Pausanias: Description of Greece (plain text, Greek)

100 - 200 CE

www.perseus.tufts.edu

- Annotations   ·   No Other Contributors   ·   CC BY-NC-SA 4.0   ·   Cloned 1 time

http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0159%3Abook%3D4 Pausanias Description of Greece – Book 4 Μεσσηνιακά 1. Μεσσηνίοις δὲ πρὸς τὴν σφετέραν τὴν ἀπονεμηθεῖσαν ὑπὸ τοῦ βασιλέως ἐς τὸΛακωνικὸν ὅροι κατὰ τὴν Γερηνίαν εἰσὶν ἐφ᾽ ἡμῶν ἡ ὀνομαζομένη Χοίριος νάπη.ταύτην τὴν χώραν ἔρημον οὖσαν οὕτω σχεῖν τοὺς πρώτους λέγουσιν οἰκήτορας:ἀποθανόντος Λέλεγος, ὃς ἐβασίλευεν ἐν τῇ νῦν Λακωνικῇ, τότε δὲ ἀπ᾽ ἐκείνουΛελεγίᾳ καλουμένῃ, Μύλης μὲν πρεσβύτερος ὢν τῶν παίδων ἔσχε τὴν ἀρχήν,Πολυκάων δὲ νεώτερός τε ἦν ἡλικίᾳ καὶ δι᾽ αὐτὸ ἰδιώτης, ἐς ὃ Μεσσήνην τὴν Τριόπατοῦ Φόρβαντος ἔλαβε γυναῖκα ἐξ Ἄργους. [2] φρονοῦσα δὲ ἡ Μεσσήνη διὰ τὸνπατέρα, ἀξιώματι καὶ δυνάμει τῶν τότε προέχοντα Ἑλλήνων, οὐκ ἠξίου τὸν ἄνδραἰδιωτεύειν. ἀθροίσαντες δὲ ἔκ τε Ἄργους δύναμιν καὶ ἐκ Λακεδαίμονος ἀφίκοντο ἐςταύτην τὴν χώραν, καὶ συμπάσῃ μὲν ἐτέθη τῇ γῇ Μεσσήνη τὸ ὄνομα ἀπὸ τῆςΠολυκάονος γυναικός, πόλεις δὲ ἄλλαι τε ἐκτίσθησαν καὶ—ἔνθα τὰ βασίλειακατεσκευάσθη σφίσιν—Ἀνδανία. [3] πρὸ δὲ τῆς μάχης, ἣν Θηβαῖοι πρὸςΛακεδαιμονίους ἐμαχέσαντο ἐν Λεύκτροις, καὶ τοῦ οἰκισμοῦ Μεσσήνης τῆς ἐφ᾽ ἡμῶνὑπὸ τῇ Ἰθώμῃ, πόλιν οὐδεμίαν πω κληθῆναι πρότερον δοκῶ Μεσσήνην: εἰκάζω δὲ οὐχἥκιστα Ὁμήρου τοῖς ἔπεσιν. ἐν μὲν γὰρ καταλόγῳ τῶν ἐς Ἴλιον ἀφικομένων Πύλονκαὶ Ἀρήνην καὶ ἄλλας καταλέγων οὐδεμίαν πόλιν Μεσσήνην ἐκάλεσεν: ἐν Ὀδυσσείᾳδὲ δηλοῖ μὲν καὶ ἐν τῷδε ἔθνος καὶ οὐ πόλιν τοὺς Μεσσηνίους ὄντας,“μῆλα γὰρ ἐξἸθάκης Μεσσήνιοι ἄνδρες ἄειραν, ”Hom. Od. 21.18 [4] σαφέστερον δὲ ἔτι περὶ τοῦ τόξου λέγων τοῦ Ἰφίτου“τὼ δ᾽ ἐνΜεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν οἴκῳ ἐν Ὀρτιλόχοιο. ”Hom. Od. 21.15τοῦ γὰρ Ὀρτιλόχου τὸν οἶκον ἐν τῇ Μεσσήνῃ πόλισμα εἴρηκε τὰςΦηράς, καὶ τόδε ἐξηγήσατο αὐτὸς ἐν Πεισιστράτου παρὰ Μενέλαον ἀποδημίᾳ: “ἐςΦηρὰς δ᾽ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, υἱέος Ὀρτιλόχοιο. ”Hom. Od. 3.488 [5] πρῶτοι δ᾽ οὖν βασιλεύουσιν ἐν τῇ χώρᾳ ταύτῃ Πολυκάων τε ὁΛέλεγος καὶ Μεσσήνη γυνὴ τοῦ Πολυκάονος. παρὰ ταύτην τὴν Μεσσήνην τὰ ὄργιακομίζων τῶν Μεγάλων θεῶν Καύκων ἦλθεν ἐξ Ἐλευσῖνος ὁ Κελαινοῦ τοῦ Φλύου.Φλῦον δὲ αὐτὸν Ἀθηναῖοι λέγουσι παῖδα εἶναι Γῆς: ὁμολογεῖ δέ σφισι καὶ ὕμνοςΜουσαίου Λυκομίδαις ποιηθεὶς ἐς Δήμητρα. [6] τὴν δὲ τελετὴν τῶν Μεγάλων θεῶνΛύκος ὁ Πανδίονος πολλοῖς ἔτεσιν ὕστερον Καύκωνος προήγαγεν ἐς πλέον τιμῆς:καὶ Λύκου δρυμὸν ἔτι ὀνομάζουσιν ἔνθα ἐκάθηρε τοὺς μύστας. καὶ ὅτι μὲν δρυμόςἐστιν ἐν τῇ γῇ ταύτῃ Λύκου καλούμενος, Ῥιανῷ τῷ Κρητί ἐστι πεποιημένον“πάρ τετρηχὺν Ἐλαιὸν ὑπὲρ δρυμόν τε Λύκοιο: ”1 [7] ὡς δὲ ὁ Πανδίονος οὗτος ἦν Λύκος, δηλοῖ τὰ ἐπὶ τῇ εἰκόνι ἔπη τῇ Μεθάπου.μετεκόσμησε γὰρ καὶ Μέθαπος τῆς τελετῆς ἔστιν ἅ: ὁ δὲ Μέθαπος γένος μὲν ἦν Ἀθηναῖος, τελεστὴς δὲ καὶὀργίων καὶ παντοίων συνθέτης. οὗτος καὶ Θηβαίοις τῶν Καβείρων τὴν τελετὴνκατεστήσατο, ἀνέθηκε δὲ καὶ ἐς τὸ κλίσιον τὸ Λυκομιδῶν εἰκόνα ἔχουσαν ἐπίγραμμαἄλλα τε λέγον καὶ ὅσα ἡμῖν ἐς πίστιν συντελεῖ τοῦ λόγου: [8] “ἥγνισα δ᾽ Ἑρμείαοδόμους σεμνῆς τε κέλευθα Δάματρος καὶ πρωτογόνου Κούρας, ὅθι φασὶ Μεσσήνην θεῖναι Μεγάλαισι θεαῖσιν ἀγῶνα Φλυάδεω κλεινοῖο γόνου Καυκωνιάδαο. θαύμασα δ᾽ ὡς σύμπαντα Λύκος Πανδιόνιος φὼς Ἀτθίδος ἱερὰ ἔργα παρ᾽ Ἀνδανίῃ θέτο κεδνῇ. ” [9] τοῦτο τὸ ἐπίγραμμα δηλοῖ μὲν ὡς παρὰ τὴν Μεσσήνην ἀφίκοιτο ὁ Καύκωνἀπόγονος ὢν Φλύου, δηλοῖ δὲ καὶ τὰ ἐς τὸν Λύκον τά τε ἄλλα καὶ ὡς ἡ τελετὴ τὸἀρχαῖον ἦν ἐν Ἀνδανίᾳ. καί μοι καὶ τοῦτο εἰκὸς ἐφαίνετο, τὴν Μεσσήνην μὴ ἑτέρωθι,ἀλλὰ ἔνθα αὐτή τε καὶ Πολυκάων ᾤκουν, καταστήσασθαι τὴν τελετήν. 2. πυθέσθαι δὲ σπουδῇ πάνυ ἐθελήσας, οἵ τινες παῖδες Πολυκάονι ἐγένοντο ἐκΜεσσήνης, ἐπελεξάμην τάς τε Ἠοίας καλουμένας καὶ τὰ ἔπη τὰ Ναυπάκτια, πρὸς δὲαὐτοῖς ὁπόσα Κιναίθων καὶ Ἄσιος ἐγενεαλόγησαν. οὐ μὴν ἔς γε ταῦτα ἦν σφισινοὐδὲν πεποιημένον, ἀλλὰ Ὕλλου μὲν τοῦ Ἡρακλέους θυγατρὶ Εὐαίχμῃ συνοικῆσαιΠολυκάονα υἱὸν Βούτου λεγούσας τὰς μεγάλας οἶδα Ἠοίας, τὰ δὲ ἐς τὸν Μεσσήνης ἄνδρα καὶ τὰ ἐς αὐτὴν Μεσσήνηνπαρεῖταί σφισι. [2] χρόνῳ δὲ ὕστερον, ὡς ἦν τῶν Πολυκάονος οὐδεὶς ἔτι ἀπογόνων, ἐςγενεὰς πέντε ἐμοὶ δοκεῖν προελθόντων καὶ οὐ πλέονας, Περιήρην τὸν Αἰόλουβασιλέα ἐπάγονται. παρὰ τοῦτον ἀφίκετο, ὡς οἱ Μεσσήνιοί φασι, Μελανεύς, τοξεύεινἀνὴρ ἀγαθὸς καὶ διὰ τοῦτο Ἀπόλλωνος εἶναι νομιζόμενος: καί οἱ τῆς χώρας τὸΚαρνάσιον, τότε δὲ Οἰχαλίαν κληθεῖσαν, ἀπένειμεν ὁ Περιήρης ἐνοικῆσαι: γενέσθαιδὲ ὄνομα Οἰχαλίαν τῇ πόλει φασὶν ἀπὸ τοῦ Μελανέως τῆς γυναικός. [3] Θεσσαλοὶ δὲκαὶ Εὐβοεῖς, ἥκει γὰρ δὴ ἐς ἀμφισβήτησιν τῶν ἐν τῇ Ἑλλάδι τὰ πλείω, λέγουσιν οἱ μὲνὡς τὸ Εὐρύτιον—χωρίον δὲ ἔρημον ἐφ᾽ ἡμῶν ἐστι τὸ Εὐρύτιον—πόλις τὸ ἀρχαῖον ἦνκαὶ ἐκαλεῖτο Οἰχαλία, τῷ δὲ Εὐβοέων λόγῳ Κρεώφυλος ἐν Ἡρακλείᾳ πεποίηκενὁμολογοῦντα: Ἑκαταῖος δὲ ὁ Μιλήσιος ἐν Σκίῳ μοίρᾳ τῆς Ἐρετρικῆς ἔγραψεν εἶναιΟἰχαλίαν. ἀλλὰ γὰρ οἱ Μεσσήνιοι τά τε ἄλλα δοκοῦσί μοι μᾶλλον εἰκότα ἐκείνωνλέγειν καὶ οὐχ ἥκιστα τῶν ὀστῶν ἕνεκα τῶν Εὐρύτου, ἃ δὴ καὶ ἐν τοῖς ἔπειτά που ὁλόγος ἐπέξεισί μοι. [4] Περιήρει δὲ ἐγεγόνεσαν ἐκ Γοργοφόνης τῆς Περσέως Ἀφαρεὺς καὶ Λεύκιππος, καὶ ὡςἀπέθανε Περιήρης, ἔσχον οὗτοι τὴν Μεσσηνίων ἀρχήν: κυριώτερος δὲ ἔτι Ἀφαρεὺςἦν. οὗτος βασιλεύσας πόλιν ᾤκισεν Ἀρήνην ἀπὸ τῆς Οἰβάλου θυγατρός, αὑτοῦ δὲγυναικὸς τῆς αὐτῆς καὶ ἀδελφῆς ὁμομητρίας: καὶ γὰρ Οἰβάλῳ συνῴκησε Γοργοφόνη, καί μοι δὶς ἤδη τὰ ἐς αὐτὴν ὁ λόγος ἔν τε τῇ Ἀργολίδιἐδήλωσε καὶ ἐν τῇ Λακωνικῇ συγγραφῇ. [5] ὁ δ᾽ οὖν Ἀφαρεὺς πόλιν τε ἔκτισεν ἐν τῇΜεσσηνίᾳ τὴν Ἀρήνην καὶ Νηλέα τὸν Κρηθέως τοῦ Αἰόλου, Ποσειδῶνος δὲ ἐπίκλησιν,ἀνεψιὸν ὄντα αὐτῷ, φεύγοντα ἐξ Ἰωλκοῦ Πελίαν ἐδέξατο οἴκῳ καὶ τῆς γῆς οἱ ἔδωκετὰ ἐπὶ θαλάσσῃ, ἐν οἷς ἄλλαι τε ἦσαν πόλεις καὶ ἡ Πύλος, ἔνθα καὶ ᾤκησε καὶ τὸβασίλειον κατεστήσατο ὁ Νηλεύς. [6] ἀφίκετο δὲ ἐς τὴν Ἀρήνην καὶ Λύκος ὁΠανδίονος, ὅτε καὶ αὐτὸς τὸν ἀδελφὸν Αἰγέα ἐξ Ἀθηνῶν ἔφευγε: καὶ τὰ ὄργιαἐπέδειξε τῶν Μεγάλων θεῶν Ἀφαρεῖ καὶ τοῖς παισὶ καὶ τῇ γυναικὶ Ἀρήνῃ: ταῦτα δέσφισιν ἐπεδείκνυτο ἀγαγὼν ἐς τὴν Ἀνδανίαν, ὅτι καὶ τὴν Μεσσήνην ὁ Καύκωνἐμύησεν ἐνταῦθα. [7] Ἀφαρεῖ δὲ τῶν παίδων πρεσβύτερος μὲν καὶ ἀνδρειότερος Ἴδας,νεώτερος δὲ ἦν Λυγκεύς, ὃν ἔφη Πίνδαρος—ὅτῳ πιστὰ—οὕτως ὀξὺ ὁρᾶν ὡς καὶ διὰστελέχους θεᾶσθαι δρυός. Λυγκέως μὲν δὴ παῖδα οὐκ ἴσμεν γενόμενον, Ἴδα δὲΚλεοπάτραν θυγατέρα ἐκ Μαρπήσσης, ἣ Μελεάγρῳ συνῴκησεν. ὁ δὲ τὰ ἔπη ποιήσαςτὰ Κύπρια Πρωτεσιλάου φησίν, ὃς ὅτε κατὰ τὴν Τρῳάδα ἔσχον Ἕλληνες ἀποβῆναιπρῶτος ἐτόλμησε, Πρωτεσιλάου τούτου τὴν γυναῖκα Πολυδώραν μὲν τὸ ὄνομα,θυγατέρα δὲ Μελεάγρου φησὶν εἶναι τοῦ Οἰνέως. εἰ τοίνυν ἐστὶν ἀληθές, αἱ γυναῖκεςαὗται τρεῖς οὖσαι τὸν ἀριθμὸν ἀπὸ Μαρπήσσης ἀρξάμεναι προαποθανοῦσι πᾶσαιτοῖς ἀνδράσιν ἑαυτὰς ἐπικατέσφαξαν. 3. ἐπεὶ δὲ τοῖς Ἀφαρέως παισὶ πρὸς τοὺς Διοσκούρους ἐγένετο ἀνεψιοὺς ὄντας μάχηπερὶ τῶν βοῶν καὶ τὸν μὲν Πολυδεύκης ἀπέκτεινεν, Ἴδαν δὲ ἐπέλαβε τὸ χρεὼνκεραυνωθέντα, ὁ μὲν Ἀφαρέως οἶκος γένους παντὸς ἠρήμωτο τοῦ ἄρρενος, ἐς δὲΝέστορα τὸν τοῦ Νηλέως περιῆλθε Μεσσηνίων ἡ ἀρχὴ τῶν τε ἄλλων καὶ ὅσωνπρότερον ἐβασίλευεν Ἴδας, πλὴν ὅσοι τοῖς Ἀσκληπιοῦ παισὶν αὐτῶν ὑπήκουον. [2]καὶ γὰρ τοὺς Ἀσκληπιοῦ παῖδας στρατεῦσαί φασιν ἐπ᾽ Ἴλιον Μεσσηνίους ὄντας,Ἀρσινόης γὰρ Ἀσκληπιὸν τῆς Λευκίππου καὶ οὐ Κορωνίδος παῖδα εἶναι: καὶ Τρίκκαντε καλοῦσιν ἔρημον ἐν τῇ Μεσσηνίᾳ χωρίον καὶ ἔπη τῶν Ὁμήρου καταλέγουσιν, ἐνοἷς τὸν Μαχάονα ὁ Νέστωρ τῷ ὀιστῷ βεβλημένον περιέπων ἐστὶν εὐνοϊκῶς: οὐκ ἂνοὖν αὐτὸν εἰ μὴ ἐς γείτονα καὶ ἀνθρώπων βασιλέα ὁμοφύλων προθυμίαν τοσήνδε γεἐπιδείξασθαι. οἳ δὲ καὶ μάλιστα ἤδη βεβαιοῦνται τὸν ἐς τοὺς Ἀσκληπιάδας λόγον,ἀποφαίνοντες ἐν Γερηνίᾳ Μαχάονος μνῆμα καὶ τὸ ἐν Φαραῖς τῶν Μαχάονος παίδωνἱερόν. [3] διαπολεμηθέντος δὲ τοῦ πρὸς Ἴλιον πολέμου καὶ Νέστορος ὡς ἐπανῆλθεν οἴκαδετελευτήσαντος, Δωριέων στόλος καὶ ἡ κάθοδος Ἡρακλειδῶν γενομένη δύο γενεαῖςὕστερον ἐξέβαλε τοὺς Νηλέως ἀπογόνους ἐκ τῆς Μεσσηνίας. καί μοι ταῦτα ἐγένετοἤδη τῷ λόγῳ προσθήκη τῷ ἐς Τισαμενόν: πλὴν τοσόνδε ἔτι δηλώσω. Τημένῳ τῶνΔωριέων Ἄργος ἐφέντων ἔχειν, Κρεσφόντης γῆν σφᾶς ᾔτει τὴν Μεσσηνίαν ἅτε καὶαὐτὸς Ἀριστοδήμου πρεσβύτερος. [4] Ἀριστόδημος μὲν οὖν ἐτύγχανεν ἤδη τεθνεώς, Θήραςδὲ ὁ Αὐτεσίωνος τῷ Κρεσφόντῃ μάλιστα ἠναντιοῦτο, τὸ μὲν ἀνέκαθεν Θηβαῖός τε καὶἀπόγονος πέμπτος Πολυνείκους τοῦ Οἰδίποδος, τότε δὲ ἐπετρόπευεν Ἀριστοδήμουτοὺς παῖδας θεῖος ὢν πρὸς μητρός: Αὐτεσίωνος γὰρ θυγατέρα Ἀριστόδημος ἔγημενὄνομα Ἀργείαν. Κρεσφόντης δὲ— γενέσθαι γάρ οἱ ἤθελε τὴν Μεσσηνίαν πάντωςμοῖραν— Τημένου δεῖται, παρεσκευασμένος δὲ τοῦτον τῷ κλήρῳ δῆθεν ἐφίησι. [5]Τήμενος δὲ ἐς ὑδρίαν, ἐνόντος ἐν αὐτῇ καὶ ὕδατος, καθίησι τῶν Ἀριστοδήμου παίδωνκαὶ Κρεσφόντου τοὺς πάλους ἐπὶ διῃρημένοις, μοῖραν ἀναιρεῖσθαι τῆς χώραςπροτέρους ὁποτέρων ἂν πάλος ἀνέλθῃ πρότερον. τοὺς μὲν δὴ πάλους γῆς ὁ Τήμενοςἐπεποίητο ἀμφοτέρους, ἀλλὰ τοῖς μὲν Ἀριστοδήμου παισὶ ξηρᾶς ὑπὸ ἡλίου,Κρεσφόντῃ δὲ ὀπτῆς πυρί: ὅ τε δὴ τῶν Ἀριστοδήμου παίδων πάλος κατετέτηκτο καὶ ὁΚρεσφόντης οὕτω λαχὼν γῆν αἱρεῖται τὴν Μεσσηνίαν. [6] Μεσσηνίων δὲ τῶν ἀρχαίωνοὐκ ἐγένετο ὑπὸ τῶν Δωριέων ὁ δῆμος ἀνάστατος, ἀλλὰ βασιλεύεσθαί τεσυγχωροῦσιν ὑπὸ Κρεσφόντου καὶ ἀναδάσασθαι πρὸς τοὺς Δωριέας τὴν γῆν: ταῦταδέ σφισιν εἴκειν παρίστατο ὑποψίᾳ πρὸς τοὺς βασιλεύοντας, ὅτι ἦσαν ἐξ Ἰωλκοῦ τὸἀνέκαθεν οἱ Νηλεῖδαι. γυναῖκα δὲ ἔσχε Κρεσφόντης Μερόπην τὴν Κυψέλου,βασιλεύοντος τότε Ἀρκάδων, ἀφ᾽ ἧς ἄλλοι τε δὴ παῖδες ἐγένοντο αὐτῷ καὶ νεώτατοςΑἴπυτος: [7] τὰ δὲ βασίλεια, ἔνθα αὐτὸς καὶ οἱ παῖδες ἔμελλον οἰκήσειν, ᾠκοδομήσατοἐν Στενυκλήρῳ. τὸ μὲν γὰρ ἀρχαῖον οἱ βασιλεῖς οἵ τε ἄλλοι καὶ ὁ Περιήρης ᾤκουν ἐνἈνδανίᾳ, κτίσαντος δὲ Ἀφαρέως Ἀρήνην αὖθις Ἀφαρεὺς καὶ οἱ παῖδες ἐνταῦθαᾤκησαν: ἐπὶ δὲ Νέστορος καὶ τῶν ἀπογόνων ἐν Πύλῳ τὰ βασίλεια ἦν: Κρεσφόντης δὲἐν Στενυκλήρῳ τὸν βασιλέα οἰκεῖν κατεστήσατο. διοικούμενον δὲ αὐτὸν τὰ πολλὰ ἐςχάριν τοῦ δήμου μᾶλλον οἱ τὰ χρήματα ἔχοντες αὐτόν τε Κρεσφόντην ἐπαναστάντεςκαὶ τοὺς υἱοὺς ἀποκτείνουσι τοὺς λοιπούς, ὁ δὲ Αἴπυτος—παῖδα [8] γὰρ ἔτι ὄνταἔτρεφεν αὐτὸν ὁ Κύψελος— περιγίνεται μόνος τοῦ οἴκου, καὶ ὡς ἀνὴρ ἐγένετο, οἱἈρκάδες κατάγουσιν αὐτὸν ἐς Μεσσήνην: συγκατήγαγον δὲ καὶ οἱ λοιποὶ βασιλεῖςτῶν Δωριέων, οἵ τε Ἀριστοδήμου παῖδες καὶ Ἴσθμιος ὁ Τημένου. Αἴπυτος δὲ ὡςἐβασίλευσεν, ἐτιμωρήσατο μὲν τοῦ πατρὸς τοὺς φονέας, ἐτιμωρήσατο δὲ καὶ ὅσοι τοῦφόνου παραίτιοι καθεστήκεσαν: προσαγόμενος δὲ τοὺς μὲν ἐν τέλει τῶν Μεσσηνίωνθεραπείαις, ὅσοι δὲ ἦσαν τοῦ δήμου, δωρεαῖς, ἐς τοσοῦτο προέβη τιμῆς ὡς καὶ τοὺςἀπογόνους Αἰπυτίδας ἀντὶ Ἡρακλειδῶν κληθῆναι. [9] Γλαύκῳ δὲ τῷ Αἰπύτου βασιλεύσαντι μετὰ Αἴπυτον τὰ μὲν ἄλλα ἐξήρκεσεμιμήσασθαι τὸν πατέρα ἔν τε τοῖς κοινοῖς καὶ πρὸς τοὺς ἰδιώτας, εὐσεβείας δὲ ἐςπλέον προέβη. καὶ γὰρ τοῦ Διὸς τὸ ἐπὶ τῇ κορυφῇ τῆς Ἰθώμης τέμενος, ἀνέντωνΠολυκάονος καὶ Μεσσήνης, οὐκ ἔχον παρὰ τοῖς Δωριεῦσι πω τιμάς, Γλαῦκος ἦν ὁ καὶτούτοις σέβειν καταστησάμενος: καὶ Μαχάονι τῷ Ἀσκληπιοῦ πρῶτος ἔθυσεν ἐνΓερηνίᾳ, γέρα δὲ ἀπένειμε Μεσσήνῃ τῇ Τριόπα τὰ νομιζόμενα ἥρωσιν. [10] Ἴσθμιος δὲὁ Γλαύκου καὶ ἱερὸν τῷ Γοργάσῳ καὶ Νικομάχῳ τὸ ἐν Φαραῖς ἐποίησεν: Ἰσθμίου δὲγίνεται Δωτάδας, ὃς ἐπίνεια καὶ ἄλλα τῆς Μεσσηνίας παρεχομένης τὸ ἐν Μοθώνῃκατεσκευάσατο. Συβότας δὲ ὁ Δωτάδα τῷ τε ποταμῷ κατεστήσατο τῷ Παμίσῳ κατὰἔτος ἕκαστον θύειν τὸν βασιλεύοντα καὶ Εὐρύτῳ τῷ Μελανέως ἐναγίζειν ἐν Οἰχαλίᾳπρὸ τῆς τελετῆς τῶν Μεγάλων θεῶν ἀγομένης ἔτι ἐν Ἀνδανίᾳ. 4. ἐπὶ δὲ Φίντα τοῦ Συβότα πρῶτον Μεσσήνιοι τότε τῷ Ἀπόλλωνι ἐς Δῆλον θυσίαν καὶἀνδρῶν χορὸν ἀποστέλλουσι: τὸ δέ σφισιν ᾆσμα προσόδιον ἐς τὸν θεὸν ἐδίδαξενΕὔμηλος, εἶναί τε ὡς ἀληθῶς Εὐμήλου νομίζεται μόνα τὰ ἔπη ταῦτα. ἐγένετο δὲ καὶπρὸς Λακεδαιμονίους ἐπὶ τῆς Φίντα βασιλείας διαφορὰ πρῶτον, ἀπὸ αἰτίαςἀμφισβητουμένης μὲν καὶ ταύτης, γενέσθαι δὲ οὕτω λεγομένης. [2] ἔστιν ἐπὶ τοῖςὅροις τῆς Μεσσηνίας ἱερὸν Ἀρτέμιδος καλουμένης Λιμνάτιδος, μετεῖχον δὲ αὐτοῦμόνοι Δωριέων οἵ τε Μεσσήνιοι καὶ οἱ Λακεδαιμόνιοι. Λακεδαιμόνιοι μὲν δή φασιν ὡςπαρθένους αὑτῶν παραγενομένας ἐς τὴν ἑορτὴν αὐτάς τε βιάσαιντο ἄνδρες τῶνΜεσσηνίων καὶ τὸν βασιλέα σφῶν ἀποκτείναιεν πειρώμενον κωλύειν, ΤήλεκλονἈρχελάου τοῦ Ἀγησιλάου τοῦ Δορύσσου τοῦ Λαβώτα τοῦ Ἐχεστράτου τοῦ Ἄγιδος,πρός τε δὴ τούτοις τὰς βιασθείσας τῶν παρθένων διεργάσασθαι λέγουσιν αὑτὰς ὑπὸ αἰσχύνης: [3]Μεσσήνιοι δὲ τοῖς ἐλθοῦσι σφῶν ἐς τὸ ἱερὸν πρωτεύουσιν ἐν Μεσσήνῃ κατὰ ἀξίωμα,τούτοις φασὶν ἐπιβουλεῦσαι Τήλεκλον, αἴτιον δὲ εἶναι τῆς χώρας τῆς Μεσσηνίας τὴνἀρετήν, ἐπιβουλεύοντα δὲ ἐπιλέξαι Σπαρτιατῶν ὁπόσοι πω γένεια οὐκ εἶχον, τούτουςδὲ ἐσθῆτι καὶ κόσμῳ τῷ λοιπῷ σκευάσαντα ὡς παρθένους ἀναπαυομένοις τοῖςΜεσσηνίοις ἐπεισαγαγεῖν, δόντα ἐγχειρίδια: καὶ τοὺς Μεσσηνίους ἀμυνομένους τούςτε ἀγενείους νεανίσκους καὶ αὐτὸν ἀποκτεῖναι Τήλεκλον, Λακεδαιμονίους δὲ—οὐγὰρ ἄνευ τοῦ κοινοῦ ταῦτα βουλεῦσαι σφῶν τὸν βασιλέα—συνειδότας ὡς ἄρξαιενἀδικίας, τοῦ φόνου σφᾶς τοῦ Τηλέκλου δίκας οὐκ ἀπαιτῆσαι. ταῦτα μὲν ἑκάτεροιλέγουσι, πειθέσθω δὲ ὡς ἔχει τις ἐς τοὺς ἑτέρους σπουδῆς. [4] γενεᾷ δὲ ὕστερον βασιλεύοντος ἐν Λακεδαίμονι Ἀλκαμένους τοῦ Τηλέκλου, τῆς δὲοἰκίας τῆς ἑτέρας Θεοπόμπου τοῦ Νικάνδρου τοῦ Χαρίλλου τοῦ Πολυδέκτου τοῦΕὐνόμου τοῦ Πρυτάνιδος τοῦ Εὐρυπῶντος, Μεσσηνίων δὲ Ἀντιόχου καὶ Ἀνδροκλέουςτῶν Φίντα, Λακεδαιμονίων καὶ Μεσσηνίων ἐξήρθη τὸ ἐς ἀλλήλους μῖσος: καὶ ἦρξανοἱ Λακεδαιμόνιοι πολέμου, ἐπιγενομένης ἀφορμῆς σφισιν ἐθελέχθρως μὲν ἔχουσι καὶπολεμῆσαι πάντως ἐγνωκόσιν οὐ μόνον ἀποχρώσης ἀλλὰ καὶ τὰ μάλισταεὐπροσώπου, μετὰ δὲ εἰρηνικωτέρας γνώμης κἂν διελύθη δικαστηρίου γνώσει. τὰ δὲσυμβάντα ἔσχεν οὕτω. [5] Πολυχάρης Μεσσήνιος τά τε ἄλλα οὐκ ἀφανὴς καὶ νίκηνὈλυμπίασιν ἀνῃρημένος —τετάρτην Ὀλυμπιάδα ἦγον Ἠλεῖοι καὶ ἀγώνισμα ἦνσταδίου μόνον, ὅτε ὁ Πολυχάρης ἐνίκησεν—, τούτῳ τῷ ἀνδρὶ ἐγένοντο βοῦς: καὶ—οὐγὰρ ἐκέκτητο ἰδίαν γῆν ὡς νομὰς ταῖς βουσὶν ἱκανὰς εἶναι—Σπαρτιάτῃ σφᾶς δίδωσινΕὐαίφνῳ βόσκεσθαί τε ἐν ἐκείνου καὶ μοῖραν εἶναι καὶ Εὐαίφνῳ τοῦ καρποῦ τῶνβοῶν. [6] ἦν δὲ ἄρα τοιόσδε τις ὁ Εὔαιφνος, κέρδη τε ἄδικα ἐπίπροσθεν ἢ πιστὸς εἶναιποιούμενος καὶ ἄλλως αἱμύλος: ὃς καὶ τότε καταπλεύσασιν ἐς τὴν Λακωνικὴνἐμπόροις ἀποδόμενος βοῦς τὰς Πολυχάρους ἦλθεν αὐτὸς ὡς Πολυχάρην ἄγγελος,ἐλθὼν δὲ ἀποβάντας ἔλεγεν ἐς τὴν χώραν λῃστὰς καὶ βιασαμένους αὐτὸν λείαν βοῦςτε ἄγεσθαι καὶ βουκόλους. ἕως δὲ οὗτος παρέπειθεν, ἐν τούτῳ τῶν τις βουκόλωνἀποδιδράσκει τοὺς ἐμπόρους, ἐπανήκων δὲ καταλαμβάνει τε αὐτοῦ παρὰ τῷ δεσπότῃτὸν Εὔαιφνον καὶ Πολυχάρους ἐναντίον ἤλεγχεν. [7] ἁλισκόμενος δὲ καὶ οὐκ ἔχωνἀπαρνήσασθαι πολλὰ μὲν αὐτὸν Πολυχάρην, πολλὰ δὲ καὶ τοῦ Πολυχάρους τὸνπαῖδα ἱκέτευε νεῖμαί οἱ συγγνώμην: ἐν γὰρ τῇ ἀνθρωπίνῃ φύσει καὶ ἄλλων ἐνόντων,ἐφ᾽ οἷς βιαζόμεθα ἄδικοι γίνεσθαι, τὰ κέρδη μεγίστην ἀνάγκην ἔχειν: τιμὴν δὲ ἥντιναεἰλήφει τῶν βοῶν, λόγῳ τε ἀπέφαινε καὶ τὸν παῖδα ἠξίου τὸν Πολυχάρους ἕπεσθαί οἱκομιούμενον. ὡς δὲ προϊόντες ἐγίνοντο ἐν τῇ Λακωνικῇ, ἔργον ἐτόλμησεν Εὔαιφνοςἀνοσιώτερον τοῦ προτέρου: [8] φονεύει τοῦ Πολυχάρους τὸν υἱόν. ὁ δὲ ὡς καὶ ταῦταἔγνω πεπονθώς, φοιτῶν ἐς τὴν Λακεδαίμονα τοῖς βασιλεῦσιν ἦν καὶ τοῖς ἐφόροις δι᾽ὄχλου, πολλὰ μὲν τὸν παῖδα ἀνακλαίων, καταριθμούμενος δὲ οἷα ὑπὸ Εὐαίφνουπεπονθὼς ἦν, ὃν αὐτὸς ξένον ἐποιήσατο καὶ πρὸ πάντων Λακεδαιμονίων ἐπίστευσεν.ὡς δέ οἱ συνεχῶς ἰόντι ἐπὶ τὰς ἀρχὰς οὐδεμία ἐγίνετο τιμωρία, ἐνταῦθα παρετράπη τεὁ Πολυχάρης ἐκ τοῦ νοῦ καὶ τῷ θυμῷ χρώμενος, ἅτε ἔχων ἀφειδῶς ἤδη καὶ αὑτοῦ,πάντα τινὰ ὃν λάβοι Λακεδαιμονίων ἐτόλμα φονεύειν. 5. Λακεδαιμόνιοι μὲν δὴ Πολυχάρους τε ἕνεκα οὐκ ἐκδοθέντος σφίσι καὶ διὰ τὸνΤηλέκλου φόνον, καὶ πρότερον ἔτι ὑπόπτως ἔχοντες διὰ τὸ Κρεσφόντου κακούργημαἐς τὸν κλῆρον, πολεμῆσαι λέγουσι: Μεσσήνιοι δὲ περὶ Τηλέκλου ἀντιλέγουσι τὰεἰρημένα ἤδη μοι καὶ Αἴπυτον τὸν Κρεσφόντου συγκαταχθέντα ἀποφαίνουσιν ὑπὸἈριστοδήμου τῶν παίδων, ὃ μήποτ᾽ ἂν ποιῆσαι σφᾶς Κρεσφόντῃ γε ὄντας διαφόρους.[2] Πολυχάρην δὲ ἐκδοῦναι μὲν ἐπὶ τιμωρίᾳ Λακεδαιμονίοις οὔ φασιν, ὅτι μηδὲ ἐκεῖνοισφίσιν Εὔαιφνον, ἐθέλειν μέντοι παρὰ Ἀργείοις συγγενέσιν οὖσιν ἀμφοτέρων ἐνἈμφικτυονίᾳ διδόναι δίκας, ἐπιτρέπειν δὲ καὶ τῷ Ἀθήνῃσι δικαστηρίῳ, καλουμένῳ δὲἈρείῳ πάγῳ, ὅτι δίκας τὰς φονικὰς τὸ δικαστήριον τοῦτο ἐδόκει δικάζειν ἐκ παλαιοῦ.[3] Λακεδαιμονίους δὲ οὐ διὰ ταῦτα πολεμῆσαί φασιν, ὑπὸ πλεονεξίας δὲ τῇ σφετέρᾳτε ἐπιβουλεῦσαι καὶ ἄλλα ἐργάσασθαι, προφέροντες μέν σφισι τὰ Ἀρκάδων,προφέροντες δὲ καὶ τὰ Ἀργείων, ὡς οὔποτε ἐσχήκασι κόρον ἀποτεμνόμενοι τῆςχώρας αἰεί τι ἑκατέρων: Κροίσῳ τε αὐτοῖς δῶρα ἀποστείλαντι γενέσθαι φίλουςβαρβάρῳ πρώτους, ἀφ᾽ οὗ γε τούς τε ἄλλους τοὺς ἐν τῇ Ἀσίᾳ κατεδουλώσατοἝλληνας καὶ ὅσοι Δωριεῖς ἐν τῇ Καρικῇ κατοικοῦσιν ἠπείρῳ. [4] ἀποφαίνουσι δὲ καὶἡνίκα οἱ Φωκέων δυνάσται τὸ ἱερὸν τὸ ἐν Δελφοῖς κατειλήφασιν, ἰδίᾳ τε κατὰ ἄνδρατοὺς βασιλεύοντας ἐν Σπάρτῃ καὶ τῶν ἄλλων τοὺς ἐπ᾽ ἀξιώματος καὶ κοινῇ τῶν τεἐφόρων τὴν ἀρχὴν καὶ τὴν γερουσίαν μετασχόντας τῶν τοῦ θεοῦ. πρό τε δὴ πάντων,ὡς οὐδὲν ἂν τοὺς Λακεδαιμονίους κέρδους ἕνεκα ὀκνήσαντας, τὴν συμμαχίανὀνειδίζουσί σφισι τὴν πρὸς Ἀπολλόδωρον τὸν ἐν Κασσανδρείᾳ τυραννήσαντα. [5]ἀνθ᾽ ὅτου δὲ Μεσσήνιοι τὸ ὄνειδος ἥγηνται τοῦτο οὕτω πικρόν, οὔ μοι τῷ λόγῳ τῷπαρόντι ἦν ἐπεισάγεσθαι: ὅτι γὰρ μὴ τῶν Μεσσηνίων τὸ εὔψυχον καὶ χρόνου μῆκοςὃν ἐπολέμησαν διάφορα ἐγένετο τῆς Ἀπολλοδώρου τυραννίδος, ἔς γε τὰς συμφορὰςοὐ πολλῷ τινι ἀποδέοι ἂν ἃ οἱ Κασσανδρεῖς πεπόνθασι. [6] ταῦτα μὲν δὴ αἴτια ἑκάτεροι τοῦ πολέμου γενέσθαι λέγουσι: τότε δὲ πρεσβείαΛακεδαιμονίων ἥκουσα ἐξῄτει Πολυχάρην. οἱ δὲ τῶν Μεσσηνίων βασιλεῖς τοῖς μὲνπρέσβεσιν ἀπεκρίναντο ὅτι βουλευσάμενοι μετὰ τοῦ δήμου τὰ δόξαντα ἐπιστελοῦσινἐς Σπάρτην, αὐτοὶ δὲ ἐκείνων ἀπελθόντων ἐς ἐκκλησίαν τοὺς πολίτας συνῆγον. αἱ δὲγνῶμαι διάφοροι παρὰ πολὺ ἐγίνοντο, Ἀνδροκλέους μὲν ἐκδιδόναι Πολυχάρην ὡςἀνόσιά τε καὶ πέρα δεινῶν εἰργασμένον: Ἀντίοχος δὲ ἄλλα τε ἀντέλεγε καὶ τὸἁπάντων οἴκτιστον, εἰ Πολυχάρης ἐν ὀφθαλμοῖς πείσεται τοῖς Εὐαίφνου,καταριθμούμενος ὅσα καὶ οἷα ἦν ἀνάγκη παθεῖν. [7] τέλος δὲ ἐς τοσοῦτο προήχθησανοἵ τε Ἀνδροκλεῖ καὶ οἱ τῷ Ἀντιόχῳ συσπεύδοντες ὥστε καὶ τὰ ὅπλα ἔλαβον. οὐ μὴν ἐςμακράν γε προῆλθέ σφισιν ἡ μάχη: περιόντες γὰρ ἀριθμῷ καὶ πολὺ οἱ σὺν Ἀντιόχῳτόν τε Ἀνδροκλέα καὶ τῶν περὶ αὐτὸν τοὺς λόγου μάλιστα ἀξίους ἀποκτείνουσιν.