Pausanias: Description of Greece (plain text, Greek)

100 - 200 CE

www.perseus.tufts.edu

- Annotations   ·   No Other Contributors   ·   CC BY-NC-SA 4.0   ·   Cloned 1 time

http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0159%3Abook%3D7 Pausanias Description of Greece – Book 7 Ἀχαικά 1. ἡ δὲ τῆς Ἠλείας μέση καὶ Σικυωνίας, καθήκουσα μὲν ἐπὶ τὴν πρὸς ἕω θάλασσαν,Ἀχαΐαν δὲ ὄνομα τὸ ἐφ᾽ ἡμῶν ἔχουσα ἀπὸ τῶν ἐνοικούντων, αὐτή τε Αἰγιαλὸς τὸἀρχαῖον καὶ οἱ νεμόμενοι τὴν γῆν ἐκαλοῦντο Αἰγιαλεῖς, λόγῳ μὲν τῷ Σικυωνίων ἀπὸΑἰγιαλέως βασιλεύσαντος ἐν τῇ νῦν Σικυωνίᾳ, εἰσὶ δὲ οἵ φασιν ἀπὸ τῆς χώρας, εἶναιγὰρ τὰ πολλὰ αὐτῆς αἰγιαλόν. [2] χρόνῳ δὲ ὕστερον ἀποθανόντος Ἕλληνος Ξοῦθονοἱ λοιποὶ τοῦ Ἕλληνος παῖδες διώκουσιν ἐκ Θεσσαλίας, ἐπενεγκόντες αἰτίαν ὡς ἰδίᾳχρήματα ὑφελόμενος ἔχοι τῶν πατρῴων: ὁ δὲ ἐς Ἀθήνας φυγὼν θυγατέρα Ἐρεχθέωςἠξιώθη λαβεῖν καὶ παῖδας Ἀχαιὸν καὶ Ἴωνα ἔσχεν ἐξ αὐτῆς. ἀποθανόντος δὲἘρεχθέως τοῖς παισὶν αὐτοῦ δικαστὴς Ξοῦθος ἐγένετο ὑπὲρ τῆς ἀρχῆς, καὶ—ἔγνωγὰρ τὸν πρεσβύτατον Κέκροπα βασιλέα εἶναι—οἱ λοιποὶ τοῦ Ἐρεχθέως παῖδες ἐξελαύνουσιν ἐκ τῆς χώρας αὐτόν: [3] ἀφικομένῳ δὲ ἐς τὸν Αἰγιαλὸν καὶ οἰκήσαντιαὐτῷ μὲν ἐγένετο ἐνταῦθα ἡ τελευτή, τῶν δέ οἱ παίδων Ἀχαιὸς μὲν ἐκ τοῦ Αἰγιαλοῦπαραλαβὼν καὶ ἐξ Ἀθηνῶν ἐπικούρους κατῆλθεν ἐς Θεσσαλίαν καὶ ἔσχε τὴνπατρῴαν ἀρχήν, Ἴωνι δὲ ἐπὶ τοὺς Αἰγιαλεῖς στρατιὰν καὶ ἐπὶ Σελινοῦντα τὸν βασιλέααὐτῶν ἀθροίζοντι ἀγγέλους ἔπεμπεν ὁ Σελινοῦς, τὴν θυγατέρα Ἑλίκην, ἣ μόνη οἱπαῖς ἦν, γυναῖκα αὐτῷ διδοὺς καὶ αὐτὸν Ἴωνα ἐπὶ τῇ ἀρχῇ παῖδα ποιούμενος. [4] καίπως ταῦτα τῷ Ἴωνι ἐγένετο οὐκ ἄπο γνώμης, καὶ τῶν Αἰγιαλέων τὴν ἀρχὴν Ἴωνἔσχεν ἀποθανόντος Σελινοῦντος, καὶ Ἑλίκην τε ἀπὸ τῆς γυναικὸς ᾤκισεν ἐν τῷΑἰγιαλῷ πόλιν καὶ τοὺς ἀνθρώπους ἐκάλεσεν Ἴωνας