματα ἔνεστιν, οὐκ ὄροφος ἔπεστιν: οὐ μὴν οὐδὲ οἷς τισιν ἐποιήθησαν,οὐδὲ τοῦτο ἠδυνάμην πυθέσθαι. [4] ἔστι δὲ ἐν τῇ Ἁλιαρτίᾳ ποταμὸς Λόφις. λέγεται δὲ τῆς χώρας αὐχμηρᾶς οὔσης τὸ ἐξἀρχῆς καὶ ὕδατος οὐκ ὄντος ἐν αὐτῇ ἄνδρα τῶν δυναστευόντων ἐλθόντα ἐς Δελφοὺςἐπερέσθαι τρόπον ὅντινα ὕδωρ εὑρήσουσιν ἐν τῇ γῇ: τὴν δὲ Πυθίαν προστάσσειν, ὃςἂν ἐπανήκοντι ἐς Ἁλίαρτον ἐντύχῃ οἱ πρὸ τῶν ἄλλων, τούτου δεῖν φονέα γενέσθαιαὐτόν. ἐντυχεῖν τε δὴ αὐτῷ παραγενομένῳ τὸν υἱὸν Λόφιν καὶ τὸν οὐ μελλήσαντα τῷξίφει τὸν νεανίσκον παῖσαι: καὶ τὸν μὲν ἔτι ἔμπνουν περιθεῖν, ὅπου δὲ ῥυῆναι τὸ αἷμα,ὕδωρ ἐντεῦθεν ἀνεῖναι τὴν γῆν. ἐπὶ τούτῳ μὲν ὁ ποταμὸς καλεῖται Λόφις: [5]Ἀλαλκομεναὶ δὲ κώμη μέν ἐστιν οὐ μεγάλη, κεῖται δὲ ὄρους οὐκ ἄγαν ὑψηλοῦ πρὸςτοῖς ποσὶν ἐσχάτοις. γενέσθαι δὲ αὐτῇ τὸ ὄνομα οἱ μὲν ἀπὸ Ἀλαλκομενέως ἀνδρὸςαὐτόχθονος, ὑπὸ τούτου δὲ Ἀθηνᾶν τραφῆναι λέγουσιν: οἱ δὲ εἶναι καὶ τὴνἈλαλκομενίαν τῶν Ὠγύγου θυγατέρων φασίν. ἀπωτέρω δὲ τῆς κώμης ἐπεποίητο ἐντῷ χθαμαλῷ τῆς Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα ἀρχαῖον ἐλέφαντος. [6] Σύλλα δὲ ἔστι μὲνκαὶ τὰ ἐς Ἀθηναίους ἀνήμερα καὶ ἤθους ἀλλότρια τοῦ Ῥωμαίων, ἐοικότα δὲ τούτοιςκαὶ τὰ ἐς Θηβαίους τε καὶ Ὀρχομενίους: προσεξειργάσατο δὲ καὶ ἐν ταῖςἈλαλκομεναῖς, τῆς Ἀθηνᾶς τὸ ἄγαλμα αὐτὸ συλήσας. τοῦτον μὲν τοιαῦτα ἔς τεἙλληνίδας πόλεις καὶ θεοὺς τοὺς Ἑλλήνων ἐκμανέντα ἐπέλαβεν ἀχαριστοτάτη νόσοςπασῶν: φθειρῶν γὰρ ἤνθησεν, ἥ τε πρότερον εὐτυχία δοκοῦσα ἐς τοιοῦτο περιῆλθεναὐτῷ τέλος. τὸ δὲ ἱερὸν τὸ ἐν ταῖς Ἀλαλκομεναῖς ἠμελήθη τὸ ἀπὸ τοῦδε ἅτεἠρημωμένον τῆς θεοῦ. [7] ἐγένετο δὲ καὶ ἄλλο ἐπ᾽ ἐμοῦ τοιόνδε ἐς κατάλυσιν τοῦναοῦ: κισσός οἱ προσπεφυκὼς μέγας καὶ ἰσχυρὸς διέλυσεν ἐκ τῶν ἁρμονιῶν καὶδιέσπα τοὺς λίθους ἀπ᾽ ἀλλήλων. ῥεῖ δὲ καὶ ποταμὸς ἐνταῦθα οὐ μέγας χείμαρρος:ὀνομάζουσι δὲ Τρίτωνα αὐτόν, ὅτι τὴν Ἀθηνᾶν τραφῆναι παρὰ ποταμῷ Τρίτωνι ἔχειλόγος, ὡς δὴ τοῦτον τὸν Τρίτωνα ὄντα καὶ οὐχὶ τὸν Λιβύων, ὃς ἐς τὴν πρὸς Λιβύῃθάλασσαν ἐκδίδωσιν ἐκ τῆς Τριτωνίδος λίμνης. 34. πρὶν δὲ ἐς Κορώνειαν ἐξ Ἀλαλκομενῶν ἀφικέσθαι, τῆς Ἰτωνίας Ἀθηνᾶς ἐστι τὸ ἱερόν:καλεῖται δὲ ἀπὸ Ἰτωνίου τοῦ Ἀμφικτύονος, καὶ ἐς τὸν κοινὸν συνίασιν ἐνταῦθα οἱΒοιωτοὶ σύλλογον. ἐν δὲ τῷ ναῷ χαλκοῦ πεποιημένα Ἀθηνᾶς Ἰτωνίας καὶ Διός ἐστινἀγάλματα: τέχνη δὲ Ἀγορακρίτου, μαθητοῦ τε καὶ ἐρωμένου Φειδίου. ἀνέθεσαν δὲ καὶΧαρίτων ἀγάλματα ἐπ᾽ ἐμοῦ. [2] λέγεται δὲ καὶ τοιόνδε, Ἰοδάμαν ἱερωμένην τῇ θεῷνύκτωρ ἐς τὸ τέμενος ἐσελθεῖν καὶ αὐτῇ τὴν Ἀθηνᾶν φανῆναι, τῷ χιτῶνι δὲ τῆς θεοῦτὴν Μεδούσης ἐπεῖναι τῆς Γοργόνος κεφαλήν: Ἰοδάμαν δέ, ὡς εἶδε, γενέσθαι λίθον.καὶ διὰ τοῦτο ἐπιτιθεῖσα γυνὴ πῦρ ἀνὰ πᾶσαν ἡμέραν ἐπὶ τῆς Ἰοδάμας τὸν βωμὸν ἐςτρὶς ἐπιλέγει τῇ Βοιωτῶν φωνῇ Ἰοδάμαν ζῆν καὶ αἰτεῖν πῦρ. [3] Κορώνεια δὲ παρείχετο μὲν ἐς μνήμην ἐπὶ τῆς ἀγορᾶς Ἑρμοῦ βωμὸν Ἐπιμηλίου, τὸν δὲἀνέμων. κατωτέρω δὲ ὀλίγον Ἥρας ἐστὶν ἱερὸν καὶ ἄγαλμα ἀρχαῖον, Πυθοδώρουτέχνη Θηβαίου, φέρει δὲ ἐπὶ τῇ χειρὶ Σειρῆνας: τὰς γὰρ δὴ Ἀχελῴου θυγατέραςἀναπεισθείσας φασὶν ὑπὸ Ἥρας καταστῆναι πρὸς τὰς Μούσας ἐς ᾠδῆς ἔργον: αἱ δὲὡς ἐνίκησαν, ἀποτίλασαι τῶν Σειρήνων τὰ πτερὰ ποιήσασθαι στεφάνους ἀπ᾽ αὐτῶνλέγονται. [4] Κορωνείας δὲ σταδίους ὡς τεσσαράκοντα ὄρος ἀπέχει τὸ Λιβήθριον,ἀγάλματα δὲ ἐν αὐτῷ Μουσῶν τε καὶ νυμφῶν ἐπίκλησίν ἐστι Λιβηθρίων: καὶ πηγαὶ—τὴν μὲν Λιβηθριάδα ὀνομάζουσιν, ἡ δὲ ἑτέρα †Πέτρα—γυναικὸς μαστοῖς εἰσινεἰκασμέναι, καὶ ὅμοιον γάλακτι ὕδωρ ἀπ᾽ αὐτῶν ἄνεισιν. [5] ἐς δὲ τὸ ὄρος τὸ Λαφύστιον καὶ ἐς τοῦ Διὸς τοῦ Λαφυστίου τὸ τέμενός εἰσιν ἐκΚορωνείας στάδιοι μάλιστα εἴκοσι. λίθου μὲν τὸ ἄγαλμά ἐστιν: Ἀθάμαντος δὲ θύεινΦρίξον καὶ Ἕλλην ἐνταῦθα μέλλοντος πεμφθῆναι κριὸν τοῖς παισί φασιν ὑπὸ Διὸςἔχοντα τὸ ἔριον χρυσοῦν, καὶ ἀποδρᾶναι σφᾶς ἐπὶ τοῦ κριοῦ τούτου. ἀνωτέρω δέ ἐστινἩρακλῆς Χάροψ ἐπίκλησιν: ἐνταῦθα δὲ οἱ Βοιωτοὶ λέγουσιν ἀναβῆναι τὸν Ἡρακλέαἄγοντα τοῦ Ἅιδου τὸν κύνα. ἐκ δὲ Λαφυστίου κατιόντι ἐς τῆς Ἰτωνίας Ἀθηνᾶς τὸ ἱερὸνποταμός ἐστι Φάλαρος ἐς τὴν Κηφισίδα ἐκδιδοὺς λίμνην. [6] τοῦ δὲ ὄρους τοῦ Λαφυστίου πέραν ἐστὶν Ὀρχομενός, εἴ τις Ἕλλησιν ἄλλη πόλιςἐπιφανὴς καὶ αὕτη ἐς δόξαν. εὐδαιμονίας δέ ποτε ἐπὶ μέγιστον προαχθεῖσαν ἔμελλενἄρα ὑποδέξεσθαι τέλος καὶ ταύτην οὐ πολύ τι ἀποδέον ἢ Μυκήνας τε καὶ Δῆλον. περὶδὲ τῶν ἀρχαίων τοιαῦτ᾽ ἦν ὁπόσα καὶ μνημονεύουσιν. Ἀνδρέα πρῶτον ἐνταῦθαΠηνειοῦ παῖδα τοῦ ποταμοῦ λέγουσιν ἐποικῆσαι καὶ ἀπὸ τούτου τὴν γῆν Ἀνδρηίδαὀνομασθῆναι: [7] παραγενομένου δὲ ὡς αὐτὸν Ἀθάμαντος, ἀπένειμε τῆς αὑτοῦ τῷἈθάμαντι τήν τε περὶ τὸ Λαφύστιον χώραν καὶ τὴν νῦν Κορώνειαν καὶ Ἁλιαρτίαν.