Ἀντίοχος δὲ βασιλεύων ἤδη μόνος ἔπεμπεν ἐς Σπάρτην ὡς ἐπιτρέπειν ἐθέλοι τοῖςδικαστηρίοις ἃ ἤδη λέλεκταί μοι: Λακεδαιμόνιοι δὲ οὐ λέγονται τοῖς κομίσασι τὰγράμματα ἀποκρίνασθαι. [8] μησὶ δὲ οὐ πολλοῖς ὕστερον Ἀντιόχου τελευτήσαντος Εὐφαὴς ὁ Ἀντιόχου παρέλαβετὴν ἀρχήν. Λακεδαιμόνιοι δὲ οὔτε κήρυκα ἀποστέλλουσι προεροῦντα Μεσσηνίοιςπόλεμον οὔτε προαπειπάμενοι τὴν φιλίαν, κρύφα δὲ καὶ μάλιστα ὡς ἐδύναντο ἐνἀπορρήτῳ παρασκευασάμενοι, προομνύουσιν ὅρκον μήτε τοῦ πολέμου μῆκος, ἢν μὴδι᾽ ὀλίγου κριθῇ, μήτε τὰς συμφοράς, εἰ μεγάλαι πολεμοῦσι γένοιντο, ἀποστρέψεινσφᾶς πρὶν ἢ κτήσαιντο χώραν τὴν Μεσσηνίαν δοριάλωτον. [9] ταῦτα προομόσαντεςἔξοδον νύκτωρ ἐποιοῦντο ἐπὶ Ἄμφειαν, Ἀλκαμένην τὸν Τηλέκλου τῆς στρατιᾶςἡγεμόνα ἀποδείξαντες. ἡ δὲ Ἄμφεια πρὸς τῇ Λακωνικῇ πόλισμα ἦν ἐν τῇ Μεσσηνίᾳ,μεγέθει μὲν οὐ μέγα, ἐπὶ λόφου δὲ ὑψηλοῦ κείμενον, καὶ ὑδάτων πηγὰς εἶχενἀφθόνους: ἐδόκει δὲ καὶ ἄλλως ἐς τὸν πάντα πόλεμον ὁρμητήριόν σφισιν ἐπιτήδειονἡ Ἄμφεια εἶναι. καὶ τό τε πόλισμα αἱροῦσι πυλῶν ἀνεῳγμένων καὶ φυλακῆς οὐκἐνούσης καὶ τῶν Μεσσηνίων τοὺς ἐγκαταληφθέντας φονεύουσι, τοὺς μὲν ἔτι ἐν ταῖςεὐναῖς, τοὺς δὲ ὡς ᾔσθοντο πρός τε ἱερὰ θεῶν καὶ βωμοὺς καθημένους ἱκέτας: ὀλίγοιδὲ καὶ οἱ διαφυγόντες ἐγένοντο. [10] ταύτην Λακεδαιμόνιοι πρώτην ἐπὶ Μεσσηνίουςἔξοδον ἐποιήσαντο ἔτει δευτέρῳ τῆς ἐνάτης Ὀλυμπιάδος, ἣν Ξενοδόκος Μεσσήνιοςἐνίκα στάδιον: Ἀθήνῃσι δὲ οὐκ ἦσάν πω τότε οἱ τῷ κλήρῳ κατ᾽ ἐνιαυτὸν ἄρχοντες:τοὺς γὰρ ἀπὸ Μελάνθου, καλουμένους δὲ Μεδοντίδας, κατ᾽ ἀρχὰς μὲν ἀφείλοντο ὁδῆμος τῆς ἐξουσίας τὸ πολὺ καὶ ἀντὶ βασιλείας μετέστησαν ἐς ἀρχὴν ὑπεύθυνον,ὕστερον δὲ καὶ προθεσμίαν ἐτῶν δέκα ἐποίησαν αὐτοῖς τῆς ἀρχῆς. τότε δὲ ὑπὸ τὴνκατάληψιν τῆς Ἀμφείας Αἰσιμίδης Ἀθηναίοις ἦρχεν ὁ Αἰσχύλου πέμπτον ἔτος. 6. πρὶν δὲ ἢ συγγράφειν με τὸν πόλεμον καὶ ὁπόσα πολεμοῦσιν ἑκατέροις ὁ δαίμωνπαθεῖν ἢ δρᾶσαι παρεσκεύασε, διακρῖναί τι καὶ ἡλικίας ἔργα πέρι ἠθέλησα ἀνδρὸςΜεσσηνίου. τὸν γὰρ πόλεμον τοῦτον γενόμενον μὲν Λακεδαιμονίων καὶ τῶνσυμμάχων πρὸς Μεσσηνίους καὶ τοὺς ἐπικούρους, ὀνομασθέντα δὲ οὐκ ἀπὸ τῶνἐπιστρατευσάντων ὥσπερ γε ὁ Μηδικὸς καὶ ὁ Πελοποννήσιος, Μεσσήνιον δὲ ἀπὸ τῶνσυμφορῶν, καθὰ δὴ καὶ τὸν ἐπὶ Ἰλίῳ κληθῆναι Τρωικὸν καὶ οὐχ Ἑλληνικὸνἐξενίκησεν, τοῦτον γὰρ τῶν Μεσσηνίων τὸν πόλεμον Ῥιανός τε ἐν τοῖς ἔπεσινἐποίησεν ὁ Βηναῖος καὶ ὁ Πριηνεὺς Μύρων: λόγοι δὲ πεζοὶ Μύρωνός ἐστιν ἡ συγγραφή. [2]συνεχῶς μὲν δὴ τὰ πάντα ἐξ ἀρχῆς ἐς τοῦ πολέμου τὴν τελευτὴν οὐδετέρῳ διήνυσται:μέρος δὲ ᾧ ἑκάτερος ἠρέσκετο, ὁ μὲν τῆς τε Ἀμφείας τὴν ἅλωσιν καὶ τὰ ἐφεξῆςσυνέθηκεν οὐ πρόσω τῆς Ἀριστοδήμου τελευτῆς, Ῥιανὸς δὲ τοῦδε μὲν τοῦ πρώτουτῶν πολέμων οὐδὲ ἥψατο ἀρχήν: ὁπόσα δὲ χρόνῳ συνέβη τοῖς Μεσσηνίοις ἀποστᾶσινἀπὸ Λακεδαιμονίων, ὁ δὲ καὶ ταῦτα μὲν οὐ τὰ πάντα ἔγραψε, τῆς μάχης δὲ τὰ ὕστεραἣν ἐμαχέσαντο ἐπὶ τῇ τάφρῳ τῇ καλουμένῃ Μεγάλῃ. [3] ἄνδρα οὖν Μεσσήνιον—τούτου γὰρ δὴ ἕνεκα τὸν πάντα ἐποιησάμην Ῥιανοῦ καὶ Μύρωνος λόγον—Ἀριστομένην, ὃς καὶ πρῶτος καὶ μάλιστα τὸ Μεσσήνης ὄνομα ἐς ἀξίωμα προήγαγε,τοῦτον τὸν ἄνδρα ἐπεισήγαγε μὲν ὁ Πριηνεὺς ἐς τὴν συγγραφήν, Ῥιανῷ δὲ ἐν τοῖςἔπεσιν οὐδὲν Ἀριστομένης ἐστὶν ἀφανέστερος ἢ Ἀχιλλεὺς ἐν Ἰλιάδι Ὁμήρῳ. διάφοραοὖν ἐπὶ τοσοῦτον εἰρηκότων, προσέσθαι μὲν τὸν ἕτερόν μοι τῶν λόγων καὶ οὐχ ἅμαἀμφοτέρους ὑπελείπετο, Ῥιανὸς δέ μοι ποιῆσαι μᾶλλον ἐφαίνετο εἰκότα ἐς τὴνἈριστομένους ἡλικίαν: [4] Μύρωνα δὲ ἐπί τε ἄλλοις καταμαθεῖν ἔστιν οὐπροορώμενον εἰ ψευδῆ τε καὶ οὐ πιθανὰ δόξει λέγειν καὶ οὐχ ἥκιστα ἐν τῇδε τῇΜεσσηνίᾳ συγγραφῇ. πεποίηκε γὰρ ὡς ἀποκτείνειε Θεόπομπον τῶν Λακεδαιμονίωντὸν βασιλέα Ἀριστομένης ὀλίγον πρὸ τῆς Ἀριστοδήμου τελευτῆς: Θεόπομπον δὲ οὔτεμάχης γινομένης οὔτε ἄλλως προαποθανόντα ἴσμεν πρὶν ἢ διαπολεμηθῆναι τὸνπόλεμον. [5] οὗτος δὲ ὁ Θεόπομπος: ἦν καὶ ὁ πέρας ἐπιθεὶς τῷ πολέμῳ: μαρτυρεῖ δέμοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίου λέγοντα “ἡμετέρῳ βασιλῆι θεοῖσι φίλῳ Θεοπόμπῳ, ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον. ”Tyrtaeus, unknown location.ὁ τοίνυν Ἀριστομένης δόξῃ γε ἐμῇ γέγονεν ἐπὶ τοῦπολέμου τοῦ ὑστέρου: καὶ τὰ ἐς αὐτόν, ἐπειδὰν ἐς τοῦτο ὁ λόγος ἀφίκηται, τηνικαῦταἐπέξειμι. [6] οἱ δὲ Μεσσήνιοι τότε, ὡς τὰ περὶ τὴν Ἄμφειαν ἤκουον παρ᾽ αὐτῶν τῶν ἀποσωθέντωνἐκ τῆς ἁλώσεως, συνελέγοντο ἐς Στενύκληρον ἀπὸ τῶν πόλεων. ἀθροισθέντος δὲ ἐςἐκκλησίαν τοῦ δήμου καὶ ἄλλοι τῶν ἐν τέλει καὶ τελευταῖος ὁ βασιλεὺς παρεκελεύετομήτε τῆς Ἀμφείας καταπεπλῆχθαι τὴν πόρθησιν, ὡς τὸν πάντα ἤδη κεκριμένον δι᾽αὐτῆς πόλεμον, μήτε ὡς τῆς σφετέρας κρείσσονα τῶν Λακεδαιμονίων δεδοικέναι τὴνπαρασκευήν: μελέτην μὲν γὰρ ἐκείνοις τῶν πολεμικῶν ἐκ χρόνου πλείονος, σφίσι δὲεἶναι τήν τε ἀνάγκην ἰσχυροτέραν ἀνδράσιν ἀγαθοῖς γίνεσθαι καὶ τὸ εὐμενέστερονἔσεσθαι παρὰ τῶν θεῶν ἀμύνουσι τῇ οἰκείᾳ καὶ οὐκ ἀδικίας ἄρχουσιν. 7. τοιαῦτα ὁΕὐφαὴς εἰπὼν διέλυσε τὸν σύλλογον, τὸ δὲ ἀπὸ τούτου πάντας ἔσχεν ἤδη τοὺςΜεσσηνίους ἐν ὅπλοις, τούς τε οὐκ εἰδότας ἐπαναγκάζων διδάσκεσθαι τὰ πολεμικὰκαὶ τοῖς ἐπισταμένοις ἐπιμελεστέραν ἢ πρότερον τὴν ἄσκησιν εἶναι. Λακεδαιμόνιοιδὲ καταδρομὰς ἐποιοῦντο ἐς τὴν Μεσσηνίαν, καὶ τὴν μὲν χώραν οὐκ ἐλυμαίνοντο ἅτεδὴ νομίζοντες οἰκείαν οὐδὲ δένδρα ἔκοπτον οὐδὲ οἰκήματα κατέβαλλον: οἱ δὲ λείαν εἰπεριτύχοιεν ἤλαυνον καὶ σῖτον καὶ τὸν ἄλλον καρπὸν ἀφῃροῦντο. [2] πρὸς δὲ τὰςπόλεις ποιούμενοι προσβολὰς εἷλον μὲν οὐδεμίαν ἅτε καὶ τείχεσιν ὠχυρωμένας καὶδι᾽ ἀκριβείας φρουρουμένας, λαμβάνοντες δὲ τραύματα ἀπεχώρουν ἄπρακτοι καὶτελευτῶντες οὐκέτι ἀπεπειρῶντο τῶν πόλεων. ἐλῄστευον δὲ καὶ οἱ Μεσσήνιοι τά τεἐπιθαλάσσια τῆς Λακωνικῆς καὶ ὅσαι γεωργίαι περὶ τὸ Ταΰγετον ἦσαν. [3] τετάρτῳ δὲ ἔτει μετὰ τῆς Ἀμφείας τὴν ἅλωσιν Εὐφαὴς τῷ θυμῷ χρήσασθαι τῷΜεσσηνίων προθυμούμενος ἀκμαζόντων ἐς τοὺς Λακεδαιμονίους ταῖς ὀργαῖς καὶἅμα τὴν ἄσκησιν ἤδη σφίσιν αὐτάρκη νομίζων εἶναι, προεῖπεν ἔξοδον: συνακολουθεῖνδὲ καὶ τοὺς οἰκέτας προσέτασσε φέροντας ξύλα καὶ ἄλλα ὅσα πρόσφορα ἐς ποίησινχαρακώματος. ἐπυνθάνοντο δὲ καὶ οἱ Λακεδαιμόνιοι παρὰ τῶν ἐν Ἀμφείᾳ φρουρῶντοὺς Μεσσηνίους ἐξιόντας: ἐξεστρατεύοντο οὖν καὶ οὗτοι. [4] καὶ ἦν γὰρ ἐν τῇΜεσσηνίᾳ χωρίον ἄλλως μὲν ἐς ἀγῶνα ἐπιτήδειον, χαράδρα δὲ προεβέβλητο αὐτοῦβαθεῖα: ἐνταῦθα τοὺς Μεσσηνίους παρέτασσεν ὁ Εὐφαής, ἀποδείξας στρατηγὸνΚλέοννιν: τῆς δὲ ἵππου καὶ τῶν ψιλῶν, οἳ συναμφότεροι ἐλάσσους πεντακοσίωνἦσαν, τούτων Πυθάρατος καὶ Ἄντανδρος ἡγοῦντο. [5] ὡς δὲ συνῄει τὰ στρατόπεδα,τοῖς μὲν ὁπλίταις καὶ ἀφειδῶς ὅμως καὶ ἀκρατέστερον ὑπὸ τοῦ μίσους φερομένοις ἐπὶἀλλήλους οὐ παρέσχεν ἐλθεῖν ἐς χεῖρας ἡ χαράδρα διείργουσα: τὸ δ᾽ ἱππικὸν καὶ οἱψιλοὶ συμμίσγουσι μὲν κατὰ τὸ ὑπὲρ τὴν χαράδραν, ἦσαν δὲ οὔτε πλῆθος οὔτεἐμπειρίᾳ διαφέροντες οὐδέτεροι, καὶ διὰ τοῦτο ἰσόρροπος ἡ μάχη σφίσιν ἐγένετο. [6]ἐν ὅσῳ δὲ οὗτοι συνεστήκασιν, ἐν τοσούτῳ τοὺς οἰκέτας ἐκέλευεν ὁ Εὐφαὴς πρῶταμὲν τὰ κατὰ νῶτον τοῦ στρατοπέδου φράξασθαι τοῖς σταυροῖς, μετὰ δὲ τὰ πλευρὰἀμφότερα. ἐπεὶ δὲ ἥ τε νύξ ἐπέλαβε καὶ ἡ μάχη διελέλυτο, τότε ἤδη καὶ τὰ πρὸ τοῦστρατοπέδου κατὰ τὴν χαράδραν ἐφράξαντο, ὥστε ἐπισχούσης ἡμέρας τῆς τεπρονοίας τοῦ Εὐφαοῦς τοῖς Λακεδαιμονίοις ἐπιπίπτει λογισμὸς εἶχόν τε οὔτε ὅπωςμάχεσθαι χρὴ πρὸς τοὺς Μεσσηνίους μὴ προϊόντας ἐκ τοῦ χάρακος προσκαθῆσθαί τεἀπεγίνωσκον ἀπαράσκευοι τοῖς πᾶσιν ὁμοίως ὄντες. [7] καὶ τότε μὲν ἀποχωροῦσιν οἴκαδε, ἐνιαυτῷ δὲ ὕστερον κακιζόντων σφᾶς τῶνγεγηρακότων καὶ δειλίαν τε ὁμοῦ προφερόντων καὶ τοῦ ὅρκου τὴν ὑπεροψίαν, οὕτωδευτέραν ἐκ τοῦ προφανοῦς ἐπὶ Μεσσηνίους στρατείαν ἐποιοῦντο. ἡγοῦντο δὲ οἱβασιλεῖς ἀμφότεροι, Θεόπομπός τε ὁ Νικάνδρου καὶ Πολύδωρος ὁ Ἀλκαμένους:Ἀλκαμένης δὲ οὐκέτι περιῆν. ἀντεστρατοπεδεύοντο δὲ καὶ οἱ Μεσσήνιοι καὶπειρωμένων μάχης τῶν Σπαρτιατῶν ἄρχειν ἀντεπεξῄεσαν. [8] Λακεδαιμονίοις δὲἡγεῖτο Πολύδωρος μὲν κατὰ τὸ κέρας τὸ ἀριστερόν, Θεόπομπος δὲ ἐπὶ τῷ δεξιῷ, τὸμέσον δὲ εἶχεν Εὐρυλέων, τὰ μὲν παρόντα Λακεδαιμόνιος, τὰ ἐξ ἀρχῆς δὲ ἀπὸΚάδμου καὶ ἐκ Θηβῶν, Αἰγέως τοῦ Οἰολύκου τοῦ Θήρα τοῦ Αὐτεσίωνος ἀπόγονοςπέμπτος. τοῖς δὲ Μεσσηνίοις κατὰ μὲν τὸ δεξιὸν τῶν Λακεδαιμονίων ἀντετάσσοντοἌντανδρός τε καὶ Εὐφαής, τὸ δὲ ἕτερον κέρας τὸ κατὰ τὸν Πολύδωρον Πυθάρατοςεἶχε, Κλέοννις δὲ τὸ μέσον. [9] συνιέναι δὲ ἤδη μελλόντων, ἐπεὶ παριόντες οἱ βασιλεῖςπροέτρεπον τοὺς αὑτῶν, πρὸς μὲν δὴ τοὺς Λακεδαιμονίους βραχεῖαν κατὰ τὸἐπιχώριον τὴν παράκλησιν ἐποιεῖτο ὁ Θεόπομπος, τοῦ τε ὅρκου τοῦ κατὰ τῶνΜεσσηνίων ἀναμιμνήσκων καὶ ὡς καλόν σφισι τὸ φιλοτίμημα, τῶν πατέρων οἳ τοὺςπεριοίκους κατεδουλώσαντο φανῆναι λαμπρότερα εἰργασμένους καὶ χώρανεὐδαιμονεστέραν προσκεκτημένους: Εὐφαὴς δὲ μακρότερα μὲν εἶπεν ἢ ὁ Σπαρτιάτης,οὐ πλείω δὲ οὐδ᾽ οὗτος ἢ ἐφιέντα ἑώρα τὸν καιρόν. [10] οὐ γὰρ περὶ γῆς μόνον οὐδὲκτημάτων τὸν ἀγῶνα ἀπέφαινε γενησόμενον, εἰδέναι δὲ ἔφη σαφῶς ἃ νικωμένουςἐπιλήψεται: γυναῖκας μὲν γὰρ ἀχθήσεσθαι καὶ τέκνα ἐν ἀνδραπόδων μέρει, τοῖς δὲ ἐνἡλικίᾳ τὸ ἐλαφρότατον ἔσεσθαι. θάνατον, ἢν μετ᾽ αἰκίας μὴ γένηται, συλήσεσθαι δέσφισι καὶ τὰ ἱερὰ καὶ τὰς πατρίδας ἐμπρήσεσθαι: λέγειν δὲ οὐκ εἰκάζων, μάρτυρα δὲἐναργῆ πᾶσιν εἶναι τῶν ἐγκαταληφθέντων ἐν Ἀμφείᾳ τὰ πάθη. [11] πρό τε δὴτηλικούτων κακῶν κέρδος εἶναι καλῶς τινα ἀποθανεῖν, πολὺ δὲ εἶναι ῥᾷον ἀηττήτοιςοὖσιν ἔτι καὶ τὰς τόλμας καθεστηκόσιν ἐξ ἴσου προθυμίᾳ τοὺς ἀντιτεταγμένουςὑπερβαλεῖν ἢ προαποβαλόντας τὸ φρόνημα ἐπανορθοῦσθαι τὰ ἐπταισμένα. 8. τοιαῦτα μὲν ὁ Εὐφαὴς εἶπεν: ἐπεὶ δὲ ἑκατέροις ἐσήμηναν οἱ ἡγεμόνες, Μεσσήνιοι μὲνδρόμῳ τε ἐς τοὺς Λακεδαιμονίους ἐχρῶντο καὶ ἀφειδῶς αὑτῶν εἶχον ἅτε ἄνθρωποιθανατῶντες ὑπὸ τοῦ θυμοῦ, καὶ αὐτὸς ἕκαστος πρῶτος ἔσπευδεν ἄρξαι μάχης:ἀντεπῄεσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι σπουδῇ καὶ οὗτοι, πρόνοιαν δὲ ὅμως ἐποιοῦντομὴ διαλυθῆναί σφισι τὴν τάξιν. [2] ὡς δὲ πλησίον ἐγίνοντο, ἀπειλαῖς ἐχρῶντο τῶν τεὅπλων τῇ κινήσει καὶ ἐνορῶντες ἐς ἀλλήλους δεινόν: ἔς τε λοιδορίας προήγοντο οἱμὲν οἰκέτας αὑτῶν ἤδη τοὺς Μεσσηνίους καὶ οὐδὲν ἐλευθερωτέρους ἀποκαλοῦντεςτῶν εἱλώτων, οἱ δὲ ἐκείνους τῷ τε ἐγχειρήματι ἀνοσίους, ἐπεὶ πλεονεξίας ἕνεκα ἐπὶἄνδρας συγγενεῖς ἐπίασι, καὶ θεῶν ἀσεβεῖς ὅσοι Δωριεῦσι πατρῷοι, τῶν τε ἄλλων καὶμάλιστα Ἡρακλέους. ἤδη τε ὁμοῦ τοῖς ὀνείδεσι καὶ ἔργων ἥπτοντο, ἀθρόοι τε πρὸςἀθρόους ὠθισμῷ χρώμενοι μάλιστα οἱ Λακεδαιμόνιοι καὶ ἀνὴρ ἀνδρὶ ἐπιόντες. [3]τέχνῃ μὲν οὖν ἐς τὰ πολεμικὰ ὁμοῦ καὶ μελέτῃ πολὺ οἱ Λακεδαιμόνιοι προέσχον,πρὸς δὲ καὶ τῷ πλήθει: τούς τε γὰρ περιοίκους ὑπηκόους ἤδη καὶ συνακολουθοῦνταςεἶχον Ἀσιναῖοί τε καὶ οἱ Δρύοπες γενεᾷ πρότερον ὑπὸ Ἀργείων ἐκ τῆς σφετέραςἀνεστηκότες καὶ ἥκοντες ἐς τὴν Λακεδαίμονα ἱκέται κατ᾽ ἀνάγκην συνεστρατεύοντο:πρὸς δὲ τοὺς ψιλοὺς τῶν Μεσσηνίων τοξότας Κρῆτας ἐπήγοντο μισθωτούς. [4]Μεσσηνίοις δὲ †ἐς ἅπαντα ἐς τὸ ἴσον ἥ τε ἀπόνοια καὶ τὸ ἐς τὸν θάνατον εὔθυμον:καὶ ὁπόσα μὲν πάσχοιεν, ἀναγκαῖα μᾶλλον τοῖς πατρίδα σεμνύνουσιν ἢ δεινὰἐνόμιζον, ἃ δὲ ἔδρων, αὐτοί τε ἡγοῦντο εἰργάσθαι μειζόνως καὶ τοῖς Λακεδαιμονίοιςσυμβαίνειν χαλεπώτερα. καὶ οἱ μὲν αὐτῶν προεκπηδῶντες τῆς τάξεως τολμήματαλαμπρὰ ἀπεδείκνυντο, τοῖς δὲ καὶ ἐπικαίρως τετρωμένοις καὶ ἐμπνέουσιν ὀλίγονὅμως ἡ ἀπόνοια ἤκμαζε. [5] παρακλήσεις τε ἐγίνοντο, καὶ οἱ μὲν ζῶντες καὶ ἔτιἄτρωτοι τοὺς τραυματίας παρώξυνον, πρὶν ἢ τὴν ἐσχάτην τινὶ ἐφεστηκέναι μοῖραν,ἀντιδράσαντα ὅ τι καὶ δύναιτο σὺν ἡδονῇ δέχεσθαι τὸ πεπρωμένον: οἱ δὲ ὁπότεαἴσθοιντο οἱ τραυματίαι τὴν ἰσχὺν σφᾶς ὑπολείπουσαν καὶ τὸ πνεῦμα οὐ παραμένον,διεκελεύοντο τοῖς ἀτρῶσι μὴ χείρονας ἢ αὐτοὶ γίνεσθαι μηδὲ ἐς ἀνωφελὲς τῇ πατρίδικαὶ τὴν ἐκείνων τελευτὴν καταστῆσαι. [6] Λακεδαιμόνιοι δὲ προτροπῇ μὲν ἐςἀλλήλους τῇ δεήσει οὐκ ἐχρῶντο καὶ ἐς τὰ παράδοξα τῶν τολμημάτων οὐ κατὰ ταὐτὰἑτοίμως τοῖς Μεσσηνίοις εἶχον: ἅτε δὲ εὐθὺς ἐκ παίδων τὰ πολεμικὰ ἐπιστάμενοι,βαθυτέρᾳ τε τῇ φάλαγγι ἐχρῶντο καὶ τοὺς Μεσσηνίους ἤλπιζον οὔτε χρόνον τὸν ἴσονκαρτερήσειν ἀντιτεταγμένους οὔτε πρὸς τὸν ἐν τοῖς ὅπλοις κάματον ἢ τὰ τραύματαἀνθέξειν. [7] ἴδια μὲν τοιαῦτα ἐν ἑκατέρῳ τῷ στρατεύματι ἔς τε τὰ ἔργα ἦν καὶ ἐς τὰςγνώμας τῶν μαχομένων, κοινὰ δὲ ἀπ᾽ ἀμφοτέρων: οὔτε γὰρ ἱκεσίαις οἱ φονευόμενοικαὶ χρημάτων ὑποσχέσεσιν ἐχρῶντο, τάχα μέν που μὴ πείσειν διὰ τὸ ἔχθοςἀπεγνωκότες, τὸ δὲ πλεῖστον ἀπαξιοῦντες ὡς οὐ τὰ πρότερά γε κακιοῦσιν: οἵ τεἀποκτείνοντες ἀπείχοντο καὶ αὐχήματος ὁμοίως καὶ ὀνειδῶν, οὐκ ἔχοντές πωβεβαίαν οὐδέτεροι τὴν ἐλπίδα εἰ κρατήσουσι. παραδοξότατα δὲ ἀπέθνησκον οἱ τῶνκειμένων σκυλεύειν τινὰ ἐπιχειροῦντες: ἢ γὰρ τοῦ σώματος γυμνόν τι ὑποφήναντεςἠκοντίζοντο καὶ ἐτύπτοντο οὐ προορώμενοι διὰ τὴν ἐν τῷ παρόντι ἀσχολίαν, ἢ καὶὑπὸ τῶν σκυλευομένων ἔτι ἐμπνεόντων διεφθείροντο. [8] ἐμάχοντο δὲ καὶ οἱ βασιλεῖςἀξίως λόγου, Θεόπομπος δὲ καὶ ἀκρατέστερον ὥρμητο ὡς αὐτὸν ἀποκτενῶν Εὐφαῆ.Εὐφαὴς δὲ ὁρῶν ἐπιόντα εἶπεν ἄρα πρὸς τὸν Ἄντανδρον οὐδὲν εἶναι τὰ Θεοπόμπουδιάφορα ἢ ὅσα ὁ πρόγονος αὐτοῦ Πολυνείκης ἐτόλμησε: Πολυνείκην τε γὰρ στρατιὰνἐπὶ τὴν πατρίδα ἀγαγόντα ἐξ Ἄργους ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοχειρὶ καὶἀποθανεῖν ὑπὸ ἐκείνου, Θεόπομπόν τε ἐθέλειν ἐς τὸ ἴσον καταστῆσαι μιάσματος τοῖςἀπὸ Λαΐου καὶ Οἰδίποδος τὸ Ἡρακλειδῶν γένος: οὐ μέντοι χαίροντά γε ἀπὸ τῆς μάχηςδιακριθήσεσθαι. τοιαῦτα ἐπιλέγων ἀντεπῄει καὶ οὗτος. [9] ἐνταῦθα ἥ τε πᾶσα μάχηκεκμηκότων ὅμως ἐς τὸ ἀκμαιότατον αὖθις ἤρθη, καὶ τοῖς τε σώμασιν ἀνερρώννυντοκαὶ τὸ ἀφειδὲς ἐς τὸν θάνατον παρ᾽ ἀμφοτέρων ηὐξάνετο, ὥστε εἰκάσαι ἄν τις τοῦἔργου τότε σφᾶς πρῶτον ἅπτεσθαι. τέλος δὲ οἱ περὶ τὸν Εὐφαῆ τῆς τε ἀπονοίας τῷὑπερβάλλοντι μανίας ὄντες ἐγγύτατα καὶ ὑπ᾽ ἀνδραγαθίας—πᾶν γὰρ δὴ τὸ περὶ τὸνβασιλέα οἱ λογάδες τῶν Μεσσηνίων ἦσαν—βιάζονται τοὺς ἀντιτεταγμένους: καὶαὐτόν τε Θεόπομπον ἀπώσαντο καὶ Λακεδαιμονίων τοὺς καθ᾽ αὑτοὺς ἐτρέψαντο. [10]τὸ δὲ ἕτερον κέρας τοῖς Μεσσηνίοις ἐταλαιπώρει. Πυθάρατός τε γὰρ ὁ στρατηγὸςἐτεθνήκει καὶ αὐτοὶ διὰ τὴν ἀναρχίαν ἀτακτότερον καὶ θορυβωδέστερον ἐμάχοντο, οὐμέντοι ἀθύμως εἶχον οὐδ᾽ οὗτοι. φεύγουσι δὲ οὔτε τοῖς Μεσσηνίοις ὁ Πολύδωρος οὔτεοἱ περὶ τὸν Εὐφαῆ τοῖς Λακεδαιμονίοις ἠκολούθησαν: Εὐφαεῖ γὰρ καὶ τοῖς περὶ αὐτὸναἱρετώτερα ἐφαίνετο ἀμύνειν τοῖς ἡττωμένοις—οὐ μέντοι Πολυδώρῳ γὲ οὐδὲ τοῖςπερὶ αὐτὸν συμμίσγουσιν, ἐν σκότῳ γὰρ ἤδη τὰ γινόμενα ἦν— [11] καὶ τοὺςΛακεδαιμονίους ἅμα εἶργε μὴ πρόσω τοῖς ἀποχωροῦσιν ἐπακολουθεῖν οὐχ ἥκιστα καὶἡ ἀπειρία τῶν τόπων. ἦν δὲ αὐτοῖς καὶ ἄλλως πάτριον σχολαιοτέρας τὰς διώξειςποιεῖσθαι, μὴ διαλῦσαι τὴν τάξιν πλείονα ἔχοντας πρόνοιαν ἤ τινα ἀποκτεῖναιφεύγοντα. τὰ δὲ μέσα ἀμφοτέροις, ᾗ Λακεδαιμονίων ὁ Εὐρυλέων, Μεσσηνίοις δὲΚλέοννις ἡγεῖτο, ἰσοπαλῶς μὲν ἠγωνίζοντο, διέλυσε δὲ ἀπ᾽ ἀλλήλων καὶ τούτουςἐπελθοῦσα ἡ νύξ. [12] ταύτην τὴν μάχην παρὰ ἀμφοτέρων ἢ μόνα ἢ μάλιστα ἐμαχέσαντο τὰ ὁπλιτικά. οἱ δὲἐπὶ τῶν ἵππων ὀλίγοι τε ἦσαν καὶ οὐδὲν ὥστε καὶ μνημονευθῆναι διεπράξαντο: οὐγάρ τοι ἀγαθοὶ τότε ἱππεύειν ἦσαν οἱ Πελοποννήσιοι. τῶν δὲ Μεσσηνίων οἱ ψιλοὶ καὶοἱ παρὰ Λακεδαιμονίοις Κρῆτες οὐδὲ συνέμιξαν ἀρχήν: τῷ γὰρ πεζῷ τῷ σφετέρῳκατὰ τρόπον ἔτι ἑκάτεροι τὸν ἀρχαῖον ἐπετάχθησαν. [13] ἐς δὲ τὴν ἐπιοῦσαν μάχηςμὲν οὐδέτεροι διενοοῦντο ἄρχειν οὐδὲ ἱστάναι πρότεροι τρόπαιον, προϊούσης δὲ τῆςἡμέρας ὑπὲρ ἀναιρέσεως τῶν νεκρῶν ἐπεκηρυκεύοντο, καὶ ἐπειδὴ παρὰ ἀμφοτέρωνσυνεχωρήθη, θάψειν ἔμελλον ἤδη τὸ ἐντεῦθεν. 9. τοῖς δὲ Μεσσηνίοις μετὰ τὴν μάχην πονηρὰ γίνεσθαι τὰ πράγματα ἤρχετο: δαπάνῃ τεγὰρ χρημάτων ἀπειρήκεσαν, ἃ τῶν πόλεων ἀνήλισκον ἐς τὰς φρουράς, καὶ οἱ δοῦλοιπαρὰ τοὺς Λακεδαιμονίους ηὐτομόλουν, τοῖς δὲ καὶ νόσος ἐνέπεσε καὶ ταραχὰς μὲνπαρέσχεν ὡς εἴη λοιμώδης, οὐ μὴν ἐς ἅπαντάς γε ἐχώρησεν. βουλευομένοις δὲ πρὸςτὰ παρόντα ἐδόκει τὰ μὲν πολλὰ πολίσματα τὰ ἐς μεσόγαιαν πάντα ἐκλείπειν, ἐς δὲτὸ ὄρος ἀνοικίζεσθαι τὴν Ἰθώμην. [2] ἦν δὲ καὶ πόλισμα αὐτόθι οὐ μέγα, ὃ καὶὍμηρόν φασιν ἔχειν ἐν καταλόγῳ: “καὶ Ἰθώμην κλιμακόεσσαν. ”Hom. Il. 2.729ἐς τοῦτο τὸ πόλισμα ἀνῳκίζοντο, ἐπεκτείνοντες τὸν ἀρχαῖονπερίβολον ἔρυμα εἶναι πᾶσιν αὔταρκες. ἦν δὲ τὸ χωρίον καὶ ἄλλως ἐχυρόν: ἡ γὰρἸθώμη μεγέθει τε οὐδενὸς ἀποδεῖ τῶν ὀρῶν ὁπόσα ἐντός ἐστιν ἰσθμοῦ καὶ δύσβατοςκατὰ τοῦτο μάλιστα ἦν. [3] ἐδόκει δὲ καὶ θεωρὸν πέμψαι σφίσιν ἐς Δελφούς.ἀποστέλλουσιν οὖν Τῖσιν τὸν Ἄλκιδος, καὶ ἀξιώματι οὐδενὸς ὕστερον καὶ ὅτιπροσκεῖσθαι μαντικῇ μάλιστα ἐνομίζετο. τοῦτον τὸν Τῖσιν ἐπανιόντα ἐκ Δελφῶνλοχῶσιν ἄνδρες Λακεδαιμονίων ἀπὸ τῆς ἐν Ἀμφείᾳ φρουρᾶς: λοχήσαντες δὲ—οὐ γὰρὑπεῖκεν αἰχμάλωτος γενέσθαι— περιμένοντα οὖν ἀμύνεσθαι καὶ ἀνθεστηκόταἐτίτρωσκον, ἐς ὃ γίνεται βοή σφισιν ἐξ ἀφανοῦς ‘τὸν χρησμοφόρον μέθες.’ [4] καὶΤῖσις μὲν ὡς ἀπεσώθη τάχιστα ἐς Ἰθώμην καὶ τὴν μαντείαν παρὰ τὸν βασιλέαἀνήνεγκε, μετ᾽ οὐ πολὺ ὑπὸ τῶν τραυμάτων τελευτᾷ: τοὺς δὲ Μεσσηνίουςσυναθροίσας ὁ Εὐφαὴς ἐπεδείκνυ τὸν χρησμόν:“κόρην ἄχραντον νερτέροισι δαίμοσι, κλήρῳ λαχοῦσαν Αἰπυτιδῶν ἀφ᾽ αἵματος, θυηπολεῖτε νυκτέροισιν ἐν σφαγαῖς. ἢν δὲ σφαλῆτε, καὶ παρ᾽ ἀλλοίου τότε θύειν, διδόντος ἐς σφαγὴν ἑκουσίως. ” [5] ταῦτα τοῦ θεοῦ δηλώσαντος αὐτίκα ἐκληροῦντο ὅσαι παρθένοι τοῦ Αἰπυτιδῶνγένους ἦσαν: καὶ ἐπελάμβανε γὰρ Λυκίσκου θυγατέρα ὁ κλῆρος, ταύτην Ἐπήβολος ὁμάντις ἀπηγόρευεν ὡς οὐ δέοι θύειν, οὐ γὰρ εἶναι Λυκίσκου: τὴν δὲ γυναῖκα ἣΛυκίσκῳ συνῴκησεν, ὡς τεκεῖν οὔκουν οἵα τε ἦν, ἐν τούτῳ τὴν παῖδα ὑποβαλέσθαι.