ἀφ᾽ αὑτοῦ. τοῦτο οὐ μεταβολὴτοῦ ὀνόματος, προσθήκη δέ σφισιν ἐγένετο: Αἰγιαλεῖς γὰρ ἐκαλοῦντο Ἴωνες. τῇ χώρᾳδὲ ἔτι καὶ μᾶλλον διέμεινεν ὄνομα τὸ ἐξ ἀρχῆς: Ὁμήρῳ γοῦν ἐν καταλόγῳ τῶν μετὰἈγαμέμνονος ἐξήρκεσε τὸ ἀρχαῖον δηλῶσαι τῆς γῆς ὄνομα: “Αἰγιαλόν τ᾽ ἀνὰ πάντακαὶ ἀμφ᾽ Ἑλίκην εὐρεῖαν. ”Hom. Il. 2.575 [5] τότε δὲ ἐπὶ τῆς Ἴωνος βασιλείας πολεμησάντων ἈθηναίοιςἘλευσινίων καὶ Ἀθηναίων Ἴωνα ἐπαγαγομένων ἐπὶ ἡγεμονίᾳ τοῦ πολέμου, τὸν μὲνἐν τῇ Ἀττικῇ τὸ χρεὼν ἐπιλαμβάνει, καὶ Ἴωνος ἐν τῷ δήμῳ μνῆμα τῷ Ποταμίων ἐστίν:οἱ δὲ ἀπόγονοι τοῦ Ἴωνος τὸ Ἰώνων ἔσχον κράτος, ἐς ὃ ὑπ᾽ Ἀχαιῶν ἐξέπεσον καὶαὐτοὶ καὶ ὁ δῆμος. τοῖς δὲ Ἀχαιοῖς τηνικαῦτα ὑπῆρξε καὶ αὐτοῖς ἐκ Λακεδαίμονος καὶἌργους ὑπὸ Δωριέων ἐξεληλάσθαι: [6] τὰ δὲ ἐς Ἴωνας καὶ Ἀχαιούς, ὁπόσα ἐπράχθησφίσιν ἐπ᾽ ἀλλήλους, ἐπέξεισιν αὐτίκα ὁ λόγος μοι προδιηγησαμένῳ καθ᾽ ἥντινααἰτίαν τοῖς Λακεδαίμονα οἰκοῦσι καὶ Ἄργος πρὸ τῆς τῶν Δωριέων καθόδου μόνοιςΠελοποννησίων ὑπῆρξεν Ἀχαιοῖς καλεῖσθαι. Ἄρχανδρος Ἀχαιοῦ καὶ Ἀρχιτέλης ἐςἌργος ἀφίκοντο ἐκ τῆς Φθιώτιδος, ἐλθόντες δὲ ἐγένοντο Δαναοῦ γαμβροί, καὶΑὐτομάτην μὲν Ἀρχιτέλης, Σκαιὰν δὲ ἔλαβεν Ἄρχανδρος. δηλοῦσι δὲ ἐν Ἄργεικαταμείναντες οὐχ ἥκιστα ἐν τῷδε: Μετανάστην γὰρ τῷ παιδὶ ὄνομα ἔθετοἌρχανδρος. [7] δυνηθέντων δὲ ἔν τε Ἄργει καὶ Λακεδαίμονι τῶν Ἀχαιοῦ παίδων, τοὺςἀνθρώπους τοὺς ἐνταῦθα ἐξενίκησεν Ἀχαιοὺς κληθῆναι: τοῦτο μέν σφισιν ὄνομα ἦνἐν κοινῷ, Δαναοὶ δὲ Ἀργείοις ἰδίᾳ. τότε δὲ ὑπὸ Δωριέων ἐκπεπτωκότες ἔκ τε Ἄργουςκαὶ ἐκ Λακεδαίμονος ἐπεκηρυκεύοντο Ἴωσιν αὐτοί τε καὶ ὁ βασιλεὺς Τισαμενὸς ὁὈρέστου γενέσθαι σύνοικοί σφισιν ἄνευ πολέμου: τῶν δὲ Ἰώνων τοὺς βασιλέας ὑπῄειδέος, μὴ Ἀχαιῶν ἀναμιχθέντων αὐτοῖς Τισαμενὸν ἐν κοινῷ βασιλέα ἕλωνται κατά τεἀνδραγαθίαν καὶ γένους δόξαν. [8] Ἰώνων δὲ οὐ προσεμένων