Ἀθάμας δὲ ἅτε οὐδένα οἱ παίδων τῶν ἀρσένων λελεῖφθαι νομίζων—τὰ μὲν γὰρ ἐςΛέαρχόν τε καὶ Μελικέρτην ἐτόλμησεν αὐτός, Λεύκωνι δὲ ὑπὸ νόσου τελευτῆσαισυνέβη, Φρίξον δὲ ἄρα οὐκ ἠπίστατο ἢ αὐτὸν περιόντα ἢ γένος ὑπολειπόμενον Φρίξου—τούτων ἕνεκα ἐποιήσατο Ἁλίαρτον καὶ Κόρωνον τοὺς Θερσάνδρου τοῦ Σισύφου:Σισύφου γὰρ ἀδελφὸς ἦν ὁ Ἀθάμας. [8] ὕστερον δὲ ἀναστρέψαντος ἐκ Κόλχων οἱ μὲναὐτοῦ Φρίξου φασίν, οἱ δὲ Πρέσβωνος—γεγονέναι δὲ Φρίξῳ τὸν Πρέσβωνα ἐκ τῆςΑἰήτου θυγατρός— οὕτω συγχωροῦσιν οἱ Θερσάνδρου παῖδες οἶκον μὲν τὸνἈθάμαντος Ἀθάμαντι καὶ τοῖς ἀπὸ ἐκείνου προσήκειν: αὐτοὶ δὲ—μοῖραν γὰρ δίδωσί σφισιν Ἀθάμας τῆς γῆς—Ἁλιάρτου καὶΚορωνείας ἐγένοντο οἰκισταί. [9] πρότερον δὲ ἔτι τούτων Ἀνδρεὺς Εὐίππην θυγατέραΛεύκωνος λαμβάνει παρὰ Ἀθάμαντος γυναῖκα, καὶ υἱὸς Ἐτεοκλῆς αὐτῷ γίνεται,Κηφισοῦ δὲ τοῦ ποταμοῦ κατὰ τῶν πολιτῶν τὴν φήμην, ὥστε καὶ τῶν ποιησάντωντινὲς Κηφισιάδην τὸν Ἐτεοκλέα ἐκάλεσαν ἐν τοῖς ἔπεσιν. [10] οὗτος ὡς ἐβασίλευσεν ὁἘτεοκλῆς, τὴν μὲν χώραν ἀπὸ Ἀνδρέως ἔχειν τὸ ὄνομα εἴασε, φυλὰς δὲ Κηφισιάδα,τὴν δὲ ἑτέραν ἐπώνυμον αὑτῷ κατεστήσατο. ἀφικομένῳ δὲ πρὸς αὐτὸν Ἄλμῳ τῷΣισύφου δίδωσιν οἰκῆσαι τῆς χώρας οὐ πολλήν, καὶ κώμη τότε ἐκλήθησαν Ἄλμωνεςἀπὸ τοῦ Ἄλμου τούτου: χρόνῳ δὲ ἐξενίκησεν ὕστερον ὄνομα εἶναι τῇ κώμῃ Ὄλμωνας.35. τὸν δὲ Ἐτεοκλέα λέγουσιν οἱ Βοιωτοὶ Χάρισιν ἀνθρώπων θῦσαι πρῶτον. καὶ ὅτι μὲντρεῖς εἶναι Χάριτας κατεστήσατο ἴσασιν, ὀνόματα δὲ οἷα ἔθετο αὐταῖς οὐμνημονεύουσιν: ἐπεὶ Λακεδαιμόνιοί γε εἶναι Χάριτας δύο καὶ Λακεδαίμοναἱδρύσασθαι τὸν Ταϋγέτης φασὶν αὐτὰς καὶ ὀνόματα θέσθαι Κλήταν καὶ Φαένναν. [2]ἐοικότα μὲν δὴ Χάρισιν ὀνόματα καὶ ταῦτα, ἐοικότα δὲ καὶ παρ᾽ Ἀθηναίοις: τιμῶσι γὰρἐκ παλαιοῦ καὶ Ἀθηναῖοι Χάριτας Αὐξὼ καὶ Ἡγεμόνην. τὸ γὰρ τῆς Καρποῦς ἐστὶν οὐΧάριτος ἀλλὰ Ὥρας ὄνομα: τῇ δὲ ἑτέρᾳ τῶν Ὡρῶν νέμουσιν ὁμοῦ τῇ Πανδρόσῳ τιμὰςοἱ Ἀθηναῖοι, Θαλλὼ τὴν θεὸν ὀνομάζοντες. [3] παρὰ δὲ Ἐτεοκλέους τοῦ Ὀρχομενίουμαθόντες τρισὶν ἤδη νομίζομεν Χάρισιν εὔχεσθαι: καὶ Ἀγγελίων τεκαὶ Τεκταῖος†ὅσοιγε Διονύσου †τὸν Ἀπόλλωνα ἐργασάμενοι Δηλίοις τρεῖς ἐποίησαν ἐπὶ τῇ χειρὶ αὐτοῦΧάριτας: καὶ Ἀθήνῃσι πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χάριτές εἰσι καὶ αὗται τρεῖς,παρὰ δὲ αὐταῖς τελετὴν ἄγουσιν ἐς τοὺς πολλοὺς ἀπόρρητον. [4] Πάμφως μὲν δὴπρῶτος ὧν ἴσμεν ᾖσεν ἐς Χάριτας, πέρα δὲ οὔτε ἀριθμοῦ πέρι οὔτε ἐς τὰ ὀνόματάἐστιν οὐδὲν αὐτῷ πεποιημένον: Ὅμηρος δὲ—ἐμνημόνευσε γὰρ Χαρίτων καὶ οὗτος—τὴν μὲν Ἡφαίστου γυναῖκα εἶναι λέγει καὶ ὄνομα αὐτῇ τίθεται Χάριν, Πασιθέας δὲεἶναί φησιν ἐραστὴν Ὕπνον, ἐν δὲ Ὕπνου τοῖς λόγοις τὸ ἔπος ἐποίησεν“ἦ μέν μοιδώσειν Χαρίτων μίαν ὁπλοτεράων. ”Hom. Il. 14.270-6τούτου δὲ ἕνεκα ὑπόνοια δὴ παρέστη τισὶν ὡς Χάριτας ἄρα καὶπρεσβυτέρας οἶδεν ἄλλας Ὅμηρος. [5] Ἡσίοδος δὲ ἐν Θεογονίᾳ—προσιέσθω δὲ ὅτῳφίλον τὴν Θεογονίαν—, ἐν δ᾽ οὖν τῇ ποιήσει ταύτῃ τὰς Χάριτάς φησιν εἶναι Διός τεκαὶ Εὐρυνόμης καί σφισιν ὀνόματα Εὐφροσύνην τε καὶ Ἀγλαΐαν εἶναι καὶ Θαλίαν.κατὰ ταὐτὰ δὲ ἐν ἔπεσίν ἐστι τοῖς Ὀνομακρίτου. Ἀντίμαχος δὲ οὔτε ἀριθμὸν Χαρίτωνοὔτε ὀνόματα εἰπὼν Αἴγλης εἶναι θυγατέρας καὶ Ἡλίου φησὶν αὐτάς. Ἑρμησιάνακτιδὲ τῷ τὰ ἐλεγεῖα γράψαντι τοσόνδε οὐ κατὰ τὴν τῶν πρότερον δόξαν ἐστὶν αὐτῷπεποιημένον, ὡς ἡ Πειθὼ Χαρίτων εἴη καὶ αὐτὴ μία. [6] ὅστις δὲ ἦν ἀνθρώπων ὁγυμνὰς πρῶτος Χάριτας ἤτοι πλάσας ἢ γραφῇ μιμησάμενος, οὐχ οἷόν τε ἐγένετοπυθέσθαι με, ἐπεὶ τά γε ἀρχαιότερα ἐχούσας ἐσθῆτα οἵ τε πλάσται καὶ κατὰ ταὐτὰἐποίουν οἱ ζωγράφοι: καὶ Σμυρναίοις τοῦτο μὲν ἐν τῷ ἱερῷ τῶν Νεμέσεων ὑπὲρ τῶνἀγαλμάτων χρυσοῦ Χάριτες ἀνάκεινται, τέχνη Βουπάλου, τοῦτο δέ σφισιν ἐν τῷὨιδείῳ Χάριτός ἐστιν εἰκών, Ἀπελλοῦ γραφή, Περγαμηνοῖς δὲ ὡσαύτως ἐν τῷἈττάλου θαλάμῳ, Βουπάλου καὶ αὗται: [7] καὶ πρὸς τῷ ὀνομαζομένῳ Πυθίῳ Χάριτεςκαὶ ἐνταῦθά εἰσι Πυθαγόρου γράψαντος Παρίου: Σωκράτης τε ὁ Σωφρονίσκου πρὸτῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χαρίτων εἰργάσατο ἀγάλματα Ἀθηναίοις. καὶ ταῦτα μένἐστιν ὁμοίως ἅπαντα ἐν ἐσθῆτι, οἱ δὲ ὕστερον— οὐκ οἶδα ἐφ᾽ ὅτῳ—μεταβεβλήκασι τὸσχῆμα αὐταῖς: Χάριτας γοῦν οἱ κατ᾽ ἐμὲ ἔπλασσόν τε καὶ ἔγραφον γυμνάς. 