ἐν ὅσῳ δὲ οὗτος ἀνεδίδασκε τὰ ἐς αὐτήν, ἐν τοσῷδε ὁ Λυκίσκος ἀπαγόμενος ἅμα καὶτὴν παρθένον ηὐτομόλησεν ἐς Σπάρτην. [6] ἐχόντων δὲ ἀθύμως τῶν Μεσσηνίων ὡςΛυκίσκον ἀποδράντα ᾔσθοντο, ἐνταῦθά σφισιν Ἀριστόδημος ἀνὴρ καὶ γένους τοῦΑἰπυτιδῶν καὶ Λυκίσκου τῇ τε ἄλλῃ δόξῃ καὶ τὰ ἐς πόλεμον ἐπιφανέστερος ἐδίδουτὴν θυγατέρα ἑκὼν θῦσαι. τὰ δὲ ἀνθρώπων καὶ οὐχ ἥκιστα τὸ πρόθυμον ἡπεπρωμένη κατὰ ταὐτὰ ἐπικρύπτει καὶ εἰ ψηφῖδα ἐπιλαβοῦσα ἰλὺς ποταμοῦ, ὅπου καὶτότε Ἀριστοδήμῳ διασώσασθαι Μεσσήνην ἀγώνισμα ποιουμένῳ τὸ ἐμπόδιονἐπήγαγε τοιόνδε. [7] ἀνὴρ τῶν Μεσσηνίων—τὸ δὲ ὄνομα οὐ λέγουσιν—ἐρῶν ἔτυχετοῦ Ἀριστοδήμου τῆς θυγατρός, τότε δὲ ἤδη ἔμελλε καὶ γυναῖκα ἄξεσθαι. οὗτος κατ᾽ ἀρχὰς μὲν ἐςἀμφισβήτησιν Ἀριστοδήμῳ προῆλθεν, ἐκεῖνον μὲν ἐγγυήσαντά οἱ μηκέτι εἶναι κύριοντῆς παιδός, αὐτὸς δὲ ἐγγυησάμενος κυριώτερος ἐκείνου γίνεσθαι. δεύτερα δὲ ὡςτοῦτο οὐχ ἑώρα οἱ κατορθούμενον, ἐπ᾽ ἀναίσχυντον τρέπεται λόγον: [8] ξυγγενέσθαιτε τῇ παιδὶ καὶ κύειν ἐξ αὐτοῦ. τέλος δὲ ἐς τοσοῦτον Ἀριστόδημον προήγαγεν ὡςἐκμανέντα ὑπὸ τοῦ θυμοῦ τὴν θυγατέρα ἀποκτεῖναι: μετὰ δὲ ἀνέτεμνε καὶἐπεδείκνυεν αὐτὴν οὐκ ἔχουσαν ἐν γαστρί. παρὼν δὲ Ἐπήβολος ἐκέλευεν ἄλλον τινὰτὸν θυγατέρα ἐπιδώσοντα γενέσθαι: τῆς γὰρ τοῦ Ἀριστοδήμου πλέον εἶναί σφισινἀποθανούσης οὐδέν: φονεῦσαι γὰρ τὸν πατέρα αὐτήν, θεοῖς δὲ οἷς ἡ Πυθίαπροσέταξεν οὐ θῦσαι. [9] τοιαῦτα εἰπόντος τοῦ μάντεως τὸ πλῆθος τῶν Μεσσηνίωνὥρμησεν ἀποκτενοῦντες τὸν μνηστῆρα τῆς παιδός, ὡς Ἀριστοδήμῳ τε μίασμα εἰκαῖονπροσάψαντα καὶ σφίσι τῆς σωτηρίας τὴν ἐλπίδα ἀμφίβολον πεποιηκότα. ἢν δὲ ὁ ἀνὴροὗτος ἐς τὰ μάλιστα τῷ Εὐφαεῖ φίλος: πείθει οὖν τοὺς Μεσσηνίους Εὐφαὴς τόν τεχρησμὸν ἔχειν τέλος ἀποθανούσης τῆς παιδὸς καὶ σφίσιν ἀποχρᾶν τὰ ὑπὸἈριστοδήμου πεποιημένα. [10] λέγοντος δὲ ταῦτα ἔφασαν τὰ ὄντα λέγειν ὅσοι τοῦΑἰπυτιδῶν γένους ἦσαν: ἀπεῖναι γάρ σφισι τὸ δέος τὸ ἐπὶ τῇ θυγατρὶ ἕκαστοςἔσπευδε. καὶ οἱ μὲν τοῦ βασιλέως τῇ παραινέσει πειθόμενοι τὴν ἐκκλησίαν διαλύουσικαὶ ἀπ᾽ αὐτῆς πρός τε θυσίας θεῶν καὶ ἑορτὴν τρέπονται: 10. Λακεδαιμόνιοι δὲἀκούσαντες τὸν γενόμενον Μεσσηνίοις χρησμὸν ἀθύμως διέκειντο καὶ αὐτοὶ καὶ οἱβασιλεῖς ἔς τε τὰ λοιπὰ καὶ ἄρχειν ὀκνοῦντες μάχης. ἔτει δὲ ἕκτῳ μετὰ τὸν ἐξ Ἰθώμης Λυκίσκου δρασμὸν οἱ Λακεδαιμόνιοι—τὰ γὰρ ἱερὰἐγίνετο αὐτοῖς αἴσια —στρατεύουσιν ἐπὶ τὴν Ἰθώμην: οἱ δὲ Κρῆτες οὐκέτι παρόντεςσφίσιν ἔτυχον. ὑστέρησαν δὲ καὶ οἱ τῶν Μεσσηνίων σύμμαχοι—δι᾽ ὑποψίας γὰρ οἱΣπαρτιᾶται καὶ ἄλλοις ἤδη Πελοποννησίων καὶ Ἀρκάσιν ἦσαν καὶ Ἀργείοις μάλιστα—καὶ οἱ μὲν Ἀργεῖοι κρύφα ἔμελλον τῶν Λακεδαιμονίων ἀφίξεσθαι καὶ ἰδίᾳ δὴμᾶλλον ἢ μετὰ δόγματος κοινοῦ, τοῖς δὲ Ἀρκάσιν ἡ στρατεία μὲν ἀνείρητο ἐκ τοῦφανεροῦ, παρέτυχον δὲ οὐδ᾽ οὗτοι. τοὺς γὰρ Μεσσηνίους καὶ ἄνευ συμμάχωνκινδυνεῦσαι προήγαγεν ἡ δόξα τοῦ χρησμοῦ. [2] τὰ μὲν οὖν πολλὰ οὐδέν τι ἐγένετοδιάφορα ἢ καὶ ἐπὶ τῆς προτέρας μάχης, ἥ τε ἡμέρα καὶ τότε μαχομένους προαπέλιπεν:οὐ μέντοι βιασθῆναί γε οὐδέτερον κέρας ἢ καὶ λόχον μνημονεύουσιν, ἐπεὶ μηδὲ τὴντάξιν, ὡς ἀπ᾽ ἀρχῆς ἐτάχθησαν, συμμεῖναί φασιν, ἀλλ᾽ ἀφ᾽ ἑκατέρων τοὺς ἀρίστουςσυνελθόντας ἐς τὸ μεσαίτατον ἐνταῦθα τὸν πάντα ἔχειν πόνον. [3] ὁ γὰρ Εὐφαὴςπλέον τι ἢ βασιλέα εἰκὸς ἦν προθυμούμενος καὶ ἀφειδῶς τοῖς περὶ τὸν Θεόπομπονἐγκείμενος τραύματα τε πολλά τε καὶ οὐκ ἰάσιμα λαμβάνει: λιποψυχήσαντα δὲ αὐτὸνκαὶ πεσόντα οἱ Λακεδαιμόνιοι καὶ ὀλίγον ὅμως ἐμπνέοντα ἐποιοῦντο παρ᾽ αὑτοὺςἑλκύσαι σπουδήν. ἐπήγειρε δὲ καὶ τοὺς Μεσσηνίους ἥ τε ἐς τὸν Εὐφαῆ προϋπάρχουσαεὔνοια καὶ τὰ ὀνείδη τὰ μέλλοντα: φονευομένοις τε ὑπὲρ τοῦ βασιλέως ἄμεινόνσφισιν ἐφαίνετο προΐεσθαι τὰς ψυχὰς ἢ ἐκεῖνον προεμένων ἀποσωθῆναί τινα. [4] τότε μὲν δὴ πεσὼν ὁ Εὐφαὴς τήν τεμάχην ἐπεμήκυνε καὶ προήγαγεν ἐς πλέον παρὰ ἑκατέρων τὰ τολμήματα: ὕστερον δὲἀνήνεγκε μὲν καὶ ᾔσθετο ὅτι οὐκ ἔλαττον ἐσχήκασιν ἐν τῷ ἔργῳ, ἡμέραις δὲ οὐπολλαῖς ἀποθνήσκει, βασιλεύσας Μεσσηνίων τρία ἔτη καὶ δέκα καὶ πολεμήσαςΛακεδαιμονίοις τὸν πάντα τῆς βασιλείας χρόνον. [5] Εὐφαεῖ δὲ οὐκ ὄντων παίδων τὸν αἱρεθέντα ὑπὸ τοῦ δήμου κατελείπετο ἔχειν τὴνἀρχήν, Κλέοννίς τε καὶ Δᾶμις ἐς ἀμφισβήτησιν Ἀριστοδήμῳ προῆλθον, τά τε ἄλλα καὶτὰ ἐς πόλεμον διαφέρειν νομιζόμενοι: τὸν δὲ Ἄντανδρον οἱ πολέμιοι κατειργάσαντοἐν τῇ μάχῃ προκινδυνεύοντα Εὐφαοῦς. ἦσαν δὲ καὶ τῶν μάντεων αἱ γνῶμαι κατὰταὐτὰ ἀμφοτέρων, Ἐπηβόλου καὶ Ὀφιονέως, μὴ σφᾶς ἀνδρὶ ἐναγεῖ καὶ θυγατρὸςμίασμα ἐπικειμένῳ δοῦναι τὴν Αἰπύτου καὶ τῶν ἀπογόνων τιμήν: [6] ᾑρέθη δὲ ὅμωςκαὶ ἐβασίλευσεν Ἀριστόδημος. ὁ δὲ Ὀφιονεὺς οὗτος ὁ τῶν Μεσσηνίων μάντις τυφλὸςὢν εὐθὺς ἐκ γενετῆς μαντικήν τινα εἶχε τοιαύτην: πυνθανόμενος τὰ γινόμεναἑκάστοις ἰδίᾳ τε καὶ ἐν κοινῷ προέλεγεν οὕτω τὰ μέλλοντα. οὗτος μὲν τρόπονἐμαντεύετο τὸν εἰρημένον, Ἀριστόδημος δὲ βασιλεύσας τῷ τε δήμῳ διέμεινε τὰ εἰκόταχαρίζεσθαι προθυμούμενος καὶ τοὺς ἐν τέλει τούς τε ἄλλους καὶ μάλιστα Κλέοννινκαὶ Δᾶμιν ἦγεν ἐν τιμῇ: διὰ θεραπείας δὲ εἶχε καὶ τὰ τῶν συμμάχων, Ἀρκάδων τε τοῖςδυνατοῖς καὶ ἐς Ἄργος καὶ Σικυῶνα ἀποστέλλων δῶρα. [7] τὸν δὲ πόλεμον ἐπὶ τῆςἈριστοδήμου βασιλείας ἐπολέμουν λῃστείαις τε κατ᾽ ὀλίγους ἀεὶ καὶ περὶ τὴν ὡραίαν καταδρομαῖς ἐς τὴν ἀλλήλωνχρώμενοι, συνεσέβαλλον δὲ καὶ παρὰ τῶν Ἀρκάδων τοῖς Μεσσηνίοις ἐς τὴνΛακωνικήν: Ἀργεῖοι δὲ προαναφῆναι μὲν τὸ ἐς τοὺς Λακεδαιμονίους ἔχθος οὐκἠξίουν, γινομένου δὲ ἀγῶνος παρεσκευάζοντο ὡς μεθέξοντες. 11. πέμπτῳ δὲ ἔτει τῆς Ἀριστοδήμου βασιλείας μελλόντων ἐκ προρρήσεως συμβολὴνποιήσεσθαι—τῷ τε γὰρ μήκει τοῦ πολέμου καὶ τοῖς δαπανήμασιν ἀπειρήκεσαν—οὕτω παρεγένοντο ἀμφοτέροις καὶ οἱ σύμμαχοι, Λακεδαιμονίοις μὲν ΚορίνθιοιΠελοποννησίων μόνοι, τοῖς δὲ Μεσσηνίοις οἵ τε Ἀρκάδες πανστρατιᾷ καὶ Ἀργείωνκαὶ Σικυωνίων λογάδες. Λακεδαιμόνιοι μὲν οὖν Κορινθίοις καὶ τοῖς εἵλωσι καὶ ὅσοιπερίοικοι συνεστρατεύοντο τὸ μέσον ἐπιτρέψαντες, ἐπὶ τοῖς κέρασιν αὐτοί τε καὶ οἱβασιλεῖς ἐτάσσοντο βαθείᾳ τε ὡς οὔπω πρότερον καὶ πυκνῇ τῇ φάλαγγι. [2] τῷ δὲἈριστοδήμῳ καὶ τοῖς περὶ αὐτὸν διετάχθη τὰ ἐς τὴν μάχην οὕτως. ὅσοι τῶν Ἀρκάδωνἢ τῶν Μεσσηνίων τὰ μὲν σώματα ἦσαν ἐρρωμένοι καὶ ἀγαθοὶ τὰς ψυχάς, ὅπλα δὲ οὐκεἶχον ἰσχυρά, τούτοις τῶν ὅπλων τὰ χρησιμώτατα ἐπέλεξε, καὶ ὡς τὸ ἔργον ἤπειγεν,ὁμοῦ τοῖς Ἀργείοις καὶ Σικυωνίοις καὶ τούτους ἔτασσε: τὴν δὲ φάλαγγα ἐπὶ πλέονἥπλωσεν, ὡς μὴ κυκλωθεῖεν ὑπὸ τῶν ἐναντίων. προείδετο δὲ καὶ ὅπως τεταγμένοιςσφίσι τὸ ὄρος ἡ Ἰθώμη κατὰ νώτου γίνοιτο. καὶ τούτοις μὲν Κλέοννιν ἐπέταξενἡγεμόνα: [3] αὐτὸς δὲ καὶ ὁ Δᾶμις ὑπέμενον ἔχοντες τοὺς ψιλούς, σφενδονήτας μὲν ἢτοξότας ὀλίγους, ὁ δὲ ὄχλος ὁ πολὺς τοῖς τε σώμασιν ἦσαν ἐς τὰς ἐπιδρομὰς καὶἀναχωρήσεις ἐπιτήδειοι καὶ τῇ ὁπλίσει κοῦφοι: θώρακα γὰρ ἢ ἀσπίδα εἶχεν οὐχἕκαστος, ὅσοι δὲ ἠπόρουν τούτων, περιεβέβληντο αἰγῶν νάκας καὶ προβάτων, οἱ δὲκαὶ θηρίων δέρματα καὶ μάλιστα οἱ ὀρεινοὶ τῶν Ἀρκάδων λύκων τε καὶ ἄρκτων. [4]ἀκόντια δὲ ἕκαστος πολλά, οἱ δὲ καὶ λόγχας αὐτῶν ἔφερον. καὶ οὗτοι μὲν ἐλόχων τῆςἸθώμης ἔνθα ἔμελλον ἥκιστα ἔσεσθαι σύνοπτοι: οἱ δὲ ὁπλῖται τῶν Μεσσηνίων καὶσυμμάχων τήν τε ἔφοδον τὴν πρώτην τῶν Λακεδαιμονίων ὑπέμειναν καὶ μετὰ τοῦτοἦσαν ἤδη καὶ τὰ ἄλλα ἀνδρεῖοι. ἀριθμῷ μὲν δὴ τῶν ἐναντίων ἀπελείποντο, λογάδεςδὲ ὄντες ἐμάχοντο πρὸς δῆμον καὶ οὐχ ὁμοίως πρὸς κρείττους, ᾗ καὶ μᾶλλον τῇ τεἄλλῃ προθυμίᾳ καὶ ταῖς ἐμπειρίαις ἐπὶ πολὺ ἀντεῖχον. [5] ἐνταῦθα καὶ ὁ στρατὸς τῶνΜεσσηνίων ὁ εὔζωνος, ἀφ᾽ οὗ καὶ τούτοις ἤρθη τὰ σημεῖα, ἐχρῶντο ἐπὶ τοὺςΛακεδαιμονίους δρόμῳ καὶ περιστάντες ἠκόντιζον ἐς τὰ πλάγια: ὅσοις δὲ καὶ ἐπὶπλέον μετῆν τόλμης, προσέθεόν τε καὶ ἔτυπτον ἐκ χειρός. οἱ δὲ Λακεδαιμόνιοι,κίνδυνόν σφισι δεύτερον ἐν τῷ αὐτῷ καὶ οὕτως ἀνέλπιστον ὁρῶντες παρόντα, ὅμωςοὔτε ἐταράχθησαν ἐπιστρεφόμενοί τε ἐς τοὺς ψιλοὺς ἀμύνεσθαι μὲν ἐπειρῶντο, διὰδὲ τὴν κουφότητα οὐ χαλεπῶς ἀποφευγόντων ἀπορία τοῖς Λακεδαιμονίοις καὶ ἀπ᾽αὐτῆς ἤδη καὶ ὀργὴ γίνεται. [6] πεφύκασι δέ πως οἱ ἄνθρωποι μάλιστα ἔχειν ἀκρατῶςπρὸς τὰ παρ᾽ ἀξίαν: καὶ δὴ καὶ τότε οἵ τε ἤδη τραύματα τῶν Σπαρτιατῶν εἰληφότεςκαὶ ὅσοι κειμένων τῶν παραστατῶν ἐγίνοντο πρὸς τὴν ἔφοδον τῶν ψιλῶν πρῶτοιπροεξέθεόν τε, ὁπότε ἴδοιεν ἐπιφερομένους τοὺς ψιλούς, καὶ ὑπὸ θυμοῦ μακροτέραςτὰς διώξεις ἐποιοῦντο ἀποχωρούντων. οἱ δὲ ψιλοὶ τῶν Μεσσηνίων ὡς τὸ πρῶτονἤρξαντο, κατὰ χώραν τε μένοντας ἔτυπτον καὶ ἐσηκόντιζον καὶ διωκόντων ἔφθανονἀποφεύγοντες καὶ πειρωμένοις ἀναστρέφειν αὖθις ἐπῄεσαν. [7] ταῦτα δὲ ἔδρωνσποράδην καὶ ἄλλοι κατ᾽ ἄλλο τῆς τῶν ἐναντίων τάξεως: οἵ τε ὁπλῖται τῶνΜεσσηνίων καὶ συμμάχων θρασύτερον ἐν τῷ τοιῷδε τοῖς κατὰ στόμα αὐτῶνἐπέκειντο. τέλος δὲ οἱ Λακεδαιμόνιοι τῷ τε χρόνῳ καὶ τοῖς τραύμασιν ἀπαγορεύοντεςκαὶ ἅμα παρὰ τὸ εἰωθὸς ὑπὸ τῶν ψιλῶν ταρασσόμενοι διαλύουσι τὴν τάξιν:τραπέντων δέ, ἐνταῦθά σφισι πλείω παρεῖχον κακὰ οἱ ψιλοί. [8] τοὺς δὲ τῶνΛακεδαιμονίων διαφθαρέντας ἐν τῇ μάχῃ συλλαβεῖν μὲν οὐχ οἷά τε ἦν ἀριθμῷ,πείθομαι δὲ εἶναι καὶ αὐτὸς πολλούς. ἡ δὲ οἴκαδε ἀναχώρησις τοῖς μὲν ἄλλοις καθ᾽ἡσυχίαν, Κορινθίοις δὲ ἔμελλεν ἔσεσθαι χαλεπή: διὰ πολεμίας γὰρ ἐγίνετο ὁμοίωςδιά τε τῆς Ἀργείας πειρωμένοις καὶ παρὰ Σικυῶνα ἀνασωθῆναι. 12. Λακεδαιμονίους δὲ ἐλύπει μὲν καὶ τὸ γεγονὸς πταῖσμα, τεθνεώτων ἐν τῇ μάχῃπολλῶν τε καὶ ἀξίων λόγου, παρίστατο δὲ καὶ ἐς τὴν πᾶσαν ἐλπίδα τοῦ πολέμουσφίσιν ἀθύμως ἔχειν: καὶ διὰ τοῦτο θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς. τούτοιςἐλθοῦσιν ἡ Πυθία χρᾷ τάδε: “οὔ σε μάχης μόνον ἔργ᾽ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν, ἀλλ᾽ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός, ταῖς δ᾽ αὐταῖς τέχναισιν ἁλώσεται αἷσπερ ὑπῆρξεν. ” [2] ὁ πρὸς ταῦτα τοῖς βασιλεῦσι καὶ τοῖς ἐφόροις τέχνας μὲν οὖν προθυμουμένοιςοὐκ ἐγίνετο ἀνευρεῖν: οἱ δὲ Ὀδυσσέως τῶν ἔργων ἀπομιμούμενοι τὸ ἐπὶ Ἰλίῳπέμπουσιν ἄνδρας ἑκατὸν ἐς Ἰθώμην συνήσοντας ἃ μηχανῶνται, λόγῳ δὲαὐτομόλους: ἦν δὲ καὶ φυγὴ τῶν ἀνδρῶν ἐκ τοῦ φανεροῦ κατεγνωσμένη. τούτουςἥκοντας ἀπέπεμπεν αὐτίκα Ἀριστόδημος, Λακεδαιμονίων φήσας τὰ ἀδικήματα καινὰεἶναι, τὰ δὲ σοφίσματα ἀρχαῖα. [3] ἁμαρτόντες δὲ οἱ Λακεδαιμόνιοι τοῦ ἐγχειρήματοςδεύτερα ἐπειρῶντο τῶν Μεσσηνίων διαλῦσαι τὸ συμμαχικόν: ἀντειπόντων δὲ τῶνἈρκάδων —παρὰ γὰρ τούτους πρότερον ἀφίκοντο οἱ πρέσβεις —οὕτω τὴν ἐπ᾽ Ἄργοςἐπέσχον πορείαν. Ἀριστόδημος δὲ πυνθανόμενος τὰ πρασσόμενα ὑπὸ τῶνΛακεδαιμονίων πέμπει καὶ αὐτὸς ἐρησομένους τὸν θεόν, ἡ δὲ Πυθία σφίσιν ἔχρησε:[4] “κῦδός σοι πολέμοιο διδοῖ θεός: ἀλλ᾽ ἀπάταισι φράζεο μὴ Σπάρτης δόλιος λόχος ἐχθρὸς ἀνέλθῃ κρείσσων: ἦ γὰρ Ἄρης κείνων εὐήρεα τεύχη καί τὸ χορῶν στεφάνωμα πικροὺς οἰκήτορας ἕξει, τῶν δύο συντυχίαις κρυπτὸν λόχον ἐξαναδύντων. οὐ πρόσθεν δὲ τέλος τόδ᾽ ἐπόψεται ἱερὸν ἦμαρ, πρὶν τὰ παραλλάξαντα φύσιν τὸξαν χρεὼν ἀφίκηται. ”τότε μὲν δὴ Ἀριστόδημος καὶ οἱ μάντεις ἀπείρως εἶχον συμβαλέσθαι τὸ εἰρημένον:ἔτεσι δὲ ὕστερον οὐ πολλοῖς ἀναφαίνειν τε καὶ ἐς τέλος ἄξειν ἔμελλεν ὁ θεός. [5] ἕτερα δὲ ἐν τῷ τότε τοῖς Μεσσηνίοις συνέβαινε τοιαῦτα. Λυκίσκου μετοικοῦντος ἐνΣπάρτῃ τὴν θυγατέρα ἐπέλαβεν ἀποθανεῖν, ἣν ἅμα ἀγόμενος ἔφυγεν ἐκ Μεσσήνης.πολλάκις δὲ αὐτὸν φοιτῶντα ἐπὶ τὸ μνῆμα τῆς παιδὸς λοχήσαντες ἱππεῖς τῶνἈρκάδων αἱροῦσιν: ἀναχθεὶς δὲ ἐς τὴν Ἰθώμην καὶ ἐς ἐκκλησίαν καταστὰςἀπελογεῖτο ὡς οὐ προδιδοὺς τὴν πατρίδα ἀποχωρήσαι, πειθόμενος δὲ τοῖς ῥηθεῖσινὑπὸ τοῦ μάντεως ἐς τὴν παῖδα ὡς οὖσαν οὐ γνησίαν. [6] ταῦτα ἀπολογούμενος οὐπρότερον ἔδοξεν ἀληθῆ λέγειν πρὶν ἢ παρῆλθεν ἐς τὸ θέατρον ἡ τὴν ἱερωσύνην τότετῆς Ἥρας ἔχουσα. αὕτη δὲ τεκεῖν τε τὴν παῖδα ὡμολόγει καὶ τῇ Λυκίσκου γυναικὶὑποβαλέσθαι δοῦναι: ‘νῦν δὲ’ ἔφη ‘τό τε ἀπόρρητον ἐκφαίνουσα ἥκω καὶ παύσουσαἐμαυτὴν ἱερωμένην.’ ταῦτα δὲ ἔλεγεν, ὅτι ἦν ἐν τῇ Μεσσήνῃ καθεστηκός, ἢν γυναικὸςἱερωμένης ἢ καὶ ἀνδρὸς προαποθάνῃ τις τῶν παίδων, ἐς ἄλλον τὴν ἱερωσύνηνμεταχωρεῖν. νομίζοντες οὖν τὴν γυναῖκα ἀληθῆ λέγειν, τῇ θεῷ τε εἵλοντοἱερατευσομένην ἀντ᾽ ἐκείνης καὶ Λυκίσκον συγγνωστὰ ἔφασαν εἰργάσθαι. [7] μετὰ δὲ ταῦτα ἐδόκει σφίσι—καὶ γὰρ εἰκοστὸν ἔτος ἐπῄει τῷ πολέμῳ—πέμπειν αὖθιςἐς Δελφοὺς ἐρησομένους ὑπὲρ νίκης. ἐρομένοις δὲ ἔχρησεν ἡ Πυθία:“τοῖς τρίποδαςπερὶ βωμὸν Ἰθωμάτᾳ Διὶ πρώτοις στήσασιν δεκάδων ἀριθμὸν δὶς πέντε δίδωσι σὺν κύδει πολέμου γαῖαν Μεσσηνίδα δαίμων. Ζεὺς γὰρ ἔνευσ᾽ οὕτως. ἀπάτη δέ σε πρόσθε τίθησιν ἥ τ᾽ ὀπίσω τίσις ἐστί, καὶ ἔνθεον ἐξαπατῴης. ἕρδ᾽ ὅππῃ τὸ χρεών: ἄτη δ᾽ ἄλλοισι πρὸ ἄλλων. ” [8] ταῦτ᾽ ἀκούσαντες γεγονέναι τε ἡγοῦντο ὑπὲρ αὑτῶν τὴν μαντείαν καὶ σφίσιδιδόναι τὸ τοῦ πολέμου κράτος: οὐ γὰρ αὐτῶν γε ἐχόντων ἐντὸς τείχους τοῦ Ἰθωμάτατὸ ἱερὸν Λακεδαιμονίους προτέρους ἀναθέντας φθήσεσθαι. καὶ οἱ μὲν ξυλίνουςκατασκευάσεσθαι τρίποδας ἔμελλον, οὐ γάρ σφισι περιῆν χρήματα ὡς χαλκοῦςποιήσασθαι: τῶν δέ τις Δελφῶν τὸν χρησμὸν ἐξήγγειλεν ἐς Σπάρτην. πυθομένοις δὲἐν κοινῷ μὲν οὐδέν σφισιν ἐξεγένετο ἀνευρεῖν σοφόν, Οἴβαλος δὲ [9] τὰ μὲν ἄλλα οὐτῶν ἐπιφανῶν, γνώμην δὲ ὡς ἐδήλωσεν ἀγαθός, ποιησάμενος ὡς ἔτυχε πηλοῦτρίποδας ἑκατόν, τούτους τε ἀποκεκρυμμένους ἐν πήρᾳ καὶ δίκτυα ἅμα αὐτοῖς ἔφερενὡς ἀνὴρ θηρευτής. ἅτε δὲ ὢν ἀγνὼς καὶ Λακεδαιμονίων τοῖς πολλοῖς, ῥᾷονΜεσσηνίους ἐλάνθανεν: ἀναμίξας δὲ αὑτὸν ἀνδράσιν ἀγροίκοις ἐσῆλθέ τε μετ᾽αὐτῶν ἐς τὴν Ἰθώμην καὶ ὡς νὺξ τάχιστα ἐπελάμβανεν ἀναθεὶς τοὺς τρίποδας τῷθεῷ τούτους δὴ τοὺς πηλίνους αὖθις ἐς Σπάρτην ἀπαγγελῶν Λακεδαιμονίοις ᾤχετο.[10] Μεσσηνίους δέ, ὡς εἶδον, ἐτάραξε μὲν μεγάλως, καὶ εἴκαζον—ὥσπερ ἦν—παρὰΛακεδαιμονίων εἶναι: παρεμυθεῖτο δὲ ὅμως αὐτοὺς ὁ Ἀριστόδημος λέγων ἄλλα τε ἃἐν τοῖς παροῦσιν εἰκὸς ἦν καὶ τοὺς ξυλίνους τρίποδας—ἐπεποίηντο γὰρ ἤδη —περὶτοῦ Ἰθωμάτα τὸν βωμὸν ἔστησε. συνέβη δὲ καὶ Ὀφιονέα τὸν μάντιν τοῦτον, τὸν ἐκγενετῆς τυφλόν, ἀναβλέψαι παραλόγως δὴ μάλιστα ἀνθρώπων: ἐπέλαβε γὰρ τῆςκεφαλῆς ἄλγημα αὐτὸν ἰσχυρόν, καὶ ἀνέβλεψεν ἀπ᾽ αὐτοῦ. 13. τὰ δὲ ἐντεῦθεν—ἔρρεπε γὰρ ἤδη τὸ χρεὼν ἐς ἅλωσιν τῶν Μεσσηνίων—προεσήμαινεναὐτοῖς τὰ μέλλοντα ὁ θεός. τό τε γὰρ τῆς Ἀρτέμιδος ἄγαλμα, ὂν χαλκοῦν καὶ αὐτὸκαὶ τὰ ὅπλα, παρῆκε τὴν ἀσπίδα: καὶ Ἀριστοδήμου τῷ Διὶ τῷ Ἰθωμάτᾳ θύεινμέλλοντος τὰ ἱερεῖα, οἱ κριοὶ ἐπὶ τὸν βωμὸν αὐτόματοι καὶ βίᾳ τὰ κέρατα ἐνράξαντεςἀποθνήσκουσιν ὑπὸ τῆς πληγῆς. τρίτον δὲ ἄλλο συνέβη σφίσιν: οἱ κύνες συνιόντες ἐςτὸ αὐτὸ ἀνὰ πᾶσαν νύκτα ὠρύοντο, τέλος δὲ καὶ ἀπεχώρησαν ἀθρόοι πρὸς τὸ τῶνΛακεδαιμονίων στρατόπεδον. [2] ταῦτά τε δὴ τὸν Ἀριστόδημον ἐτάρασσε καὶὀνείρατος ὄψις ἐπιγενομένη τοιάδε. ἔδοξεν ἐξιέναι οἱ μέλλοντι ἐς μάχην καὶὡπλισμένῳ τῶν ἱερείων τὰ σπλάγχνα ἐπὶ τραπέζῃ προκεῖσθαι, τὴν δέ οἱ θυγατέραἐπιφανῆναι μέλαιναν ἐσθῆτα ἔχουσαν καὶ φαίνουσαν τό τε στέρνον καὶ τὴν γαστέραἀνατετμημένα, ἀναφανεῖσαν δὲ ἀπορρῖψαι μὲν τὰ ἀπὸ τῆς τραπέζης, ἀφελέσθαι δὲαὐτοῦ τὰ ὅπλα, ἀντὶ τούτων δὲ στέφανον ἐπιθεῖναι χρυσοῦν καὶ ἱμάτιον ἐπιβαλεῖνλευκόν. [3] ἔχοντος δὲ Ἀριστοδήμου τά τε ἄλλα ἀθύμως καὶ τὸν ὄνειρον ἡγουμένουπρολέγειν οἱ τοῦ βίου τελευτήν, ὅτι οἱ Μεσσήνιοι τῶν ἐπιφανῶν τὰς ἐκφορὰςἐποιοῦντο ἐστεφανωμένων καὶ ἱμάτια ἐπιβεβλημένων λευκά, ἀπαγγέλλει τιςὈφιονέα τὸν μάντιν οὐχ ὁρᾶν ἔτι ἀλλ᾽ ἐξαίφνης γενέσθαι τυφλόν, ὥσπερ γε καὶ ἦν τὸ ἐξ ἀρχῆς. συνιᾶσι δὴ καὶ τοῦ χρησμοῦτότε, ὡς τοὺς ἀναδύντας δύο ἐκ τοῦ λόχου καὶ ἐς τὸ χρεὼν αὖθις ἐλθόντας τοῦὈφιονέως τοὺς ὀφθαλμοὺς εἶπεν ἡ Πυθία. [4] ἐνταῦθα Ἀριστόδημος τά τε οἰκεῖαἀναλογιζόμενος, ὡς οὐδὲν ὠφέλιμον γένοιτο φονεὺς θυγατρός, καὶ τῇ πατρίδι οὐχὁρῶν ἔτι ὑποῦσαν σωτηρίας ἐλπίδα, ἐπικατέσφαξεν ἑαυτὸν τῆς παιδὸς τῷ τάφῳ, τὰμὲν ἐς ἀνθρώπου λογισμὸν ἥκοντα Μεσσηνίους σώσας, τῆς τύχης δὲ ἐς τὸ μηδὲνἀγαγούσης τά τε ἔργα αὐτοῦ καὶ τὰ βουλεύματα. ἀπέθανε δὲ βασιλεύσας ἔτη τε ἓξκαὶ ἐκ τοῦ ἑβδόμου μῆνας ἐπιλαβὼν οὐ πολλούς. [5] τοῖς δὲ Μεσσηνίοις ἀπεγνωκέναι τὰ πράγματα παρίστατο, ὥστε καὶ ὥρμησαν ἱκεσίανἐς τοὺς Λακεδαιμονίους ἀποστέλλειν: οὕτω σφόδρα κατέπληξεν αὐτοὺς ἡ τοῦἈριστοδήμου τελευτή. καὶ τοῦτο μὲν ὁ θυμὸς ἐπέσχεν αὐτοὺς μὴ ποιῆσαι:συλλεγέντες δὲ ἐς ἐκκλησίαν βασιλέα μὲν οὐδένα, Δᾶμιν δὲ στρατηγὸν αὐτοκράτοραεἵλοντο. ὁ δὲ Κλέοννίν τε αὑτῷ καὶ Φυλέα ἑλόμενος συνάρχοντας παρεσκευάζετο ὡςκαὶ ἐκ τῶν παρόντων συνάψων ἐς μάχην: ἐπηνάγκαζε γὰρ ἥ τε πολιορκία καὶ οὐχἥκιστα ὁ λιμὸς καὶ ἀπ᾽ αὐτοῦ δέος, μὴ καὶ προδιαφθαρῶσιν ὑπὸ ἐνδείας. [6] ἀρετῇ μὲνδὴ καὶ τολμήμασιν οὐδὲ τότε ἀπεδέησε τὰ τῶν Μεσσηνίων: ἀπέθανον δὲ οἵ τεστρατηγοί σφισιν ἅπαντες καὶ τῶν ἄλλων οἱ λόγου μάλιστα ἄξιοι. τὸ δὲ ἀπὸ τούτουμῆνας μέν που πέντε μάλιστα ἀντέσχον, περὶ δὲ τὸν ἐνιαυτὸν λήγοντα ἐξέλιπον τὴνἸθώμην, πολεμήσαντες ἔτη τὰ πάντα εἴκοσι, καθὰ καὶ Τυρταίῳ πεποιημένα ἐστίν:“εἰκοστῷ δ᾽οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων. ”Tyrtaeus, unknown location. [7] ὁ δὲ πόλεμος ἔλαβεν οὗτος τέλος ἔτει πρώτῳ τῆςτετάρτης καὶ δεκάτης Ὀλυμπιάδος, ἣν Δάσμων Κορίνθιος ἐνίκα στάδιον, ἈθήνῃσιΜεδοντιδῶν τὴν ἀρχὴν ἔτι ἐχόντων τὴν δεκέτιν καὶ ἔτους Ἱππομένει τετάρτου τῆςἀρχῆς ἠνυσμένου. 14. Μεσσηνίων δὲ ὅσοις μὲν ἔτυχον ἐν Σικυῶνι οὖσαι καὶ ἐν Ἄργει προξενίαι καὶ παρὰτῶν Ἀρκάδων τισίν, οὗτοι μὲν ἐς ταύτας τὰς πόλεις ἀπεχώρησαν, ἐς Ἐλευσῖνα δὲ οἱτοῦ γένους τῶν ἱερέων καὶ θεαῖς ταῖς Μεγάλαις τελοῦντες τὰ ὄργια: ὁ δὲ ὄχλος ὁπολὺς κατὰ τὰς πατρίδας ἕκαστοι τὰς ἀρχαίας ἐσκεδάσθησαν. [2] Λακεδαιμόνιοι δὲπρῶτα μὲν τὴν Ἰθώμην καθεῖλον ἐς ἔδαφος, ἔπειτα καὶ τὰς λοιπὰς πόλεις ἐπιόντεςᾕρουν. ἀνέθεσαν δὲ καὶ ἀπὸ τῶν λαφύρων τῷ Ἀμυκλαίῳ τρίποδας χαλκοῦς:Ἀφροδίτης ἄγαλμά ἐστιν ἑστηκὸς ὑπὸ τῷ τρίποδι τῷ πρώτῳ, Ἀρτέμιδος δὲ ὑπὸ τῷδευτέρῳ, Κόρης δὲ ἢ Δήμητρος ὑπὸ τῷ τρίτῳ. [3] ταῦτα μὲν δὴ ἀνέθεσαν ἐνταῦθα, τῆςδὲ γῆς τῆς Μεσσηνίας Ἀσιναίοις μὲν ἀνεστηκόσιν ὑπὸ Ἀργείων διδόασιν ἐπὶ θαλάσσῃταύτην ἣν καὶ νῦν ἔτι οἱ Ἀσιναῖοι νέμονται: τοῖς δὲ Ἀνδροκλέους ἀπογόνοις—ἦν γὰρδὴ καὶ θυγάτηρ Ἀνδροκλεῖ καὶ παῖδες τῆς θυγατρός, φεύγοντες δὲ ὑπὸ τὴν τελευτὴντοῦ Ἀνδροκλέους ᾤχοντο ἐς Σπάρτην— τούτοις τὴν Ὑαμίαν καλουμένην ἀπονέμουσι.[4] τὰ δὲ ἐς αὐτοὺς Μεσσηνίους παρὰ Λακεδαιμονίων ἔσχεν οὕτως. πρῶτον μὲναὐτοῖς ἐπάγουσιν ὅρκον μήτε ἀποστῆναί ποτε ἀπ᾽ αὐτῶν μήτε ἄλλο ἐργάσασθαινεώτερον μηδέν: δεύτερα δὲ φόρον μὲν οὐδένα ἐπέταξαν εἰρημένον, οἳ δὲ τῶνγεωργουμένων τροφῶν σφισιν ἀπέφερον ἐς Σπάρτην πάντων τὰ ἡμίσεα. προείρητοδὲ καὶ ἐπὶ τὰς ἐκφορὰς τῶν βασιλέων καὶ ἄλλων τῶν ἐν τέλει καὶ ἄνδρας ἐκ τῆςΜεσσηνίας καὶ τὰς γυναῖκας ἐν ἐσθῆτι ἥκειν μελαίνῃ: καὶ τοῖς παραβᾶσιν ἐπέκειτοποινή. [5] ἐς τιμωρίας δὲ ἃς ὕβριζον ἐς τοὺς Μεσσηνίους, Τυρταίῳ πεποιημέναἐστὶν“ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι, δεσποσύνοισι φέροντες ἀναγκαίης ὑπὸ λυγρῆς ἥμισυ πᾶν ὅσσων καρπὸν ἄρουρα φέρει. ”Tyrtaeus, unknown location.