τοὺς Ἀχαιῶν λόγουςἀλλὰ ἐπεξελθόντων σὺν ὅπλοις, Τισαμενὸς μὲν ἔπεσεν ἐν τῇ μάχῃ, Ἴωνας δὲ Ἀχαιοὶκρατήσαντες ἐπολιόρκουν καταπεφευγότας ἐς Ἑλίκην καὶ ὕστερον ἀφιᾶσιν ἀπελθεῖνὑποσπόνδους. Τισαμενοῦ δὲ τὸν νεκρὸν Ἀχαιῶν ἐν Ἑλίκῃ θαψάντων, ὕστερον χρόνῳΛακεδαιμόνιοι τοῦ ἐν Δελφοῖς σφισιν ἀνειπόντος χρηστηρίου κομίζουσι τὰ ὀστᾶ ἐςΣπάρτην, καὶ ἦν καὶ ἐς ἐμὲ ἔτι αὐτῷ τάφος, ἔνθα τὰ δεῖπνα Λακεδαιμονίοις ἐστὶ τὰΦειδίτια καλούμενα. [9] Ἴωνας δὲ ἀφικομένους ἐς τὴν Ἀττικὴν Ἀθηναῖοι καὶ ὁβασιλεὺς αὐτῶν Μέλανθος Ἀνδροπόμπου συνοίκους ἐξεδέξαντο Ἴωνός τε δὴ ἕνεκακαὶ ἔργων ἃ ἔπραξε πολεμαρχῶν Ἀθηναίοις: λέγεται δὲ ὡς ἐν ὑπονοίᾳ ποιούμενοιτοὺς Δωριέας οἱ Ἀθηναῖοι, μὴ οὐδὲ αὐτῶν ἐθέλωσιν ἀπέχεσθαι, ἰσχύος μᾶλλονοἰκείας ἕνεκα ἢ εὐνοίᾳ τῇ ἐς τοὺς Ἴωνας συνοίκους σφᾶς ἐδέξαντο. 2. ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον Μέδων καὶ Νειλεὺς πρεσβύτατοι τῶν Κόδρου παίδωνἐστασίασαν ὑπὲρ τῆς ἀρχῆς, καὶ οὐκ ἔφασκεν ὁ Νειλεὺς ἀνέξεσθαι βασιλευόμενοςὑπὸ τοῦ Μέδοντος, ὅτι ὁ Μέδων τὸν ἕτερον ἦν τῶν ποδῶν χωλός: δόξαν δέ σφισινἀνενεγκεῖν ἐς τὸ χρηστήριον τὸ ἐν Δελφοῖς, δίδωσι Μέδοντι ἡ Πυθία βασιλείαν τὴνἈθηναίων. οὕτω δὴ ὁ Νειλεὺς καὶ οἱ λοιποὶ τῶν Κόδρου παίδων ἐς ἀποικίανἀπεστάλησαν, ἀγαγόντες μὲν καὶ αὐτῶν Ἀθηναίων τὸν βουλόμενον, τὸ δὲ πλεῖστόνσφισιν ἦσαν τοῦ στρατεύματος οἱ Ἴωνες. [2] ἐκ δὲ τῆς Ἑλλάδος τρίτος δὴ οὗτοςστόλος ὑπὸ βασιλεῦσιν ἀλλοίοις ὄχλοις τε ἀλλοίοις ἐστάλησαν. τὰ μὲν γὰρἀρχαιότατα Ἰόλαος Θηβαῖος, ἀδελφιδοῦς ὁ Ἡρακλέους, Ἀθηναίοις ἐς Σαρδὼ καὶΘεσπιεῦσιν ἡγήσατο: γενεᾷ δὲ μιᾷ πρότερον ἢ ἐξέπλευσαν ἐξ Ἀθηνῶν Ἴωνες,Λακεδαιμονίους τε καὶ Μινύας τοὺς ἐκβληθέντας ὑπὸ Πελασγῶν ἐκ Λήμνου Θήρας ὁΑὐτεσίωνος Θηβαῖος ἤγαγεν ἐς τὴν νῆσον τὴν νῦν μὲν ἀπὸ τοῦ Θήρα τούτου,πρότερον δὲ ὀνομαζομένην Καλλίστην. [3] τρίτον δὲ τότε οἱ Κόδρου παῖδεςἐπετάχθησαν Ἴωσιν ἄρχοντες, οὐδέν σφισι γένους τοῦ Ἴωνος μετόν, ἀλλὰ Μεσσήνιοιμὲν τῶν ἐκ Πύλου τὰ πρὸς Κόδρου καὶ Μελάνθου, Ἀθηναῖοι δὲ ὄντες τὰ πρὸς μητρός.