36. γενομένης δὲ Ἐτεοκλεῖ τῆς τελευτῆς ἡ βασιλεία περιῆλθεν ἐς τὸ Ἄλμου γένος. Ἄλμῳδὲ αὐτῷ μὲν θυγατέρες Χρυσογένεια ἐγένετο καὶ Χρύση: Χρύσης δὲ τῆς Ἄλμου καὶἌρεως ἔχει φήμη γενέσθαι Φλεγύαν, καὶ τὴν ἀρχὴν τὴν Ἐτεοκλέους ἀποθανόντοςἄπαιδος ὁ Φλεγύας ἔσχεν οὗτος. τῇ μὲν δὴ χώρᾳ τῇ πάσῃ Φλεγυαντίδα ὄνομα εἶναιμετέθεντο ἀντὶ Ἀνδρηίδος, [2] πόλις δὲ ἐγένετο ἥ τε ἐξ ἀρχῆς οἰκισθεῖσα ἡ Ἀνδρηὶς καὶπροσέκτισεν ὁ Φλεγύας ὁμώνυμον αὑτῷ, τοὺς τὰ πολεμικὰ ἀρίστους Ἑλλήνωνσυλλέξας ἐς αὐτήν. καὶ ἀπέστησάν τε ἀνὰ χρόνον ἀπὸ τῶν ἄλλων Ὀρχομενίων ὑπὸἀνοίας καὶ τόλμης οἱ Φλεγύαι καὶ ἦγον καὶ ἔφερον τοὺς προσοίκους: τέλος δὲ καὶ ἐπὶτὸ ἱερὸν συλήσοντες στρατεύουσι τὸ ἐν Δελφοῖς, ὅτε καὶ Φιλάμμων λογάσιν Ἀργείωνἐπ᾽ αὐτοὺς βοηθήσας αὐτός τε ἀπέθανεν ἐν τῇ μάχῃ καὶ οἱ τῶν Ἀργείων λογάδες. [3]τοὺς δὲ Φλεγύας πολέμῳ μάλιστα Ἑλλήνων χαίρειν μαρτυρεῖ μοι καὶ ἔπη τῶν ἐνἸλιάδι περὶ Ἄρεως καὶ Φόβου τοῦ Ἄρεως πεποιημένα,“τὼ μὲν ἄρ᾽ εἰς Ἐφύρουςπόλεμον μέτα θωρήσσεσθον ἠὲ μετὰ Φλεγύας μεγαλήτορας: ”Hom. Il. 13.301-2Ἐφύρους δὲ ἐνταῦθα ἐμοὶ δοκεῖν τοὺς ἐν τῇ Θεσπρωτίδι ἠπείρῳλέγει. τὸ μὲν δὴ Φλεγυῶν γένος ἀνέτρεψεν ἐκ βάθρων ὁ θεὸς κεραυνοῖς συνεχέσι καὶἰσχυροῖς σεισμοῖς: τοὺς δὲ ὑπολειπομένους νόσος ἐπιπεσοῦσα ἔφθειρε λοιμώδης,ὀλίγοι δὲ καὶ ἐς τὴν Φωκίδα διαφεύγουσιν ἐξ αὐτῶν. [4] Φλεγύᾳ δὲ οὐ γενομένων παίδων ἐκδέχεται Χρύσης τὴν ἀρχήν, Χρυσογενείας τε ὢντῆς Ἄλμου καὶ Ποσειδῶνος. τούτῳ δὲ υἱὸς γίνεται τῷ Χρύσῃ Μινύας, καὶ ἀπ᾽ αὐτοῦΜινύαι καὶ νῦν ἔτι ὧν ἦρχεν ὀνομάζονται. πρόσοδοι δὲ ἐγίνοντο τῷ Μινύᾳ τηλικαῦταιμέγεθος ὡς ὑπερβαλέσθαι τοὺς πρὸ αὐτοῦ πλούτῳ: θησαυρόν τε ἀνθρώπων ὧν ἴσμενΜινύας πρῶτος ἐς ὑποδοχὴν χρημάτων ᾠκοδομήσατο. [5] Ἕλληνες δὲ ἄρα εἰσὶ δεινοὶτὰ ὑπερόρια ἐν θαύματι τίθεσθαι μείζονι ἢ τὰ οἰκεῖα, ὁπότε γε ἀνδράσιν ἐπιφανέσινἐς συγγραφὴν πυραμίδας μὲν τὰς παρὰ Αἰγυπτίοις ἐπῆλθεν ἐξηγήσασθαι πρὸς τὸἀκριβέστατον, θησαυρὸν δὲ τὸν Μινύου καὶ τὰ τείχη τὰ ἐν Τίρυνθι οὐδὲ ἐπὶ βραχὺἤγαγον μνήμης, οὐδὲν ὄντα ἐλάττονος θαύματος. [6] Μινύου δὲ ἦν Ὀρχομενός, καὶ ἐπὶ τούτου βασιλεύοντος ἥ τε πόλις Ὀρχομενὸς καὶ οἱἄνδρες ἐκλήθησαν Ὀρχομένιοι: διέμεινε δὲ οὐδὲν ἧσσον καὶ Μινύας ἐπονομάζεσθαισφᾶς ἐς διάκρισιν ἀπὸ Ὀρχομενίων τῶν ἐν Ἀρκαδίᾳ. παρὰ τοῦτον τὸν Ὀρχομενὸνβασιλεύοντα Ὕηττος ἀφίκετο ἐξ Ἄργους, φεύγων ἐπὶ τῷ Μολούρου φόνῳ τοῦἈρίσβαντος, ὅντινα ἀπέκτεινεν ἐπὶ γυναικὶ ἑλὼν γαμετῇ: καὶ αὐτῷ τῆς χώραςἀπένειμεν Ὀρχομενὸς ὅση νῦν περί τε Ὕηττόν ἐστι τὴν κώμην καὶ ἡ ταύτῃ προσεχής.[7] Ὑήττου δὲ ἐποιήσατο μνήμην καὶ ὁ τὰ ἔπη συνθεὶς ἃς μεγάλας Ἠοίας καλοῦσινἝλληνες:“Ὕηττος δὲ Μόλουρον Ἀρίσβαντος φίλον υἱόν κτείνας ἐν μεγάροις εὐνῆς ἕνεχ᾽ ἧς ἀλόχοιο, οἶκον ἀποπρολιπὼν φεῦγ᾽ Ἄργεος ἱπποβότοιο, ἷξεν δ᾽ Ὀρχομενὸν Μινυήιον: καί μιν ὅ γ᾽ ἥρως δέξατο καὶ κτεάνων μοῖραν πόρεν ὡς ἐπιεικές. ”The Great Eoeae, unknown location. [8] πρῶτος δὲ οὗτος ὁ Ὕηττος δίκην μοιχείαςλαβὼν δῆλός ἐστι: καὶ χρόνῳ ὕστερον Δράκοντος Ἀθηναίοις θεσμοθετήσαντος ἐκ τῶνἐκείνου κατέστη νόμων, οὓς ἔγραφεν ἐπὶ τῆς ἀρχῆς, ἄλλων τε ὁπόσων ἄδειαν εἶναιχρὴ καὶ δὴ καὶ τιμωρίας μοιχοῦ. τὸ δὲ ἀξίωμα τῶν Μινυῶν ἐπὶ τοσοῦτο ἤδη προῆκτο,ὥστε καὶ Νηλεὺς Κρηθέως βασιλεύων Πύλου γυναῖκα ἔσχεν ἐξ Ὀρχομενοῦ ΧλῶρινἈμφίονος τοῦ Ἰασίου. 37. ἔδει δὲ ἄρα παυσθῆναι καὶ τὸ Ἄλμου γένος: οὐχ ὑπολείπεται γὰρ παῖδα Ὀρχομενός,καὶ οὕτως ἐς Κλύμενον τὸν Πρέσβωνος τοῦ Φρίξου περιῆλθεν ἡ ἀρχή. Κλυμένου δὲγίνονται παῖδες, πρεσβύτατος μὲν Ἐργῖνος, ἐπὶ δὲ αὐτῷ Στράτιος καὶ Ἄρρων καὶΠύλεος, νεώτατος δὲ Ἀζεύς. Κλύμενον μὲν ἐν τῇ ἑορτῇ τοῦ Ὀγχηστίου ΠοσειδῶνοςΘηβαίων φονεύουσιν ἄνδρες ἐξ ἀφορμῆς μικρᾶς ἐς ἅπαν θυμοῦ προαχθέντες:Ἐργῖνος δὲ ὁ πρεσβύτατος τῶν Κλυμένου παίδων τὴν βασιλείαν παραλαμβάνει. [2]δύναμιν δὲ αὐτίκα αὐτός τε καὶ οἱ ἀδελφοὶ συλλέξαντες ἦλθον ἐπὶ τὰς Θήβας: καὶμάχῃ μὲν ἐκράτησαν, τὸ δὲ ἀπὸ τούτου χωροῦσιν ἐς ὁμολογίαν Θηβαίους κατὰ ἔτοςἕκαστον τελεῖν δασμὸν τοῦ Κλυμένου φόνου. Ἡρακλέους δὲ ἐπιτραφέντος ἐν Θήβαις,οὕτω τοῦ δασμοῦ τε ἠλευθερώθησαν οἱ Θηβαῖοι καὶ οἱ Μινύαι μεγάλως τῷ πολέμῳπροσέπταισαν: [3] Ἐργῖνος δὲ ἅτε κεκακωμένων ἐς τὸ ἔσχατον τῶν πολιτῶν πρὸς μὲντὸν Ἡρακλέα ἐποιήσατο εἰρήνην, πλοῦτον δὲ τὸν πρότερον καὶ εὐδαιμονίαν ἐκείνηνἀνασώσασθαι ζητῶν ἠμέλησεν ἁπάντων ὁμοίως τῶν ἄλλων, ὥστε καὶ ἔλαθεν ἄγαμοςκαὶ ἄπαις ἀφικόμενος ἐς γῆρας. ὡς δὲ αὐτῷ χρήματα συνείλεκτο, ἐνταῦθαἐπεθύμησέν οἱ γενέσθαι παῖδας: [4] ἐλθόντι δὲ ἐς Δελφοὺς καὶ ἐρομένῳ περὶ παίδωνχρᾷ τάδε ἡ Πυθία: “Ἐργῖνε Κλυμένοιο πάι Πρεσβωνιάδαο, ὄψ᾽ ἦλθες γενεὴν διζήμενος, ἀλλ᾽ ἔτι καὶ νῦν ἱστοβοῆι γέροντι νέην ποτίβαλλε κορώνην. ”λαβόντι δὲ αὐτῷ νέαν γυναῖκα κατὰ τὸ μάντευμα Τροφώνιος γίνεται καὶ Ἀγαμήδης.[5] λέγεται δὲ ὁ Τροφώνιος Ἀπόλλωνος εἶναι καὶ οὐκ Ἐργίνου: καὶ ἐγώ τε πείθομαι καὶὅστις παρὰ Τροφώνιον ἦλθε δὴ μαντευσόμενος. τούτους φασίν, ὡς ηὐξήθησαν,γενέσθαι δεινοὺς θεοῖς τε ἱερὰ κατασκευάσασθαι καὶ βασίλεια ἀνθρώποις: καὶ γὰρ τῷἈπόλλωνι τὸν ναὸν ᾠκοδόμησαν τὸν ἐν Δελφοῖς καὶ Ὑριεῖ τὸν θησαυρόν. ἐποίησαν δὲἐνταῦθα τῶν λίθων ἕνα εἶναί σφισιν ἀφαιρεῖν κατὰ τὸ ἐκτός: καὶ οἱ μὲν ἀεί τι ἀπὸ τῶντιθεμένων ἐλάμβανον: Ὑριεὺς δὲ εἴχετο ἀφασίᾳ, κλεῖς μὲν καὶ σημεῖα τὰ ἄλλα ὁρῶνἀκίνητα, τὸν δὲ ἀριθμὸν ἀεὶ τῶν χρημάτων ἐλάττονα. [6] ἵστησιν οὖν ὑπὲρ τῶνἀγγείων, ἐν οἷς ὅ τε ἄργυρος ἐνῆν καὶ ὁ χρυσός οἱ, πάγας ἤ τι καὶ ἄλλο ὃ τὸνἐσελθόντα καὶ ἁπτόμενον τῶν χρημάτων καθέξειν ἔμελλεν. ἐσελθόντος δὲ τοῦἈγαμήδους τὸν μὲν ὁ δεσμὸς κατεῖχε, Τροφώνιος δὲ ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν,ὅπως μὴ ἡμέρας ἐπισχούσης ἐκεῖνος γένοιτο ἐν αἰκίαις καὶ αὐτὸς μηνυθείη μετέχωντοῦ τολμήματος. [7] καὶ Τροφώνιον μὲν ἐνταῦθα ἐδέξατο ἡ γῆ διαστᾶσα, ἔνθα ἐστὶν ἐντῷ ἄλσει τῷ ἐν Λεβαδείᾳ βόθρος τε Ἀγαμήδους καλούμενος καὶ πρὸς αὐτῷ στήλη: τὴνδὲ ἀρχὴν τῶν Ὀρχομενίων ἔσχεν Ἀσκάλαφος καὶ Ἰάλμενος Ἄρεως εἶναι λεγόμενοι,μητρὸς δὲ Ἀστυόχης ἦσαν τῆς Ἄκτορος τοῦ Ἀζέως τοῦ Κλυμένου: καὶ ὑπὸ τούτοιςἡγεμόσι Μινύαι στρατεύουσιν ἐς Τροίαν. [8] μετέσχον Ὀρχομένιοι καὶ τοῖς Κόδρουπαισὶν ἐς Ἰωνίαν τοῦ στόλου. γενομένους δὲ ἀναστάτους ὑπὸ Θηβαίων κατήγαγεναὖθις ἐς Ὀρχομενὸν Φίλιππος ὁ Ἀμύντου: τὰ δὲ ἀπὸ τοῦ δαιμονίου σφίσιν ἐς τὸἀσθενέστερον ἔμελλεν ἀεὶ ῥέψειν. 38. Ὀρχομενίοις δὲ πεποίηται καὶ Διονύσου, τὸ δὲ ἀρχαιότατον Χαρίτων ἐστὶν ἱερόν. τὰςμὲν δὴ πέτρας σέβουσί τε μάλιστα καὶ τῷ Ἐτεοκλεῖ αὐτὰς πεσεῖν ἐκ τοῦ οὐρανοῦφασιν: τὰ δὲ ἀγάλματα τὰ σὺν κόσμῳ πεποιημένα ἀνετέθη μὲν ἐπ᾽ ἐμοῦ, λίθου δέ ἐστικαὶ ταῦτα. [2] ἔστι δέ σφισι καὶ κρήνη θέας ἀξία: καταβαίνουσι δὲ ἐς αὐτὴν ὕδωροἴσοντες. θησαυρὸς δὲ ὁ Μινύου, θαῦμα ὂν τῶν ἐν Ἑλλάδι αὐτῇ καὶ τῶν ἑτέρωθιοὐδενὸς ὕστερον, πεποίηται τρόπον τοιόνδε: λίθου μὲν εἴργασται, σχῆμα δὲ περιφερέςἐστιν αὐτῷ, κορυφὴ δὲ οὐκ ἐς ἄγαν ὀξὺ ἀνηγμένη: τὸν δὲ ἀνωτάτω τῶν λίθων φασὶνἁρμονίαν παντὶ εἶναι τῷ οἰκοδομήματι. [3] τάφοι δὲ Μινύου τε καὶ Ἡσιόδου:καταδέξασθαι δέ φασιν οὕτω τοῦ Ἡσιόδου τὰ ὀστᾶ. νόσου καταλαμβανούσηςλοιμώδους καὶ ἀνθρώπους καὶ τὰ βοσκήματα ἀποστέλλουσι θεωροὺς παρὰ τὸν θεόν:τούτοις δὲ ἀποκρίνασθαι λέγουσι τὴν Πυθίαν, Ἡσιόδου τὰ ὀστᾶ ἐκ τῆς Ναυπακτίαςἀγαγοῦσιν ἐς τὴν Ὀρχομενίαν, ἄλλο δὲ εἶναί σφισιν οὐδὲν ἴαμα. τότε δὲ ἐπερέσθαιδεύτερα, ὅπου τῆς Ναυπακτίας αὐτὰ ἐξευρήσουσι: καὶ αὖθις τὴν Πυθίαν εἰπεῖν ὡςμηνύσοι κορώνη σφίσιν. [4] οὕτω τοῖς θεοπρόποις ἀποβᾶσιν ἐς τὴν γῆν πέτραν τε οὐπόρρω τῆς ὁδοῦ καὶ τὴν ὄρνιθα ἐπὶ τῇ πέτρᾳ φασὶν ὀφθῆναι: καὶ τοῦ Ἡσιόδου δὲ τὰὀστᾶ εὗρον ἐν χηραμῷ τῆς πέτρας. καὶ ἐλεγεῖα ἐπὶ τῷ μνήματι ἐπεγέγραπτο: “Ἄσκρημὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει Ἡσιόδου, τοῦ πλεῖστον ἐν Ἑλλάδι κῦδος ὀρεῖται ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης. ” [5] περὶ δὲ Ἀκταίωνος λεγόμενα ἦν Ὀρχομενίοις λυμαίνεσθαι τὴν γῆν πέτρας ἔχονεἴδωλον: ὡς δὲ ἐχρῶντο ἐν Δελφοῖς, κελεύει σφίσιν ὁ θεὸς ἀνευρόντας εἴ τι ἦνἈκταίωνος λοιπὸν κρύψαι γῇ, κελεύει δὲ καὶ τοῦ εἰδώλου χαλκῆν ποιησαμένουςεἰκόνα πρὸς πέτρᾳ σιδήρῳ δῆσαι. τοῦτο καὶ αὐτὸς δεδεμένον τὸ ἄγαλμα εἶδον: καὶ τῷἈκταίωνι ἐναγίζουσιν ἀνὰ πᾶν ἔτος. [6] σταδίους δὲ ἀφέστηκεν ἑπτὰ Ὀρχομενοῦ ναός τε Ἡρακλέους καὶ ἄγαλμα οὐ μέγα.ἐνταῦθα τοῦ ποταμοῦ τοῦ Μέλανός εἰσιν αἱ πηγαί, καὶ ὁ Μέλας ἐς λίμνην καὶ οὗτοςτὴν Κηφισίδα ἐκδίδωσιν. ἐπέχει μὲν δὴ καὶ ἄλλως τῆς Ὀρχομενίας τὸ πολὺ ἡ λίμνη,χειμῶνος δὲ ὥρᾳ νότου τὰ πλείω πνεύσαντος ἔπεισιν ἐπὶ πλέον τῆς χώρας τὸ ὕδωρ.[7] Θηβαῖοι δὲ τὸν ποταμὸν τὸν Κηφισόν φασιν ὑπὸ Ἡρακλέους ἐς τὸ πεδίονἀποστραφῆναι τὸ Ὀρχομένιον: τέως δὲ αὐτὸν ὑπὸ τὸ ὄρος ἐς θάλασσαν ἐξιέναι, πρὶνἢ τὸν Ἡρακλέα τὸ χάσμα ἐμφράξαι τὸ διὰ τοῦ ὄρους. ἐπίσταται μὲν οὖν καὶ Ὅμηροςλίμνην ἄλλως τὴν Κηφισίδα οὖσαν καὶ οὐχ ὑπὸ Ἡρακλέους πεποιημένην, καὶ ἐπὶ τῷδεεἴρηκε“λίμνῃ κεκλιμένος Κηφισίδι: ”Hom. Il. 5.709 [8] ἔχει δὲ οὐδὲ εἰκότα λόγον τοὺς Ὀρχομενίους μὴ καὶ τὸ χάσμαἐξευρεῖν καὶ τοῦ Ἡρακλέους ἀναρρήξαντας τὸ ἔργον ἀποδοῦναι τὴν διέξοδον τῷΚηφισῷ τὴν ἀρχαίαν, ἐπεὶ μηδὲ ἄχρι τῶν Τρωικῶν χρήμασιν ἀδυνάτως εἶχον. μαρτυρεῖδέ μοι καὶ Ὄμηρος ἐν Ἀχιλλέως ἀποκρίσει πρὸς τοὺς παρὰ Ἀγαμέμνονοςπρέσβεις:“οὐδ᾽ ὅσ᾽ ἐς Ὀρχομενὸν ποτινίσσεται, ”Hom. Il. 9.381δῆλα δήπουθεν ὡς καὶ τότε προσιόντων τοῖς Ὀρχομενίοις χρημάτωνπολλῶν. [9] Ἀσπληδόνα δὲ ἐκλιπεῖν τοὺς οἰκήτοράς φασιν ὕδατος σπανίζοντος: γενέσθαι δὲ τὸὄνομα ἀπὸ Ἀσπληδόνος τῇ πόλει, τοῦτον δὲ εἶναι νύμφης τε Μιδείας καὶ Ποσειδῶνος.ὁμολογεῖ δὲ καὶ ἔπη σφίσιν ἃ ἐποίησε Χερσίας, ἀνὴρ Ὀρχομένιος:“ἐκ δὲ Ποσειδάωνοςἀγακλειτῆς τε Μιδείης Ἀσπληδὼν γένεθ᾽ υἱὸς ἀν᾽ εὐρύχορον πτολίεθρον. ”Chersias of Orchomenus, unknown location. [10] τοῦδε τοῦ Χερσίου τῶν ἐπῶν οὐδεμίαἦν ἔτι κατ᾽ ἐμὲ μνήμη, ἀλλὰ καὶ τάδε ἐπηγάγετο ὁ Κάλλιππος ἐς τὸν αὐτὸν λόγον τὸνἔχοντα ἐς Ὀρχομενίους: τούτου δὲ τοῦ Χερσίου καὶ ἐπίγραμμα οἱ Ὀρχομένιοι τὸ ἐπὶτῷ Ἡσιόδου τάφῳ μνημονεύουσιν. 39. τὰ μὲν δὴ πρὸς τῶν ὀρῶν Φωκεῖς ὑπεροικοῦσιν Ὀρχομενίων, ἐν δὲ τῷ πεδίῳ Λεβάδειάἐστιν αὐτοῖς ὅμορος. αὕτη τὸ μὲν ἐξ ἀρχῆς ᾠκεῖτο ἐπὶ μετεώρου καὶ ὠνομάζετο Μίδειαἀπὸ τῆς Ἀσπληδόνος μητρός: Λεβάδου δὲ ἐξ Ἀθηνῶν ἐς αὐτὴν ἀφικομένου κατέβησάντε ἐς τὸ χθαμαλὸν οἱ ἄνθρωποι καὶ ἐκλήθη Λεβάδεια ἡ πόλις ἀπ᾽ αὐτοῦ. πατέρα δὲτοῦ Λεβάδου, καὶ καθ᾽ ἥντινα αἰτίαν ἦλθεν, οὐκ ἴσασιν ἄλλο ἢ γυναῖκα εἶναι ΛεβάδουΛαονίκην. [2] κεκόσμηται μὲν δὴ τὰ ἄλλα σφίσιν ἡ πόλις ὁμοίως τοῖς Ἑλλήνωνμάλιστα εὐδαίμοσι, διείργει δὲ ἀπ᾽ αὐτῆς τὸ ἄλσος τοῦ Τροφωνίου ποταμὸς Ἕρκυνα.φασὶ δ᾽ ἐνταῦθα Ἕρκυναν ὁμοῦ Κόρῃ τῇ Δήμητρος παίζουσαν καὶ ἔχουσαν χῆναἀφεῖναι τοῦτον ἄκουσαν: ἐς δὲ ἄντρον κοῖλον ἐσπτάντος καὶ ὑπὸ λίθονἀποκρύψαντος αὑτὸν ἐσελθοῦσα ἡ Κόρη λαμβάνει τὸν ὄρνιθα ὑπὸ τῷ λίθῳκατακείμενον: ῥυῆναί τε δὴ τὸ ὕδωρ ὅθεν ἀνείλετο ἡ Κόρη τὸν λίθον καὶ ὀνομασθῆναιτὸν ποταμὸν ἐπὶ τούτῳ λέγουσιν Ἕρκυναν. [3] καὶ ἔστι μὲν πρὸς τῇ ὄχθῃ τοῦ ποταμοῦναὸς Ἑρκύνης, ἐν δὲ αὐτῷ παρθένος χῆνα ἔχουσα ἐν ταῖς χερσίν: εἰσὶ δὲ ἐν τῷσπηλαίῳ τοῦ ποταμοῦ τε αἱ πηγαὶ καὶ ἀγάλματα ὀρθά, περιειλιγμένοι δέ εἰσιν αὐτῶντοῖς σκήπτροις δράκοντες. ταῦτα εἰκάσαι μὲν ἄν τις Ἀσκληπιοῦ τε εἶναι καὶ Ὑγείας,εἶεν δ᾽ ἂν Τροφώνιος καὶ Ἕρκυνα, ἐπεὶ μηδὲ τοὺς δράκοντας Ἀσκληπιοῦ μᾶλλον ἢ καὶΤροφωνίου νομίζουσιν ἱεροὺς εἶναι. ἐπὶ δὲ τῷ ποταμῷ μνῆμά ἐστιν Ἀρκεσιλάου:Λήϊτον δὲ ἀνακομίσαι φασὶ τοῦ Ἀρκεσιλάου τὰ ὀστᾶ ἐκ Τροίας. [4] τὰ δὲ ἐπιφανέσταταἐν τῷ ἄλσει Τροφωνίου ναὸς καὶ ἄγαλμά ἐστιν, Ἀσκληπιῷ καὶ τοῦτο εἰκασμένον:Πραξιτέλης δὲ ἐποίησε τὸ ἄγαλμα. ἔστι δὲ καὶ Δήμητρος ἱερὸν ἐπίκλησιν Εὐρώπης καὶΖεὺς Ὑέτιος ἐν ὑπαίθρῳ. ἀναβᾶσι δὲ ἐπὶ τὸ μαντεῖον καὶ αὐτόθεν ἰοῦσιν ἐς τὸ πρόσωτοῦ ὄρους, Κόρης ἐστὶ καλουμένη θήρα καὶ Διὸς Βασιλέως ναός. τοῦτον μὲν δὴ διὰ τὸμέγεθος ἢ καὶ τῶν πολέμων τὸ ἀλλεπάλληλον ἀφείκασιν ἡμίεργον: ἐν δὲ ἑτέρῳ ναῷΚρόνου καὶ Ἥρας καὶ Διός ἐστιν ἀγάλματα. ἔστι δὲ καὶ Ἀπόλλωνος