ὅτι δὲ καὶ συμπενθεῖν ἔκειτο αὐτοῖς ἀνάγκη, δεδήλωκενἐν τῷδε:“δεσπότας οἰμώζοντες, ὁμῶς ἄλοχοί τε καὶ αὐτοί, εὖτέ τιν᾽ οὐλομένη μοῖρα κίχοι θανάτου. ”Tyrtaeus, unknown location. [6] τοιούτων οὖν οἱ Μεσσήνιοι κατειληφότων καὶ ἅμα ἐς τὰ μέλλοντα οὐδὲν ἐνορῶντεςπαρὰ τῶν Λακεδαιμονίων φιλάνθρωπον, πρό τε δὴ τῶν παρόντων τεθνάναιμαχομένους ἢ καὶ τὸ παράπαν ἐκ Πελοποννήσου φεύγοντας οἴχεσθαι νομίζοντεςαἱρετώτερα, ἀφίστασθαι πάντως ἐγίνωσκον. ἐνῆγον δὲ οὐχ ἥκιστα ἐς τοῦτο καὶ οἱνεώτεροι, πολέμου μὲν ἔτι ἀπείρως ἔχοντες, λαμπροὶ δὲ ὄντες τὰ φρονήματα καὶἀποθανεῖν προτιμῶντες ἐν ἐλευθέρᾳ τῇ πατρίδι, εἰ καὶ τὰ ἄλλα εὐδαιμόνωςδουλεύειν παρείη. [7] ἐπετράφη δὲ νεότης καὶ ἀλλαχοῦ τῆς Μεσσηνίας, οἱ δὲ ἄριστοικαὶ ἀριθμὸν πλεῖστοι περὶ τὴν Ἀνδανίαν, ἐν δὲ αὐτοῖς καὶ Ἀριστομένης, ὃς καὶ νῦν ἔτιὡς ἥρως ἔχει παρὰ Μεσσηνίοις τιμάς. καί οἱ καὶ τὰ τῆς γενέσεως ἐπιφανέστεραὑπάρξαι νομίζουσι: Νικοτελείᾳ γὰρ τῇ μητρὶ αὐτοῦ δαίμονα ἢ θεὸν δράκοντιεἰκασμένον συγγενέσθαι λέγουσι. τοιαῦτα δὲ καὶ Μακεδόνας ἐπὶ Ὀλυμπιάδι καὶ ἐπὶἈριστοδάμᾳ Σικυωνίους οἶδα εἰρηκότας, διάφορα δὲ τοσόνδε ἦν: [8] Μεσσήνιοι γὰροὐκ ἐσποιοῦσιν Ἀριστομένην Ἡρακλεῖ παῖδα ἢ Διί, ὥσπερ Ἀλέξανδρον Ἄμμωνι οἱΜακεδόνες καὶ Ἄρατον Ἀσκληπιῷ Σικυώνιοι: Ἀριστομένει δὲ πατέρα Ἑλλήνων μὲν οἱπολλοὶ Πύρρον φασὶν εἶναι, Μεσσηνίους δὲ οἶδα αὐτὸς ἐπὶ ταῖς σπονδαῖςἈριστομένην Νικομήδους καλοῦντας. οὗτος μὲν οὖν ἀκμάζων ἡλικίᾳ καὶ τόλμῃ καὶἄλλοι τῶν ἐν τέλει παρώξυνον ἐπὶ τὴν ἀπόστασιν: ἐπράσσετο δὲ ταῦτα οὐκ εὐθὺς ἐκτοῦ φανεροῦ, κρύφα δὲ ἐς Ἄργος καὶ παρὰ τοὺς Ἀρκάδας ἀπέστελλον, εἴ σφισινἀπροφασίστως καὶ μηδὲν ἐνδεεστέρως ἢ ἐπὶ τοῦ πολέμου τοῦ προτέρου ἀμῦναιθελήσουσιν. 15. ὡς δὲ τά τε ἄλλα ἐς τὸν πόλεμον ἕτοιμα ἦν αὐτοῖς καὶ τὰ ἀπὸ τῶν συμμάχωνπροθυμότερα ἢ προσεδόκων—καὶ γὰρ Ἀργείοις ἤδη καὶ Ἀρκάσι λαμπρῶς τὸ ἐς τοὺςΛακεδαιμονίους ἔχθος ἐξῆπτο—οὕτως ἀπέστησαν ἔτει τριακοστῷ μὲν καὶ ἐνάτῳμετὰ Ἰθώμης ἅλωσιν, τετάρτῳ δὲ τῆς τρίτης Ὀλυμπιάδος καὶ εἰκοστῆς, ἣν ἼκαροςὙπερησιεὺς ἐνίκα στάδιον: Ἀθήνῃσι δὲ οἱ κατ᾽ ἐνιαυτὸν ἦσαν ἤδη τότε ἄρχοντες, καὶἈθηναίοις Τλησίας ἦρχεν. [2] ἐν δὲ Λακεδαίμονι οἵ τινες τηνικαῦτα ἔτυχονβασιλεύοντες, Τυρταῖος μὲν τὰ ὀνόματα οὐκ ἔγραψε, Ῥιανὸς δ᾽ ἐποίησεν ἐν τοῖςἔπεσι Λεωτυχίδην βασιλέα ἐπὶ τοῦδε εἶναι τοῦ πολέμου. Ῥιανῷ μὲν οὖν ἔγωγεοὐδαμῶς κατά γε τοῦτο συνθήσομαι: Τυρταῖον δὲ καὶ οὐ λέγοντα ὅμως εἰρηκέναι τιςἂν ἐν τῷδε ἡγοῖτο. ἐλεγεῖα γὰρ ἐς τὸν πρότερόν ἐστιν αὐτῷ πόλεμον:“ἀμφ᾽ αὐτῇ δ᾽ἐμάχοντ᾽ ἐννέα καὶ δέκ᾽ ἔτη νωλεμέως, αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες, αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες. ”Tyrtaeus, unknown location. [3] δῆλα οὖν ἐστιν ὡς ὕστερον τρίτῃ γενεᾷ τὸν πόλεμονοἱ Μεσσήνιοι τόνδε ἐπολέμησαν, ἀποδείκνυσί τε τοῦ χρόνου τὸ συνεχὲςβασιλεύοντας τηνικαῦτα ἐν Σπάρτῃ Ἀνάξανδρον Εὐρυκράτους τοῦ Πολυδώρου, τῆςδὲ οἰκίας τῆς ἑτέρας Ἀναξίδαμον Ζευξιδάμου τοῦ Ἀρχιδάμου τοῦ Θεοπόμπου.κατέβην δὲ ἐς ἀπόγονον Θεοπόμπου τέταρτον, ὅτι Ἀρχίδαμος ὁ Θεοπόμπουπροαπέθανε τοῦ πατρὸς καὶ ἐς Ζευξίδαμον υἱιδοῦν ὄντα ἡ Θεοπόμπου περιῆλθενἀρχή. Λεωτυχίδης δὲ μετὰ Δημάρατον βασιλεύσας φαίνεται τὸν Ἀρίστωνος:Θεοπόμπου δὲ Ἀρίστων ἀπόγονος ἕβδομος. [4] τότε δὲ οἱ Μεσσήνιοι Λακεδαιμονίοις συμβάλλουσιν ἐν Δέραις καλουμέναις τῆςσφετέρας, ἔτει πρώτῳ μετὰ τὴν ἀπόστασιν: ἀπῆσαν δὲ ἀμφοτέροις οἱ σύμμαχοι. καὶνίκη μὲν ἐγένετο οὐδετέρων σαφής, Ἀριστομένην δὲ ἔργα φασὶν ἀποδείξασθαι πλέοντι ἢ ἄνδρα ἕνα εἰκὸς ἦν, ὥστε καὶ βασιλέα μετὰ τὴν μάχην ᾑροῦντο αὐτόν, ἦν γὰρ καὶγένους τῶν Αἰπυτιδῶν: [5] παραιτουμένου τε, οὕτω στρατηγὸν αὐτοκράτορα εἵλοντο.Ἀριστομένει δὲ παρίστατο μηδ᾽ ἂν ἄλλον ἀπαξιῶσαι παθεῖν τι ἐν πολέμῳ δράσανταἄξια μνήμης: αὑτῷ μέντοι καὶ πρὸ παντὸς ἐνόμιζεν εἶναι, ἔτι ἀρχομένου τοῦ πολέμουΛακεδαιμονίους καταπλήξαντα φαίνεσθαι καὶ ἐς τὰ μέλλοντά σφισι φοβερώτερον.ἅτε δὲ οὕτως ἔχων, ἀφικόμενος νύκτωρ ἐς τὴν Λακεδαίμονα ἀνατίθησιν ἀσπίδα πρὸςτὸν τῆς Χαλκιοίκου ναόν: ἐπεγέγραπτο δὲ Ἀριστομένην ἀπὸ Σπαρτιατῶν διδόναι τῇθεῷ. [6] ἐγένετο δὲ καὶ Λακεδαιμονίοις μάντευμα ἐκ Δελφῶν τὸν Ἀθηναῖον ἐπάγεσθαισύμβουλον. ἀποστέλλουσιν οὖν παρὰ τοὺς Ἀθηναίους τόν τε χρησμὸνἀπαγγελοῦντας καὶ ἄνδρα αἰτοῦντας παραινέσοντα ἃ χρή σφισιν. Ἀθηναῖοι δὲοὐδέτερα θέλοντες, οὔτε Λακεδαιμονίους ἄνευ μεγάλων κινδύνων προσλαβεῖνμοῖραν τῶν ἐν Πελοποννήσῳ τὴν ἀρίστην οὔτε αὐτοὶ παρακοῦσαι τοῦ θεοῦ, πρὸςταῦτα ἐξευρίσκουσι: καὶ ἦν γὰρ Τυρταῖος διδάσκαλος γραμμάτων νοῦν τε ἥκισταἔχειν δοκῶν καὶ τὸν ἕτερον τῶν ποδῶν χωλός, τοῦτον ἀποστέλλουσιν ἐς Σπάρτην. ὁδὲ ἀφικόμενος ἰδίᾳ τε τοῖς ἐν τέλει καὶ συνάγων ὁπόσους τύχοι καὶ τὰ ἐλεγεῖα καὶ τὰ ἔπη σφίσι τὰ ἀνάπαιστα ᾖδεν. [7] ἐνιαυτῷ δὲ ὕστερον τοῦ περὶ τὰςΔέρας ἀγῶνος, ἡκόντων ἀμφοτέροις καὶ τῶν συμμάχων, παρεσκευάζοντο ὡς μάχηνσυνάψοντες ἐπὶ τῷ καλουμένῳ Κάπρου σήματι. Μεσσηνίοις μὲν οὖν Ἠλεῖοι καὶἈρκάδες, ἔτι δὲ ἐξ Ἄργους ἀφίκετο καὶ Σικυῶνος βοήθεια. παρῆσαν δὲ καὶ ὅσοιπρότερον τῶν Μεσσηνίων ἔφευγον ἑκουσίως, ἐξ Ἐλευσῖνός τε, οἷς πάτριον δρᾶν τὰὄργια τῶν Μεγάλων θεῶν, καὶ οἱ Ἀνδροκλέους ἀπόγονοι: καὶ γὰρ οἱ συσπεύσαντεςμάλιστά σφισιν ἦσαν οὗτοι. [8] Λακεδαιμονίοις δὲ ἦλθον Κορίνθιοι συμμαχήσοντεςκαὶ Λεπρεατῶν τινες κατὰ ἔχθος τὸ Ἠλείων: Ἀσιναίοις δὲ ὅρκοι πρὸς ἀμφοτέρουςἦσαν. τὸ δὲ χωρίον τοῦτο, Κάπρου σῆμα, ἔστι μὲν ἐν Στενυκλήρῳ τῆς Μεσσηνίας,Ἡρακλέα δὲ αὐτόθι ὅρκον ἐπὶ τομίων κάπρου τοῖς Νηλέως παισὶ δοῦναι καὶ λαβεῖνπαρὰ ἐκείνων λέγουσιν. 16. ὡς δὲ ἀμφοτέροις προεθύσαντο οἱ μάντεις, Λακεδαιμονίοις μὲν Ἕκας ἀπόγονός τεκαὶ ὁμώνυμος Ἕκα τοῦ σὺν τοῖς Ἀριστοδήμου παισὶν ἐλθόντος ἐς Σπάρτην, τοῖς δὲΜεσσηνίοις Θέοκλος—ἐγεγόνει δὲ ὁ Θέοκλος οὗτος ἀπὸ Εὐμάντιδος, Εὔμαντιν δὲὄντα Ἠλεῖον τῶν Ἰαμιδῶν Κρεσφόντης ἐπηγάγετο ἐς Μεσσήνην—τότε δὲ παρόντωνκαὶ τῶν μάντεων σὺν φρονήματι ἀμφότεροι μᾶλλον ἠπείγοντο ἐς τὴν μάχην. [2] καὶἦν μὲν καὶ τὰ τῶν ἄλλων πρόθυμα, ὡς ἡλικίας ἕκαστος εἶχεν ἢ ῥώμης, μάλιστα δὲἈνάξανδρός τε ὁ τῶν Λακεδαιμονίων βασιλεὺς καὶ οἱ περὶ αὐτὸν τῶν Σπαρτιατῶν:παρὰ Μεσσηνίων δὲ οἱ Ἀνδροκλέους ἀπόγονοι Φίντας καὶ Ἀνδροκλῆς καὶ οἱσυντεταγμένοι σφίσιν ἐπειρῶντο ἄνδρες ἀγαθοὶ γίνεσθαι. Τυρταῖος δὲ καὶ οἱ τῶνθεῶν ἱεροφάνται τῶν Μεγάλων ἔργου μὲν ἥπτοντο οὐδενός, τοὺς τελευταίους δὲ τῆςἑαυτῶν ἑκάτεροι στρατιᾶς ἐπήγειρον. [3] κατὰ δὲ αὐτὸν Ἀριστομένην εἶχεν οὕτω.λογάδες περὶ αὐτὸν ὀγδοήκοντα ἦσαν Μεσσηνίων, ἡλικίαν τε γεγονότες ἐκείνῳ τὴναὐτὴν καὶ ἕκαστος προτετιμῆσθαι μεγάλως νομίζων ὅτι ἠξίωτο Ἀριστομένεισυντετάχθαι: ἦσαν δὲ καὶ αἰσθέσθαι δι᾽ ὀλίγου δεινοὶ τά τε παρ᾽ ἀλλήλων καὶμάλιστα ἐκείνου καὶ ἀρχομένου τι δρᾶν καὶ ἔτι μέλλοντος. οὗτοι μὲν πρῶτον καὶαὐτοὶ καὶ Ἀριστομένης πόνον εἶχον πολὺν κατ᾽ Ἀνάξανδρον καὶ τῶν Λακεδαιμονίωντεταγμένοι τοὺς ἀρίστους: λαμβάνοντες δὲ τραύματα ἀφειδῶς καὶ ἐς πᾶν προϊόντεςἀπονοίας τῷ τε χρόνῳ καὶ τοῖς τολμήμασιν ἐτρέψαντο τοὺς περὶ Ἀνάξανδρον. [4]τούτοις μὲν δὴ φεύγουσι διώκειν ἐπέταξεν ὁ Ἀριστομένης ἕτερον τῶν Μεσσηνίωνλόχον: αὐτὸς δὲ ὁρμήσας πρὸς τὸ μάλιστα ἀνθεστηκός, ὡς ἐβιάσατο καὶ τούτους, ἐπ᾽ἄλλους ἐτράπετο αὖθις. ταχὺ δὲ καὶ τούτους ὠσάμενος ἑτοιμότερον ἤδη πρὸς τοὺςὑπομένοντας ἐπεφέρετο, ἐς ὃ πᾶσαν τῶν Λακεδαιμονίων τὴν τάξιν καὶ αὐτῶν καὶτῶν συμμάχων συνέχεε: καὶ οὐχὶ σὺν αἰδοῖ φευγόντων οὐδὲ ἀναμένειν θελόντων ἔτιἀλλήλους, ἐπέκειτό σφισι φοβερώτερος ἢ κατὰ ἀνδρὸς ἑνὸς εἶναι μανίαν. [5] ἔνθα δὴκαὶ παρ᾽ ἀχράδα πεφυκυῖάν που τοῦ πεδίου, παρὰ ταύτην Ἀριστομένην οὐκ εἴαπαραθεῖν ὁ μάντις Θέοκλος: καθέζεσθαι γὰρ τοὺς Διοσκούρους ἔφασκεν ἐπὶ τῇἀχράδι. Ἀριστομένης δὲ εἴκων τῷ θυμῷ καὶ οὐκ ἀκροώμενος τὰ πάντα τοῦ μάντεωςὡς κατὰ τὴν ἀχράδα ἐγίνετο, ἀπόλλυσι τὴν ἀσπίδα, Λακεδαιμονίοις τε τὸ ἁμάρτηματοῦ Ἀριστομένους παρέσχεν αὐτῶν ἀποσωθῆναί τινας ἐκ τῆς φυγῆς: διέτριψε γὰρ τὴνἀσπίδα ἀνευρεῖν πειρώμενος. [6] Λακεδαιμονίων δὲ ἐχόντων ἀθύμως μετὰ τὴν πληγὴν καὶ ὡρμημένων καταθέσθαι τὸνπόλεμον, Τυρταῖός τε ἐλεγεῖα ᾁδων μετέπειθεν αὐτοὺς καὶ ἐς τοὺς λόχους ἀντὶ τῶντεθνεώτων κατέλεγεν ἄνδρας ἐκ τῶν εἱλώτων. Ἀριστομένει δέ, ὡς ἀνέστρεψεν ἐς τὴνἈνδανίαν, ταινίας αἱ γυναῖκες καὶ τὰ ὡραῖα ἐπιβάλλουσαι τῶν ἀνθῶν ἐπέλεγονᾆσμα τὸ καὶ ἐς ἡμᾶς ἔτι ᾀδόμενον“ἔς τε μέσον πεδίον Στενυκλήριον ἔς τ᾽ ὄρος ἄκρον εἵπετ᾽ Ἀριστομένης τοῖς Λακεδαιμονίοις. ”Unknown.ἀνεσώσατο δὲ καὶ τὴν ἀσπίδα ἐκείνην, ἔς τε Δελφοὺς [7] ἀφικόμενος καὶὥς οἱ προσέταξεν ἡ Πυθία καταβὰς ἐς τὸ ἄδυτον ἱερὸν τοῦ Τροφωνίου τὸ ἐνΛεβαδείᾳ. ὕστερον δὲ τὴν ἀσπίδα ἀνέθηκεν ἐς Λεβάδειαν φέρων, ᾗ δὴ καὶ αὐτὸς εἶδονἀνακειμένην: ἐπίθημα δέ ἐστιν αὐτῆς ἀετὸς τὰ πτερὰ ἑκατέρωθεν ἐκτετακὼς ἐςἄκραν τὴν ἴτυν. τότε δὲ Ἀριστομένης ὡς ἐπανῆκεν ἐκ Βοιωτίας εὑρών τε παρὰ τῷΤροφωνίῳ καὶ κομισάμενος τὴν ἀσπίδα, αὐτίκα ἔργων μειζόνων ἥπτετο. [8] συλλέξαςδὲ ἄλλους τε τῶν Μεσσηνίων καὶ τοὺς περὶ ἑαυτὸν ἅμα ἔχων λογάδας, φυλάξας τὰμετὰ ἑσπέραν ἦλθεν ἐπὶ πόλιν τῆς Λακωνικῆς, τὸ μὲν ἀρχαῖον ὄνομα καὶ ἐν Ὁμήρουκαταλόγῳ Φᾶριν, ὑπὸ δὲ τῶν Σπαρτιατῶν καὶ προσοίκων καλουμένην Φαράς: ἐπὶταύτην ἀφικόμενος τούς τε πειρωμένους ἀμύνεσθαι διέφθειρε καὶ λείανπεριβαλλόμενος ἀπήλαυνεν ἐς τὴν Μεσσήνην. Λακεδαιμονίων δὲ ὁπλιτῶν καὶἈναξάνδρου τοῦ βασιλέως ἐπιθεμένων καθ᾽ ὁδόν, ἐτρέψατό τε καὶ τούτους καὶδιώκειν τὸν Ἀνάξανδρον ὥρμητο: βληθεὶς δὲ ἀκοντίῳ τὸν γλουτὸν τὴν δίωξινἐπέσχεν, οὐ μέντοι τὴν λείαν γε ἣν ἤλαυνεν ἀφῃρέθη. [9] διαλιπὼν δὲ ὅσονἀκεσθῆναι τὸ τραῦμα, ἐς μὲν αὐτὴν Σπάρτην ἔξοδον ποιούμενος νύκτωρ ἀπετράπετοὑπὸ φασμάτων Ἑλένης καὶ Διοσκούρων, τὰς δ᾽ ἐν Καρύαις παρθένους χορευούσας τῇἈρτέμιδι. ἐλόχησε μεθ᾽ ἡμέραν καὶ συνέλαβεν ὅσαι χρήμασιν αὐτῶν καὶ ἀξιώματιπατέρων προεῖχον: ἀγαγὼν δὲ ἐς κώμην τῆς Μεσσηνίας τὴν νύκτα ἀνεπαύετο,ἀνδράσι τῶν ἐκ τοῦ λόχου τὴν φρουρὰν ἐπιτρέψας τῶν παρθένων. [10] ἐνταῦθα ὑπὸμέθης οἱ νεανίσκοι δοκεῖν ἐμοὶ καὶ ἄλλως ἀκρατῶς ἔχοντες λογισμοῦ πρὸς βίανἐτρέποντο τῶν παρθένων, Ἀριστομένους δὲ ἀπείργοντος οὐ νομιζόμενα Ἕλλησιδρῶντας οὐδένα ἐποιοῦντο λόγον, ὥστε ἠναγκάσθη καὶ ἀποκτεῖναι τοὺςπαροινοῦντας μάλιστα ἐξ αὐτῶν. τὰς δὲ αἰχμαλώτους λαβὼν ἀπέλυσε χρημάτωνπολλῶν, παρθένους ὥσπερ γε καὶ εἷλεν. 17. ἔστι δὲ Αἴγιλα τῆς Λακωνικῆς, ἔνθα ἱερὸν ἵδρυται ἅγιον Δήμητρος. ἐνταῦθαἐπιστάμενος ὁ Ἀριστομένης καὶ οἱ σὺν αὐτῷ τὰς γυναῖκας ἀγούσας ἑορτὴν **ἀμύνεσθαι τῶν γυναικῶν οὐκ ἄνευ τῆς θεοῦ προαχθεισῶν λαμβάνουσιν οἱ πολλοὶτῶν Μεσσηνίων τραύματα μαχαίραις τε, αἷς τὰ ἱερεῖα αἱ γυναῖκες ἔθυον, καὶ ὀβελοῖς,οἷς τὰ κρέα ἔπειρον ὀπτῶσαι: τὸν δὲ Ἀριστομένην τύπτουσαι ταῖς δᾳσὶ ζῶντααἱροῦσιν. ἀπεσώθη δὲ ὅμως τῆς αὐτῆς ἐκείνης νυκτὸς ἐς τὴν Μεσσηνίαν. ἀφεῖναι δὲαὐτὸν ἱέρεια τῆς Δήμητρος αἰτίαν ἔσχεν Ἀρχιδάμεια: ἀφῆκε δὲ οὐκ ἐπὶ χρήμασιν,ἀλλὰ ἐρῶσα ἔτυχεν αὐτοῦ πρότερον ἔτι, προὐφασίζετο δὲ ὡς Ἀριστομένης διακούσαςτὰ δεσμὰ ἀποδρὰς οἴχοιτο. [2] τρίτῳ δὲ ἔτει τοῦ πολέμου μελλούσης γίνεσθαι συμβολῆς ἐπὶ τῇ καλουμένῃ Μεγάλῃτάφρῳ καὶ Μεσσηνίοις Ἀρκάδων βεβοηθηκότων ἀπὸ πασῶν τῶν πόλεων,Ἀριστοκράτην τὸν Ἱκέτα Τραπεζούντιον, βασιλέα τῶν Ἀρκάδων καὶ στρατηγὸν ὄνταἐν τῷ τότε, διαφθείρουσιν οἱ Λακεδαιμόνιοι χρήμασι. πρῶτοι γὰρ ὧν ἴσμενΛακεδαιμόνιοι πολεμίῳ ἀνδρὶ δῶρα ἔδοσαν, καὶ ὤνιον πρῶτοι κατεστήσαντο εἶναι τὸκράτος τὸ ἐν τοῖς ὅπλοις: [3] πρὶν δὲ ἢ παρανομῆσαι Λακεδαιμονίους ἐς τὸνΜεσσηνίων πόλεμον καὶ Ἀριστοκράτους τοῦ Ἀρκάδος τὴν προδοσίαν, ἀρετῇ τε οἱμαχόμενοι καὶ τύχαις ἐκ τοῦ θεοῦ διεκρίνοντο. φαίνονται δὲ οἱ Λακεδαιμόνιοι καὶὕστερον, ἡνίκα ἐπὶ Αἰγὸς ποταμοῖς ταῖς Ἀθηναίων ναυσὶν ἀνθώρμουν, ἄλλους τε τῶνστρατηγούντων Ἀθηναίοις καὶ Ἀδείμαντον ἐξωνησάμενοι. [4] περιῆλθε μέντοι καὶαὐτοὺς Λακεδαιμονίους ἀνὰ χρόνον ἡ Νεοπτολέμειος καλουμένη τίσις. Νεοπτολέμῳγὰρ τῷ Ἀχιλλέως, ἀποκτείναντι Πρίαμον ἐπὶ τῇ ἐσχάρᾳ τοῦ Ἑρκείου, συνέπεσε καὶαὐτὸν ἐν Δελφοῖς πρὸς τῷ βωμῷ τοῦ Ἀπόλλωνος ἀποσφαγῆναι: καὶ ἀπὸ τούτου τὸπαθεῖν ὁποῖόν τις καὶ ἔδρασε Νεοπτολέμειον τίσιν ὀνομάζουσι. [5] τοῖς οὖνΛακεδαιμονίοις, ὅτε δὴ μάλιστα ἤνθησαν καὶ Ἀθηναίων τε τὸ ναυτικὸν καθῃρήκεσανκαὶ Ἀγησίλαος κεχείρωτο τὰ πολλὰ ἤδη τῆς Ἀσίας, τότε σφίσι τὴν ἀρχὴν πᾶσαν οὐκἐξεγένετο ἀφελέσθαι τὸν Μῆδον, ἀλλὰ σφᾶς ὁ βάρβαρος περιῆλθε τῷ ἐκείνωνεὑρήματι, ἐς Κόρινθον καὶ Ἄργος καὶ ἐς Ἀθήνας τε καὶ Θήβας χρήματα ἀποστείλας: ὅτε ὀνομαζόμενος Κορινθιακὸς πόλεμος ἀπὸ τούτων ἐξήφθη τῶν χρημάτων, ὡςἀπολείπειν Ἀγησίλαον ἀναγκασθῆναι τὰ ἐν τῇ Ἀσίᾳ. [6] Λακεδαιμονίοις μὲν τὸ ἐς Μεσσηνίους σόφισμα ὁ δαίμων ἔμελλεν αὐτοῖς ἀποφανεῖνσυμφοράν: Ἀριστοκράτης δὲ ὡς τὰ χρήματα ἐδέξατο ἐκ Λακεδαίμονος, τὸ μὲνπαραυτίκα ἔκρυπτεν ἐς τοὺς Ἀρκάδας οἷα ἐπεβούλευε, μελλόντων δὲ ἐς χεῖρας ἤδησυνέρχεσθαι, τηνικαῦτα ἐξεφόβησεν αὐτοὺς ὡς ἐν δυσχωρίᾳ τέ εἰσιν ἀπειλημμένοικαὶ ἀναχώρησις οὐκ ἔσται αὐτοῖς, ἢν κρατηθῶσιν, τά τε ἱερά σφισιν οὐκ ἔφηγεγονέναι κατὰ γνώμην. ἐκέλευεν οὖν πάντα τινά, ἐπειδὰν αὐτὸς σημήνῃ, φυγῇχρῆσθαι. [7] ὡς δὲ οἱ Λακεδαιμόνιοι συνέμισγον καὶ ἦσαν ἐς τὸ κατ᾽ αὐτοὺς οἱΜεσσήνιοι τετραμμένοι, ἐνταῦθα Ἀριστοκράτης ἀρχομένης τῆς μάχης ἀπῆγε τοὺςἈρκάδας, καὶ τοῖς Μεσσηνίοις τό τε ἀριστερὸν καὶ μέσον ἠρήμωτο: οἱ γὰρ Ἀρκάδεςσφίσιν εἶχον ἀμφότερα ἅτε ἀπόντων μὲν Ἠλείων τῆς μάχης, ἀπόντων δὲ Ἀργείων καὶΣικυωνίων. προσεξειργάσθη δὲ καὶ ἄλλο τῷ Ἀριστοκράτει: διὰ γὰρ Μεσσηνίωνἐποιεῖτο τὴν φυγήν. [8] οἱ δὲ πρὸς τὸ ἀνέλπιστον τῶν παρόντων ἐγένοντο ἔκφρονεςκαὶ ἅμα ὑπὸ τῆς διεξόδου τῆς κατὰ σφᾶς τῶν Ἀρκάδων ἐταράσσοντο, ὥστε αὐτῶνἐδέησαν οἱ πολλοὶ καὶ ἐπιλαθέσθαι τῶν ἐν χερσίν: ἀντὶ γὰρ τῶν Λακεδαιμονίωνἐπιφερομένων ἤδη πρὸς τοὺς Ἀρκάδας ἀφεώρων φεύγοντας, καὶ οἱ μὲν παραμεῖναίσφισιν ἱκέτευον, οἱ δὲ καὶ λοιδορίαις ἐς αὐτοὺς ὡς ἐς ἄνδρας προδότας καὶ οὐ δικαίουςἐχρῶντο. [9] Λακεδαιμονίοις δὲ ἥ τε κύκλωσις τῶν Μεσσηνίων μονωθέντων ἐγένετοοὐ χαλεπὴ καὶ νίκην ἑτοιμοτάτην πασῶν καὶ ἀπονώτατα ἀνείλοντο. Ἀριστομένης δὲκαὶ οἱ σὺν αὐτῷ συνέμειναν μὲν καὶ τῶν Λακεδαιμονίων τοὺς μάλιστα ἐγκειμένουςἀνείργειν ἐπειρῶντο, ὀλίγοι δὲ ὄντες οὐ μεγάλα ὠφέλουν. τῶν δὲ Μεσσηνίων τοῦ μὲνδήμου τοσοῦτον πλῆθος ἀνηλώθησαν, ὡς τὰ πρῶτα Λακεδαιμονίων δεσπότας ἀντὶδούλων ἔσεσθαι νομίζοντας τότε μηδὲ ἐς τὴν σωτηρίαν αὐτὴν ἔτι ἔχειν ἐλπίδα:ἀπέθανον δὲ καὶ τῶν πρωτευόντων ἄλλοι τε καὶ Ἀνδροκλῆς καὶ Φίντας καὶ λόγουμάλιστα ἀξίως ἀγωνισάμενος Φάνας, ὃς πρότερον τούτων ἔτι δολίχου νίκηνὈλυμπίασιν ἦν ἀνῃρημένος. [10] Ἀριστομένης δὲ μετὰ τὴν μάχην τοὺς διαπεφευγότας τῶν Μεσσηνίων συνήθροιζε, καὶἈνδανίαν μὲν καὶ εἴ τι ἄλλο ἐν μεσογαίᾳ πόλισμα ἔπεισε τὰ πολλὰ ἐκλείπειν, ἐς δὲτὴν Εἶραν τὸ ὄρος ἀνοικίζεσθαι. συνεληλαμένοις δὲ ἐς τοῦτο τὸ χωρίονπροσεκάθηντο οἱ Λακεδαιμόνιοι πολιορκίᾳ σφᾶς αὐτίκα ἐξαιρήσειν νομίζοντες:ἀντήρκεσαν δὲ ὅμως οἱ Μεσσήνιοι καὶ μετὰ τὴν ἐν τῇ τάφρῳ συμφορὰν ἑνί τε καὶδέκα ἔτεσιν ἀμυνόμενοι. [11] τὸν δὲ χρόνον τῆς πολιορκίας γενέσθαι τοσοῦτον δηλοῖκαὶ τάδε ἔπη Ῥιανοῦ πεποιημένα ἐς τοὺς Λακεδαιμονίους:“οὔρεος ἀργεννοῖο περὶπτύχας ἐστρατόωντο χείματά τε ποίας τε δύω καὶ εἴκοσι πάσας: ”Rhianus, unknown location.χειμῶνας γὰρ καὶ θέρη κατέλεξε, πόας εἰπὼν τὸν χλωρὸνσῖτον ἢ ὀλίγον πρὸ ἀμητοῦ. 18. Μεσσήνιοι δὲ ὡς ἐς τὴν Εἶραν ἀνῳκίσθησαν, τῆς δὲ ἄλλης ἐξείργοντο πλὴν ὅσονσφίσιν οἱ Πύλιοι τὰ ἐπὶ θαλάσσῃ καὶ οἱ Μοθωναῖοι διέσωζον, ἢ ἐλῄστευον τήν τεΛακωνικὴν καὶ τὴν σφετέραν, πολεμίαν ἤδη καὶ ταύτην νομίζοντες: ἄλλοι τε δὴσυνίσταντο ἐς τὰς καταδρομάς, ὡς ἕκαστοι τύχοιεν, καὶ Ἀριστομένης δὲ τοὺς περὶαὑτὸν λογάδας ἐς τριακοσίων ἀριθμὸν προήγαγεν. [2] ἦγον μὲν δὴ τὰ Λακεδαιμονίωνκαὶ ἔφερον ὅ τι καὶ δύναιτο αὐτῶν ἕκαστος, ἑλόντες δὲ σῖτον καὶ βοσκήματα καὶ οἶνονἀνήλισκον, ἔπιπλα δὲ καὶ ἀνθρώπους ἀπεδίδοσαν χρημάτων: ὥστε καὶ ἐποιήσαντο οἱΛακεδαιμόνιοι δόγμα, ἅτε τοῖς ἐν τῇ Εἴρᾳ μᾶλλον ἢ σφίσιν αὐτοῖς γεωργοῦντες, τὴνΜεσσηνίαν καὶ τῆς Λακωνικῆς τὴν προσεχῆ, ἕως ἂν πολεμῶσιν, ἐᾶν ἄσπορον. [3] καὶἀπὸ τούτου σιτοδεία ἐγένετο ἐν Σπάρτῃ καὶ ὁμοῦ τῇ σιτοδείᾳ στάσις: οὐ γὰρἠνείχοντο οἱ ταύτῃ τὰ κτήματα ἔχοντες τὰ σφέτερα ἀργὰ εἶναι. καὶ τούτοις μὲν τὰδιάφορα διέλυε Τυρταῖος: Ἀριστομένης δὲ ἔχων τοὺς λογάδας τὴν μὲν ἔξοδον περὶβαθεῖαν ἐποιήσατο ἑσπέραν, ἔφθη δὲ ὑπὸ τάχους τὴν ἐς Ἀμύκλας ἀνύσας πρὸἀνίσχοντος ἡλίου, καὶ Ἀμύκλας τὸ πόλισμα εἷλέ τε καὶ διήρπασε καὶ τὴν ἀποχώρησινἐποιήσατο πρὶν ἢ τοὺς ἐκ τῆς Σπάρτης προσβοηθῆσαι. [4] κατέτρεχε δὲ καὶ ὕστεροντὴν χώραν, ἐς ὃ Λακεδαιμονίων λόχοις πλέον ἢ τοῖς ἡμίσεσι καὶ τοῖς βασιλεῦσινἀμφοτέροις συμβαλὼν ἄλλα τε ἔσχεν ἀμυνόμενος τραύματα καὶ πληγέντι ὑπὸ λίθουτὴν κεφαλὴν αὐτῷ σκοτοδινιῶσιν οἱ ὀφθαλμοί. καὶ πεσόντα ἀθρόοι τῶνΛακεδαιμονίων ἐπιδραμόντες ζῶντα αἱροῦσιν: ἥλωσαν δὲ καὶ τῶν περὶ αὐτὸν ἐςπεντήκοντα. τούτους ἔγνωσαν οἱ Λακεδαιμόνιοι ῥῖψαι πάντας ἐς τὸν Κεάδαν:ἐμβάλλουσι δὲ ἐνταῦθα οὓς ἂν ἐπὶ μεγίστοις τιμωρῶνται. [5] οἱ μὲν δὴ ἄλλοιΜεσσηνίων ἐσπίπτοντες ἀπώλλυντο αὐτίκα, Ἀριστομένην δὲ ἔς τε τὰ ἄλλα θεῶν τιςκαὶ δὴ καὶ τότε ἐφύλασσεν: οἱ δὲ ἀποσεμνύνοντες τὰ κατ᾽ αὐτὸν Ἀριστομένει φασὶνἐμβληθέντι ἐς τὸν Κεάδαν ὄρνιθα τὸν ἀετὸν ὑποπέτεσθαι καὶ ἀνέχειν ταῖς πτέρυξιν,ἐς ὃ κατήνεγκεν αὐτὸν ἐς τὸ πέρας οὔτε πηρωθέντα οὐδὲν τοῦ σώματος οὔτε τραῦμάτι λαβόντα. ἔμελλε δὲ ἄρα καὶ αὐτόθεν ὁ δαίμων ἔξοδον ἀποφαίνειν αὐτῷ. [6] καὶ ὁμὲν ὡς ἐς τὸ τέρμα ἦλθε τοῦ βαράθρου, κατεκλίθη τε καὶ ἐφελκυσάμενος τὴν χλαμύδα ἀνέμενεν ὡς πάντως οἱ ἀποθανεῖν πεπρωμένον: τρίτῃδὲ ὕστερον ἡμέρᾳ ψόφου τε αἰσθάνεται καὶ ἐκκαλυψάμενος—ἐδύνατο δὲ ἤδη διὰ τοῦσκότους διορᾶν—ἀλώπεκα εἶδεν ἁπτομένην τῶν νεκρῶν. ὑπονοήσας δὲ ἔσοδον εἶναιτῷ θηρίῳ ποθέν, ἀνέμενεν ἐγγύς οἱ τὴν ἀλώπεκα γενέσθαι, γενομένης δὲλαμβάνεται: τῇ δὲ ἑτέρᾳ χειρί, ὁπότε ἐς αὐτὸν ἐπιστρέφοιτο, τὴν χλαμύδαπροὔβαλλέν οἱ καὶ δάκνειν παρεῖχε. τὰ μὲν δὴ πλείω θεούσῃ συνέθει, τὰ δὲ ἄγανδυσέξοδα καὶ ἐφείλκετο ὑπ᾽ αὐτῆς: ὀψὲ δέ ποτε ὀπήν τε εἶδεν ἀλώπεκι ἐς διάδυσινἱκανὴν καὶ φέγγος δι᾽ αὐτῆς. [7] καὶ τὴν μέν, ὡς ἀπὸ τοῦ Ἀριστομένους ἠλευθερώθη,τὸ φωλίον ἔμελλεν ὑποδέξεσθαι: Ἀριστομένης δὲ—οὐ γάρ τι ἡ ὀπὴ καὶ τούτῳπαρέχειν ἐδύνατο ἔξοδον—εὐρυτέραν τε ταῖς χερσὶν ἐποίησε καὶ οἴκαδε ἐς τὴν Εἶρανἀποσώζεται, παραδόξῳ μὲν τῇ τύχῃ καὶ ἐς τὴν ἅλωσιν χρησάμενος, τὸ γάρ οἱφρόνημα ἦν καὶ τὰ τολμήματα μείζονα ἢ ὡς ἐλπίσαι τινὰ Ἀριστομένην αἰχμάλωτονἂν γενέσθαι, παραδοξοτέρα δέ ἐστι καὶ πάντων προδηλότατα οὐκ ἄνευ θεοῦ ἡ ἐκ τοῦΚεάδα σωτηρία. 19. Λακεδαιμονίοις δὲ παραυτίκα μὲν ὑπὸ ἀνδρῶν ἀπηγγέλλετο αὐτομόλων, ὡςἈριστομένης ἐπανήκοι σῶς: νομιζομένου δὲ ἀπίστου κατὰ ταὐτὰ ἢ εἴ τινα τεθνεῶταἐλέγετο ἀναβιῶναι, παρ᾽ αὐτοῦ τοιόνδε Ἀριστομένους ὑπῆρξεν ἐς πίστιν. ΚορίνθιοιΛακεδαιμονίοις δύναμιν ὡς συνεξαιρήσοντας τὴν Εἶραν ἀποστέλλουσι. [2] τούτουςπαρὰ τῶν κατασκόπων πυνθανόμενος ὁ Ἀριστομένης τῇ πορείᾳ τε ἀτακτότερονχρῆσθαι καὶ ταῖς στρατοπεδείαις ἀφυλάκτως, ἐπιτίθεται νύκτωρ σφίσι: καὶ τῶν τεἄλλων καθευδόντων ἔτι ἐφόνευσε τοὺς πολλοὺς καὶ τοὺς ἡγεμόνας Ὑπερμενίδην καὶἈχλαδαῖον καὶ Λυσίστρατον καὶ Σίδεκτον ἀποκτίννυσι. διαρπάσας δὲ καὶ τὴν σκηνὴντὴν στρατηγίδα παρέστησεν εὖ εἰδέναι Σπαρτιάταις ὡς Ἀριστομένης καὶ οὐκ ἄλλοςΜεσσηνίων ἐστὶν ὁ ταῦτα εἰργασμένος. [3] ἔθυσε δὲ καὶ τῷ Διὶ τῷ Ἰθωμάτᾳ τὴνθυσίαν ἣν ἑκατομφόνια ὀνομάζουσιν. αὕτη δὲ καθεστήκει μὲν ἐκ παλαιοτάτου, θύεινδὲ αὐτὴν Μεσσηνίων ἐνομίζετο ὁπόσοι πολεμίους ἄνδρας κατεργάσαιντο ἑκατόν.Ἀριστομένει δέ, ὅτε ἐπὶ Κάπρου σήματι ἐμαχέσατο, θύσαντι ἑκατομφόνια πρῶτον,δεύτερα ἤδη θῦσαι καὶ ὁ ἐν τῇ νυκτὶ τῶν Κορινθίων παρέσχε φόνος. τοῦτον μὲν δὴλέγουσι καὶ ἐπὶ ταῖς ὕστερον θῦσαι καταδρομαῖς θυσίαν τρίτην, Λακεδαιμόνιοι δὲ—ἐπῄει γὰρ [4] Ὑακίνθια—πρὸς τοὺς ἐν τῇ Εἴρᾳ τεσσαράκοντα ἐποιήσαντο ἡμερῶνσπονδάς: καὶ αὐτοὶ μὲν ἀναχωρήσαντες οἴκαδε ἑώρταζον, Κρῆτες δὲ τοξόται—μετεπέμψαντο γὰρ ἔκ τε Λύκτου καὶ ἑτέρων πόλεων μισθωτούς—οὗτοί σφισιν ἀνὰτὴν Μεσσηνίαν ἐπλανῶντο. Ἀριστομένην οὖν, ἅτε ἐν σπονδαῖς ἀπωτέρω τῆς Εἴραςγενόμενον καὶ προϊόντα ἀδεέστερον, ἑπτὰ ἄνδρες ἀπὸ τῶν τοξοτῶν τούτωνἐλόχησαν, συλλαβόντες δὲ τοῖς ἱμᾶσιν οἷς εἶχον ἐπὶ ταῖς φαρέτραις δέουσιν: [5] ἑσπέρα γὰρἐπῄει. δύο μὲν οὖν ἐς Σπάρτην ἀπ᾽ αὐτῶν ἐλθόντες Λακεδαιμονίοις Ἀριστομένηνεὐηγγελίζοντο ἡλωκέναι: οἱ λοιποὶ δὲ ἀποχωροῦσιν ἐς ἀγρὸν τῶν ἐν τῇ Μεσσηνίᾳ.ἐνταῦθα ᾤκει κόρη σὺν μητρὶ παρθένος, πατρὸς ὀρφανή. τῇ δὲ προτέρᾳ νυκτὶ εἶδενὄψιν ἡ παῖς: λέοντα ἐς τὸν ἀγρὸν λύκοι σφίσιν ἤγαγον δεδεμένον καὶ οὐκ ἔχονταὄνυχας, αὐτὴ δὲ τοῦ δεσμοῦ τὸν λέοντα ἀπέλυσε καὶ ἀνευροῦσα ἔδωκε τοὺς ὄνυχας,οὕτω τε διασπασθῆναι τοὺς λύκους ἔδοξεν ὑπὸ τοῦ λέοντος. [6] τότε δὲ ὡς τὸνἈριστομένην ἐσάγουσιν οἱ Κρῆτες, συνεφρόνησεν ἡ παρθένος ὕπαρ ἥκειν τὸ ἐν τῇνυκτί οἱ πεφηνὸς καὶ ἀνηρώτα τὴν μητέρα ὅστις εἴη: μαθοῦσα δὲ ἐπερρώσθη τε καὶἀπιδοῦσα ἐς αὐτὸν τὸ προσταχθὲν συνῆκεν. οἶνον οὖν τοῖς Κρησὶν ἐγχέουσα ἀνέδην,ὡς σφᾶς ἡ μέθη κατελάμβανεν, ὑφαιρεῖται τοῦ μάλιστα ὑπνωμένου τὸ ἐγχειρίδιον: τὰμὲν δὴ δεσμὰ τοῦ Ἀριστομένους ἔτεμεν ἡ παρθένος, ὁ δὲ παραλαβὼν τὸ ξίφοςἐκείνους διειργάσατο. ταύτην τὴν παρθένον λαμβάνει γυναῖκα ΓόργοςἈριστομένους: ἐδίδου δὲ Ἀριστομένης τῇ παιδὶ ἐκτίνων σῶστρα, ἐπεὶ Γόργῳ οὐκ ἦνπω δέκατον καὶ ὄγδοον ἔτος, ὅτε ἔγημεν. 20. ἑνδεκάτῳ δὲ ἔτει τῆς πολιορκίας τήν τε Εἶραν ἐπέπρωτο ἁλῶναι καὶ ἀναστάτουςγενέσθαι Μεσσηνίους, καὶ δή σφισιν ἐπετέλεσεν ὁ θεὸς Ἀριστομένει καὶ Θεόκλῳχρησθέν τι. τούτοις γὰρ ἐλθοῦσιν ἐς Δελφοὺς μετὰ τὴν ἐπὶ τῇ τάφρῳ πληγὴν καὶ ἐπερομένοις ὑπὲρ σωτηρίας τοσόνδεεἶπεν ἡ Πυθία:“εὖτε τράγος πίνῃσι Νέδης ἑλικόρροον ὕδωρ, οὐκέτι Μεσσήνην ῥύομαι: σχεδόθεν γὰρ ὄλεθρος. ” [2] εἰσὶ δὲ αἱ πηγαὶ τῆς Νέδας ἐν ὄρει τῷ Λυκαίῳ: προελθὼν δὲ ὁ ποταμὸς διὰ τῆςἈρκάδων καὶ ἐπιστρέψας αὖθις ἐς τὴν Μεσσηνίαν ὁρίζει τὰ ἐπὶ θαλάσσῃ Μεσσηνίοιςκαὶ Ἠλείοις τὴν γῆν. τότε δὲ οἳ μὲν τοὺς αἶγας τοὺς ἄρρενας ἐδεδοίκεσαν μὴ πίνωσινἀπὸ τῆς Νέδας: τοῖς δὲ ἄρα ὁ δαίμων προεσήμαινε τοιόνδε. τὸ δένδρον τὸν ἐρινεόνεἰσιν Ἑλλήνων οἳ καλοῦσιν ὀλύνθην, Μεσσήνιοι δὲ αὐτοὶ τράγον. τότε οὖν πρὸς τῇΝέδᾳ πεφυκὼς ἐρινεὸς οὐκ ἐς εὐθὺ ηὔξητο, ἀλλὰ ἔς τε τὸ ῥεῦμα ἐπέστρεφε καὶ τοῦὕδατος ἄκροις τοῖς φύλλοις ἐπέψαυε. [3] θεασάμενος δὲ ὁ μάντις Θέοκλοςσυνεβάλετο ὡς τὸν τράγον τὸν πίνοντα ἐκ τῆς Νέδας προεῖπεν ἡ Πυθία τὸν ἐρινεὸντοῦτον καὶ ὡς ἤδη Μεσσηνίοις ἥκει τὸ χρεών: καὶ ἐς μὲν τοὺς ἄλλους εἶχεν ἐνἀπορρήτῳ, Ἀριστομένην δὲ πρός τε τὸν ἐρινεὸν ἤγαγε καὶ ἀνεδίδασκεν ὡς τῆςσωτηρίας ἐξήκοι σφίσιν ὁ χρόνος. Ἀριστομένης δὲ ἔχειν οὕτω πείθεται καὶ ἀναβολὴνοὐκέτι εἶναί σφισι, προενοήσατο δὲ καὶ ἐκ τῶν παρόντων. [4] καὶ ἦν γάρ τι ἐνἀπορρήτῳ τοῖς Μεσσηνίοις, ἔμελλε δὲ ἀφανισθὲν ὑποβρύχιον τὴν Μεσσήνην κρύψειντὸν πάντα αἰῶνα, φυλαχθὲν δὲ οἱ Λύκου τοῦ Πανδίονος χρησμοὶ Μεσσηνίους ἔλεγονχρόνῳ ποτὲ ἀνασώσεσθαι τὴν χώραν: τοῦτο δὴ ὁ Ἀριστομένης ἅτε ἐπιστάμενος τοὺςχρησμούς, ἐπεὶ νὺξ ἐγίνετο, ἐκόμιζε. παραγενόμενος δὲ ἔνθα τῆς Ἰθώμης ἦν τὸἐρημότατον, κατώρυξεν ἐς Ἰθώμην τὸ ὄρος, καὶ Δία Ἰθώμην ἔχοντα καὶ θεοὺς οἳΜεσσηνίους ἐς ἐκεῖνο ἔσωζον φύλακας μεῖναι τῆς παρακαταθήκης αἰτούμενος, μηδὲἐπὶ Λακεδαιμονίοις ποιῆσαι τὴν μόνην καθόδου Μεσσηνίοις ἐλπίδα. [5] μετὰ δὲ τοῦτο τοῖς Μεσσηνίοις ἤρχετο, καθὸ καὶ Τρωσὶν ἔτι πρότερον, γίνεσθαι κακὰἀπὸ μοιχείας. ἐπεκράτουν μὲν αὐτοὶ ἐπεὶ ἐκράτουν τοῦ τε ὄρους καὶ τοῦ πρὸς τὴνΕἶραν ἄχρι τῆς Νέδας, ἦσαν δὲ οἰκήσεις καὶ ἔξω πυλῶν ἐνίοις. αὐτόμολος δὲ ἐςαὐτοὺς ἐκ τῆς Λακωνικῆς ἄλλος μὲν ἀφίκετο οὐδείς, οἰκέτης δὲ Ἐμπεράμου βουκόλοςἐλαύνων τοῦ δεσπότου τὰς βοῦς: ὁ δὲ Ἐμπέραμος ἦν ἀνὴρ ἐν Σπάρτῃ δόκιμος. [6]οὗτος ὁ βουκόλος ἔνεμεν οὐ πόρρω τῆς Νέδας. ἀνδρὸς οὖν τῶν Μεσσηνίων τῶν οὐκἐντὸς τείχους ἐχόντων οἴκησιν γυναῖκα εἶδεν ἐφ᾽ ὕδωρ ἐλθοῦσαν: ἐρασθεὶς δὲδιαλεχθῆναί τε ἐτόλμησε καὶ δοὺς δῶρα συγγίνεται. καὶ ἀπὸ τούτου τὸν ἄνδραπαρεφύλασσεν αὐτῆς, ὁπότε ἀποχωρήσειεν ἐς τὴν φρουράν. ἀνὰ μέρος δὲ τοῖςΜεσσηνίοις τῆς ἀκροπόλεως ἐπήγετο ἡ φυλακή: ταύτῃ γὰρ τοὺς πολεμίους μάλισταἐδεδοίκεσαν μὴ ὑπερβῶσιν αὐτοῖς ἐς τὴν πόλιν. ὁπότε οὖν οὗτος ἀποχωρήσειε,τηνικαῦτα ὁ βουκόλος ἐφοίτα παρὰ τὴν γυναῖκα. [7] καί ποτε ἔτυχε σὺν ἄλλοις ἐςἐκεῖνον περιήκουσα ἐν τῇ νυκτὶ ἡ φυλακή, ἔτυχε δὲ καὶ ὕειν πολλῷ τὸν θεόν, καὶἐκλείπουσιν οἱ Μεσσήνιοι τὴν φρουράν: τὸ γὰρ ὕδωρ ἐβιάζετο σφᾶς ἀθρόον ἐκ τοῦ οὐρανοῦκαταχεόμενον, οὔτε ἐπάλξεων ἐνῳκοδομημένων οὔτε πύργων ὑπὸ σπουδῆς τοῦτειχισμοῦ, καὶ ἅμα οὐδὲ κινήσεσθαι τοὺς Λακεδαιμονίους ἤλπιζον ἐν ἀσελήνῳ νυκτὶκαὶ οὕτω χειμερίῳ. [8] Ἀριστομένης δὲ οὐ πολλαῖς πρότερον ἡμέραις Κεφαλλῆναἔμπορον, ἑαυτῷ ξένον καὶ ἐσάγοντα ἐς τὴν Εἶραν ὁπόσων ἐδέοντο, ἑαλωκότα ὑπὸΛακεδαιμονίων καὶ τοξοτῶν Ἀπτεραίων ὧν ἦρχεν Εὐρύαλος Σπαρτιάτης, τοῦτον τὸνΚεφαλλῆνα ἀφαιρούμενος ἐκεῖνον μὲν καὶ τὰ χρήματα ὁπόσα ἦγεν ἀπέσωσεν, αὐτὸςδὲ ἐτέτρωτο καὶ οὐκ ἐδύνατο ἐπιφοιτᾶν τοῖς φυλάσσουσι καθάπερ εἰώθει. τοῦτομάλιστα αἴτιον ἐγένετο ἐκλειφθῆναι τὴν ἀκρόπολιν: [9] τῶν τε δὴ ἄλλων ἕκαστοςἀνεχώρησεν ἀπὸ τῆς φρουρᾶς καὶ τῆς ὑπὸ τοῦ βουκόλου μοιχευομένης ὁ ἀνήρ. ἡ δὲτηνικαῦτα ἔνδον εἶχε τὸν βουκόλον, αἰσθάνεταί τε τοῦ ἀνδρὸς ἐπιόντος καὶ αὐτίκα ὡςτάχους εἶχεν ἀποκρύπτει τὸν ἄνθρωπον. ἐσελθόντα δὲ τὸν ἄνδρα ἐφιλοφρονεῖτο ὡςοὔπω πρότερον καὶ ἠρώτα καθ᾽ ἥν τινα αἰτίαν ἥκοι. ὁ δὲ οὔτε μεμοιχευμένην εἰδὼςοὔτε ἔνδον ὄντα τὸν βουκόλον ἐχρῆτο τῷ ἀληθεῖ λόγῳ, καὶ αὐτός τε διὰ τοῦ ὄμβρουτὸ βίαιον καὶ τῶν ἄλλων ἕκαστον ἔφασκεν ἀπολελοιπέναι τὴν φρουράν. [10]ἐπηκροᾶτο δὲ λέγοντος ὁ βουκόλος, καὶ ὡς ἀκριβῶς ἐπύθετο ἕκαστα, αὖθις ἐκ τῶνΜεσσηνίων ἐς τοὺς Λακεδαιμονίους ἀφίκετο αὐτόμολος. Λακεδαιμονίοις δὲ οἱ μὲνβασιλεῖς ἀπὸ στρατοπέδου τηνικαῦτα ἀπῆσαν, πολεμαρχῶν δὲ τότε Ἐμπέραμος ὁ τοῦβουκόλου δεσπότης προσεκάθητο τῇ Εἴρᾳ. ἀφικόμενος οὖν ἐς τοῦτον πρῶτα μὲν τὸἐπὶ τῷ δρασμῷ παρῃτεῖτο ἁμάρτημα, δεύτερα δὲ ἀνεδίδασκεν ὡς τὴν Εἶραν ἐν τῷπαρόντι μάλιστα αἱρήσουσιν, αὐτὰ ἕκαστα ὁπόσα ᾔσθετο τοῦ Μεσσηνίουδιηγούμενος. 21. ἔδοξέ τε δὴ λέγειν πιστὰ καὶ ἡγεῖτο Ἐμπεράμῳ καὶ τοῖς Σπαρτιάταις. ἦν δὲ ἡ πορείαχαλεπή σφισιν ἅτε ἐν σκότῳ καὶ οὐκ ἀνιέντος τοῦ ὑετοῦ: ὅμως δὲ ὑπὸ προθυμίαςἤνυσαν, καὶ ὡς κατὰ τὴν ἀκρόπολιν τῆς Εἴρας ἐγένοντο, ὑπερέβαινον κλίμακάς τεπροστιθέντες καὶ ὅτῳ τις ἐδύνατο ἄλλῳ τρόπῳ. τοῖς δὲ Μεσσηνίοις παρείχετο μὲντοῦ παρόντος κακοῦ καὶ ἄλλα αἴσθησιν, μάλιστα δὲ οἱ κύνες οὐ κατὰ τὰ εἰωθόταὑλακτοῦντες, ἀλλὰ συνεχεστέρᾳ καὶ βιαιοτέρᾳ τῇ κραυγῇ χρώμενοι. γνόντες οὖν τὸνὕστατον ὁμοῦ καὶ ἀναγκαιότατον σφᾶς ἀγῶνα ἐπειληφότα, οὐδὲ τὰ ὅπλα ἅπανταἀνελάμβανον, ἀλλ᾽ ὅτῳ προχείρῳ μάλιστα ἐντύχοι τις, ἁρπάζοντες ἤμυνον τῇπατρίδι, ἣ μόνη σφίσιν ἐλείπετο ἐκ τῆς Μεσσηνίας πάσης. [2] πρῶτοι δὲ ᾔσθοντοἔνδον τῶν πολεμίων ὄντων καὶ ἐβοήθουν ἐπ᾽ αὐτοὺς πρῶτοι Γόργος τε ὁἈριστομένους καὶ Ἀριστομένης αὐτὸς Θέοκλός τε ὁ μάντις καὶ Μάντικλος ὁ Θεόκλου,σὺν δὲ αὐτοῖς Εὐεργετίδας ἀνὴρ καὶ ἄλλως ἐν Μεσσήνῃ τιμώμενος καὶ διὰ τὴνγυναῖκα ἐπὶ πλέον ἀξιώματος ἥκων: ἀδελφὴν γὰρ εἶχεν Ἀριστομένους Ἁγναγόραν.τότε δὲ οἱ μὲν ἄλλοι, συνιέντες ὡς ἐν δικτύοις εἰσὶν ἐσχημένοι, ὅμως καὶ ἐκ τῶνπαρόντων εἶχόν τινα ἐλπίδα: [3] Ἀριστομένης δὲ καὶ ὁ μάντις ἠπίσταντο μὲν οὐδεμίανἔτι ἀναβολὴν ὀλέθρου Μεσσηνίοις οὖσαν, ἅτε εἰδότες καὶ τὸν χρησμὸν ὃν ᾐνίξατο ἐς τὸν τράγον: ἡ Πυθία,ἐπέκρυπτον δὲ οὐδὲν ἧσσον, καὶ ἦν σφισιν ἐς τοὺς ἄλλους ἀπόρρητον. ἐπιόντες δὲτὴν πόλιν σπουδῇ καὶ ἐπὶ πάντας ἐρχόμενοι τοῖς τε ἐντυγχάνουσιν, ὁπότεαἰσθάνοιντο ὄντας Μεσσηνίους, παρεκελεύοντο ἄνδρας ἀγαθοὺς εἶναι καὶ ἐκ τῶνοἰκιῶν ἀνεκάλουν τοὺς ἔτι ὑπολειπομένους. [4] ἐν μὲν δὴ νυκτὶ οὐδὲν ἄξιον ἐπράχθηλόγου παρ᾽ οὐδετέρων: τοῖς μὲν γὰρ ἡ ἀπειρία τῶν τόπων καὶ ἡ τόλμα τοῦἈριστομένους παρεῖχε μελλησμόν, τοῖς δὲ Μεσσηνίοις οὔτε παρὰ τῶν στρατηγῶνσύνθημα ἐγεγόνει φθάνοντας εἰληφέναι τάς τε δᾷδας, ἢ εἴ τινα λαμπτῆρα ἀλλοῖονἅψαιτό τις, ὕων ἂν ἐσβέννυεν ὁ θεός. [5] ἐπειδὴ δὲ ἡμέρα τε ἦν καὶ ἀλλήλους καθορᾶνἐδύναντο, ἐνταῦθα Ἀριστομένης καὶ Θέοκλος ἐπειρῶντο ἐς πᾶσαν ἀπόνοιανπροάγειν τοὺς Μεσσηνίους, ἄλλα τε ὁπόσα εἰκὸς ἦν διδάσκοντες καὶ Σμυρναίων τὰτολμήματα ἀναμιμνήσκοντες, ὡς Ἰώνων μοῖρα ὄντες Γύγην τὸν Δασκύλου καὶ Λυδοὺςἔχοντας σφῶν τὴν πόλιν ὑπὸ ἀρετῆς καὶ προθυμίας ἐκβάλοιεν. [6] οἱ Μεσσήνιοι δὲἀκούοντες ἀπονοίας τε ἐνεπίμπλαντο καὶ συνιστάμενοι καθ᾽ ὁπόσους ἕκαστοιτύχοιεν ἐφέροντο ἐς τοὺς Λακεδαιμονίους: ὥρμησαν δὲ καὶ γυναῖκες τῷ κεράμῳ καὶὅτῳ δύναιτο ἑκάστη τοὺς πολεμίους βάλλειν. τοῦτο μὲν δὴ μὴ δρᾶσαι σφᾶς μηδὲἐπιβῆναι τῶν τεγῶν τοῦ ὄμβρου τὸ βίαιον ἐπεκώλυε: λαβεῖν δὲ ὅπλα ἐτόλμησαν καὶτοῖς ἀνδράσιν ἐπὶ πλέον αὗται τὴν τόλμαν ἐξῆψαν, ὁπότε καὶ τὰς γυναῖκας ἑώρων προτιμώσας συναπολέσθαι τῇ πατρίδι ἢ ἀχθῆναι δούλας ἐς Λακεδαίμονα, ὥστε κἂνπαρελθεῖν ἐδυνήθησαν τὸ πεπρωμένον: [7] ἀλλὰ ὁ θεὸς τὸ ὕδωρ ἐπήγαγεν ἀθρόονμᾶλλον μετὰ ἰσχυροῦ τῶν βροντῶν τοῦ ψόφου καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐναντίαιςταῖς ἀστραπαῖς ἐξέπλησσε. τοῖς δὲ Λακεδαιμονίοις ταῦτα πάντα παρίστη φρόνημα,καὶ αὐτὸν ἀμύνειν σφίσιν ἔφασαν τὸν θεόν: καὶ—ἤστραπτε γὰρ τούτοις κατὰ δεξιὰ—ἀπέφαινεν Ἕκας ὁ μάντις ὡς αἴσιον εἴη τὸ σημεῖον. [8] οὗτος δὲ καὶ στρατήγημαἐξεῦρε τοιόνδε. ἀριθμῷ καὶ πολὺ οἱ Λακεδαιμόνιοι περιῆσαν: ἅτε δὲ οὐκ ἐν εὐρυχωρίᾳσφίσιν οὐδὲ κατὰ σύνταγμα ἐγγινομένης τῆς μάχης, ἄλλων δὲ ἐν ἄλλῳ τῆς πόλεωςποιουμένων τὸν ἀγῶνα, ἀχρείους ἀπὸ ἑκάστης τάξεως συνέβαινεν εἶναι τοὺςτελευταίους. τούτους ἐκέλευεν ἀποχωρήσαντας ἐς τὸ στρατόπεδον σιτίωνμεταλαβεῖν καὶ ὕπνου καὶ αὖθις πρὸ ἑσπέρας ἥκειν τοῖς ὑπομενοῦσιν αὐτῶνδιαδεξομένους τὸν πόνον. [9] καὶ οἳ μὲν ἀναπαυόμενοί τε καὶ ἀνὰ μέρος μαχόμενοιμᾶλλον ἀντήρκουν, τοῖς δὲ Μεσσηνίοις πανταχόθεν παρίστατο ἀπορία: μεθ᾽ ἡμέρανγὰρ ἀεὶ καὶ νύκτα συνεχῶς οἱ αὐτοὶ τρίτην ἠμύνοντο. ἤδη τε ἡμέρα ἦν καὶ ἥ τε ἀυπνίακαὶ ἐκ τοῦ οὐρανοῦ τὸ ὕδωρ τε καὶ ῥῖγος ἐπίεζε σφᾶς, ὅ τε λιμὸς καὶ ἡ δίψα ἐπέκειτο:μάλιστα δὲ αἱ γυναῖκες ἀηθείᾳ τε πολέμου καὶ τῇ συνεχείᾳ τῆς ταλαιπωρίαςἀπειρήκεσαν. [10] παραστὰς οὖν ὁ μάντις Θέοκλος πρὸς Ἀριστομένην εἶπε: ‘τί μάτηντόνδε ἔχεις τὸν πόνον; ἁλῶναι Μεσσήνην πάντως ἐστὶ πεπρωμένον, συμφορὰν δὲτὴν ἐν ὀφθαλμοῖς πάλαι τε ἡμῖν προεσήμαινεν ἡ Πυθία καὶ ἔναγχος ὁ ἐρινεὸς ἔδειξεν. ἐμοὶμὲν οὖν ὁ θεὸς αὐτῷ κοινὴν πρὸς τὴν πατρίδα ἐπάγει τὴν τελευτήν: σὺ δὲ σώζειν μὲνὡς δυνάμεως ἥκεις Μεσσηνίους, σώζειν δὲ καὶ σαυτόν.’ ἐπεὶ δὲ εἶπε πρὸς τοῦτον, ἐπὶτοὺς πολεμίους ἔθει: καί οἱ καὶ ἐς τοὺς Λακεδαιμονίους ἔπεισιν ἐκβοῆσαι τοσόνδε: ‘ἀλλ᾽ οὔ τοι τὸν πάντα γε χρόνον χαίροντες καρπώσεσθε τὰ Μεσσηνίων.’ [11] μετὰτοῦτο τοῖς καθ᾽ αὑτὸν ἀνθεστηκόσιν ἐμπεσὼν ἐκείνους τε ἔκτεινε καὶ αὐτὸςἐτιτρώσκετο, προεμπλήσας δὲ τὸν θυμὸν τῷ φόνῳ τῶν ἐχθρῶν ἀφίησι τὴν ψυχήν.Ἀριστομένης δὲ ἀπὸ τῆς μάχης ὀπίσω τοὺς Μεσσηνίους ἀνεκάλει, πλὴν ὅσοι κατὰἀνδραγαθίαν αὐτῶν προεμάχοντο: τούτους δὲ εἴα κατὰ χώραν μένειν: τοῖς δὲ λοιποῖςπροσέταξε τὰς γυναῖκας καὶ τὰ τέκνα ἐντὸς τῆς τάξεως ἔχοντας ἐπακολουθεῖν, ᾗπερἂν αὐτὸς παρέχηται διέξοδον. [12] καὶ τούτων μὲν τοῖς τελευταίοις Γόργον καὶΜάντικλον ἐπέστησεν ἄρχοντας: αὐτὸς δὲ ἀναδραμὼν ἐς τοὺς προτεταγμένους τῆςτε κεφαλῆς τῷ νεύματι καὶ τοῦ δόρατος τῇ κινήσει δῆλος ἦν διέξοδόν τε αἰτούμενοςκαὶ ἀποχωρεῖν ἤδη βεβουλευμένος. τῷ τε οὖν Ἐμπεράμῳ καὶ Σπαρτιατῶν τοῖςπαροῦσι διεῖναι τοὺς Μεσσηνίους ἤρεσκε μηδὲ λυσσῶντας ἀνθρώπους καὶ ἐς τὸἔσχατον ἀπονοίας ἥκοντας ἐξαγριᾶναι πέρα: καὶ ἅμα οὕτω σφᾶς ποιεῖν Ἕκας ὁμάντις ἐκέλευεν. 22. οἱ δὲ Ἀρκάδες παραυτίκα τε τὴν κατάληψιν ἐπυνθάνοντο τῆς Εἴρας καὶ αὐτίκα τὸνἈριστοκράτην ἐκέλευον σφᾶς ἄγειν ὡς ἢ σώσοντας Μεσσηνίους ἢ σὺν αὐτοῖς ἀπολουμένους. ὁ δὲἅτε ἐκ τῆς Λακεδαίμονος δεδεγμένος δῶρα, οὔτε ἄγειν ἤθελεν εἰδέναι τε ἔφασκενοὐδένα ἔτι Μεσσηνίων ὅτῳ καὶ ἀμυνοῦσιν ὄντα ὑπόλοιπον. [2] τότε δὲ ὡς σαφέστερονᾐσθάνοντο περιόντας καὶ ἐκλείπειν τὴν Εἶραν βεβιασμένους, αὐτοὶ μὲν περὶ τὸ ὄροςσφᾶς τὸ Λύκαιον ἔμελλον ὑποδέξεσθαι, προετοιμασάμενοι καὶ ἐσθῆτα καὶ σιτία,ἄνδρας δὲ τῶν ἐν τέλει πέμπουσι παραμυθεῖσθαί τε τοὺς Μεσσηνίους καὶ ἡγεμόναςἅμα τῆς πορείας γενέσθαι. καὶ τοὺς μέν, ὡς ἐς τὸ Λύκαιον ἀνεσώθησαν, ἐξένιζον καὶτὰ ἄλλα εὐνοϊκῶς περιεῖπον οἱ Ἀρκάδες, κατανέμειν τε ἐς τὰς πόλεις ἤθελον καὶἀναδάσασθαι δι᾽ ἐκείνους τὴν γῆν: [3] Ἀριστομένει δὲ ὅ τε οἶκτος διαρπαζομένης τῆςΕἴρας καὶ τὸ μῖσος τὸ ἐς τοὺς Λακεδαιμονίους βούλευμα παρίστησι τοιόνδε.πεντακοσίους τῶν Μεσσηνίων, οὓς μάλιστα ἠπίστατο αὑτῶν ἀφειδῶς ἔχοντας,ἀποκρίνας ἀπὸ τοῦ πλήθους, ἤρετο σφᾶς ἐν ἐπηκόῳ τῶν τε ἄλλων Ἀρκάδων καὶἈριστοκράτους, ἅτε ὄντα προδότην οὐκ εἰδώς—ἀνανδρίᾳ γὰρ καὶ ὑπὸ δειλίας φυγεῖντότε ἤδη Ἀριστοκράτην τῆς μάχης καὶ οὐ διὰ κακίαν οὐδεμίαν ἐδόξαζεν αὐτόν, ὥστεἐναντίον καὶ τούτου τοὺς πεντακοσίους ἤρετο—, εἰ τιμωροῦντες τῇ πατρίδιἀποθνήσκειν σὺν αὑτῷ ἐθελήσουσι. [4] φαμένων δὲ ἐθέλειν ἀπεγύμνου τὸ πᾶν, ὡςπάντως τῆς ἐπιούσης ἑσπέρας ἐπὶ τὴν Σπάρτην ἄγειν μέλλοι: Λακεδαιμονίων γὰρτότε δὴ μάλιστα ἐς τὴν Εἶραν ἀπῆσαν οἱ πολλοί, καὶ ἄλλοι τε ἐπεφοίτων φέροντεςκαὶ ἄγοντες τὰ Μεσσηνίων. ‘καὶ ἢν μὲν ἑλεῖν τὴν Σπάρτην καὶ κατασχεῖν δυνηθῶμεν’,ἔφασκεν ὁ Ἀριστομένης, ‘ἔστιν ἡμῖν ἀποδόντας Λακεδαιμονίοις τὰ ἐκείνωνκομίσασθαι τὰ οἰκεῖα: ἁμαρτάνοντες δὲ ὁμοῦ ἀποθανούμεθά γε μνήμης καὶ τοῖςἔπειτα ἄξια ἐργασάμενοι.’ [5] ταῦτα εἰπόντος τῶν Ἀρκάδων ὅσον τριακόσιοι μετέχεινκαὶ αὐτοὶ τοῦ τολμήματος ἤθελον. καὶ τότε μὲν ἐπεῖχον τῆς ἐξόδου, τὰ γὰρ ἱερὰἐγίνετο αὐτοῖς οὐ κατὰ γνώμην, τῇ δὲ ἐπιούσῃ τό τε ἀπόρρητον ἔγνωσαν σφῶν τοὺςΛακεδαιμονίους προπεπυσμένους καὶ αὐτοὶ δεύτερον ὑπὸ Ἀριστοκράτουςπροδεδομένοι: τὰ γὰρ τοῦ Ἀριστομένους βουλεύματα αὐτίκα ὁ Ἀριστοκράτηςἐγγράψας βιβλίῳ, καὶ τὸ βιβλίον ἐπιθεὶς τῶν οἰκετῶν ὃν ἠπίστατο ὄντα εὐνούστατον,παρὰ Ἀνάξανδρον ἀπέστελλεν ἐς Σπάρτην. [6] ἐπανιόντα δὲ τὸν οἰκέτην λοχῶσινἄνδρες τῶν Ἀρκάδων διάφοροι καὶ πρότερον τῷ Ἀριστοκράτει, σχόντες δέ τι καὶὕποπτον τότε ἐς αὐτόν. λοχήσαντες δὲ τὸν οἰκέτην ἐπανάγουσιν ἐς τοὺς Ἀρκάδας καὶἐπεδείκνυον ἐς τὸν δῆμον τὰ ἀντεπεσταλμένα ἐκ Λακεδαίμονος: ἐπέστελλε δὲ ὁἈνάξανδρος, φυγήν τε αὐτῷ τὴν πρότερον ἀπὸ τῆς Μεγάλης τάφρου φάμενος οὐκἀνόνητον ἐκ Λακεδαιμονίων γενέσθαι, προσέσεσθαι δέ οἱ χάριν καὶ τῶν ἐν τῷπαρόντι μηνυμάτων. [7] ὡς δὲ ἀπηγγέλθη ταῦτα ἐς ἅπαντας, αὐτοί τε τὸνἈριστοκράτην ἔβαλλον οἱ Ἀρκάδες καὶ τοῖς Μεσσηνίοις διεκελεύοντο: οἱ δὲ ἐς τὸνἈριστομένην ἀπέβλεπον. καὶ ὁ μὲν ἐς τὴν γῆν ἀφορῶν ἔκλαιεν: τὸν δὲ Ἀριστοκράτην οἱ Ἀρκάδες καταλιθώσαντες τὸν μὲν τῶν ὅρωνἐκτὸς ἐκβάλλουσιν ἄταφον, στήλην δὲ ἀνέθεσαν ἐς τὸ τέμενος τοῦ Λυκαίουλέγουσαν πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι, “εὗρε δὲ Μεσσήνης σὺν Διὶ τὸν προδότην ῥηιδίως. χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρ᾽ ἐπίορκον. χαῖρε Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν. ” 23. τῶν δὲ Μεσσηνίων ὁπόσοι περὶ τὴν Εἶραν ἢ καὶ ἑτέρωθί που τῆς Μεσσηνίαςἐγκατελήφθησαν, τούτους μὲν οἱ Λακεδαιμόνιοι προσένειμαν ἐς τὸ εἱλωτικόν: Πύλιοιδὲ καὶ Μοθωναῖοι καὶ ὅσοι τὰ παραθαλάσσια ᾤκουν, καὶ ναυσὶν ὑπὸ τὴν ἅλωσιν τῆςΕἴρας ἀπαίρουσιν ἐς Κυλλήνην τὸ ἐπίνειον τὸ Ἠλείων. ἐκεῖθεν δὲ παρὰ τοὺς ἐνἈρκαδίᾳ Μεσσηνίους ἀπέστελλον, ἐθέλοντες κοινῷ στόλῳ χώραν ἔνθα οἰκήσουσινἀναζητεῖν, καὶ Ἀριστομένην ἐκέλευον ἡγεῖσθαί σφισιν ἐς ἀποικίαν. [2] ὁ δὲ αὐτὸς μὲνἕως ἂν περιῇ, πολεμήσειν Λακεδαιμονίοις ἔφασκεν, ἐπίστασθαι δὲ ἀκριβῶς ὡς ἀεί τιἀναφύσεται τῇ Σπάρτῃ δι᾽ αὐτοῦ κακόν: ἐκείνοις δὲ Γόργον καὶ Μάντικλον ἔδωκενἡγεμόνας. ὁ δὲ Εὐεργετίδας ἐς μὲν τὸ Λύκαιον σὺν τοῖς ἄλλοις Μεσσηνίοις καὶ αὐτὸςἀπεχώρησεν: ἐκεῖθεν δέ, ὡς ἑώρα τὸ βούλευμα διαπεπτωκὸς τῷ Ἀριστομένει τὸ ἐςτὴν κατάληψιν τῆς Σπάρτης, ἀναπείσας τῶν Μεσσηνίων ὡς πεντήκοντα ἐπάνεισινἐπὶ τοὺς Λακεδαιμονίους ἐς τὴν Εἶραν, καὶ ἐντυχὼν διαρπάζουσιν ἔτι τὰ ἐπινίκια [3]πένθος σφίσιν ἐποίησε. καὶ τὸν μὲν ἐνταῦθα ἐπιλαμβάνει τὸ χρεών, Ἀριστομένης δὲ ὡς τοὺς ἡγεμόνας τοῖς Μεσσηνίοις ἐπέταξενἰέναι ἐς Κυλλήνην, ὅστις ἐθέλοι μετέχειν τῆς ἀποικίας. καὶ μετέσχον ἅπαντες, πλὴνεἰ γῆράς τινα ἀπεῖργεν ἢ μηδὲ εὐπορῶν ἔτυχεν ἐς τὴν ἀποδημίαν: οὗτοι δὲ αὐτοῦκατέμειναν παρὰ τοῖς Ἀρκάσιν. [4] ἑάλω δὲ ἡ Εἶρα καὶ ὁ πόλεμος ὁ δεύτερος Λακεδαιμονίων καὶ Μεσσηνίων τέλος ἔσχενἈθηναίοις ἄρχοντος Αὐτοσθένους, ἔτει πρώτῳ τῆς ὀγδόης τε καὶ εἰκοστῆςὈλυμπιάδος, ἣν ἐνίκα Χίονις Λάκων. [5] ὡς δὲ ἐς τὴν Κυλλήνην οἱ Μεσσήνιοι συνελέχθησαν, τὸν μὲν παρόντα χειμῶναἔδοξεν αὐτοῦ χειμάζειν, καὶ τὴν ἀγοράν σφισι καὶ χρήματα οἱ Ἠλεῖοι παρεῖχον: ἅμαδὲ τῷ ἦρι ἐβουλεύοντο ποῖ χρὴ σταλῆναι. γνῶμαι δὲ ἦσαν Γόργου μὲν Ζάκυνθον τὴνὑπὲρ Κεφαλληνίας καταλαβόντας καὶ νησιώτας ἀντὶ ἠπειρωτῶν γενομένους ναυσὶνἐς τὰ παραθαλάσσια τῆς Λακωνικῆς ἐπιπλέοντας κακοῦν τὴν γῆν: Μάντικλος δὲἐκέλευε Μεσσήνης μὲν καὶ τοῦ Λακεδαιμονίων ἔχθους λαβεῖν λήθην, πλεύσαντας δὲἐς Σαρδὼ κτήσασθαι μεγίστην τε νῆσον καὶ εὐδαιμονίᾳ πρώτην. [6] ἐν τοσούτῳ δὲἈναξίλας παρὰ τοὺς Μεσσηνίους ἀπέστελλεν ἐς Ἰταλίαν καλῶν. ὁ δὲ Ἀναξίλαςἐτυράννει μὲν Ῥηγίου, τέταρτος δὲ ἀπόγονος ἦν Ἀλκιδαμίδου: μετῴκησε δὲἈλκιδαμίδας ἐκ Μεσσήνης ἐς Ῥήγιον μετὰ τὴν Ἀριστοδήμου τοῦ βασιλέως τελευτὴνκαὶ Ἰθώμης τὴν ἅλωσιν. οὗτος οὖν ὁ Ἀναξίλας τοὺς Μεσσηνίους μετεπέμπετο:ἐλθοῦσί τε ἔλεγεν ὡς Ζαγκλαῖοι διάφοροι μέν εἰσιν αὐτῷ, χώραν δὲ εὐδαίμονα καὶπόλιν ἐν καλῷ τῆς Σικελίας ἔχουσιν, ἃ δὴ σφίσιν ἐθέλειν ἔφη συγκατεργασάμενοςδοῦναι. προσεμένων δὲ τὸν λόγον, οὕτως Ἀναξίλας διεβίβασεν ἐς Σικελίαν αὐτούς.