ἱερόν. [5] κατὰ δὲ τὸ μαντεῖον τοιάδε γίνεται. ἐπειδὰν ἀνδρὶ ἐς τοῦ Τροφωνίου κατιέναι δόξῃ,πρῶτα μὲν τεταγμένων ἡμερῶν δίαιταν ἐν οἰκήματι ἔχει, τὸ δὲ οἴκημα Δαίμονός τεἀγαθοῦ καὶ Τύχης ἱερόν ἐστιν ἀγαθῆς: διαιτώμενος δὲ ἐνταῦθα τά τε ἄλλα καθαρεύεικαὶ λουτρῶν εἴργεται θερμῶν, τὸ δὲ λουτρὸν ὁ ποταμός ἐστιν ἡ Ἕρκυνα: καί οἱ καὶκρέα ἄφθονά ἐστιν ἀπὸ τῶν θυσιῶν, θύει γὰρ δὴ ὁ κατιὼν αὐτῷ τε τῷ Τροφωνίῳ καὶτοῦ Τροφωνίου τοῖς παισί, πρὸς δὲ Ἀπόλλωνί τε καὶ Κρόνῳ καὶ Διὶ ἐπίκλησιν Βασιλεῖκαὶ Ἥρᾳ τε Ἡνιόχῃ καὶ Δήμητρι ἣν ἐπονομάζοντες Εὐρώπην τοῦ Τροφωνίου φασὶνεἶναι τροφόν. [6] καθ᾽ ἑκάστην δὲ τῶν θυσιῶν ἀνὴρ μάντις παρὼν ἐς τοῦ ἱερείου τὰσπλάγχνα ἐνορᾷ, ἐνιδὼν δὲ προθεσπίζει τῷ κατιόντι εἰ δὴ αὐτὸν εὐμενὴς ὁ Τροφώνιοςκαὶ ἵλεως δέξεται. τῶν μὲν δὴ ἄλλων ἱερείων τὰ σπλάγχνα οὐχ ὁμοίως δηλοῖ τοῦΤροφωνίου τὴν γνώμην: ἐν δὲ νυκτὶ ᾗ κάτεισιν ἕκαστος, ἐν ταύτῃ κριὸν θύουσιν ἐςβόθρον, ἐπικαλούμενοι τὸν Ἀγαμήδην. θυμάτων δὲ τῶν πρότερον πεφηνότων αἰσίωνλόγος ἐστὶν οὐδείς, εἰ μὴ καὶ τοῦδε τοῦ κριοῦ τὰ σπλάγχνα τὸ αὐτὸ θέλοι λέγειν:ὁμολογούντων δὲ καὶ τούτων, τότε ἕκαστος ἤδη κάτεισιν εὔελπις, κάτεισι δὲ οὕτω. [7]πρῶτα μὲν ἐν τῇ νυκτὶ αὐτὸν ἄγουσιν ἐπὶ τὸν ποταμὸν τὴν Ἕρκυναν, ἀγαγόντες δὲἐλαίῳ χρίουσι καὶ λούουσι δύο παῖδες τῶν ἀστῶν ἔτη τρία που καὶ δέκα γεγονότες,οὓς Ἑρμᾶς ἐπονομάζουσιν: οὗτοι τὸν καταβαίνοντά εἰσιν οἱ λούοντες καὶ ὁπόσα χρὴδιακονούμενοι ἅτε παῖδες. τὸ ἐντεῦθεν ὑπὸ τῶν ἱερέων οὐκ αὐτίκα ἐπὶ τὸ μαντεῖον,ἐπὶ δὲ ὕδατος πηγὰς ἄγεται: αἱ δὲ ἐγγύτατά εἰσιν ἀλλήλων. [8] ἐνταῦθα δὴ χρὴ πιεῖναὐτὸν Λήθης τε ὕδωρ καλούμενον, ἵνα λήθη γένηταί οἱ πάντων ἃ τέως ἐφρόντιζε, καὶἐπὶ τῷδε ἄλλο αὖθις ὕδωρ πίνειν Μνημοσύνης: ἀπὸ τούτου τε μνημονεύει τὰ ὀφθένταοἱ καταβάντι. θεασάμενος δὲ ἄγαλμα ὃ ποιῆσαι Δαίδαλόν φασιν—ὑπὸ δὲ τῶν ἱερέωνοὐκ ἐπιδείκνυται πλὴν ὅσοι παρὰ τὸν Τροφώνιον μέλλουσιν ἔρχεσθαι— τοῦτο τὸἄγαλμα ἰδὼν καὶ θεραπεύσας τε καὶ εὐξάμενος ἔρχεται πρὸς τὸ μαντεῖον, χιτῶναἐνδεδυκὼς λινοῦν καὶ ταινίαις τὸν χιτῶνα ἐπιζωσθεὶς καὶ ὑποδησάμενος ἐπιχωρίαςκρηπῖδας. [9] ἔστι δὲ τὸ μαντεῖον ὑπὲρ τὸ ἄλσος ἐπὶ τοῦ ὄρους. κρηπὶς μὲν ἐν κύκλῳπεριβέβληται λίθου λευκοῦ, περίοδος δὲ τῆς κρηπῖδος κατὰ ἅλων τὴν ἐλαχίστηνἐστίν, ὕψος δὲ ἀποδέουσα δύο εἶναι πήχεις: ἐφεστήκασι δὲ ἐπὶ τῇ κρηπῖδι ὀβελοὶ καὶαὐτοὶ χαλκοῖ καὶ αἱ συνέχουσαι σφᾶς ζῶναι, διὰ δὲ αὐτῶν θύραι πεποίηνται. τοῦπεριβόλου δὲ ἐντὸς χάσμα γῆς ἐστιν οὐκ αὐτόματον ἀλλὰ σὺν τέχνῃ καὶ ἁρμονίᾳπρὸς τὸ ἀκριβέστατον ᾠκοδομημένον. [10] τοῦ δὲ οἰκοδομήματος τούτου τὸ σχῆμαεἴκασται κριβάνῳ: τὸ δὲ εὖρος ἡ διάμετρος αὐτοῦ τέσσαρας παρέχοιτο ἂν ὡς εἰκάσαιπήχεις: βάθος δὲ τοῦ οἰκοδομήματος, οὐκ ἂν οὐδὲ τοῦτο εἰκάζοι τις ἐς πλέον ὀκτὼκαθήκειν πηχῶν. κατάβασις δὲ οὐκ ἔστι πεποιημένη σφίσιν ἐς τὸ ἔδαφος: ἐπειδὰν δὲἀνὴρ ἔρχηται παρὰ τὸν Τροφώνιον, κλίμακα αὐτῷ κομίζουσι στενὴν καὶ ἐλαφράν.καταβάντι δέ ἐστιν ὀπὴ μεταξὺ τοῦ τε ἐδάφους καὶ τοῦ οἰκοδομήματος: σπιθαμῶν τὸεὖρος δύο, τὸ δὲ ὕψος ἐφαίνετο εἶναι σπιθαμῆς. [11] ὁ οὖν κατιὼν κατακλίνας ἑαυτὸνἐς τὸ ἔδαφος ἔχων μάζας μεμαγμένας μέλιτι προεμβάλλει τε ἐς τὴν ὀπὴν τοὺς πόδαςκαὶ αὐτὸς ἐπιχωρεῖ, τὰ γόνατά οἱ τῆς ὀπῆς ἐντὸς γενέσθαι προθυμούμενος: τὸ δὲλοιπὸν σῶμα αὐτίκα ἐφειλκύσθη τε καὶ τοῖς γόνασιν ἐπέδραμεν, ὥσπερ ποταμῶν ὁμέγιστος καὶ ὠκύτατος συνδεθέντα ὑπὸ δίνης ἀποκρύψειεν ἂν ἄνθρωπον. τὸ δὲἐντεῦθεν τοῖς ἐντὸς τοῦ ἀδύτου γενομένοις οὐχ εἷς οὐδὲ ὁ αὐτὸς τρόπος ἐστὶν ὅτῳδιδάσκονται τὰ μέλλοντα, ἀλλά πού τις καὶ εἶδε καὶ ἄλλος ἤκουσεν. ἀναστρέψαι δὲὀπίσω τοῖς καταβᾶσι διὰ στομίου τε ἔστι τοῦ αὐτοῦ καὶ προεκθεόντων σφίσι τῶνποδῶν. [12] ἀποθανεῖν δὲ οὐδένα τῶν καταβάντων λέγουσιν ὅτι μὴ μόνον τῶνΔημητρίου τινὰ δορυφόρων: τοῦτον δὲ οὔτε ποιῆσαι περὶ τὸ ἱερόν φασιν οὐδὲν τῶννενομισμένων οὔτε χρησόμενον τῷ θεῷ καταβῆναι, χρυσὸν δὲ καὶ ἄργυρον ἐκκομιεῖνἐλπίσαντα ἐκ τοῦ ἀδύτου. λέγεται δὲ καὶ τούτου τὸν νεκρὸν ἑτέρωθι ἀναφανῆναι καὶοὐ κατὰ στόμα ἐκβληθῆναι τὸ ἱερόν. ἐς μὲν δὴ τὸν ἄνθρωπον λεγομένων καὶ ἄλλωνεἴρηταί μοι τὰ ἀξιολογώτατα: [13] τὸν δὲ ἀναβάντα παρὰ τοῦ Τροφωνίουπαραλαβόντες αὖθις οἱ ἱερεῖς καθίζουσιν ἐπὶ θρόνον Μνημοσύνης μὲν καλούμενον,κεῖται δὲ οὐ πόρρω τοῦ ἀδύτου, καθεσθέντα δὲ ἐνταῦθα ἀνερωτῶσιν ὁπόσα εἶδέ τε καὶἐπύθετο: μαθόντες δὲ ἐπιτρέπουσιν αὐτὸν ἤδη τοῖς προσήκουσιν. οἱ δὲ ἐς τὸ οἴκημα,ἔνθα καὶ πρότερον διῃτᾶτο παρά τε Τύχῃ καὶ Δαίμονι ἀγαθοῖς, ἐς τοῦτο ἀράμενοικομίζουσι κάτοχόν τε ἔτι τῷ δείματι καὶ ἀγνῶτα ὁμοίως αὑτοῦ τε καὶ τῶν πέλας.