[7] Ζάγκλην δὲ τὸ μὲν ἐξ ἀρχῆς κατέλαβον λῃσταί, καὶ ἐν ἐρήμῳ τῇ γῇ τειχίσαντες ὅσονπερὶ τὸν λιμένα ὁρμητηρίῳ πρὸς τὰς καταδρομὰς καὶ ἐς τοὺς ἐπίπλους ἐχρῶντο:ἡγεμόνες δὲ ἦσαν αὐτῶν Κραταιμένης Σάμιος καὶ Περιήρης ἐκ Χαλκίδος. Περιήρει δὲὕστερον καὶ Κραταιμένει καὶ ἄλλους ἐπαγαγέσθαι τῶν Ἑλλήνων ἔδοξεν οἰκήτορας.[8] τότε δὲ τοὺς Ζαγκλαίους ὅ τε Ἀναξίλας ναυσὶν ἀνταναγομένους ἐνίκησε καὶ οἱΜεσσήνιοι μάχῃ πεζῇ: Ζαγκλαῖοι δὲ κατὰ γῆν τε ὑπὸ Μεσσηνίων καὶ ναυσὶν ἅμα ἐκθαλάσσης ὑπὸ Ῥηγίνων πολιορκούμενοι, καὶ ἁλισκομένου σφίσιν ἤδη τοῦ τείχους,ἐπί τε βωμοὺς θεῶν καὶ πρὸς τὰ ἱερὰ καταφεύγουσιν. Ἀναξίλας μὲν οὖν τοῖςΜεσσηνίοις παρεκελεύετο τούς τε ἱκετεύοντας Ζαγκλαίων ἀποκτείνειν καὶ τοὺςλοιποὺς γυναιξὶν ὁμοῦ καὶ παισὶν ἀνδραποδίσασθαι: [9] Γόργος δὲ καὶ Μάντικλοςπαρῃτοῦντο Ἀναξίλαν μὴ σφᾶς, ὑπὸ συγγενῶν ἀνδρῶν πεπονθότας ἀνόσια, ὅμοιααὐτοὺς ἐς ἀνθρώπους Ἕλληνας ἀναγκάσαι δρᾶσαι. μετὰ δὲ τοῦτο ἤδη τοὺςΖαγκλαίους ἀνίστασαν ἀπὸ τῶν βωμῶν καὶ ὅρκους δόντες καὶ αὐτοὶ παρ᾽ ἐκείνωνλαβόντες ᾤκησαν ἀμφότεροι κοινῇ: ὄνομα δὲ τῇ πόλει μετέθεσαν Μεσσήνην ἀντὶΖάγκλης καλεῖσθαι. [10] ταῦτα δὲ ἐπὶ τῆς Ὀλυμπιάδος ἐπράχθη τῆς ἐνάτης καὶεἰκοστῆς, ἣν Χίονις Λάκων τὸ δεύτερον ἐνίκα, Μιλτιάδου παρ᾽ Ἀθηναίοις ἄρχοντος.Μάντικλος δὲ καὶ τὸ ἱερὸν Μεσσηνίοις τοῦ Ἡρακλέους ἐποίησε, καὶ ἔστιν ἐκτὸςτείχους ὁ θεὸς ἱδρυμένος, Ἡρακλῆς καλούμενος Μάντικλος, καθάπερ γε καὶ Ἄμμωνἐν Λιβύῃ καὶ ὁ ἐν Βαβυλῶνι Βῆλος ὁ μὲν ἀπὸ ἀνδρὸς Αἰγυπτίου Βήλου τοῦ Λιβύηςὄνομα ἔσχεν, Ἄμμων δὲ ἀπὸ τοῦ ἱδρυσαμένου ποιμένος. Μεσσηνίοις μὲν οὖν τοῖς φεύγουσιν ἐγεγόνει πέρας τῆς ἄλης: 24. Ἀριστομένης δὲ ὡςτὴν ἡγεμονίαν ἀπείπατο τῶν ἐς τὴν ἀποικίαν στελλομένων, τὰς θυγατέρας τὴνπρεσβυτάτην καὶ τὴν ἐπὶ ταύτῃ καὶ Ἁγναγόραν τὴν ἀδελφὴν τὴν μὲν Θάρυκι ἐςΦιγαλίαν, Δαμοθοΐδᾳ δὲ Λεπρεάτῃ καὶ Ἡραιεῖ Θεοπόμπῳ τὰς θυγατέρας συνῴκισεν:αὐτὸς δὲ ἀφικόμενος ἐς Δελφοὺς ἐχρῆτο τῷ θεῷ. καὶ τὸ μὲν τῷ Ἀριστομένειγενόμενον μάντευμα οὐ λέγεται: [2] Δαμαγήτῳ δὲ Ῥοδίῳ βασιλεύοντι ἐν Ἰαλυσῷ,τότε δὲ ἥκοντι παρὰ τὸν Ἀπόλλωνα καὶ ἐρωτῶντι ὁπόθεν ἀγαγέσθαι χρὴ γυναῖκα,ἔχρησεν ἡ Πυθία θυγατέρα ἀνδρὸς τῶν Ἑλλήνων τοῦ ἀρίστου λαβεῖν. ὁ δὲ—ἦν γὰρκαὶ τρίτη τῷ Ἀριστομένει θυγάτηρ— γαμεῖ ταύτην, Ἑλλήνων τῶν τότε ἐκεῖνον μακρῷδή τινι ἄριστον νομίζων. Ἀριστομένης δὲ ἐς μὲν τὴν Ῥόδον ἀφίκετο σὺν τῇ θυγατρί,ἐκεῖθεν δὲ ἔς τε Σάρδεις ἐνενόει παρὰ Ἄρδυν τὸν Γύγου καὶ ἐς Ἐκβάτανα τὰ Μηδικὰἀναβῆναι παρὰ τὸν βασιλέα Φραόρτην: [3] ἀλλὰ γὰρ πρότερον τούτων συνέπεσενἀποθανεῖν αὐτῷ νοσήσαντι, οὐ γὰρ ἔδει συμφορὰν οὐδεμίαν Λακεδαιμονίοις ἔτι ἐξἈριστομένους γενέσθαι. τελευτήσαντι δὲ αὐτῷ Δαμάγητος καὶ οἱ Ῥόδιοι μνῆμά τεἐπιφανὲς ἐποίησαν καὶ ἔνεμον ἀπὸ ἐκείνου τιμάς. τὰ μὲν δὴ λεγόμενα ἐς τοὺςΔιαγορίδας καλουμένους ἐν Ῥόδῳ, γεγονότας δὲ ἀπὸ Διαγόρου τοῦ Δαμαγήτου τοῦΔωριέως τοῦ Δαμαγήτου τε καὶ τῆς Ἀριστομένους θυγατρός, παρῆκα, μὴ οὐ κατὰκαιρὸν δοκοίην γράφειν: [4] Λακεδαιμόνιοι δὲ τότε, ὡς ἐπεκράτησαν τῆς Μεσσηνίας,τὴν μὲν ἄλλην πλὴν τῆς Ἀσιναίων αὐτοὶ διελάγχανον, Μοθώνην δὲ Ναυπλιεῦσινἐδίδοσαν ἐκπεπτωκόσιν ἐκ Ναυπλίας ἔναγχος ὑπὸ Ἀργείων. [5] Μεσσηνίων δὲ τοὺς ἐγκαταληφθέντας ἐν τῇ γῇ, συντελοῦντας κατὰ ἀνάγκην ἐς τοὺςεἵλωτας, ἐπέλαβεν ἀπὸ Λακεδαιμονίων ὕστερον ἀποστῆναι κατὰ τὴν ἐνάτηνὈλυμπιάδα καὶ ἑβδομηκοστήν, ἣν Κορίνθιος ἐνίκα Ξενοφῶν, Ἀρχιμήδους Ἀθήνῃσινἄρχοντος: ἀπέστησαν δὲ καιρὸν τοιόνδε εὑρόντες. Λακεδαιμονίων ἄνδρες ἀποθανεῖνἐπὶ ἐγκλήματι ὅτῳ δὴ καταγνωσθέντες ἱκέται καταφεύγουσιν ἐς Ταίναρον: ἐντεῦθενδὲ ἡ ἀρχὴ τῶν ἐφόρων ἀπὸ τοῦ βωμοῦ σφᾶς ἀποσπάσασα ἀπέκτεινε. [6] Σπαρτιάταιςδὲ ἐν οὐδενὶ λόγῳ θεμένοις τοὺς ἱκέτας ἀπήντησεν ἐκ Ποσειδῶνος μήνιμα, καί σφισινἐς ἔδαφος τὴν πόλιν πᾶσαν κατέβαλεν ὁ θεός. ἐπὶ δὲ τῇ συμφορᾷ ταύτῃ καὶ τῶνεἱλώτων ὅσοι Μεσσήνιοι τὸ ἀρχαῖον ἦσαν, ἐς τὸ ὄρος τὴν Ἰθώμην ἀπέστησαν.Λακεδαιμόνιοι δὲ ἄλλα τε μετεπέμποντο συμμαχικὰ ἐπ᾽ αὐτοὺς καὶ Κίμωνα τὸνΜιλτιάδου πρόξενόν σφισιν ὄντα καὶ Ἀθηναίων δύναμιν: ἀφικομένους δὲ τοὺςἈθηναίους ὑποπτεῦσαι δοκοῦσιν ὡς τάχα νεωτερίσοντας καὶ ὑπὸ τῆς ὑποψίαςἀποπέμψασθαι μετ᾽ οὐ πολὺ ἐξ Ἰθώμης. [7] Ἀθηναῖοι δὲ τὴν ἐς αὐτοὺς τῶνΛακεδαιμονίων ὑπόνοιαν συνέντες Ἀργείοις τε φίλοι δι᾽ αὐτὸ ἐγένοντο καὶΜεσσηνίων τοῖς ἐν Ἰθώμῃ πολιορκουμένοις ἐκπεσοῦσιν ὑποσπόνδοις ἔδοσανΝαύπακτον, ἀφελόμενοι Λοκροὺς τοὺς πρὸς Αἰτωλίᾳ καλουμένους Ὀζόλας. τοῖς δὲΜεσσηνίοις παρέσχεν ἀπελθεῖν ἐξ Ἰθώμης τοῦ τε χωρίου τὸ ἐχυρὸν καὶ ἅμαΛακεδαιμονίοις προεῖπεν ἡ Πυθία ἦ μὴν εἶναί σφισι δίκην ἁμαρτοῦσιν ἐς τοῦ Διὸς τοῦἸθωμάτα τὸν ἱκέτην. ὑπόσπονδοι μὲν ἐκ Πελοποννήσου τούτων ἕνεκα ἀφείθησαν: 25. ἐπεὶ δὲ ἔσχον τὴνΝαύπακτον, οὐκ ἀπέχρη πόλιν τε αὐτοῖς καὶ χώραν εἰληφέναι παρὰ Ἀθηναίων, ἀλλὰσφᾶς πόθος εἶχεν ἰσχυρὸς χερσὶ ταῖς αὑτῶν φανῆναι λόγου τι κεκτημένους ἄξιον. καὶἠπίσταντο γὰρ Οἰνιάδας Ἀκαρνάνων γῆν τε ἔχοντας ἀγαθὴν καὶ Ἀθηναίοιςδιαφόρους τὸν πάντα ὄντας χρόνον, στρατεύουσιν ἐπ᾽ αὐτούς. ὄντες δὲ ἀριθμῷ μὲνοὐ πλείους, ἀρετῇ δὲ καὶ πολὺ ἀμείνονες ὄντες τῇ σφετέρᾳ νικῶσι, καὶ ἐπολιόρκουνκατακεκλειμένους ἐς τὸ τεῖχος. [2] τὸ δὲ ἐντεῦθεν, οὐ γάρ τι τῶν τοῖς ἀνθρώποιςεὑρημένων ἐς πολιορκίαν οἱ Μεσσήνιοι παρίεσαν, ἀλλὰ καὶ κλίμακας προστιθέντεςἐπειρῶντο ὑπερβαίνειν ἐς τὴν πόλιν καὶ ὑπώρυσσον κάτωθεν τὸ τεῖχος, μηχανήματάτε, ὁποῖα ἐνῆν δι᾽ ὀλίγου παρασκευάσασθαι, προσαγαγόντες ἀεί τι ἤρειπον:δείσαντες δὲ οἱ ἔνδον μὴ ἁλούσης τῆς πόλεως αὐτοί τε ἀπόλωνται καὶ αἱ γυναῖκέςσφισι καὶ οἱ παῖδες ἐξανδραποδισθῶσιν, εἵλοντο ἀπελθεῖν ὑπόσπονδοι. [3] καὶ ἐνιαυτὸν μὲν μάλιστα οἱ Μεσσήνιοι κατέσχον τὴν πόλιν καὶ ἐνέμοντο τὴν χώραν:τῷ δὲ ἔτει τῷ ὑστέρῳ δύναμιν οἱ Ἀκαρνᾶνες ἀπὸ πασῶν συλλέξαντες τῶν πόλεωνἐβουλεύοντο ἐπὶ τὴν Ναύπακτον στρατεύειν. καὶ τοῦτο μὲν ἀπέδοξεν αὐτοῖς τήν τεπορείαν ὁρῶσιν, ὅτι ἔσεσθαι δι᾽ Αἰτωλῶν ἔμελλε πολεμίων ἀεί ποτε ὄντων, καὶ ἅματοὺς Ναυπακτίους κεκτῆσθαί τι ναυτικὸν ὑπώπτευον, ὥσπερ γε καὶ εἶχον,ἐπικρατούντων δὲ ἐκείνων τῆς θαλάσσης οὐδὲν εἶναι κατεργάσασθαι μέγα οὐδὲστρατῷ πεζῷ: [4] μετεβουλεύετό τε δή σφισι καὶ αὐτίκα ἐπὶ Μεσσηνίους τρέπονταιτοὺς ἐν Οἰνιάδαις. καὶ οἱ μὲν ὡς πολιορκήσοντες παρεσκευάζοντο: οὐ γάρ ποτεὑπελάμβανον ἄνδρας οὕτως ὀλίγους ἐς τοσοῦτον ἀπονοίας ἥξειν ὡς μαχέσασθαιπρὸς τὴν Ἀκαρνάνων ἁπάντων στρατιάν. οἱ δὲ Μεσσήνιοι προητοιμασμένοι μὲν καὶσῖτον καὶ τὰ ἄλλα ἦσαν ὁπόσα εἰκὸς ἦν, πολιορκίας πειράσεσθαι μακροτέραςἐλπίζοντες: [5] παρίστατο δέ σφισι πρὸ τῆς μελλούσης πολιορκίας ἀγῶνα ἐκ τοῦφανεροῦ ποιήσασθαι, μηδὲ ὄντας Μεσσηνίους, οἳ μηδὲ Λακεδαιμονίων ἀνδρίᾳ, τύχῃδὲ ἠλαττώθησαν, καταπεπλῆχθαι τὸν ἥκοντα ὄχλον ἐξ Ἀκαρνανίας: τό τε Ἀθηναίωνἐν Μαραθῶνι ἔργον ἀνεμιμνήσκοντο, ὡς μυριάδες τριάκοντα ἐφθάρησαν τῶν Μήδωνὑπὸ ἀνδρῶν οὐδὲ ἐς μυρίους ἀριθμόν. [6] καθίσταντό τε δὴ τοῖς Ἀκαρνᾶσιν ἐς ἀγῶνακαὶ ὁ τρόπος λέγεται τῆς μάχης γενέσθαι τοιόσδε. οἳ μέν, ἅτε πλήθει προέχοντεςπολύ, οὐ χαλεπῶς περιέβαλον τοὺς Μεσσηνίους, πλὴν ὅσον αἱ πύλαι τε ἀπεῖργονκατὰ νώτου τοῖς Μεσσηνίοις γινόμεναι καὶ οἱ ἀπὸ τοῦ τείχους τοῖς σφετέροιςπροθύμως ἀμύνοντες: ταύτῃ μὲν δὴ μὴ περισχεθῆναι σφᾶς ἐκώλυε, τὰ δὲ πλευρὰἀμφότερα ἐκυκλώσαντο αὐτῶν οἱ Ἀκαρνᾶνες καὶ ἐσηκόντιζον πανταχόθεν. [7] οἱ δὲΜεσσήνιοι συνεστραμμένοι μετ᾽ ἀλλήλων, ὁπότε ἀθρόοι τοῖς Ἀκαρνᾶσιν ἐμπέσοιεν,ἐτάρασσον μὲν τοὺς κατὰ ταὐτὸ ἑστηκότας καὶ ἐφόνευόν τε αὐτῶν καὶ ἐτίτρωσκονπολλούς, τελέαν δὲ οὐκ ἐδύναντο ἐργάσασθαι φυγήν: ὅπου γὰρ τῆς τάξεωςαἴσθοιντό τι οἱ Ἀκαρνᾶνες τῆς αὑτῶν ὑπὸ τῶν Μεσσηνίων διασπώμενον, κατὰ τοῦτοἀμύνοντες τοῖς βιαζομένοις αὑτῶν ἀνεῖργον τοὺς Μεσσηνίους ἐπικρατοῦντες τῷπλήθει. [8] οἱ δὲ ὁπότε ἀνακοπεῖεν, κατ᾽ ἄλλο αὖθις πειρώμενοι διακόψαι τὴνἈκαρνάνων φάλαγγα τὸ αὐτὸ ἂν ἔπασχον: ὅτῳ μὲν προσβάλλοιεν, διέσειόν τε καὶτροπὴν ἐπὶ βραχὺ ἐποίουν, ἐπιρρεόντων δὲ αὖθις κατὰ τοῦτο σπουδῇ τῶν Ἀκαρνάνωνἀπετρέποντο ἄκοντες. γενομένου δὲ ἰσορρόπου τοῦ ἀγῶνος ἄχρι ἑσπέρας καὶἈκαρνᾶσιν ὑπὸ τὴν ἐπιοῦσαν νύκτα ἐπελθούσης δυνάμεως ἀπὸ τῶν πόλεων, οὕτωτοῖς Μεσσηνίοις περιειστήκει πολιορκία. [9] καὶ ἁλῶναι μὲν κατὰ κράτος τὸ τεῖχος ἢὑπερβάντων τῶν Ἀκαρνάνων ἢ καὶ ἀπολιπεῖν βιασθεῖσιν αὐτοῖς τὴν φρουρὰν δέος ἦνοὐδέν: τὰ δὲ ἐπιτήδειά σφισι πάντα ὁμοίως ὀγδόῳ μηνὶ ἐξανήλωτο. ἐς μὲν δὴ τοὺςἈκαρνᾶνας ἐχρῶντο ἀπὸ τοῦ τείχους χλευασίᾳ, μὴ σφᾶς τὰ σιτία προδοῦναί ποτε ἂνμηδὲ ἐς ἔτος δέκατον πολιορκουμένους: [10] αὐτοὶ δὲ περὶ ὕπνον πρῶτον ἐξελθόντεςἐκ τῶν Οἰνιαδῶν, καὶ γενομένης τοῦ δρασμοῦ σφῶν τοῖς Ἀκαρνᾶσιν αἰσθήσεως καὶ ἐςμάχην ἀναγκασθέντες ἀφικέσθαι, περὶ τριακοσίους μὲν ἀποβάλλουσι καὶ πλείοναςἔτι αὐτοὶ τῶν ἐναντίων κατεργάζονται, τὸ δὲ πολὺ αὐτῶν διεκπίπτουσι διὰ τῶνἈκαρνάνων καὶ ἐπιλαμβανόμενοι τῆς Αἰτωλῶν ἐχόντων σφίσιν ἐπιτηδείως ἐς τὴνΝαύπακτον ἀνασώζονται. 26. τὸ δὲ ἀπὸ τούτου τόν τε ἄλλον χρόνον ἐνέκειτό σφισι τὸ ἐς Λακεδαιμονίους μῖσος καὶτὴν ἔχθραν ἐς αὐτοὺς μάλιστα ἐπεδείξαντο ἐπὶ τοῦ γενομένου Πελοποννησίοις πρὸςἈθηναίους πολέμου: τήν τε γὰρ Ναύπακτον ὁρμητήριον ἐπὶ τῇ Πελοποννήσῳπαρείχοντο καὶ τοὺς ἐν τῇ Σφακτηρίᾳ Σπαρτιατῶν ἀποληφθέντας Μεσσηνίωνσφενδονῆται τῶν ἐκ Ναυπάκτου συνεξεῖλον. [2] ἐπεὶ δὲ τὸ πταῖσμα ἐγένετο τὸἈθηναίων ἐν Αἰγὸς ποταμοῖς, οὕτω καὶ ἐκ Ναυπάκτου τοὺς Μεσσηνίους ἐκβάλλουσινοἱ Λακεδαιμόνιοι ναυσὶν ἐπικρατοῦντες, οἳ ἐς Σικελίαν τε παρὰ τοὺς συγγενεῖς καὶ ἐςῬήγιον ἐστάλησαν, τὸ πλεῖστον δὲ αὐτῶν ἔς τε Λιβύην ἀφίκετο καὶ Λιβύης ἐςΕὐεσπερίτας: οἱ γὰρ Εὐεσπερῖται πολέμῳ κακωθέντες ὑπὸ βαρβάρων προσοίκωνπάντα τινὰ Ἕλληνα ἐπεκαλοῦντο σύνοικον. ἐς τούτους τῶν Μεσσηνίων τὸ πολὺἀπεχώρησεν: ἡγεμὼν δέ σφισιν ἦν Κόμων, ὃς καὶ περὶ τὴν Σφακτηρίαν ἐστρατήγησεναὐτοῖς. [3] ἐνιαυτῷ δὲ πρότερον ἢ κατορθῶσαι Θηβαίους τὰ ἐν Λεύκτροις, προεσήμαινεν ὁδαίμων Μεσσηνίοις τὴν ἐς Πελοπόννησον κάθοδον. τοῦτο μὲν γὰρ ἐν Μεσσήνῃ τῇπρὸς τῷ πορθμῷ τὸν ἱερέα τοῦ Ἡρακλέους λέγουσιν ὀνείρατος ἰδεῖν ὄψιν—τὸνἩρακλέα ἔδοξε κληθῆναι τὸν Μάντικλον ἐπὶ ξενίᾳ ἐς Ἰθώμην ὑπὸ τοῦ Διός—, τοῦτοδὲ ἐν Εὐεσπερίταις Κόμων συγγενέσθαι νεκρᾷ τῇ μητρὶ ἐδόκει, συγγενομένου δὲαὖθίς οἱ τὴν μητέρα ἀναβιῶναι. καὶ ὁ μὲν ἐπήλπιζεν Ἀθηναίων δυνηθέντων ναυτικῷκάθοδον ἔσεσθαί σφισιν ἐς Ναύπακτον: τὸ δὲ ἄρα ἐδήλου τὸ ὄνειρον ἀνασώσεσθαιΜεσσήνην. [4] ἐγένετό τε οὐ μετὰ πολὺ ἐν Λεύκτροις Λακεδαιμονίων τὸ ἀτύχημαὀφειλόμενον ἐκ παλαιοῦ: Ἀριστοδήμῳ γὰρ τῷ βασιλεύσαντι Μεσσηνίων ἐπὶ τελευτῇτοῦ χρησμοῦ τοῦ δοθέντος ἐστὶν“ἕρδ᾽ ὅππῃ τὸ χρεών: ἄτη δ᾽ ἄλλοισι πρὸ ἄλλων: ”ὡς ἐν μὲν τῷ παρόντι ἐκεῖνον δέον καὶ Μεσσηνίους κακῶς πρᾶξαι, χρόνῳ δὲὕστερον καὶ Λακεδαίμονα ἐπιληψομένης τῆς ἄτης. [5] τότε δὲ ἐν Λεύκτροις οἱ Θηβαῖοινενικηκότες ἀγγέλους ἐς Ἰταλίαν τε καὶ Σικελίαν καὶ παρὰ τοὺς Εὐεσπερίταςἀπέστελλον, ἔκ τε τῆς ἄλλης, εἴ πού τις Μεσσηνίων εἴη, πανταχόθεν ἀνεκάλουν ἐςΠελοπόννησον. οἱ δὲ θᾶσσον ἢ ὡς ἄν τις ἤλπισε συνελέχθησαν γῆς τε τῆς πατρίδοςπόθῳ καὶ διὰ τὸ ἐς Λακεδαιμονίους μῖσος παραμεῖναν ἀεί σφισιν. [6] Ἐπαμινώνδᾳ δὲοὔτε ἄλλως ἐφαίνετο ῥᾴδια ἀξιόμαχον πόλιν ἐποικίσαι Λακεδαιμονίοις οὔτε ὅπουχρὴ κτίσαι τῆς χώρας ἐξευρίσκει: τὴν γὰρ Ἀνδανίαν οἱ Μεσσήνιοι καὶ Οἰχαλίαν οὐκ ἔφασαν ἀνοικιεῖν, ὅτι αἱ συμφοραί σφισιν ἐγεγόνεσανἐνταῦθα οἰκοῦσιν. ἀποροῦντι οὖν αὐτῷ πρεσβύτην ἄνδρα, ἱεροφάντῃ μάλισταεἰκασμένον, νύκτωρ φασὶν ἐπιστάντα εἰπεῖν: ‘σοὶ μὲν δῶρά ἐστι παρ᾽ ἐμοῦ κρατεῖνὅτῳ ἂν μεθ᾽ ὅπλων ἐπέρχῃ: καὶ ἢν ἐξ ἀνθρώπων γένῃ, ἔγωγε ὦ Θηβαῖε ποιήσω μήποτε ἀνώνυμον μηδὲ ἄδοξόν σε γενέσθαι. σὺ δὲ Μεσσηνίοις γῆν τε πατρίδα καὶπόλεις ἀπόδος, ἐπειδὴ καὶ τὸ μήνιμα ἤδη σφίσι πέπαυται τὸ Διοσκούρων’. [7]Ἐπαμινώνδᾳ μὲν ταῦτα ἔλεγεν, Ἐπιτέλει δὲ τῷ Αἰσχίνου τάδε ἐμήνυε—στρατηγεῖν δὲαὐτὸν οἱ Ἀργεῖοι τὸν Ἐπιτέλην καὶ Μεσσήνην ἀνοικίζειν ᾕρηντο— τοῦτον οὖν τὸνἄνδρα ἐκέλευεν ὁ ὄνειρος, ἔνθα ἂν τῆς Ἰθώμης εὕρῃ πεφυκυῖαν σμίλακα καὶμυρσίνην, τὸ μέσον ὀρύξαντα αὐτῶν ἀνασῶσαι τὴν γραῦν: κάμνειν γὰρ ἐν τῷ χαλκῷκαθειργμένην θαλάμῳ καὶ ἤδη λιποψυχεῖν αὐτήν. ὁ δὲ Ἐπιτέλης, ὡς ἐπελάμβανενἡμέρα, παραγενόμενος ἐς τὸ εἰρημένον χωρίον ἐπέτυχεν ὀρύσσων ὑδρίᾳ χαλκῇ, καὶαὐτίκα παρὰ τὸν Ἐπαμινώνδαν [8] κομίσας τό τε ἐνύπνιον ἐξηγεῖτο καὶ αὐτὸν ἐκεῖνοντὸ πῶμα ἀφελόντα ἐκέλευεν ὅ τι ἐνείη σκοπεῖσθαι. ὁ δὲ θύσας καὶ εὐξάμενος τῷπεφηνότι ὀνείρατι ἤνοιγε τὴν ὑδρίαν, ἀνοίξας δὲ εὗρε κασσίτερον ἐληλασμένον ἐς τὸλεπτότατον: ἐπείλικτο δὲ ὥσπερ τὰ βιβλία. ἐνταῦθα τῶν Μεγάλων θεῶν ἐγέγραπτοἡ τελετή, καὶ τοῦτο ἦν παρακαταθήκη τοῦ Ἀριστομένους. τοῦτον τὸν ἐπελθόντα τῷἘπιτέλει καὶ Ἐπαμινώνδᾳ καθεύδουσι Καύκωνα εἶναι λέγουσιν, ὃς ἀφίκετο ἐξ Ἀθηνῶν ἐς Ἀνδανίαν παρὰ Μεσσήνην τὴνΤριόπα. 27. τὸ δὲ τῶν Τυνδάρεω παίδων μήνιμα ἐς τοὺς Μεσσηνίους ἤρξατο μὲν πρὸ τῆς ἐνΣτενυκλήρῳ μάχης, γενέσθαι δὲ αὐτὸ δι᾽ αἰτίαν τοιάνδε εἰκάζω. μειράκια ὡραῖα ἐξἈνδανίας, Πάνορμος καὶ Γώνιππος, τά τε ἄλλα οἰκείως εἶχον ἀλλήλοις καὶ κοινὰς ἐπὶτὰς μάχας ἐξόδους καὶ καταδρομὰς ἐποιοῦντο ἐς τὴν Λακωνικήν. [2] Λακεδαιμονίωνδὲ ἐπὶ στρατοπέδου Διοσκούροις ἑορτὴν ἀγόντων καὶ ἤδη πρὸς πότον καὶ παιδιὰςτετραμμένων μετὰ τὸ ἄριστον, ὁ Γώνιππος καὶ ὁ Πάνορμος χιτῶνας λευκοὺς καὶχλαμύδας πορφυρᾶς ἐνδύντες ἐπί τε ἵππων τῶν καλλίστων ὀχούμενοι καὶ ἐπὶ ταῖςκεφαλαῖς πίλους, ἐν δὲ ταῖς χερσὶ δόρατα ἔχοντες ἐπιφαίνονται Λακεδαιμονίοις. οἱ δὲὡς εἶδον, προσεκύνουν τε καὶ εὔχοντο, ἀφῖχθαι δοκοῦντές σφισιν αὐτοὺς ἐς τὴνθυσίαν τοὺς Διοσκούρους. [3] οἱ νεανίσκοι δὲ ὡς ἅπαξ ἀνεμίχθησαν, διεξήλαυνον διὰπάντων παίοντες τοῖς δόρασι, καὶ ἤδη κειμένων πολλῶν ἀποχωροῦσιν ἐς Ἀνδανίαν,καθυβρίσαντες τῶν Διοσκούρων τῇ θυσίᾳ. τοῦτο ἐμοὶ δοκεῖν προήγαγε τοὺςΔιοσκούρους ἐς τὸ ἔχθος τὸ Μεσσηνίων: τότε δέ, ὡς ἐδήλου τῷ Ἐπαμινώνδᾳ τὸὄνειρον, οὐκ ἦν ἔτι τοῖς Διοσκούροις ἀκούσιος τῶν Μεσσηνίων ἡ κάθοδος. [4] μάλισταδὲ τὸν Ἐπαμινώνδαν ἐς τὸν οἰκισμὸν οἱ Βάκιδος ἐνῆγον χρησμοί. Βάκιδι γὰρ μανέντιἐκ Νυμφῶν ἐς ἄλλους τέ ἐστιν Ἑλλήνων καὶ ἐς τὴν Μεσσηνίων κάθοδον προειρημένα“καὶ τότε δὴ Σπάρτης μὲν ἀπ᾽ ἀγλαὸν ἄνθος ὀλεῖται, Μεσσήνη δ᾽ αὖτις οἰκήσεται ἤματα πάντα. ”ἐγὼ δὲ καὶ περὶ τῆς Εἴρας, ὅντινα ἁλώσοιτο τρόπον, Βάκιν ἐφώρασα εἰρηκότα: καί οἱκαὶ τόδε ἐστὶ τῶν χρησμῶν,“οἵ τ᾽ ἀπὸ Μεσσήνης πατάγῳ κρουνοῖς τε δαμείσης. ” [5] ὡς δὲ ἡ τελετή σφισιν ἀνεύρητο, ταύτην μέν, ὅσοι τοῦ γένους τῶν ἱερέων ἦσαν,κατετίθεντο ἐς βίβλους: Ἐπαμινώνδας δέ, ὥς οἱ τὸ χωρίον, ἔνθα νῦν ἔχουσιν οἱΜεσσήνιοι τὴν πόλιν, μάλιστα ἐς οἰκισμὸν ἐφαίνετο ἐπιτήδειον, ἐκέλευενἀνασκοπεῖσθαι τοῖς μάντεσιν, εἴ οἱ βουλήσεται ταύτῃ καὶ τὰ τῶν θεῶν ἐπιχωρῆσαι.φαμένων δὲ καὶ τούτων εἶναι τὰ ἱερὰ αἴσια, οὕτω παρεσκευάζετο ἐς τὸν οἰκισμόν,λίθους τε ἄγεσθαι κελεύων καὶ ἄνδρας μεταπεμπόμενος, οἷς τέχνη στενωποὺςκατατέμνεσθαι καὶ οἰκίας καὶ ἱερὰ οἰκοδομεῖσθαι καὶ τείχη περιβάλλεσθαι. [6] ὡς δὲἐγεγόνει τὰ πάντα ἐν ἑτοίμῳ, τὸ ἐντεῦθεν—ἱερεῖα γὰρ παρεῖχον οἱ Ἀρκάδες—αὐτὸςμὲν Ἐπαμινώνδας καὶ οἱ Θηβαῖοι Διονύσῳ καὶ Ἀπόλλωνι ἔθυον Ἰσμηνίῳ τὸννομιζόμενον τρόπον, Ἀργεῖοι δὲ τῇ τε Ἥρᾳ τῇ Ἀργείᾳ καὶ Νεμείῳ Διί, Μεσσήνιοι δὲΔιί τε Ἰθωμάτᾳ καὶ Διοσκούροις, οἱ δέ σφισιν ἱερεῖς θεαῖς ταῖς Μεγάλαις καὶ Καύκωνι.ἐπεκαλοῦντο δὲ ἐν κοινῷ καὶ ἥρωάς σφισιν ἐπανήκειν συνοίκους, Μεσσήνην μὲν τὴνΤριόπα μάλιστα, ἐπὶ ταύτῃ δὲ Εὔρυτον καὶ Ἀφαρέα τε καὶ τοὺς παῖδας, παρὰ δὲἩρακλειδῶν Κρεσφόντην τε καὶ Αἴπυτον: πλείστη δὲ καὶ παρὰ πάντων ἀνάκλησιςἐγίνετο Ἀριστομένους. [7] καὶ τὴν μὲν τότε ἡμέραν πρὸς θυσίαις τε καὶ εὐχαῖς ἦσαν,ταῖς δὲ ἐφεξῆς τοῦ τείχους τὸν περίβολον ἤγειρον καὶ ἐντὸς οἰκίας καὶ τὰ ἱερὰἐποιοῦντο. εἰργάζοντο δὲ καὶ ὑπὸ μουσικῆς ἄλλης μὲν οὐδεμιᾶς, αὐλῶν δὲ Βοιωτίωνκαὶ Ἀργείων: τά τε Σακάδα καὶ Προνόμου μέλη τότε δὴ προήχθη μάλιστα ἐς ἅμιλλαν.αὐτῇ μὲν δὴ τῇ πόλει Μεσσήνην ἔθεντο ὄνομα, ἀνῴκιζον δὲ καὶ ἄλλα πολίσματα. [8]Ναυπλιεῖς δὲ ἐκ Μοθώνης οὐκ ἀνέστησαν: κατὰ χώραν δὲ καὶ Ἀσιναίους μένειν εἴων,τούτοις μὲν καὶ εὐεργεσίαν ἀπομνημονεύοντες πολεμῆσαι μετὰ Λακεδαιμονίων πρὸςσφᾶς οὐ θελήσασι, Ναυπλιεῖς δὲ κατιοῦσιν ἐς Πελοπόννησον Μεσσηνίοις τε δῶραἤγαγον ὁποῖα εἶχον καὶ ἅμα μὲν ὑπὲρ καθόδου τῆς ἐκείνων συνεχέσιν ἐς τὸ θεῖονταῖς εὐχαῖς, ἅμα δὲ ὑπὲρ σωτηρίας τῆς σφετέρας δεήσεσιν ἐς ἐκείνους ἐχρῶντο. [9] κατῆλθον δὲ ἐς Πελοπόννησον οἱ Μεσσήνιοι καὶ ἀνεσώσαντο τὴν αὑτῶν ἑπτὰ καὶὀγδοήκοντα καὶ διακοσίοις ἔτεσιν ὕστερον μετὰ Εἴρας ἅλωσιν, Δυσκινήτου μὲνἈθήνῃσιν ἄρχοντος, τρίτῳ δὲ ἔτει τῆς δευτέρας καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἣν ΔάμωνΘούριος τὸ δεύτερον ἐνίκα. οὐκ ὀλίγος μὲν οὖν ὁ χρόνος καὶ Πλαταιεῦσιν ἐγένετο,ἐφ᾽ ὅσον καὶ ἐκεῖνοι τὴν αὑτῶν ἔφευγον, καὶ Δηλίοις, ἡνίκα ᾤκησαν Ἀδραμύττιονἐκβληθέντες ἐκ τῆς σφετέρας ὑπὸ Ἀθηναίων καὶ Ὀρχομενίων: [10] οἱ δὲ Μινύαι, μετὰτὴν μάχην τὴν ἐν Λεύκτροις ἐκπεσόντες ὑπὸ Θηβαίων ἐξ Ὀρχομενοῦ, κατήχθησαν ἐςΒοιωτίαν ὑπὸ Φιλίππου τοῦ Ἀμύντου, καὶ οὗτοι καὶ οἱ Πλαταιεῖς. Θηβαίων δὲ αὐτῶνἐρημώσαντος Ἀλεξάνδρου τὴν πόλιν, αὖθις ἔτεσιν οὐ πολλοῖς ὕστερον ΚάσσανδροςἈντιπάτρου τὰς Θήβας ἔκτισεν. φαίνεται μὲν δὴ τῶν κατειλεγμένων ἐπὶ μακρότατονἡ Πλαταϊκὴ φυγὴ συμβᾶσα, οὐ μέντοι περαιτέρω γε ἢ ἐπὶ δύο ἐγένετο οὐδ᾽ αὐτὴγενεάς. [11] Μεσσήνιοι δὲ ἐκτὸς Πελοποννήσου τριακόσια ἔτη μάλιστα ἠλῶντο, ἐν οἷςοὔτε ἐθῶν εἰσι δῆλοι παραλύσαντές τι τῶν οἴκοθεν οὔτε τὴν διάλεκτον τὴν Δωρίδαμετεδιδάχθησαν, ἀλλὰ καὶ ἐς ἡμᾶς ἔτι τὸ ἀκριβὲς αὐτῆς Πελοποννησίων μάλισταἐφύλασσον. 28. κατελθοῦσι δὲ αὐτοῖς κατ᾽ ἀρχὰς μὲν ἀπὸ Λακεδαιμονίων δεινὸν ἦν οὐδέν:κατεχόμενοι γὰρ οἱ Λακεδαιμόνιοι φόβῳ τῷ Θηβαίων Μεσσήνης τε ἠνείχοντοἐποικιζομένης καὶ Ἀρκάδων ἐς μίαν ἠθροισμένων πόλιν. ὡς δὲ ὁ πόλεμος ὁ Φωκικός,καλούμενος δὲ ὁ αὐτὸς οὗτος καὶ ἱερός, ἀπήγαγεν ἐκ Πελοποννήσου Θηβαίους,ἀνεθάρρησάν τε οἱ Λακεδαιμόνιοι καὶ τῶν Μεσσηνίων οὐκέτι ἐδύναντο ἀπέχεσθαι. [2]Μεσσήνιοι δὲ αὐτοί τε μετὰ Ἀργείων καὶ Ἀρκάδων ἀντεῖχον τῷ πολέμῳ καὶ Ἀθηναίωνἀμῦναί σφισιν ἐδεήθησαν: οἱ δὲ ἐς μὲν τὴν Λακωνικὴν οὔποτε μετὰ ἐκείνων ἐσβαλεῖνἔφασαν, ἀρχόντων δὲ Λακεδαιμονίων πολέμου καὶ ἐπιστρατευόντων τῇ Μεσσηνίᾳπαρέσεσθαι καὶ αὐτοί σφισιν ἐπηγγέλλοντο. τέλος δὲ οἱ Μεσσήνιοι Φιλίππῳσύμμαχοι τῷ Ἀμύντου καὶ Μακεδόσιν ἐγένοντο, καὶ τοῦτο σφᾶς λέγουσινἀποκωλῦσαι τοῦ συμβάντος τοῖς Ἕλλησιν ἀγῶνος ἐν Χαιρωνείᾳ μὴ μετασχεῖν: οὐμὴν οὐδὲ τοῖς Ἕλλησιν ἐναντία θέσθαι τὰ ὅπλα ἠθέλησαν. [3] Ἀλεξάνδρου δὲ ἀποθανόντος καὶ τῶν Ἑλλήνων πόλεμον δεύτερον τότε ἀνῃρημένωνπρὸς Μακεδόνας, μετέσχον καὶ οἱ Μεσσήνιοι τοῦ πολέμου, καθὰ καὶ πρότερονἐδήλωσα ἐν τῇ Ἀτθίδι συγγραφῇ. Γαλάταις δὲ μεθ᾽ Ἑλλήνων οὐκ ἐμαχέσαντο,Κλεωνύμου καὶ Λακεδαιμονίων σπείσασθαι σπονδάς σφισιν οὐ θελησάντων. [4] οὐ πολλῷ δὲ ὕστερον ἔσχον Ἦλιν Μεσσήνιοι, σοφίᾳ τε ὁμοῦ χρησάμενοι καὶτολμήματι. Ἠλεῖοι γὰρ τὰ μὲν παλαιότατα εὐνομώτατοι Πελοποννησίων ἦσαν:Φιλίππου δὲ τοῦ Ἀμύντου τά τε ἄλλα ὁπόσα εἴρηται κακουργήσαντος τὴν Ἑλλάδα καὶἨλείων τοὺς δυνατοὺς διαφθείραντος χρήμασι, στασιάζουσι πρῶτον τότε Ἠλεῖοι καὶἐς ὅπλα, ὡς λέγουσι, χωροῦσι. [5] τὸ δὲ ἀπὸ τούτου ῥᾷον ἔτι ἔμελλον ἀπεχθήσεσθαιπρὸς ἀλλήλους, οἷς γε καὶ Λακεδαιμονίων ἕνεκα διέστη τὰ βουλεύματα, καὶ ἐςἔμφυλον προῆλθον πόλεμον. πυνθανόμενοι δὲ ταῦτα οἱ Λακεδαιμόνιοιπαρεσκευάζοντο ὡς Ἠλείων τοῖς φρονοῦσι τὰ σφέτερα ἀμυνοῦντες. καὶ οἱ μὲν κατὰτέλη τε ἐτάσσοντο καὶ διενέμοντο ἐς τοὺς λόχους: τῶν δὲ Μεσσηνίων λογάδες χίλιοιφθάνουσιν ἀφικόμενοι πρὸς τὴν Ἦλιν, σημεῖα ἐπὶ ταῖς ἀσπίσι Λακωνικὰ ἔχοντες. [6]ὡς δὲ τὰς ἀσπίδας ἐθεάσαντο ὅσοι τοῖς Σπαρτιάταις εὖνοι τῶν Ἠλείων ἦσαν,συμμαχίαν τε ἀφῖχθαί σφισιν ἤλπισαν καὶ τοὺς ἄνδρας ἐδέχοντο ἐς τὸ τεῖχος:ἐσελθόντες δὲ τρόπον οἱ Μεσσήνιοι τὸν εἰρημένον τοὺς τὰ Λακεδαιμονίωνφρονοῦντας ἐδίωξαν, καὶ ἐπιτρέπουσι τοῖς στασιώταις τοῖς αὑτῶν τὴν πόλιν. [7] ἔστιμὲν δὴ τὸ σόφισμα Ὁμήρου, φαίνονται δὲ αὐτὸ ἐν δέοντι μιμησάμενοι καὶ οἱΜεσσήνιοι, ἐπεὶ Πάτροκλόν γε ἐποίησεν ἐν Ἰλιάδι Ὅμηρος Ἀχιλλέως τὰ ὅπλαἐνδύντα, καὶ ἐγγενέσθαι τε ἔφη τοῖς βαρβάροις δόξαν ὡς Ἀχιλλεὺς ἐπίοι καὶ τοὺςπροτεταγμένους αὐτῶν ταραχθῆναι. εὕρηται δὲ καὶ ἄλλα Ὁμήρῳ στρατηγήματα, δύοτε παρὰ τῶν Ἑλλήνων κατασκόπους ἐν τῇ νυκτὶ ἀνθ᾽ ἑνὸς ἐς τοὺς Τρῶας ἀφικέσθαικαὶ ἄνδρα ὕστερον λόγῳ μὲν αὐτόμολον, ἔργῳ δὲ τὰ ἀπόρρητα πολυπραγμονήσονταἐς τὸ Ἴλιον ἐσελθεῖν. [8] ἔτι δὲ τοὺς διὰ νεότητα ἐν τοῖς Τρωσὶν ἢ γῆρας οὐχ ὡραίουςμάχεσθαι, τούτους μὲν τὸ τεῖχος φρουρεῖν ἔταξε, τῶν ἐν ἡλικίᾳ τοῖς Ἕλλησινἐπηυλισμένων: Ἑλλήνων δὲ οἱ τὰ τραύματα ἔχοντες ὁπλίζουσιν αὐτῷ τὸ μάχιμον, ἵναμηδὲ αὐτοὶ παντάπασιν ἀργοῖεν. τὰ Ὁμήρου μὲν οὖν ὠφέλιμα ἐγένετο ἐς ἅπαντα ἀνθρώποις: 29. μετὰ δὲ οὐ πολὺνχρόνον τοῦ ἔργου τοῦ πρὸς Ἤλιδι Μακεδόνες καὶ Δημήτριος ὁ Φιλίππου τοῦΔημητρίου Μεσσήνην καταλαμβάνουσι. τὰ μὲν δὴ πολλὰ ἔς τε αὐτὸν Φίλιππον καὶ τὰἐς Δημήτριον τὸν Φιλίππου τολμηθέντα ἐκ Περσέως ἐν τοῖς Σικυωνίοις ἔγραψα ἤδηλόγοις: τὰ δὲ ἐς τὴν κατάληψιν τὴν Μεσσήνης ἔσχεν οὕτω. [2] χρημάτων ἐσπανίζετοΦίλιππος, καὶ—ἔδει γὰρ πάντως οἱ γενέσθαι χρήματα— ἀποστέλλει Δημήτριονναυσὶν ἐς Πελοπόννησον. Δημήτριος δὲ κατήγετό που τῆς Ἀργείας ἐς λιμένα τῶνἐρημοτέρων: αὐτίκα δὲ ὡς εἶχε διὰ τῶν ἐπιτομωτάτων τῆς χώρας τὴν στρατιὰν ἦγενἐπὶ Μεσσήνης. προτάξας δὲ ὅσον ἦν τῶν τε ὅπλων τῇ σκευῇ κοῦφον καὶ τῆς ἐς τὴνἸθώμην εἶχεν ὁδοῦ οὐκ ἀπείρως, λανθάνει περὶ ὄρθρον μάλιστα ὑπερβὰς τὸ τεῖχος,καθὸ τῆς τε πόλεως μεταξὺ ἦν καὶ ἄκρας τῆς Ἰθώμης. [3] ὡς δὲ ἡμέρα τε ἐπέσχε καὶἤδη τοῖς ἔνδον αἴσθησις ἐγεγόνει τοῦ κατειληφότος κινδύνου, τὸ μὲν πρῶτον αὐτοὺςἐσῆλθεν ὑπόνοια ὡς οἱ Λακεδαιμόνιοι σὺν ὅπλοις παρέλθοιεν αὐτῶν ἐς τὴν πόλιν,ὥστε καὶ ὥρμησαν ἐπ᾽ αὐτοὺς ἀφειδέστερον διὰ τὸ μῖσος τὸ ἐξ ἀρχῆς. ἐπεὶ δὲ ἐκ τετῶν ὅπλων καὶ τῆς φωνῆς Μακεδόνας καὶ Δημήτριον τὸν Φιλίππου γνωρίζουσινὄντας, δεῖμα ἰσχυρὸν παρέστη σφίσι λογιζομένοις τήν τε ἐς τὰ πολεμικὰ τῶνΜακεδόνων μελέτην καὶ τύχην ᾗ πρὸς ἅπαντα ἑώρων χρωμένους αὐτούς. [4] ὅμως δὲτοῦ τε παρόντος κακοῦ τὸ μέγεθος ἐδίδασκεν ἀνδρίαν τινὰ καὶ πέρα τοῦ δυνατοῦγίνεσθαι καὶ ἅμα τὰ ἀμείνω παρίστατο αὐτοῖς ἐλπίζειν: οὐ γὰρ δὴ ἄνευ θεοῦ διὰτοσούτου σφίσιν ὑπάρξαι τὴν ἐς Πελοπόννησον κάθοδον. οἵ τε οὖν ἐκ τῆς πόλεωςΜεσσήνιοι θυμῷ παντὶ ἐς τοὺς Μακεδόνας ἐχώρουν καὶ οἱ φρουροῦντες τὴνἀκρόπολιν ἐπέκειντο ἐξ ὑπερδεξίων. [5] ὡσαύτως δὲ καὶ οἱ Μακεδόνες ὑπό τε ἀρετῆςκαὶ ἐμπειρίας τὸ κατ᾽ ἀρχὰς ἠμύνοντο ἐρρωμένως: ἅτε δὲ ὁδοιπορίᾳ προαπειρηκότεςκαὶ ὁμοῦ τῶν τε ἀνδρῶν σφισιν ἐγκειμένων καὶ ὑπὸ τῶν γυναικῶν κεράμῳ καὶ λίθοιςβαλλόμενοι, σὺν οὐδενὶ ἔφευγον κόσμῳ. καὶ τὸ μὲν πολὺ αὐτῶν ἀπώλετο ὠθούμενοικατὰ τῶν κρημνῶν, ἀπότομος γὰρ δὴ ταύτῃ μάλιστά ἐστιν ἡ Ἰθώμη: ὀλίγοι δέ τινεςκαὶ ῥίψαντες τὰ ὅπλα ἀπεσώθησαν. [6] ἐς δὲ τὸ συνέδριον οἱ Μεσσήνιοι τὸ Ἀχαιῶν ἐπὶ τῷδε οὔ μοι δοκοῦσιν ἐσελθεῖν κατ᾽ἀρχάς. Λακεδαιμονίοις αὐτεπάγγελτοι βοηθήσοντες ἀφίκοντο ὑπὸ Πύρρου τοῦΑἰακίδου πολεμουμένοις, καί σφισιν ἀπὸ τῆς εὐεργεσίας ταύτης ἤδη τὰ ἐκ τῆςΣπάρτης εἰρηνικώτερα ὑπῆρχεν. οὔκουν ἀνακινῆσαι τὸ ἔχθος ἐβούλοντο ἐς τὸσυνέδριον συγχωρήσαντες, οἳ Λακεδαιμονίων μάλιστα πολέμιοι ἐκ τοῦ φανεροῦκαθεστήκεσαν. [7] ὃ δὲ οὐ λέληθεν ἐμέ, οὐδὲ Μεσσηνίους ἐλελήθει δήπου, καὶ μὴσυντελοῦσιν αὐτοῖς ἐς τὸ συνέδριον ὡς ἐπὶ Λακεδαιμονίους τὰ Ἀχαιῶν ὑπάρχοι: ἐνγὰρ δὴ τοῖς Ἀχαιοῖς καὶ Ἀργεῖοι καὶ τὸ Ἀρκαδικὸν οὐκ ἐλαχίστη μοῖρα ἦσαν. ἀνὰχρόνον μέντοι προσεχώρησαν ἐς τὸ Ἀχαϊκόν. οὐ πολλῷ δὲ ὕστερον Κλεομένης ὁΛεωνίδου τοῦ Κλεωνύμου Μεγάλην πόλιν εἷλεν Ἀρκάδων ἐν σπονδαῖς: [8] τῶν δὲ οἱκαταληφθέντες οἳ μὲν ἀπώλοντο ὑπὸ τὴν ἅλωσιν, Φιλοποίμενα δὲ τὸν Κραύγιδος καὶὅσοι μετὰ Φιλοποίμενος ἀπεχώρησαν—γενέσθαι δὲ τῶν Μεγαλοπολιτῶν τὸδιαφυγὸν καὶ ὑπὲρ τὰς δύο μοίρας λέγουσι—τούτους ὑπεδέξαντο οἱ Μεσσήνιοι τῶντε ἀρχαίων ἔργων ἕνεκα ὁπόσα ἐπὶ Ἀριστομένους ὑπῆρκτο Ἀρκάσι καὶ ὕστερον ἐπὶτοῦ οἰκισμοῦ τοῦ Μεσσήνης, ἀποδιδόντες σφίσι τὴν ὁμοίαν. [9] πέφυκε δὲ ἄρα ὡςἐπίπαν μεταπίπτειν τὰ ἀνθρώπινα, εἰ δὴ Μεσσηνίοις Ἀρκάδας τε ἀντισῶσαι καὶ τὸἀδοκητότερον ἔτι ἑλεῖν Σπάρτην ὁ δαίμων ἔδωκεν: Κλεομένει γὰρ περὶ Σελλασίανἐμαχέσαντο ἐναντία καὶ τὴν Σπάρτην Ἀράτῳ καὶ Ἀχαιοῖς συγκαθεῖλον. [10]Λακεδαιμονίοις δὲ ἀπηλλαγμένοις Κλεομένους ἐπανίσταται τύραννος Μαχανίδας,ἐκείνου δὲ ἀποθανόντος Νάβις ἀνέφυ σφίσιν αὖθις τύραννος: ἅτε δὲ οὐ τὰ ἀνθρώπωνἀναρπάζοντι αὐτῷ μόνον, ἀλλὰ καὶ ἱερὰ συλῶντι, ἐν οὐ πολλῷ χρόνῳ χρήματά τεἄφθονα καὶ ἀπ᾽ αὐτῶν στρατιὰ συνείλεκτο. τούτου τοῦ Νάβιδος Μεσσήνηνκαταλαβόντος Φιλοποίμην καὶ οἱ Μεγαλοπολῖται νυκτὸς ἀφίκοντο τῆς αὐτῆς: [11] καὶὁ μὲν Σπαρτιάτης τύραννος ἀπῆλθεν ὑπόσπονδος, Ἀχαιοὶ δὲ ὕστερον τούτωνμεμφόμενοί τι Μεσσηνίοις στρατεύουσιν ἐπ᾽ αὐτοὺς παρασκευῇ τῇ πάσῃ καὶ τὰπολλὰ ἔτεμον τῆς χώρας. καὶ οἳ μὲν αὖθις περὶ ἀκμὴν σίτου συνελέγοντο ὡς ἐς τὴνΜεσσηνίαν ἐσβαλοῦντες: Δεινοκράτης δὲ δήμου τε προεστηκὼς καὶ Μεσσηνίωνἄρχειν ἐν τῷ τότε ᾑρημένος Λυκόρταν μὲν καὶ τὴν σὺν αὐτῷ στρατιὰν ἀναχωρῆσαιπαρεσκεύασεν ἄπρακτον, τὰς ἐς τὴν Μεσσηνίαν ἐκ τῆς Ἀρκαδίας παρόδουςπρολαβὼν τοῖς τε ἐκ τῆς πόλεως Μεσσηνίοις καὶ ὅσοι τῶν περιοίκων σφίσιν ἤμυναν:[12] Φιλοποίμενος δὲ σὺν ἱππεῦσιν ὀλίγοις ἀφικομένου πολὺ ὕστερον ἢ ὁ μετὰΛυκόρτα στρατός, πυθέσθαι δὲ οὐδέν πω τῶν ἐς αὐτοὺς δεδυνημένου, νικῶσιν οἱΜεσσήνιοι γινομένης σφίσιν ἐξ ὑπερδεξίων τῆς μάχης καὶ ζῶντα αἱροῦσιΦιλοποίμενα. τρόπον δὲ ὅντινα ὁ Φιλοποίμην ἑάλω καὶ ὡς ἐτελεύτησε, τάδε μὲν ἡμῖνκαὶ ὕστερον ὁ Ἀρκαδικὸς λόγος ἐπέξεισι: Μεσσηνίων δὲ οἵ τε Φιλοποίμενι αἴτιοι τῆςτελευτῆς ἔδοσαν δίκας καὶ ἡ Μεσσήνη συνετέλεσεν αὖθις ἐς τὸ Ἀχαϊκόν. [13] ἄχρι μὲν δὴ τοῦδε ὁ λόγος ἐπῆλθέ μοι Μεσσηνίων τὰ πολλὰ παθήματα, καὶ ὡς ὁδαίμων σφᾶς ἐπί τε γῆς τὰ ἔσχατα καὶ ἐπὶ τὰ πορρώτατα Πελοποννήσου σκεδάσαςὕστερον χρόνῳ καὶ ἐς τὴν οἰκείαν ἀνέσωσε: τὸ δὲ ἀπὸ τούτου τῆς χώρας καὶ πόλεωντραπώμεθα ἐς ἀφήγησιν. 30. ἔστιν ἐφ᾽ ἡμῶν ἐν τῇ Μεσσηνίᾳ τῆς νάπης τῆς Χοιρίου στάδια εἴκοσι μάλισταἀπέχουσα Ἀβία ἐπὶ θαλάσσῃ πόλις. ταύτην Ἴρην καλεῖσθαι πάλαι καὶ τῶν ἑπτάφασιν εἶναι πόλεων, ἃς Ἀχιλλεῖ πεποίηκεν Ὅμηρος Ἀγαμέμνονα ὑπισχνούμενον.Ὕλλου δὲ καὶ Δωριέων μάχῃ κρατηθέντων ὑπὸ Ἀχαιῶν, ἐνταῦθα Ἀβίαν Γλήνου τοῦἩρακλέους τροφὸν ἀποχωρῆσαι λέγουσιν ἐς τὴν Ἴρην καὶ οἰκῆσαί τε αὐτόθι καὶἩρακλέους ἱερὸν ἱδρύσασθαι, καί οἱ διὰ ταῦτα ὕστερον Κρεσφόντην ἄλλα τε γέρανεῖμαι καὶ τῇ πόλει μεταθέσθαι τὸ ὄνομα ἀπὸ τῆς Ἀβίας. Ἡρακλεῖον δὲ ἦν αὐτόθιἐπιφανὲς καὶ Ἀσκληπιεῖον. [2] Φαραὶ δὲ ἀφεστήκασιν Ἀβίας σταδίους ἑβδομήκοντα, καὶ ὕδωρ κατὰ τὴν ὁδόν ἐστινἁλμυρόν: βασιλεὺς δὲ Αὔγουστος τοὺς ἐν Φαραῖς Μεσσηνίους συντελεῖν ἀπέταξεν ἐςτὸ Λακωνικόν. τὸν δὲ οἰκιστὴν Φᾶριν Ἑρμοῦ τε καὶ Φυλοδαμείας λέγουσιν εἶναι τῆςΔαναοῦ: Φάρει δὲ ἄρρενας μὲν οὔ φασι γενέσθαι, θυγατέρα δὲ Τηλεγόνην. τοὺς δὲἐφεξῆς ἐγενεαλόγησεν Ὅμηρος ἐν Ἰλιάδι διδύμους Κρήθωνα καὶ Ὀρτίλοχον εἶναιΔιοκλεῖ, Διοκλέα δὲ αὐτὸν Ὀρτιλόχου τοῦ Ἀλφειοῦ: τὰ δὲ ἐς Τηλεγόνην παρεῖδεν,αὕτη γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶν ἡ τεκοῦσα Ἀλφειῷ τὸν Ὀρτίλοχον. [3] καὶ τάδεἄλλα ἤκουσα ἐν Φαραῖς, Διοκλεῖ θυγατέρα ἐπὶ τοῖς διδύμοις παισὶν Ἀντίκλειανγενέσθαι, τῆς δὲ Νικόμαχόν τε εἶναι καὶ Γόργασον, πατρὸς δὲ Μαχάονος τοῦἈσκληπιοῦ: τούτους καταμεῖναί τε αὐτοῦ καὶ ὡς ὁ Διοκλῆς ἐτελεύτησε τὴν βασιλείανἐκδέξασθαι. διαμεμένηκε δὲ αὐτοῖς καὶ ἐς τόδε ἔτι νοσήματά τε καὶ τοὺςπεπηρωμένους τῶν ἀνθρώπων ἰᾶσθαι: καί σφισιν ἀντὶ τούτων θυσίας ἐς τὸ ἱερὸν καὶἀναθήματα ἄγουσιν. ἔστι δὲ καὶ Τύχης ναὸς Φαραιάταις καὶ ἄγαλμα ἀρχαῖον. [4]πρῶτος δὲ ὧν οἶδα ἐποιήσατο ἐν τοῖς ἔπεσιν Ὅμηρος Τύχης μνήμην: ἐποιήσατο δὲ ἐνὕμνῳ τῷ ἐς τὴν Δήμητρα ἄλλας τε τῶν Ὠκεανοῦ θυγατέρας καταριθμούμενος, ὡςὁμοῦ Κόρῃ τῇ Δήμητρος παίζοιεν, καὶ Τύχην ὡς Ὠκεανοῦ καὶ ταύτην παῖδα οὖσαν: καὶοὕτως ἔχει τὰ ἔπη: “ἡμεῖς μὲν μάλα πᾶσαι ἀν᾽ ἱμερτὸν λειμῶνα, Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις. ”HH Dem. 5.420 [5] πέρα δὲ ἐδήλωσεν οὐδὲν ἔτι, ὡς ἡ θεός ἐστιν αὕτη μεγίστη θεῶνἐν τοῖς ἀνθρωπίνοις πράγμασι καὶ ἰσχὺν παρέχεται πλείστην, ὥσπερ γε ἐν Ἰλιάδιἐποίησεν Ἀθηνᾶν μὲν καὶ Ἐνυὼ πολεμούντων ἡγεμονίαν ἔχειν, Ἄρτεμιν δὲ γυναικῶνὠδῖσιν εἶναι φοβερὰν, Ἀφροδίτῃ δὲ τὰ ἔργα μέλειν τῶν γάμων. ἀλλ᾽ οὗτος μὲν οὐδὲνἄλλο ἐποίησεν ἐς τὴν Τύχην: [6] Βούπαλος δέ, ναούς τε οἰκοδομήσασθαι καὶ ζῷα ἀνὴρἀγαθὸς πλάσαι, Σμυρναίοις ἄγαλμα ἐργαζόμενος Τύχης πρῶτος ἐποίησεν ὧν ἴσμενπόλον τε ἔχουσαν ἐπὶ τῇ κεφαλῇ καὶ τῇ ἑτέρᾳ χειρὶ τὸ καλούμενον Ἀμαλθείας κέραςὑπὸ Ἑλλήνων. οὗτος μὲν ἐπὶ τοσοῦτο ἐδήλωσε τῆς θεοῦ τὰ ἔργα: ᾖσε δὲ καὶ ὕστερονΠίνδαρος ἄλλα τε ἐς τὴν Τύχην καὶ δὴ καὶ Φερέπολιν ἀνεκάλεσεν αὐτήν. 31. ὀλίγον δὲ ἀπωτέρω Φαρῶν Ἀπόλλωνος ἄλσος ἐστὶ Καρνείου καὶ ὕδατος ἐν αὐτῷπηγή: θαλάσσης δὲ ἕξ που στάδια ἀπέχουσιν αἱ Φαραί. ἐντεῦθεν πρὸς μεσόγαιαν τῆςΜεσσηνίας σταδίους προελθόντι ὀγδοήκοντα, ἔστιν ἡ Θουριατῶν πόλις, Ἄνθειαν δὲαὐτὴν ἐν τοῖς ἔπεσιν ὠνομάσθαι τοῖς Ὁμήρου λέγουσι: Λακεδαιμονίοις δὲ ἔχειν τοῖςἐν Σπάρτῃ τὴν Θουρίαν ἔδωκεν Αὔγουστος. Αὐγούστῳ γὰρ βασιλεύοντι Ῥωμαίωνἐπολέμησεν Ἀντώνιος, γένει καὶ οὗτος Ῥωμαῖος: καί οἱ τῶν ἐν τῇ Ἑλλάδι ἄλλοι τε καὶοἱ Μεσσήνιοι προσέθεντο, ὅτι ἐφρόνουν Λακεδαιμόνιοι τὰ Αὐγούστου. [2] καὶ ὁ μὲντούτων ἕνεκα Μεσσηνίοις καὶ τῶν ἄλλων τῶν ἀντιταξαμένων τοῖς μὲν αὐτῶνἔλαττον, τοῖς δὲ καὶ ἐς πλέον ἐπεξῆλθε: Θουριᾶται δὲ ἐκ τῆς πόλεως ἐν μετεώρῳ τὸἀρχαῖον οἰκουμένης ἐς τὸ πεδίον κατελθόντες οἰκοῦσιν. οὐ μὴν παντάπασί γε οὐδὲτὴν ἄνω πόλιν ἐκλελοίπασιν, ἀλλὰ καὶ τείχους ἐρείπια καὶ ἱερόν ἐστιν αὐτόθιὀνομαζόμενον θεοῦ Συρίας: τὴν δὲ ἐν τῷ πεδίῳ πόλιν ποταμὸς καλούμενος Ἄριςπαρέξεισιν. [3] ἔστι δὲ ἐν τῇ μεσογαίῳ κώμη Καλάμαι καὶ Λίμναι χωρίον: ἐν δὲ αὐτῷ Λιμνάτιδοςἱερόν ἐστιν Ἀρτέμιδος, ἔνθα Τηλέκλῳ βασιλεύοντι ἐν Σπάρτῃ τὴν τελευτὴν συμβῆναιλέγουσιν. [4] ἰόντι δὲ ἐκ Θουρίας ὡς ἐπὶ Ἀρκαδίας εἰσὶν αἱ πηγαὶ τοῦ Παμίσου: καὶ ἐπ᾽αὐταῖς παισὶ μικροῖς ἀκέσματα γίνεται. ἰοῦσι δὲ ἀπὸ τῶν πηγῶν ἐν ἀριστερᾷ καὶ προελθόντι ὡς τεσσαράκοντα στάδια, ἔστιΜεσσηνίοις ἡ ὑπὸ τῇ Ἰθώμῃ πόλις: περιέχεται δὲ οὐ τῇ Ἰθώμῃ μόνον ἀλλὰ καὶ ἐπὶ τὸνΠάμισον τὰ τετραμμένα ὑπὸ τῆς Εὔας: τὸ δὲ ὄνομα γενέσθαι τῷ ὄρει φασὶ Βακχικόντι ἐπίφθεγμα εὐοῖ Διονύσου πρῶτον ἐνταῦθα αὐτοῦ τε εἰπόντος καὶ τῶν ὁμοῦ τῷΔιονύσῳ γυναικῶν. [5] περὶ δὲ τὴν Μεσσήνην τεῖχος, κύκλος μὲν πᾶς λίθουπεποίηται, πύργοι δὲ καὶ ἐπάλξεις εἰσὶν ἐνῳκοδομημένοι. τὰ μὲν οὖν Βαβυλωνίων ἢτὰ Μεμνόνεια τὰ ἐν Σούσοις τείχη τοῖς Περσικοῖς οὔτε εἶδον οὔτε ἄλλων περὶ αὐτῶνἤκουσα αὐτοπτούντων: τὰ δὲ ἐν Ἀμβρόσσῳ τῇ Φωκικῇ ἔν τε Βυζαντίῳ καὶ Ῥόδῳ—ταῦτα γὰρ δὴ τετείχισται τὰ χωρία ἄριστα—τούτων Μεσσηνίοις ἐστὶν ἐχυρώτερον. [6]Μεσσηνίοις δὲ ἐν τῇ ἀγορᾷ Διός ἐστιν ἄγαλμα Σωτῆρος καὶ Ἀρσινόη κρήνη: τὸ μὲν δὴὄνομα ἀπὸ τῆς Λευκίππου θυγατρὸς εἴληφεν, ὑπορρεῖ δὲ ἐς αὐτὴν ὕδωρ ἐκ πηγῆςκαλουμένης Κλεψύδρας. θεῶν δὲ ἱερὰ Ποσειδῶνος, τὸ δὲ Ἀφροδίτης ἐστί: καὶ οὗμάλιστα ἄξιον ποιήσασθαι μνήμην, ἄγαλμα Μητρὸς θεῶν λίθου Παρίου,Δαμοφῶντος δὲ ἔργον, ὃς καὶ τὸν Δία ἐν Ὀλυμπίᾳ διεστηκότος ἤδη τοῦ ἐλέφαντοςσυνήρμοσεν ἐς τὸ ἀκριβέστατον: καί οἱ δεδομέναι τιμαὶ παρὰ Ἠλείων εἰσί. [7]Δαμοφῶντος δέ ἐστι τούτου καὶ ἡ Λαφρία καλουμένη παρὰ Μεσσηνίοις: σέβεσθαι δέσφισιν ἀπὸ τοιοῦδε αὐτὴν καθέστηκε. Καλυδωνίοις ἡ Ἄρτεμις—ταύτην γὰρ θεῶνμάλιστα ἔσεβον— ἐπίκλησιν εἶχε Λαφρία: Μεσσηνίων δὲ οἱ λαβόντες Ναύπακτον παρὰ Ἀθηναίων—τηνικαῦτα γὰρ Αἰτωλίας ἐγγύτατα ᾤκουν—παρὰ Καλυδωνίων ἔλαβον. τὸ σχῆμαἑτέρωθι δηλώσω. τὸ μὲν δὴ τῆς Λαφρίας ἀφίκετο ὄνομα ἔς τε Μεσσηνίους καὶ ἐςΠατρεῖς Ἀχαιῶν μόνους, Ἐφεσίαν δὲ Ἄρτεμιν πόλεις τε νομίζουσιν αἱ [8] πᾶσαι καὶἄνδρες ἰδίᾳ θεῶν μάλιστα ἄγουσιν ἐν τιμῇ: τὰ δὲ αἴτια ἐμοὶ δοκεῖν ἐστὶν Ἀμαζόνων τεκλέος, αἳ φήμην τὸ ἄγαλμα ἔχουσιν ἱδρύσασθαι, καὶ ὅτι ἐκ παλαιοτάτου τὸ ἱερὸντοῦτο ἐποιήθη. τρία δὲ ἄλλα ἐπὶ τούτοις συνετέλεσεν ἐς δόξαν, μέγεθός τε τοῦ ναοῦτὰ παρὰ πᾶσιν ἀνθρώποις κατασκευάσματα ὑπερηρκότος καὶ Ἐφεσίων τῆς πόλεως ἡἀκμὴ καὶ ἐν αὐτῇ τὸ ἐπιφανὲς τῆς θεοῦ. [9] πεποίηται δὲ καὶ Εἰλειθυίας Μεσσηνίοις ναὸς καὶ ἄγαλμα λίθου, πλησίον δὲΚουρήτων μέγαρον, ἔνθα ζῷα τὰ πάντα ὁμοίως καθαγίζουσιν: ἀρξάμενοι γὰρ ἀπὸβοῶν τε καὶ αἰγῶν καταβαίνουσιν ἐς τοὺς ὄρνιθας ἀφιέντες ἐς τὴν φλόγα. καὶΔήμητρος ἱερὸν Μεσσηνίοις ἐστὶν ἅγιον καὶ Διοσκούρων ἀγάλματα φέροντες τὰςΛευκίππου: καί μοι καὶ ταῦτα ἐν τοῖς προτέροις ἐστὶν ἤδη δεδηλωμένα, ὡς οἱΜεσσήνιοι τοὺς Τυνδάρεω παῖδας ἀμφισβητοῦσιν αὑτοῖς καὶ οὐ Λακεδαιμονίοιςπροσήκειν. [10] πλεῖστα δέ σφισι καὶ θέας μάλιστα ἀγάλματα ἄξια τοῦ Ἀσκληπιοῦπαρέχεται τὸ ἱερόν: χωρὶς μὲν γὰρ τοῦ θεοῦ καὶ τῶν παίδων ἐστὶν ἀγάλματα, χωρὶςδὲ Ἀπόλλωνος καὶ Μουσῶν καὶ Ἡρακλέους: πόλις τε ἡ Θηβαίων καὶ Ἐπαμινώνδας ὁΚλεόμμιδος Τύχη τε καὶ Ἄρτεμις Φωσφόρος, τὰ μὲν δὴ τοῦ λίθου Δαμοφῶν αὐτοῖςεἰργάσατο—Μεσσήνιον δὲ ὅτι μὴ τοῦτον ἄλλον γε οὐδένα λόγου ποιήσαντα ἀξίωςοἶδα ἀγάλματα—, ἡ δὲ εἰκὼν τοῦ Ἐπαμινώνδου ἐκ σιδήρου τέ ἐστι καὶ ἔργον ἄλλου,οὐ τούτου. [11] ἔστι δὲ καὶ Μεσσήνης τῆς Τριόπα ναὸς καὶ ἄγαλμα χρυσοῦ καὶ λίθουΠαρίου: γραφαὶ δὲ κατὰ τοῦ ναοῦ τὸ ὄπισθεν αἱ βασιλεύσαντές εἰσι Μεσσήνης, πρὶνμὲν ἢ στόλον ἀφικέσθαι τὸν Δωριέων ἐς Πελοπόννησον Ἀφαρεὺς καὶ οἱ παῖδες,κατελθόντων δὲ Ἡρακλειδῶν Κρεσφόντης ἐστίν, ἡγεμὼν καὶ οὗτος τοῦ Δωρικοῦ, τῶνδὲ οἰκησάντων ἐν Πύλῳ Νέστωρ καὶ Θρασυμήδης καὶ Ἀντίλοχος, προτετιμημένοιπαίδων τῶν Νέστορος ἡλικίᾳ καὶ ἐπὶ Τροίαν μετεσχηκότες τῆς στρατείας. [12]Λεύκιππός τε Ἀφαρέως ἀδελφὸς καὶ Ἱλάειρά ἐστι καὶ Φοίβη, σὺν δέ σφισιν Ἀρσινόη.γέγραπται δὲ καὶ Ἀσκληπιός, Ἀρσινόης ὢν λόγῳ τῷ Μεσσηνίων, καὶ Μαχάων καὶΠοδαλείριος, ὅτι ἔργου τοῦ πρὸς Ἰλίῳ καὶ τούτοις μέτεστι. ταύτας τὰς γραφὰςἔγραψεν Ὀμφαλίων, Νικίου τοῦ Νικομήδους μαθητής: οἱ δὲ αὐτὸν καὶ δουλεῦσαιπαρὰ τῷ Νικίᾳ καὶ παιδικὰ γενέσθαι φασὶν αὐτοῦ. 32. τὸ δὲ ὀνομαζόμενον παρὰ Μεσσηνίων ἱεροθέσιον ἔχει μὲν θεῶν ἀγάλματα ὁπόσουςνομίζουσιν Ἕλληνες, ἔχει δὲ χαλκῆν εἰκόνα Ἐπαμινώνδου. κεῖνται δὲ καὶ ἀρχαῖοιτρίποδες: ἀπύρους αὐτοὺς καλεῖ Ὅμηρος. τὰ δὲ ἀγάλματα τὰ ἐν τῷ γυμνασίῳποιήματά ἐστιν ἀνδρῶν Αἰγυπτίων, Ἑρμῆς καὶ Ἡρακλῆς τε καὶ Θησεύς. τούτους μὲν δὴ τοῖς πᾶσινἝλλησι καὶ ἤδη τῶν βαρβάρων πολλοῖς περί τε γυμνάσια καὶ ἐν παλαίστραιςκαθέστηκεν ἔχειν ἐν τιμῇ: [2] Αἰθίδαν δὲ ἐμαυτοῦ πρεσβύτερον ὄντα εὕρισκον,γενομένῳ δέ οἱ χρήμασιν οὐκ ἀδυνάτῳ τιμαὶ παρὰ Μεσσηνίων ὑπάρχουσιν ἅτε ἥρωι.εἰσὶ δὲ τῶν Μεσσηνίων οἳ τῷ Αἰθίδᾳ χρήματα μὲν γενέσθαι πολλὰ ἔλεγον, οὐ μέντοιτοῦτόν γε εἶναι τὸν ἐπειργασμένον τῇ στήλῃ, πρόγονον δὲ καὶ ὁμώνυμον ἄνδρα τῷΑἰθίδᾳ: Αἰθίδαν δὲ τὸν πρότερον ἡγήσασθαι τοῖς Μεσσηνίοις φασίν, ἡνίκα ἐν τῇ νυκτὶΔημήτριός σφισιν ὁ Φιλίππου μηδαμῶς ἐλπίσασιν αὐτός τε καὶ ἡ στρατιὰλανθάνουσιν ἐσελθόντες ἐς τὴν πόλιν. [3] καὶ Ἀριστομένους δὲ μνῆμά ἐστιν ἐνταῦθα: οὐ κενὸν δὲ εἶναι τὸ μνῆμα λέγουσιν, ἀλλ᾽ἐρομένου μου τρόπον τε ὅντινα καὶ ὁπόθεν Ἀριστομένους κομίσαιντο τὰ ὀστᾶ,μεταπέμψασθαι μὲν ἐκ Ῥόδου φασί, τὸν δὲ ἐν Δελφοῖς θεὸν τὸν κελεύσαντα εἶναι.πρός τε δὴ τούτοις ἐδίδασκόν με ὁποῖα ἐπὶ τῷ τάφῳ δρῶσι. ταῦρον ὅντινα ἐναγίζεινμέλλουσιν, ἀγαγόντες ἐπὶ τὸ μνῆμα ἔδησαν πρὸς τὸν ἑστηκότα ἐπὶ τῷ τάφῳ κίονα: ὁδὲ ἅτε ἄγριος καὶ ἀήθης δεσμῶν οὐκ ἐθέλει μένειν: θορυβουμένῳ δέ οἱ καὶ σκιρτῶντιἢν ὁ κίων κινηθῇ, Μεσσηνίοις ἐστὶν αἴσιον, οὐ κινηθέντος δὲ ἀσύμφορα ἐπαγγέλλειτὸ σημεῖον. [4] παραγενέσθαι δὲ Ἀριστομένην καὶ τῷ περὶ Λεῦκτρα ἀγῶνι ἐθέλουσινοὐ μετὰ ἀνθρώπων ἔτι ὄντα, καὶ ἀμῦναί τε αὐτόν φασι Θηβαίοις καὶ μάλισταγενέσθαι τοῦ ἀτυχήματος Λακεδαιμονίοις αἴτιον. ἐγὼ δὲ Χαλδαίους καὶ Ἰνδῶν τοὺςμάγους πρώτους οἶδα εἰπόντας ὡς ἀθάνατός ἐστιν ἀνθρώπου ψυχή, καί σφισι καὶἙλλήνων ἄλλοι τε ἐπείσθησαν καὶ οὐχ ἥκιστα Πλάτων ὁ Ἀρίστωνος: εἰ δὲἀποδέχεσθαι καὶ οἱ πάντες ἐθελήσουσιν, ἐκεῖνό γε ἀντειπεῖν οὐκ ἔνεστι μὴ οὐ τὸνπάντα αἰῶνα Ἀριστομένει τὸ μῖσος τὸ ἐς Λακεδαιμονίους ἐνεστάχθαι. [5] ἃ δὲ αὐτὸςἤκουσα ἐν Θήβαις, εἰκὸς μέν τι παρείχετο ἐς τὸν Μεσσηνίων λόγον, οὐ μὴνπαντάπασί γέ ἐστιν αὐτοῖς ὡμολογηκότα. φασὶ δὲ οἱ Θηβαῖοι μελλούσης τῆς μάχηςἔσεσθαί σφισιν ἐν Λεύκτροις ἐς ἄλλα τε ἀποστεῖλαι χρηστήρια καὶ ἐρησομένους τὸνἐν Λεβαδείᾳ θεόν. λέγεται μὲν οὖν καὶ τὰ παρὰ τοῦ Ἰσμηνίου καὶ τοῦ Πτῴου, πρὸς δὲτὰ ἐν Ἄβαις τε χρησθέντα καὶ τὰ ἐν Δελφοῖς: Τροφώνιον δέ φασιν εἰπεῖνἑξαμέτρῳ:“πρὶν δορὶ συμβαλέειν ἐχθροῖς, στήσασθε τρόπαιον, ἀσπίδα κοσμήσαντες ἐμήν, τὴν εἵσατο νηῷ θοῦρος Ἀριστομένης Μεσσήνιος. αὐτὰρ ἐγώ τοι ἀνδρῶν δυσμενέων φθίσω στρατὸν ἀσπιστάων. ” [6] ἀφικομένου δὲ τοῦ χρησμοῦ δεηθῆναι Ξενοκράτους λέγουσιν Ἐπαμινώνδαν: ὁ δὲτήν τε ἀσπίδα μεταπέμπεται τοῦ Ἀριστομένους καὶ ἐκόσμησεν ἀπ᾽ αὐτῆς τρόπαιον,ὅθεν τοῖς Λακεδαιμονίοις ἔσεσθαι σύνοπτον ἔμελλεν. ᾔδεσαν δὲ ἄρα τὴν ἀσπίδα οἱμὲν αὐτῶν ἐν Λεβαδείᾳ καθ᾽ ἡσυχίαν ἑωρακότες, ἀκοῇ δὲ καὶ πάντες: ὡς δὲ ἐγένετο ἡνίκη Θηβαίοις, ἀποδιδόασιν αὖθις τῷ Τροφωνίῳ τὸ ἀνάθημα. Ἀριστομένους δὲ καὶχαλκοῦς ἀνδριάς ἐστιν ἐν τῷ Μεσσηνίων σταδίῳ: τοῦ θεάτρου δὲ οὐ πόρω Σαράπιδόςἐστι καὶ Ἴσιδος ἱερόν. 