ὕστερον μέντοι τά τε ἄλλα οὐδέν τι φρονήσει μεῖον ἢ πρότερον καὶ γέλως ἐπάνεισίνοἱ. [14] γράφω δὲ οὐκ ἀκοὴν ἀλλὰ ἑτέρους τε ἰδὼν καὶ αὐτὸς τῷ Τροφωνίῳχρησάμενος. τοὺς δὲ ἐς τοῦ Τροφωνίου κατελθόντας, ἀνάγκη σφᾶς, ὁπόσα ἤκουσενἕκαστος ἢ εἶδεν, ἀναθεῖναι γεγραμμένα ἐν πίνακι. λείπεται δ᾽ ἔτι καὶ τοῦἈριστομένους ἐνταῦθα ἡ ἀσπίς: τὰ δὲ ἐς αὐτὴν ὁποῖα ἐγένετο, ἐδήλωσα ἐν τοῖςπροτέροις τοῦ λόγου. 40. τὸ δὲ μαντεῖον οἱ Βοιωτοὶ τοῦτο οὐ πεπυσμένοι πρότερον ἐπ᾽ αἰτίᾳ τοιᾷδε ἔγνωσαν.θεωροὺς ἀφ᾽ ἑκάστης πόλεως ἄνδρας ἀποστέλλουσιν ἐς Δελφούς: οὐ γὰρ δή σφισινἔτος δεύτερον ὗεν ὁ θεός. τούτοις αἰτοῦσιν ἐπανόρθωμα τοῦ αὐχμοῦ προσέταξεν ἡΠυθία παρὰ Τροφώνιον ἐς Λεβάδειαν ἐλθοῦσιν εὕρασθαι παρὰ ἐκείνου τὸ ἴαμα. [2] ὡςδὲ ἐς τὴν Λεβάδειαν ἐλθόντες οὐκ ἐδύναντο εὑρεῖν τὸ μαντεῖον, ἐνταῦθα τῶν ἐξἈκραιφνίου πόλεως Σάων—οὗτος δὲ ἦν καὶ ἡλικίᾳ τῶν θεωρῶν πρεσβύτατος—εἶδενἑσμὸν μελισσῶν, καὶ παρέστη οἱ, ὅποι ποτ᾽ ἂν ἀποτράπωνται, καὶ αὐτὸς ἕπεσθαι.αὐτίκα δὴ τὰς μελίσσας ἐς τοῦτο ἐσπετομένας ὁρᾷ τῆς γῆς, καὶ συνεσῆλθέ σφισιν ἐςτὸ μαντεῖον. τοῦτον τὸν Σάωνα καὶ τὴν ἱερουργίαν τὴν καθεστηκυῖαν, καὶ ὁπόσα περὶτὸ χρηστήριον δρῶσιν ἄλλα, διδαχθῆναι παρὰ τοῦ Τροφωνίου φασίν. [3] Δαιδάλου δὲ τῶν ἔργων δύο μὲν ταῦτά ἐστιν ἐν Βοιωτοῖς, Ἡρακλῆς τε ἐν Θήβαις καὶπαρὰ Λεβαδεῦσιν ὁ Τροφώνιος, τοσαῦτα δὲ ἕτερα ξόανα ἐν Κρήτῃ, Βριτόμαρτις ἐνὈλοῦντι καὶ Ἀθηνᾶ παρὰ Κνωσσίοις: παρὰ τούτοις δὲ καὶ ὁ τῆς Ἀριάδνης χορός, οὗκαὶ Ὅμηρος ἐν Ἰλιάδι μνήμην ἐποιήσατο, ἐπειργασμένος ἐστὶν ἐπὶ λευκοῦ λίθου. καὶΔηλίοις Ἀφροδίτης ἐστὶν οὐ μέγα ξόανον, λελυμασμένον τὴν δεξιὰν χεῖρα ὑπὸ τοῦχρόνου: κάτεισι δὲ ἀντὶ ποδῶν ἐς τετράγωνον σχῆμα. [4] πείθομαι τοῦτο Ἀριάδνηνλαβεῖν παρὰ Δαιδάλου, καὶ ἡνίκα ἠκολούθησε τῷ Θησεῖ, τὸ ἄγαλμα ἐπεκομίζετοοἴκοθεν: ἀφαιρεθέντα δὲ αὐτῆς τὸν Θησέα οὕτω φασὶν οἱ Δήλιοι τὸ ξόανον τῆς θεοῦἀναθεῖναι τῷ Ἀπόλλωνι τῷ Δηλίῳ, ἵνα μὴ οἴκαδε ἐπαγόμενος ἐς ἀνάμνησίν τεἈριάδνης ἐφέλκηται καὶ ἀεὶ νέας ἐπὶ τῷ ἔρωτι εὑρίσκηται τὰς συμφοράς. πέρα δὲ οὐκοἶδα ὑπόλοιπα ὄντα τῶν Δαιδάλου: τοῖς γὰρ ἀνατεθεῖσιν ὑπὸ Ἀργείων ἐς τὸ Ἡραῖονκαὶ ἐς Γέλαν τὴν ἐν Σικελίᾳ κομισθεῖσιν ἐξ Ὀμφάκης, ἀφανισθῆναί σφισιν ὁ χρόνοςκαθέστηκεν αἴτιος. [5] Λεβαδέων δὲ ἔχονται Χαιρωνεῖς. ἐκαλεῖτο δὲ ἡ πόλις καὶ τούτοις Ἄρνη τὸ ἀρχαῖον:θυγατέρα δὲ εἶναι λέγουσιν Αἰόλου τὴν Ἄρνην, ἀπὸ δὲ ταύτης κληθῆναι καὶ ἑτέραν ἐνΘεσσαλίᾳ πόλιν: τὸ δὲ νῦν τοῖς Χαιρωνεῦσιν ὄνομα γεγονέναι ἀπὸ Χαίρωνος, ὃνἈπόλλωνός φασιν εἶναι, μητέρα δὲ αὐτοῦ Θηρὼ τὴν Φύλαντος εἶναι. μαρτυρεῖ δὲ καὶ ὁτὰ ἔπη τὰς μεγάλας Ἠοίας ποιήσας: [6] “Φύλας δ᾽ ὤπυιεν κούρην κλειτοῦ Ἰολάου † λειπεφιληνην εἶδος Ὀλυμπιάδεσσιν ὅμοιον, Ἱππότην δέ οἱ υἱὸν ἐνὶ μεγάροισιν ἔτικτεν Θηρώ τ᾽ εὐειδῆ, ἰκέλην φαέεσσι σελήνης. Θηρὼ δ᾽ Ἀπόλλωνος ἐς ἀγκοίνῃσι πεσοῦσα γείνατο Χαίρωνος κρατερὸν μένος ἱπποδάμοιο. ”The Great Eoeae, unknown location.Ὅμηρος δὲ ἐπιστάμενος ἐμοὶ δοκεῖν Χαιρώνειάντε ἤδη καὶ Λεβάδειαν καλουμένας, ὅμως τοῖς ἀρχαίοις ἐχρήσατο ὀνόμασιν ἐς αὐτάς,καθότι καὶ Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον. [7] Χαιρωνεῦσι δὲ δύο ἐστὶν ἐν τῇ χώρᾳ τρόπαια, ἃ Ῥωμαῖοι καὶ Σύλλας ἔστησαν Ταξίλονκαὶ στρατιὰν τὴν Μιθριδάτου κρατήσαντες. Φίλιππος δὲ οὐκ ἀνέθηκεν ὁ Ἀμύντουτρόπαιον οὔτε ἐνταῦθα οὔτε ὁπόσας μάχας ἄλλας βαρβάρους ἢ καὶ Ἕλληναςἐνίκησεν: οὐ γάρ τι Μακεδόσιν ἱστάναι τρόπαια ἦν νενομισμένον. [8] λέγεται δὲ ὑπὸΜακεδόνων Καρανὸν βασιλεύοντα ἐν Μακεδονίᾳ κρατῆσαι μάχῃ Κισσέως, ὃςἐδυνάστευεν ἐν χώρᾳ τῇ ὁμόρῳ: καὶ ὁ μὲν τρόπαιον ὁ Καρανὸς κατὰ νόμους τοὺςἈργείων ἔστησεν ἐπὶ τῇ νίκῃ: ἐπελθόντα δέ φασιν ἐκ τοῦ Ὀλύμπου λέοντα ἀνατρέψαιτε τὸ τρόπαιον καὶ ἀφανισθῆναι, συνεῖναι τε γνώμῃ [9] Καρανὸν δὲ οὐκ εὖβουλεύσασθαι βαρβάροις τοῖς περιοικοῦσιν ἐς ἔχθραν ἐλθόντα ἀδιάλλακτον, καταστῆναί τε χρῆναι γὰρ μήτε ὑπὸ αὐτοῦ Καρανοῦ μήτε ὑπὸ τῶν ὕστερονβασιλευσόντων Μακεδονίας τρόπαια ἵστασθαι, εἰ ἐς εὔνοιάν ποτε τοὺς προσχώρουςὑπάξονται. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ Ἀλέξανδρος, οὐκ ἀναστήσας οὔτε ἐπὶ Δαρείῳτρόπαια οὔτε ἐπὶ ταῖς Ἰνδικαῖς νίκαις. [10] προσιόντων δὲ τῇ πόλει πολυάνδριον Θηβαίων ἐστὶν ἐν τῷ πρὸς Φίλιππον ἀγῶνιἀποθανόντων. ἐπιγέγραπται μὲν δὴ ἐπίγραμμα οὐδέν, ἐπίθημα δ᾽ ἔπεστιν αὐτῷ λέων:φέροι δ᾽ ἂν ἐς τῶν ἀνδρῶν μάλιστα τὸν θυμόν: ἐπίγραμμα δὲ ἄπεστιν ἐμοὶ δοκεῖν ὅτιοὐδὲ ἐοικότα τῇ τόλμῃ σφίσι τὰ ἐκ τοῦ δαίμονος ἠκολούθησε. [11] θεῶν δὲ μάλισταΧαιρωνεῖς τιμῶσι τὸ σκῆπτρον ὃ ποιῆσαι Διί φησιν Ὅμηρος Ἥφαιστον, παρὰ δὲ Διὸςλαβόντα Ἑρμῆν δοῦναι Πέλοπι, Πέλοπα δὲ Ἀτρεῖ καταλιπεῖν, τὸν δὲ Ἀτρέα Θυέστῃ,παρὰ Θυέστου δὲ ἔχειν Ἀγαμέμνονα: τοῦτο οὖν τὸ σκῆπτρον σέβουσι, Δόρυὀνομάζοντες. καὶ εἶναι μέν τι θειότερον οὐχ ἥκιστα δηλοῖ τὸ ἐς τοὺς ἀνθρώπουςἐπιφανὲς ἐξ αὐτοῦ: [12] φασὶ δ᾽ ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ Πανοπέων τῶν ἐν τῇ Φωκίδιεὑρεθῆναι, σὺν δὲ αὐτῷ καὶ χρυσὸν εὕρασθαι τοὺς Φωκεῖς, σφίσι δὲ ἀσμένοις ἀντὶχρυσοῦ γενέσθαι τὸ σκῆπτρον. κομισθῆναι δὲ αὐτὸ ἐς τὴν Φωκίδα ὑπὸ Ἠλέκτρας τῆςἈγαμέμνονος πείθομαι. ναὸς δὲ οὐκ ἔστιν αὐτῷ δημοσίᾳ πεποιημένος, ἀλλὰ κατὰἔτος ἕκαστον ὁ ἱερώμενος ἐν οἰκήματι ἔχει τὸ σκῆπτρον: καί οἱ θυσίαι ἀνὰ πᾶσανἡμέραν θύονται, καὶ τράπεζα παράκειται παντοδαπῶν κρεῶν καὶ πεμμάτων πλήρης.41. ὁπόσα δὲ εἶναι τῶν Ἡφαίστου ποιηταί τε ᾁδουσι καὶ τῶν ἀνθρώπων ἠκολούθηκεν ἡφήμη, τούτων, ὅτι μὴ τὸ Ἀγαμέμνονος σκῆπτρον, ἄλλο γε οὐδὲν ἀξιόχρεών ἐστιν ἐςπίστιν. Λύκιοι μέν γε ἐν Πατάροις ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος χαλκοῦν ἐπιδεικνύουσικρατῆρα, ἀνάθημα εἶναι φάμενοι Τηλέφου καὶ ἔργον Ἡφαίστου: καὶ σφᾶς, ὥς γεεἰκός, λέληθε Θεόδωρον καὶ Ῥοῖκον Σαμίους εἶναι τοὺς διαχέαντας χαλκὸν πρώτους.[2] Πατρεῖς δὲ οἱ Ἀχαιοὶ λόγῳ μὲν λέγουσιν ὅτι Ἡφαίστου ποίημά ἐστιν ἡ λάρναξ ἣνΕὐρύπυλος ἤνεγκεν ἐξ Ἰλίου, ἔργῳ δὲ οὐ παρέχουσιν αὐτὴν θεάσασθαι. ἔστι δὲἈμαθοῦς ἐν Κύπρῳ πόλις, Ἀδώνιδος ἐν αὐτῇ καὶ Ἀφροδίτης ἱερόν ἐστιν ἀρχαῖον:ἀνακεῖσθαι δὲ ἐνταῦθα λέγουσιν ὅρμον Ἁρμονίᾳ μὲν δοθέντα ἐξ ἀρχῆς, καλούμενονδὲ Ἐριφύλης, ὅτι αὐτὴ δῶρον ἔλαβεν ἐπὶ τῷ ἀνδρί: ὃν ἀνέθεσαν μὲν οἱ παῖδες ἐςΔελφοὺς οἱ Φηγέως—τρόπον δὲ ὅντινα ἐκτήσαντο αὐτόν, ἐδήλωσεν ἤδη μοι τὰ ἐςἈρκάδας ἔχοντα—, ἐσυλήθη δὲ ὑπὸ τυράννων τῶν ἐν Φωκεῦσιν. [3] οὐ μὴν παρὰἈμαθουσίοις γε ἐν τῷ ἱερῷ τοῦ Ἀδώνιδος ἐμοὶ δοκεῖν ἐστίν: ἐν Ἀμαθοῦντι μὲν γάρἐστι λίθοι χλωροὶ συνδέοντος χρυσοῦ σφᾶς ὁ ὅρμος, τὸν δὲ τῇ Ἐριφύλῃ δοθένταὍμηρός φησιν ἐν Ὀδυσσείᾳ πεποιῆσθαι χρυσοῦ, καὶ οὕτως ἔχει:“ἣ χρυσὸν φίλουἀνδρὸς ἐδέξατο τιμήεντα. ”Hom. Od. 11.327 [4] οὐ μὲν οὐδὲ ἠγνόει τοὺς ὅρμους τοὺς ποικίλους: ἐν μέν γε τοῖςΕὐμαίου λόγοις πρὸς Ὀδυσσέα, πρὶν ἢ ἐκ Πύλου Τηλέμαχον ἀφικέσθαι σφίσιν ἐπὶ τὴναὐλήν, ἐν τούτοις τοῖς λόγοις ἐστὶν “ἤλυθ᾽ ἀνὴρ πολύιδρις ἐμοῦ πρὸς δώματα πατρός χρύσεον ὅρμον ἔχων, μετὰ δ᾽ ἠλέκτροισιν ἔερτο, ”Hom. Od. 15.459 [5] καὶ ἐν Πηνελόπης δώροις—ἄλλους τε γὰρ τῶν μνηστήρωνδῶρα καὶ Εὐρύμαχον διδόντα Πηνελόπῃ πεποίηκεν—“ὅρμον δ᾽ Εὐρύμαχοςπολυδαίδαλον αὐτίκ᾽ ἔνεικε χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς: ”Hom. Od. 18.295Ἐριφύλην δὲ οὐ χρυσῷ καὶ λίθοις ποικίλον δέξασθαί φησιν ὅρμον.οὕτω τὸ εἰκὸς τῷ σκήπτρῳ πρόσεστιν εἶναι μόνον ποίημα Ἡφαίστου. [6] ἔστι δὲ ὑπὲρ τὴν πόλιν κρημνὸς Πετραχὸς καλούμενος: Κρόνον δὲ ἐθέλουσιν ἐνταῦθαἀπατηθῆναι δεξάμενον ἀντὶ Διὸς πέτρον παρὰ τῆς Ῥέας, καὶ ἄγαλμα Διὸς οὐ μέγαἐστὶν ἐπὶ κορυφῇ τοῦ ὄρους. [7] ἐνταῦθα ἐν τῇ Χαιρωνείᾳ μύρα ἀπὸ ἀνθῶν ἕψουσικρίνου καὶ ῥόδου καὶ ναρκίσσου καὶ ἴρεως: ταῦτα ἀλγηδόνων ἰάματα ἀνθρώποιςγίνεται. τὸ δὲ ἐκ τῶν ῥόδων ποιούμενον, εἰ καὶ ἀγάλματα εἰργασμένα ξύλου χρίοις,ῥύεται καὶ ταῦτα σηπεδόνος. ἡ δὲ ἶρις φύεται μὲν ἐν ἕλεσι, μέγεθος δ᾽ ἐστὶν ἴση κρίνῳ,χρόαν δὲ οὐ λευκή, καὶ ὀσμὴν ἀποδεῖ κρίνου.