33. ἐς δὲ τὴν κορυφὴν ἐρχομένῳ τῆς Ἰθώμης, ἣ δὴ Μεσσηνίοις ἐστὶν ἀκρόπολις, πηγὴΚλεψύδρα γίνεται. πάντας μὲν οὖν καταριθμήσασθαι καὶ προθυμηθέντι ἄπορον,ὁπόσοι θέλουσι γενέσθαι καὶ τραφῆναι παρὰ σφίσι Δία: μέτεστι δ᾽ οὖν καὶΜεσσηνίοις τοῦ λόγου: φασὶ γὰρ καὶ οὗτοι τραφῆναι παρὰ σφίσι τὸν θεόν, Ἰθώμην δὲεἶναι καὶ Νέδαν τὰς θρεψαμένας, κεκλῆσθαι δὲ ἀπὸ μὲν τῆς Νέδας τὸν ποταμόν, τὴνδὲ ἑτέραν τῷ ὄρει τὴν Ἰθώμην δεδωκέναι τὸ ὄνομα. ταύτας δὲ τὰς νύμφας τὸν Δία,κλαπέντα ὑπὸ Κουρήτων διὰ τὸ ἐκ τοῦ πατρὸς δεῖμα, ἐνταῦθα λοῦσαι λέγουσι καὶ τὸὄνομα εἶναι τῷ ὕδατι ἀπὸ τῶν Κουρήτων τῆς κλοπῆς: φέρουσί τε ἀνὰ πᾶσαν ἡμέρανὕδωρ ἀπὸ τῆς πηγῆς ἐς τοῦ Διὸς τοῦ Ἰθωμάτα τὸ ἱερόν. [2] τὸ δὲ ἄγαλμα τοῦ ΔιὸςἈγελάδα μέν ἐστιν ἔργον, ἐποιήθη δὲ ἐξ ἀρχῆς τοῖς οἰκήσασιν ἐν ΝαυπάκτῳΜεσσηνίων: ἱερεὺς δὲ αἱρετὸς κατὰ ἔτος ἕκαστον ἔχει δὲ τὸ ἄγαλμα ἐπὶ τῆς οἰκίας.ἄγουσι δὲ καὶ ἑορτὴν ἐπέτειον Ἰθωμαῖα, τὸ δὲ ἀρχαῖον καὶ ἀγῶνα ἐτίθεσαν μουσικῆς:τεκμαίρεσθαι δ᾽ ἔστιν ἄλλοις τε καὶ Εὐμήλου τοῖς ἔπεσιν, ἐποίησε γοῦν καὶ τάδε ἐντῷ προσοδίῳ τῷ ἐς Δῆλον: “τῷ γὰρ Ἰθωμάτα καταθύμιος ἔπλετο μοῖσα ἁ καθαρὰν κιθάραν καὶ ἐλεύθερα σάμβαλ᾽ ἔχοισα. ”Eumelus, unknown location.οὐκοῦν ποιῆσαί μοι δοκεῖ τὰ ἔπη καὶ μουσικῆς ἀγῶναἐπιστάμενος τιθέντας. [3] ἰόντι δὲ τὴν ἐπ᾽ Ἀρκαδίας ἐς Μεγάλην πόλιν ἐστὶν ἐν ταῖς πύλαις Ἑρμῆς τέχνης τῆςἈττικῆς: Ἀθηναίων γὰρ τὸ σχῆμα τὸ τετράγωνόν ἐστιν ἐπὶ τοῖς Ἑρμαῖς, καὶ παρὰτούτων μεμαθήκασιν οἱ ἄλλοι. σταδίους δὲ καταβάντι ἀπὸ τῶν πυλῶν τριάκοντα τὸῥεῦμά ἐστι τῆς Βαλύρας. γενέσθαι δὲ τὸ ὄνομα τῷ ποταμῷ λέγουσι Θαμύριδος τὴνλύραν ἐνταῦθα ἀποβαλόντος ἐπὶ τῇ πηρώσει: παῖδα δὲ αὐτὸν Φιλάμμωνος καὶἈργιόπης τῆς νύμφης εἶναι. τὴν δὲ Ἀργιόπην τέως μὲν περὶ τὸν Παρνασσὸν οἰκεῖν,ἐπεὶ δὲ εἶχεν ἐν γαστρί, ἐς Ὀδρύσας λέγουσι μετοικῆσαι: Φιλάμμωνα γὰρ οὐκ ἐθέλεινἐς τὸν οἶκον αὐτὴν ἄγεσθαι. καὶ Θάμυριν μὲν Ὀδρύσην τε καὶ Θρᾷκα ἐπὶ τούτῳκαλοῦσιν: ἡ δὲ Λευκασία καὶ Ἄμφιτος συμβάλλουσιν ἐς τὸ αὐτὸ τὰ ῥεύματα. [4] διαβάντι δὲ τούτους πεδίον ἐστὶν ὀνομαζόμενον Στενυκληρικόν: εἶναι δὲ ἥρωαΣτενύκληρον λέγουσι. τοῦ πεδίου δέ ἐστιν ἀπαντικρὺ καλουμένη τὸ ἀρχαῖονΟἰχαλία, τὸ δὲ ἐφ᾽ ἡμῶν Καρνάσιον ἄλσος, κυπαρίσσων μάλιστα πλῆρες. θεῶν δὲἀγάλματα Ἀπόλλωνός ἐστι Καρνείου καὶ Ἁγνῆς καὶ Ἑρμῆς φέρων κριόν. ἡ δὲ ἉγνὴΚόρης τῆς Δήμητρός ἐστιν ἐπίκλησις: ὕδωρ δὲ ἄνεισιν ἐκ πηγῆς παρ᾽ αὐτὸ τὸ ἄγαλμα.[5] τὰ δὲ ἐς τὰς θεὰς τὰς Μεγάλας—δρῶσι γὰρ καὶ ταύταις ἐν Καρνασίῳ τὴν τελετήν—ἀπόρρητα ἔστω μοι: δεύτερα γάρ σφισι νέμω σεμνότητος μετά γε Ἐλευσίνια. ὅτι δ᾽ὑδρία τε ἡ χαλκῆ, τὸ εὕρημα τοῦ Ἀργείου στρατηγοῦ, καὶ Εὐρύτου τοῦ Μελανέως τὰὀστᾶ ἐφυλάσσετο ἐνταῦθα, δηλῶσαί με καὶ ἐς ἅπαντας οὐκ ἀπεῖργε τὸ ὄνειρον. ῥεῖ δὲ ποταμὸς παρὰ τὸΚαρνάσιον Χάραδρος, καὶ προελθόντι ἐν ἀριστερᾷ σταδίους ὀκτὼ [6] μάλιστα ἐρείπιάἐστιν Ἀνδανίας. καὶ ὅτι μὲν τῇ πόλει τὸ ὄνομα ἀπὸ γυναικὸς γέγονεν Ἀνδανίας,ὁμολογεῖται ὑπὸ τῶν ἐξηγητῶν: οὐ μὴν τά γε ἐς τοὺς γονέας αὐτῆς οὐδὲ τῷσυνῴκησεν ἔχω λέγειν. ἰόντων δὲ ὡς ἐπὶ Κυπαρισσιὰς ἀπὸ Ἀνδανίας Πολίχνη τέ ἐστικαλουμένη καὶ ποταμὸς Ἠλέκτρα καὶ Κοῖος ῥέουσι: τάχα δ᾽ ἄν τινα καὶ λόγον ἐςἨλέκτραν τὴν Ἄτλαντος λέγοιεν καὶ ἐς Κοῖον τὸν Λητοῦς πατέρα, ἢ καὶ τῶνἐπιχωρίων ἡρώων εἶεν Ἠλέκτρα τε καὶ Κοῖος. [7] διαβάντων δὲ Ἠλέκτραν Ἀχαΐα τε ὀνομαζομένη πηγὴ καὶ πόλεώς ἐστιν ἐρείπιαΔωρίου. πεποίηκε δὲ Ὅμηρος μὲν Θαμύριδι ἐνταῦθα ἐν τῷ Δωρίῳ γενέσθαι τὴνσυμφοράν, ὅτι καὶ αὐτὰς Μούσας νικήσειν ἔφασκεν ᾀδούσας: Πρόδικος δὲ Φωκαεὺς—εἰ δὴ τούτου τὰ ἐς τὴν Μινυάδα ἔπη—προσκεῖσθαί φησι Θαμύριδι ἐν Ἅιδου δίκην τοῦἐς τὰς Μούσας αὐχήματος. διεφθάρη δὲ ὁ Θάμυρις ἐμοὶ δοκεῖν ὑπὸ νόσου τοὺςὀφθαλμούς, τὸ δὲ αὐτὸ καὶ Ὁμήρῳ συνέπεσεν ὕστερον: ἀλλ᾽ ὁ μὲν καὶ ἐς ἅπανδιετέλει ποιῶν, οὐ γάρ τι εἶκε τῇ συμφορᾷ, Θάμυρις δὲ καὶ τὴν ᾠδὴν ὑπὸ κακοῦ τοῦπαρόντος ἐξέλιπεν. 34. ἐκ δὲ Μεσσήνης ὑπὸ τοῦ Παμίσου τὸ στόμα ὁδὸς μὲν σταδίων ἐστὶν ὀγδοήκοντα, ῥεῖδὲ ὁ Πάμισος διά τε ἀρουμένης καὶ καθαρὸς καὶ ἀναπλεῖται ναυσὶν ἐκ θαλάσσης ἐπὶδέκα που σταδίους: ἀναθέουσι δὲ ἐς αὐτὸν καὶ οἱ θαλάσσιοι τῶν ἰχθύων περὶ ὥρανμάλιστα τοῦ ἦρος. τὸ δὲ αὐτὸ ἐς Ῥῆνόν τε καὶ ἐς τὸν Μαίανδρον ποιοῦσιν οἱ ἰχθῦς:μάλιστα δὲ ἀνὰ τὸ ῥεῦμα τὸ Ἀχελῴου νήχονται τοῦ ἐκδιδόντος κατὰ νήσους τὰςἘχινάδας. [2] διάφοροι δὲ τὸ εἶδος μάλιστα ἰχθῦς ἀναθέουσιν ἐς τὸν Πάμισον ἅτε ἐςὕδωρ καθαρὸν καὶ οὐ κατὰ τὰ αὐτὰ τοῖς κατειλεγμένοις ποταμοῖς ἰλυῶδες: οἱ κέφαλοιδέ, ἅτε ἰχθύων ὄντες τῶν πηλαίων, ποταμῶν φίλοι τῶν θολερωτέρων εἰσί. θηρία δὲ ἐςὄλεθρον ἀνθρώπων οὐ πεφύκασιν οἱ Ἑλλήνων ποταμοὶ φέρειν, καθάπερ γε Ἰνδὸς καὶΝεῖλος ὁ Αἰγύπτιος, ἔτι δὲ Ῥῆνος καὶ Ἴστρος Εὐφράτης τε καὶ Φᾶσις: οὗτοι γὰρ δὴθηρία ὅμοια τοῖς μάλιστα ἀνδροφάγα αὔξουσι, ταῖς ἐν Ἕρμῳ καὶ Μαιάνδρῳ γλάνισινἐοικότα ἰδέας πλὴν χρόας τε μελαντέρας καὶ ἀλκῆς: ταῦτα δὲ αἱ γλάνεις ἀποδέουσιν.[3] ὁ δὲ Ἰνδὸς καὶ ὁ Νεῖλος κροκοδείλους μὲν ἀμφότεροι, Νεῖλος δὲ παρέχεται καὶἵππους, οὐκ ἔλασσον ἢ ὁ κροκόδειλος κακὸν ἀνθρώποις. οἱ δὲ Ἑλλήνων ποταμοὶδείματα ὡς ἀπὸ θηρίων εἰσὶν οὐδέν, ἐπεὶ καὶ Ἀώῳ τῷ διὰ τῆς Θεσπρωτίδος ῥέοντιἠπείρου θηρία οὐ ποτάμια οἱ κύνες, ἀλλὰ ἐπήλυδές εἰσιν ἐκ θαλάσσης. [4] Κορώνη δέ ἐστι πόλις ἐν δεξιᾷ τοῦ Παμίσου πρὸς θαλάσσῃ τε καὶ ὑπὸ τῷ ὄρει τῇΜαθίᾳ. κατὰ δὲ τὴν ὁδὸν ταύτην ἐστὶν ἐπὶ θαλάσσῃ χωρίον, ὃ Ἰνοῦς ἱερὸν εἶναινομίζουσιν: ἐπαναβῆναι γὰρ ἐνταῦθα ἐκ θαλάσσης φασὶν αὐτὴν θεόν τε ἤδηνομιζομένην καὶ Λευκοθέαν καλουμένην ἀντὶ Ἰνοῦς. προελθόντων δὲ οὐ πολὺ Βίαςἐκδίδωσιν ἐς θάλασσαν ποταμός: γενέσθαι δὲ αὐτῷ λέγουσι τὸ ὄνομα ἀπὸ Βίαντοςτοῦ Ἀμυθάονος. καὶ Πλατανιστῶνος δὲ ἡ πηγὴ στάδια μὲν εἴκοσίν ἐστιν ἀπωτέρω τῆςὁδοῦ, ῥεῖ δὲ ἐκ πλατάνου τὸ ὕδωρ πλατείας καὶ τὰ ἐντὸς κοίλης: κατὰ σπήλαιονμάλιστά που μικρὸν τὸ εὖρός ἐστι τοῦ δένδρου, καὶ τὸ ὕδωρ αὐτόθεν ἐς Κορώνην τὸπότιμον κάτεισι. [5] τὸ μὲν δὴ ὄνομα τὸ ἀρχαῖον εἶχεν Αἴπεια: ἐπεὶ δὲ ὑπὸ Θηβαίωνκατήχθησαν ἐς Πελοπόννησον, Ἐπιμηλίδην φασὶν ἀποσταλέντα οἰκιστὴν καλέσαιΚορώνειαν, εἶναι γὰρ αὐτὸν ἐκ Κορωνείας τῆς Βοιωτῶν, τοὺς δὲ Μεσσηνίους ἐξ ἀρχῆςτε οὐ κατορθοῦν περὶ τὸ ὄνομα καὶ μᾶλλον ἔτι ἀνὰ χρόνον ἐκνικῆσαι τὸ ἐκείνωνἁμάρτημα. λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς τοῦ τείχους τὰ θεμέλια ὀρύσσοντεςἐπιτύχοιεν κορώνῃ χαλκῇ. [6] θεῶν δέ ἐστιν ἐνταῦθα Ἀρτέμιδός τε καλουμένηςΠαιδοτρόφου καὶ Διονύσου καὶ Ἀσκληπιοῦ ναός: τῷ μὲν δὴ Ἀσκληπιῷ καὶ Διονύσῳλίθου, Διὸς δὲ Σωτῆρος χαλκοῦν ἄγαλμα ἐπὶ τῆς ἀγορᾶς πεποίηται. χαλκοῦν δὲ καὶἐν ἀκροπόλει τῆς Ἀθηνᾶς τὸ ἄγαλμά ἐστιν ἐν ὑπαίθρῳ, κορώνην ἐν τῇ χειρὶ ἔχουσα.εἶδον δὲ καὶ τοῦ Ἐπιμηλίδου μνῆμα: ἐφ᾽ ὅτῳ δὲ τὸν λιμένα Ἀχαιῶν καλοῦσιν, οὐκ οἶδα.[7] ἐκ Κορώνης δὲ ὡς ὀγδοήκοντα σταδίους προελθόντι Ἀπόλλωνός ἐστιν ἱερὸν πρὸςθαλάσσῃ τιμὰς ἔχον: ἀρχαιότατόν τε γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶ καὶ νοσήματα ὁθεὸς ἰᾶται, Κόρυνθον δὲ Ἀπόλλωνα ὀνομάζουσι. τοῦτο μὲν δὴ ξόανον, τοῦ Ἀργεώτα δὲ χαλκοῦν ἐστι τὸ ἄγαλμα:ἀναθεῖναι δέ φασι τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας. [8] τῇ Κορωναίων δὲ πόλει ἐστὶνὅμορος Κολωνίδες: οἱ δὲ ἐνταῦθα οὐ Μεσσήνιοί φασιν εἶναι, ἀλλὰ ἐκ τῆς Ἀττικῆςἀγαγεῖν σφᾶς Κόλαινον λέγουσι, Κολαίνῳ δὲ κόρυδον τὴν ὄρνιθα ἐκ μαντεύματος ἐςτὴν ἀποικίαν ἡγήσασθαι. ἔμελλον δὲ ἄρα διάλεκτόν τε ἀνὰ χρόνον καὶ ἔθημεταμαθήσεσθαι τὰ Δωριέων. κεῖται δὲ τὸ πόλισμα αἱ Κολωνίδες ἐπὶ ὑψηλοῦ, μικρὸνἀπὸ θαλάσσης. [9] Ἀσιναῖοι δὲ τὸ μὲν ἐξ ἀρχῆς Λυκωρίταις ὅμοροι περὶ τὸν Παρνασσὸν ᾤκουν: ὄνομα δὲἦν αὐτοῖς, ὃ δὴ καὶ ἐς Πελοπόννησον διεσώσαντο, ἀπὸ τοῦ οἰκιστοῦ Δρύοπες. γενεᾷδὲ ὕστερον τρίτῃ βασιλεύοντος Φύλαντος μάχῃ τε οἱ Δρύοπες ὑπὸ Ἡρακλέουςἐκρατήθησαν καὶ τῷ Ἀπόλλωνι ἀνάθημα ἤχθησαν ἐς Δελφούς: ἀναχθέντες δὲ ἐςΠελοπόννησον χρήσαντος Ἡρακλεῖ τοῦ θεοῦ πρῶτα μὲν τὴν πρὸς Ἑρμιόνι Ἀσίνηνἔσχον, ἐκεῖθεν δὲ ἐκπεσόντες ὑπὸ Ἀργείων οἰκοῦσιν ἐν τῇ Μεσσηνίᾳ, Λακεδαιμονίωνδόντων καὶ ὡς ἀνὰ χρόνον οἱ Μεσσήνιοι κατήχθησαν οὐ γενομένης σφίσιν ὑπ᾽ αὐτῶνἀναστάτου τῆς πόλεως. [10] Ἀσιναῖοι δὲ αὐτοὶ περὶ σφῶν οὕτω λέγουσι: κρατηθῆναιμὲν ὑπὸ Ἡρακλέους μάχῃ συγχωροῦσιν ἁλῶναί τε τὴν ἐν τῷ Παρνασσῷ πόλιν,αἰχμάλωτοι δὲ γενέσθαι καὶ ἀχθῆναι παρὰ τὸν Ἀπόλλωνα οὔ φασιν: ἀλλ᾽ ὡςἡλίσκετο ὑπὸ τοῦ Ἡρακλέους τὸ τεῖχος, ἐκλιπεῖν τὴν πόλιν καὶ ἀναφυγεῖν ἐς τὰ ἄκρατοῦ Παρνασσοῦ, διαβάντες δὲ ὕστερον ναυσὶν ἐς Πελοπόννησον γενέσθαι φασὶν Εὐρυσθέως ἱκέται, καὶ σφίσιν Εὐρυσθέα ἅτε ἀπεχθανόμενον τῷ Ἡρακλεῖ δοῦναι τὴνἐν τῇ Ἀργολίδι Ἀσίνην. [11] μόνοι δὲ τοῦ γένους τοῦ Δρυόπων οἱ Ἀσιναῖοισεμνύνονται καὶ ἐς ἡμᾶς ἔτι τῷ ὀνόματι, οὐδὲν ὁμοίως καὶ Εὐβοέων οἱ Στύρα ἔχοντες.εἰσὶ γὰρ καὶ οἱ Στυρεῖς Δρύοπες τὸ ἐξ ἀρχῆς, ὅσοι τῆς πρὸς τὸν Ἡρακλέα οὐ μετέσχονμάχης, ἀπωτέρω τῆς πόλεως ἔχοντες τὰς οἰκήσεις: ἀλλὰ οἱ μὲν Στυρεῖς καλεῖσθαιΔρύοπες ὑπερφρονοῦσι, καθάπερ γε καὶ οἱ Δελφοὶ πεφεύγασιν ὀνομάζεσθαι Φωκεῖς,Ἀσιναῖοι δὲ Δρύοπές τε τὰ μάλιστα χαίρουσι καλούμενοι καὶ τῶν ἱερῶν τὰ ἁγιώτατάεἰσι δῆλοι κατὰ μνήμην πεποιημένοι τῶν ποτὲ ἐν Παρνασσῷ σφισιν ἱδρυμένων. τοῦτομὲν γὰρ Ἀπόλλωνός ἐστιν αὐτοῖς ναός, τοῦτο δὲ Δρύοπος ἱερὸν καὶ ἄγαλμα ἀρχαῖον:ἄγουσι καὶ παρὰ ἔτος αὐτῷ τελετήν, παῖδα τὸν Δρύοπα Ἀπόλλωνος εἶναι λέγοντες.[12] κεῖται δὲ ἐπὶ θαλάσσῃ καὶ αὐτὴ κατὰ τὰ αὐτὰ τῇ ποτὲ ἐν μοίρᾳ τῇ Ἀργολίδι Ἀσίνῃ:σταδίων δὲ τεσσαράκοντά ἐστιν ἐκ Κολωνίδων ἐς αὐτὴν ὁδός, τοσαύτη δὲ καὶ ἐκ τῆςἈσίνης πρὸς τὸν Ἀκρίταν καλούμενον. ἀνέχει δὲ ἐς θάλασσαν ὁ Ἀκρίτας, καὶ νῆσοςΘηγανοῦσσά ἐστιν ἔρημος πρὸ αὐτοῦ: μετὰ δὲ τὸν Ἀκρίταν λιμήν τε Φοινικοῦς καὶνῆσοι κατ᾽ αὐτὸν Οἰνοῦσσαι. 35. Μοθώνη δέ, πρὶν ἢ τὴν στρατιὰν ἐς Τροίαν ἀθροισθῆναι καὶ ἐπὶ τοῦ πρὸς Ἰλίῳπολέμου καλουμένη Πήδασος, μεταβέβληκεν ὕστερον τὸ ὄνομα, ὡς μὲν αὐτοὶΜοθωναῖοι λέγουσιν, ἀπὸ τῆς Οἰνέως θυγατρός: Οἰνεῖ γὰρ τῷ Πορθάονος μετὰἅλωσιν Ἰλίου παρὰ Διομήδην ἀναχωρήσαντι ἐς Πελοπόννησον θυγατέρα φασὶν ἐκπαλλακῆς Μοθώνην γενέσθαι: δόξῃ δὲ ἐμῇ δέδωκε τῷ χωρίῳ τὸ ὄνομα ὁ Μόθωνλίθος. οὗτος δέ σφισι καὶ ὁ ποιῶν τὸν λιμένα ἐστί: τόν τε γὰρ ἔσπλουν στενώτερονταῖς ναυσὶν ἐργάζεται παρήκων ὕφαλος καὶ ἅμα μὴ ἐκ βυθοῦ ταράσσεσθαι τὸνκλύδωνα ἔρυμα ἕστηκεν. [2] ἐδήλωσα δὲ καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις ὅτιΝαυπλιεῦσιν ἐπὶ λακωνισμῷ διωχθεῖσι Δαμοκρατίδα βασιλεύοντος ἐν ἌργειΜοθώνην Λακεδαιμόνιοι διδόασι καὶ ὡς οὐδὲ ἐκ τῶν Μεσσηνίων κατελθόντωνἐγένετο οὐδὲν ἐς αὐτοὺς νεώτερον: ἦσαν δὲ οἱ Ναυπλιεῖς ἐμοὶ δοκεῖν Αἰγύπτιοι τὰπαλαιότερα, παραγενόμενοι δὲ ὁμοῦ Δαναῷ ναυσὶν ἐς τὴν Ἀργολίδα ὕστερον γενεαῖςτρισὶν ὑπὸ Ναυπλίου τοῦ Ἀμυμώνης κατῳκίσθησαν ἐν Ναυπλίᾳ. [3] Μοθωναίοις δὲβασιλεὺς μὲν Τραϊανὸς ἔδωκεν ἐλευθέρους ὄντας ἐν αὐτονομίᾳ πολιτεύεσθαι: τὰ δὲἔτι παλαιότερα μόνοις σφίσι Μεσσηνίων τῶν ἐπὶ θαλάσσῃ τοιόνδε ἀτύχημα ἰδίᾳσυνέβη γενέσθαι. τὰ ἐν Ἠπείρῳ τῇ Θεσπρωτίδι ὑπὸ ἀναρχίας ἐφθάρη: Δηιδαμείᾳ γὰρτῇ Πύρρου παῖδες οὐκ ἐγένοντο, ἀλλὰ ὡς τελευτᾶν ἔμελλεν, ἐπιτρέπει τῷ δήμῳ τὰπράγματα. θυγάτηρ δὲ ἦν Πύρρου τοῦ Πτολεμαίου τοῦ Ἀλεξάνδρου τοῦ Πύρρου: [4]τὰ δὲ ἐς Πύρρον τὸν Αἰακίδου πρότερον ἔτι ἐν τῷ λόγῳ τῷ ἐς Ἀθηναίους ἐδήλωσα,Προκλῆς δὲ ὁ Καρχηδόνιος τύχης μὲν χρηστῆς ἕνεκα καὶ διὰ λαμπρότητα ἔργωνἔνεμεν Ἀλεξάνδρῳ τᾷ Φιλίππου πλέον, τάξαι δὲ ὁπλίτας τε καὶ ἱππικὸν καὶστρατηγήματα ἐπὶ ἄνδρας πολεμίους εὑρεῖν Πύρρον ἔφασκεν ἀμείνονα γενέσθαι. [5]Ἠπειρῶται δὲ ὡς ἐπαύσαντο βασιλεύεσθαι, τά τε ἄλλα ὁ δῆμος ὕβριζε καὶ ἀκροᾶσθαιτῶν ἐν ταῖς ἀρχαῖς ὑπερεώρων: καὶ σφᾶς οἱ Ἰλλυριοὶ τὰ πρὸς τοῦ Ἰονίου τὴν Ἤπειρονὑπεροικοῦντες παρεστήσαντο ἐξ ἐπιδρομῆς. οὐ γάρ πω δημοκρατίαν ἴσμεν ἄλλους γεἢ Ἀθηναίους αὐξήσαντας, Ἀθηναῖοι δὲ προήχθησαν ἐπὶ μέγα ἀπ᾽ αὐτῆς: συνέσει γὰροἰκείᾳ τὸ Ἑλληνικὸν ὑπερεβάλλοντο καὶ νόμοις τοῖς καθεστηκόσιν ἐλάχισταἠπείθουν. [6] οἱ δὲ Ἰλλυριοί, ἀρχῆς τε γεγευμένοι καὶ ἐπιθυμοῦντες ἀεὶ τοῦ πλείονος,ναῦς τε ἐπήξαντο καὶ ἐληίζοντο ἄλλους τε ὡς ἑκάστους τύχοιεν καὶ ἐς τὴνΜοθωναίαν σχόντες ὡρμίσαντο οἷα ἐς φιλίαν: στείλαντες δὲ ἄγγελον ἐς τὴν πόλινἄγειν σφίσιν οἶνον ἐπὶ τὰ πλοῖα ἐδεήθησαν. ὡς δὲ ἄγοντες ἀφίκοντο ἄνδρες οὐπολλοί, τόν τε οἶνον ὠνοῦντο ἐπιτιμώντων τῶν Μοθωναίων καὶ αὐτοί σφισινἐπίπρασκον ὧν ἐπήγοντο. [7] ἐς δὲ τὴν ἐπιοῦσαν ἀφικομένων ἐκ τῆς πόλεωςπλειόνων παρέχουσι καὶ τοῖσδε κερδᾶναι: τέλος δὲ γυναῖκες καὶ ἄνδρες κατίασιν ἐπὶτὰ πλοῖα οἶνόν τε ἀποδόσθαι καὶ ἐκ τῶν βαρβάρων ἀντιληψόμενοι. ἔνθα νῦνἀποτολμήσαντες οἱ Ἰλλυριοὶ καὶ ἄνδρας πολλοὺς καὶ ἔτι πλείονας τῶν γυναικῶνἁρπάζουσιν: ἐσθέμενοι δὲ ἐς τὰς ναῦς ἔπλεον τὴν ἐπὶ Ἰονίου, Μοθωναίωνἐρημώσαντες τὸ ἄστυ. [8] ἐν Μοθώνῃ δὲ ναός ἐστιν Ἀθηνᾶς Ἀνεμώτιδος: Διομήδην δὲ τὸ ἄγαλμα ἀναθεῖναι καὶτὸ ὄνομα τῇ θεῷ φασι θέσθαι. βιαιότεροι γὰρ καὶ οὐ κατὰ καιρὸν πνέοντεςἐλυμαίνοντο οἱ ἄνεμοι τὴν χώραν: Διομήδους δὲ εὐξαμένου τῇ Ἀθηνᾷ, τὸ ἀπὸ τούτουσυμφορά σφισιν οὐδεμία ἀνέμων γε ἕνεκα ἦλθεν ἐς τὴν γῆν. καὶ Ἀρτέμιδος δ᾽ ἱερόνἐστιν ἐνταῦθα καὶ ὕδωρ ἐν φρέατι κεκραμένον πίσσῃ, Κυζικηνῷ μύρῳ μάλιστα ἰδεῖνἐμφερές: παράσχοιτο δ᾽ ἂν πᾶσαν καὶ χρόαν ὕδωρ καὶ ὀσμήν. [9] γλαυκότατον μὲνοἶδα ὕδωρ θεασάμενος τὸ ἐν Θερμοπύλαις, οὔτι που πᾶν, ἀλλ᾽ ὅσον κάτεισιν ἐς τὴνκολυμβήθραν ἥντινα ὀνομάζουσιν οἱ ἐπιχώριοι Χύτρους γυναικείους: ξανθὸν δὲὕδωρ, οὐδέν τι ἀποδέον τὴν χρόαν αἵματος, Ἑβραίων ἡ γῆ παρέχεται πρὸς Ἰόππῃπόλει: θαλάσσης μὲν ἐγγυτάτω τὸ ὕδωρ ἐστί, λόγον δὲ ἐς τὴν πηγὴν λέγουσιν οἱταύτῃ, Περσέα ἀνελόντα τὸ κῆτος, ᾧ τὴν παῖδα προκεῖσθαι τοῦ Κηφέως, ἐνταῦθα τὸαἷμα ἀπονίψασθαι. [10] ὕδωρ δὲ ἀπὸ πηγῶν ἀνερχόμενον μέλαν ἰδὼν οἶδα ἐνἈστύροις: τὰ δὲ Ἄστυρα ἀπαντικρὺ Λέσβου λουτρά ἐστι θερμὰ ἐν τῷ Ἀταρνεῖκαλουμένῳ. τὸ δὲ χωρίον ἐστὶν ὁ Ἀταρνεὺς ὁ Χίων μισθός, ὃν παρὰ τοῦ Μήδουλαμβάνουσιν ἄνδρα ἐκδόντες ἱκέτην, Πακτύην τὸν Λυδόν. τοῦτο μὲν δὴ μελαίνεται,Ῥωμαίοις δὲ ὑπὲρ τὴν πόλιν, διαβάντων τὸν Ἄνιον ὀνομαζόμενον ποταμόν, ὕδωρλευκόν ἐστιν: ἀνδρὶ δὲ ἐσβάντι ἐς αὐτὸ τὸ μὲν παραυτίκα ψυχρόν τε πρόσεισι καὶἐμποιεῖ φρίκην, ἐπισχόντι δὲ ὀλίγον ἅτε φάρμακον θερμαίνει τὸ πυρωδέστατον. [11]καὶ ὅσαις μὲν πηγαῖς θαῦμά τι ἦν καὶ ἰδόντι, τοσαύτας θεασάμενος οἶδα, τὰς γὰρ δὴἐλάσσονος θαύματος ἐπιστάμενος παρίημι: ἁλμυρὸν δὲ ὕδωρ καὶ στρυφνὸν οὐ μέγαθαῦμα ἐξευρεῖν. δύο δὲ ἀλλοῖα: τὸ μὲν τῆς Καρίας ἐν πεδίῳ καλουμένῳ Λευκῷθερμόν ἐστιν ὕδωρ παρὰ κώμην ὀνομαζομένην Δασκύλου, πιεῖν καὶ γάλακτος ἥδιον:τὸν δὲ Ἡρόδοτον οἶδα εἰπόντα ὡς ἐς τὸν ποταμὸν τὸν Ὕπανιν ἐκδίδωσιν ὕδατοςπικροῦ πηγή. πῶς δ᾽ ἂν οὐκ ἀποδεξαίμεθα ἀληθεύειν αὐτῷ τὸν λόγον, ὅπου γε καὶἐφ᾽ ἡμῶν ἐν Δικαιαρχίᾳ τῇ Τυρρηνῶν ἐξεύρηται ὕδωρ σφίσι θερμὸν οὕτω δή τι ὀξὺὥστε τὸν μόλυβδον—διεξῄει γὰρ διὰ μολύβδου ῥέον —ἔτεσι κατέτηξεν οὐ πολλοῖς;36. ἔστι δὲ ἐκ Μοθώνης ὁδὸς σταδίων μάλιστα ἑκατὸν ἐπὶ τὴν ἄκραν τὸ Κορυφάσιον: ἐπ᾽αὐτῇ δὲ ἡ Πύλος κεῖται. ταύτην ᾤκισε Πύλος ὁ Κλήσωνος ἀγαγὼν ἐκ τῆς Μεγαρίδοςτοὺς ἔχοντας τότε αὐτὴν Λέλεγας: καὶ τῆς μὲν οὐκ ὤνατο ὑπὸ Νηλέως καὶ τῶν ἐξἸωλκοῦ Πελασγῶν ἐκβληθείς, ἀποχωρήσας δὲ ἐς τὴν ὅμορον ἔσχεν ἐνταῦθα Πύλοντὴν ἐν τῇ Ἠλείᾳ. Νηλεὺς δὲ βασιλεύσας ἐς τοσοῦτο προήγαγεν ἀξιώματος τὴν Πύλονὡς καὶ Ὅμηρον ἐν τοῖς ἔπεσιν ἄστυ ἐπονομάσαι Νηλήιον. [2] ἐνταῦθα ἱερόν ἐστινἈθηνᾶς ἐπίκλησιν Κορυφασίας καὶ οἶκος καλούμενος Νέστορος: ἐν δὲ αὐτῷ καὶ ὁΝέστωρ γέγραπται: καὶ μνῆμα ἐντὸς τῆς πόλεώς ἐστιν αὐτῷ, τὸ δὲ ὀλίγον ἀπωτέρωτῆς Πύλου Θρασυμήδους φασὶν εἶναι. καὶ σπήλαιόν ἐστιν ἐντὸς τῆς πόλεως: βοῦς δὲἐνταῦθα τὰς Νέστορος καὶ ἔτι πρότερον Νηλέως φασὶν αὐλίζεσθαι. [3] εἴη δ᾽ ἂνΘεσσαλικὸν τὸ γένος τῶν βοῶν τούτων, Ἰφίκλου ποτὲ τοῦ Πρωτεσιλάου πατρός:ταύτας γὰρ δὴ τὰς βοῦς Νηλεὺς ἕδνα ἐπὶ τῇ θυγατρὶ ᾔτει τοὺς μνωμένους, καὶ τούτωνἕνεκα ὁ Μελάμπους χαριζόμενος τῷ ἀδελφῷ Βίαντι ἀφίκετο ἐς τὴν Θεσσαλίαν, καὶἐδέθη μὲν ὑπὸ τῶν βουκόλων τοῦ Ἰφίκλου, λαμβάνει δὲ μισθὸν ἐφ᾽ οἷς αὐτῷ δεηθέντιἐμαντεύσατο. ἐσπουδάκεσαν δὲ ἄρα οἱ τότε πλοῦτόν τινα συλλέγεσθαι τοιοῦτον,ἵππων καὶ βοῶν ἀγέλας, εἰ δὴ Νηλεύς τε γενέσθαι οἱ βοῦς ἐπεθύμησε τὰς Ἰφίκλου καὶἩρακλεῖ κατὰ δόξαν τῶν ἐν Ἰβηρίᾳ βοῶν προσέταξεν Εὐρυσθεὺς ἐλάσαι τῶνΓηρυόνου βοῶν τὴν ἀγέλην. [4] φαίνεται δὲ καὶ Ἔρυξ τότε ἐν Σικελίᾳ δυναστεύωνδριμὺν οὕτως ἔχων ἐς τὰς βοῦς τὰς ἐξ Ἐρυθείας ἔρωτα, ὥστε καὶ ἐπάλαισε πρὸς τὸνἩρακλέα ἆθλα ἐπὶ τῇ πάλῃ καταθέμενος τάς τε βοῦς ταύτας καὶ ἀρχὴν τὴν ἑαυτοῦ.πεποίηκε δὲ καὶ Ὅμηρος ἐν Ἰλιάδι, ὡς Ἰφιδάμας ὁ Ἀντήνορος τὰ πρῶτα τῶν ἕδνωνἑκατὸν βοῦς τῷ πενθερῷ δοίη. ταῦτα μὲν τὸν λόγον μοι βεβαιοῖ, βουσὶ τοὺς τότεχαίρειν μάλιστα ἀνθρώπους: [5] ἐνέμοντο δὲ ἐμοὶ δοκεῖν αἱ τοῦ Νηλέως βοῦς ἐν τῇὑπερορίᾳ τὰ πολλά: ὑπόψαμμός τε γάρ ἐστιν ὡς ἐπίπαν ἡ τῶν Πυλίων χώρα καὶ πόανβουσὶν οὐχ ἱκανὴ τοσαύτην παρασχέσθαι. μαρτυρεῖ δέ μοι καὶ Ὅμηρος ἐν μνήμῃΝέστορος ἐπιλέγων ἀεὶ βασιλέα αὐτὸν ἠμαθόεντος εἶναι Πύλου. [6] τοῦ λιμένος δὲ ἡ Σφακτηρία νῆσος προβέβληται, καθάπερ τοῦ ὅρμου τοῦ Δηλίων ἡῬήνεια: ἐοίκασι δὲ αἱ ἀνθρώπειαι τύχαι καὶ χωρία τέως ἄγνωστα ἐς δόξαν προῆχθαι.Καφηρέως τε γάρ ἐστιν ὄνομα τοῦ ἐν Εὐβοίᾳ τοῖς σὺν Ἀγαμέμνονι Ἕλλησιν ἐπιγενομένου χειμῶνος ἐνταῦθα, ὡςἐκομίζοντο ἐξ Ἰλίου: Ψυττάλειάν τε τὴν ἐπὶ Σαλαμῖνι ἴσμεν ἀπολομένων ἐν αὐτῇ τῶνΜήδων. ὡσαύτως δὲ καὶ τὴν Σφακτηρίαν τὸ ἀτύχημα τὸ Λακεδαιμονίων γνώριμοντοῖς πᾶσιν ἐποίησεν: Ἀθηναῖοι δὲ καὶ Νίκης ἀνέθηκαν ἄγαλμα ἐν ἀκροπόλει χαλκοῦνἐς μνήμην τῶν ἐν τῇ Σφακτηρίᾳ. [7] ἀφικομένων δὲ ἐς Κυπαρισσιὰς ἐκ Πύλου σφίσι πηγὴ ὑπὸ τῇ πόλει πλησίονθαλάσσης ἐστί: ῥυῆναι δὲ Διονύσῳ τὸ ὕδωρ λέγουσι θύρσῳ πλήξαντι ἐς τὴν γῆν, καὶἐπὶ τούτῳ Διονυσιάδα ὀνομάζουσι τὴν πηγήν. ἔστι δὲ καὶ Ἀπόλλωνος ἐνΚυπαρισσιαῖς ἱερὸν καὶ Ἀθηνᾶς ἐπίκλησιν Κυπαρισσίας. ἐν δὲ Αὐλῶνι καλουμένῳναὸς Ἀσκληπιοῦ καὶ ἄγαλμά ἐστιν Αὐλωνίου: κατὰ τοῦτο ὁ ποταμὸς ἡ Νέδα μεταξὺτῆς τε Μεσσηνίας ἤδη καὶ τῆς Ἠλείας διέξεισιν.