Ἴωσι δὲ τοῦ στόλου μετασχόντες ἦσαν οἵδε Ἑλλήνων, Θηβαῖοί τε οἱ ὁμοῦ Φιλώτᾳγεγονότι ἀπογόνῳ Πηνέλεω καὶ Ὀρχομένιοι Μινύαι συγγενείᾳ τῶν Κόδρου παίδων:[4] μετέσχον δὲ καὶ Φωκεῖς οἱ ἄλλοι πλὴν Δελφῶν καὶ Ἄβαντες ἐξ Εὐβοίας. τοῖς δὲΦωκεῦσι Φιλογένης καὶ Δάμων οἱ Εὐκτήμονος Ἀθηναῖοι ναῦς τε διδόασιν ἐς τὸνπλοῦν καὶ αὐτοί σφισιν ἐς τὴν ἀποικίαν ἐγένοντο ἡγεμόνες: ὡς δὲ ταῖς ναυσὶν ἐς τὴνἈσίαν κατῆραν, ἐπ᾽ ἄλλην ἐτρέποντο ἄλλοι τῶν ἐπὶ θαλάσσῃ πόλεων, Νειλεὺς δὲ καὶἡ σὺν αὐτῷ μοῖρα ἐς Μίλητον. [5] Μιλήσιοι δὲ αὐτοὶ τοιάδε τὰ ἀρχαιότατά σφισινεἶναι λέγουσιν: ἐπὶ γενεὰς μὲν δύο Ἀνακτορίαν καλεῖσθαι τὴν γῆν Ἄνακτός τεαὐτόχθονος καὶ Ἀστερίου βασιλεύοντος τοῦ Ἄνακτος, Μιλήτου δὲ κατάραντος στόλῳΚρητῶν ἥ τε γῆ τὸ ὄνομα μετέβαλεν ἀπὸ τοῦ Μιλήτου καὶ ἡ πόλις. ἀφίκετο δὲ ἐκΚρήτης ὁ Μίλητος καὶ ὁ σὺν αὐτῷ στρατὸς Μίνω τὸν Εὐρώπης φεύγοντες, οἱ δὲ Κᾶρεςοἱ πρότερον νεμόμενοι τὴν χώραν σύνοικοι τοῖς Κρησὶν ἐγένοντο: [6] τότε δὲ ὡςἐκράτησαν τῶν ἀρχαίων Μιλησίων οἱ Ἴωνες, τὸ μὲν γένος πᾶν τὸ ἄρσεν ἀπέκτεινανπλὴν ὅσοι τῆς πόλεως ἁλισκομένης ἐκδιδράσκουσι, γυναῖκας δὲ καὶ θυγατέρας τὰςἐκείνων γαμοῦσι. τοῦ δὲ Νειλέως ὁ τάφος ἰόντων ἐς Διδύμους ἐστὶν οὐ πόρρω τῶν πυλῶν ἐν ἀριστερᾷτῆς ὁδοῦ: τὸ δὲ ἱερὸν τὸ ἐν Διδύμοις τοῦ Ἀπόλλωνος καὶ τὸ μαντεῖόν ἐστινἀρχαιότερον ἢ κατὰ τὴν Ἰώνων ἐσοίκησιν, πολλῷ δὲ πρεσβύτερα ἔτι ἢ κατὰ Ἴωνας τὰἐς τὴν Ἄρτεμιν τὴν Ἐφεσίαν ἐστίν. [7] οὐ μὴν πάντα γε τὰ ἐς τὴν θεὸν ἐπύθετο ἐμοὶδοκεῖν Πίνδαρος, ὃς Ἀμαζόνας τὸ ἱερὸν ἔφη τοῦτο ἱδρύσασθαι στρατευομένας ἐπὶἈθήνας τε καὶ Θησέα. αἱ δὲ ἀπὸ Θερμώδοντος γυναῖκες ἔθυσαν μὲν καὶ τότε τῇἘφεσίᾳ θεῷ, ἅτε ἐπιστάμεναι τε ἐκ παλαιοῦ τὸ ἱερόν, καὶ ἡνίκα Ἡρακλέα ἔφυγον, αἱδὲ καὶ Διόνυσον τὰ ἔτι ἀρχαιότερα, ἱκέτιδες ἐνταῦθα ἐλθοῦσαι: οὐ μὴν ὑπὸ Ἀμαζόνωνγε ἱδρύθη, Κόρησος δὲ αὐτόχθων καὶ Ἔφεσος—Καΰστρου δὲ τοῦ ποταμοῦ τὸν Ἔφεσονπαῖδα εἶναι νομίζουσιν—, οὗτοι τὸ ἱερόν εἰσιν οἱ ἱδρυσάμενοι, καὶ ἀπὸ τοῦ Ἐφέσου τὸὄνομά ἐστι τῇ πόλει. [8] Λέλεγες δὲ τοῦ Καρικοῦ μοῖρα καὶ Λυδῶν τὸ πολὺ οἱνεμόμενοι τὴν χώραν ἦσαν: ᾤκουν δὲ καὶ περὶ τὸ ἱερὸν ἄλλοι τε ἱκεσίας ἕνεκα καὶγυναῖκες τοῦ Ἀμαζόνων γένους. Ἄνδροκλος δὲ ὁ Κόδρου—οὗτος γὰρ δὴ ἀπεδέδεικτοἸώνων τῶν ἐς Ἔφεσον πλευσάντων βασιλεύς—Λέλεγας μὲν καὶ Λυδοὺς τὴν ἄνωπόλιν ἔχοντας ἐξέβαλεν ἐκ τῆς χώρας: τοῖς δὲ περὶ τὸ ἱερὸν οἰκοῦσι δεῖμα ἦν οὐδέν,ἀλλὰ Ἴωσιν ὅρκους δόντες καὶ ἀνὰ μέρος παρ᾽ αὐτῶν λαβόντες ἐκτὸς ἦσαν πολέμου.ἀφείλετο δὲ καὶ Σάμον Ἄνδροκλος Σαμίους, καὶ ἔσχον Ἐφέσιοι χρόνον τινὰ Σάμον καὶτὰς προσεχεῖς νήσους: [9] Σαμίων δὲ ἤδη κατεληλυθότων ἐπὶ τὰ οἰκεῖα Πριηνεῦσινἤμυνεν ἐπὶ τοὺς Κᾶρας ὁ Ἄνδροκλος, καὶ νικῶντος τοῦ Ἑλληνικοῦ ἔπεσεν ἐν τῇ μάχῃ.Ἐφέσιοι δὲ ἀνελόμενοι τοῦ Ἀνδρόκλου τὸν νεκρὸν ἔθαψαν τῆς σφετέρας ἔνθαδείκνυται καὶ ἐς ἐμὲ ἔτι τὸ μνῆμα κατὰ τὴν ὁδὸν τὴν ἐκ τοῦ ἱεροῦ παρὰ τὸ Ὀλυμπιεῖονκαὶ ἐπὶ πύλας τὰς Μαγνήτιδας: ἐπίθημα δὲ τῷ μνήματι ἀνήρ ἐστιν ὡπλισμένος. [10] οἱ δὲ Ἴωνες οἱ Μυοῦντα ἐσοικισάμενοι καὶ Πριήνην, Κᾶρας μὲν καὶ οὗτοι τὰς πόλειςἀφείλοντο: οἰκισταὶ δὲ Μυοῦντος μὲν Κυάρητος ἐγένετο ὁ Κόδρου, Πριηνεῖς δὲ Ἴωσινἀναμεμιγμένοι Θηβαῖοι Φιλώταν τε τὸν ἀπόγονον Πηνέλεω καὶ Αἴπυτον Νειλέωςπαῖδα ἔσχον οἰκιστάς. Πριηνεῖς μὲν δὴ ὑπὸ Ταβούτου τε τοῦ Πέρσου καὶ ὕστερον ὑπὸἹέρωνος ἀνδρὸς ἐπιχωρίου κακωθέντες ἐς τὸ ἔσχατον ὅμως τελοῦσιν ἐς Ἴωνας:Μυοῦντος δὲ οἱ οἰκήτορες ἐπὶ τύχῃ τοιᾷδε ἐξέλιπον τὴν πόλιν. [11] κατὰ τὴνΜυουσίαν χώραν θαλάσσης κόλπος ἐσεῖχεν οὐ μέγας: τοῦτον λίμνην ὁ ποταμὸςἐποίησεν ὁ Μαίανδρος, ἀποτεμόμενος τὸν ἔσπλουν τῇ ἰλύι: ὡς δὲ ἐνόστησε τὸ ὕδωρκαὶ οὐκέτι ἦν θάλασσα, οἱ κώνωπες ἄπειρον πλῆθος ἐγίνοντο ἐκ τῆς λίμνης, ἐς ὃτοὺς ἀνθρώπους ἠνάγκασαν ἐκλιπεῖν τὴν πόλιν. ἀπεχώρησαν δὲ ἐς ΜίλητονΜυούσιοι τά τε ἄλλα ἀγώγιμα καὶ τῶν θεῶν φερόμενοι τὰ ἀγάλματα, καὶ ἦν κατ᾽ ἐμὲοὐδὲν ἐν Μυοῦντι ὅτι μὴ Διονύσου ναὸς λίθου λευκοῦ: Μυουσίοις δέ γε κατέλαβενἐοικότα καὶ Ἀταρνείτας παθεῖν τοὺς ὑπὸ Περγάμῳ. 3. Κολοφώνιοι δὲ τὸ μὲν ἱερὸν τὸ ἐν Κλάρῳ καὶ τὸ μαντεῖον ἐκ παλαιοτάτου γενέσθαινομίζουσιν: ἐχόντων δὲ ἔτι τὴν γῆν Καρῶν ἀφικέσθαι φασὶν ἐς αὐτὴν πρώτους τοῦἙλληνικοῦ Κρῆτας, Ῥάκιον καὶ ὅσον εἵπετο ἄλλο τῷ Ῥακίῳ καὶ ὅσον ἔτι πλῆθος, ἔχοντὰ ἐπὶ θαλάσσῃ καὶ ναυσὶν ἰσχῦον: τῆς δὲ χώρας τὴν πολλὴν ἐνέμοντο ἔτι οἱ Κᾶρες.Θερσάνδρου δὲ τοῦ Πολυνείκους καὶ Ἀργείων ἑλόντων Θήβας καὶ ἄλλοι τεαἰχμάλωτοι καὶ ἡ Μαντὼ τῷ Ἀπόλλωνι ἐκομίσθησαν ἐς Δελφούς: Τειρεσίαν δὲ κατὰτὴν πορείαν τὸ χρεὼν ἐπέλαβεν ἐν τῇ Ἁλιαρτίᾳ. [2] ἐκπέμψαντος δὲ σφᾶς ἐς ἀποικίαντοῦ θεοῦ, περαιοῦνται ναυσὶν ἐς τὴν Ἀσίαν, καὶ ὡς κατὰ τὴν Κλάρον ἐγένοντο,ἐπεξίασιν αὐτοῖς οἱ Κρῆτες μετὰ ὅπλων καὶ ἀνάγουσιν ὡς τὸν Ῥάκιον: ὁ δὲ—μανθάνει γὰρ παρὰ τῆς Μαντοῦς οἵτινές τε ἀνθρώπων ὄντες καὶ κατὰ αἰτίαν ἥντιναἥκουσι— λαμβάνει μὲν γυναῖκα τὴν Μαντώ, ποιεῖται δὲ καὶ τοὺς σὺν αὐτῇ συνοίκους.Μόψος δὲ ὁ Ῥακίου καὶ Μαντοῦς καὶ τὸ παράπαν τοὺς Κᾶρας ἐξέβαλεν ἐκ τῆς γῆς. [3]Ἴωνες δὲ ὅρκους ποιησάμενοι πρὸς τοὺς ἐν Κολοφῶνι Ἕλληνας συνεπολιτεύοντο,οὐδὲν ἔχοντες πλέον: βασιλείαν δὲ Ἰώνων ἡγεμόνες Δαμασίχθων λαμβάνει καὶΠρόμηθος Κόδρου παῖδες. Πρόμηθος δὲ ὕστερον τὸν ἀδελφὸν Δαμασίχθοναἀποκτείνας ἔφυγεν ἐς Νάξον, καὶ ἀπέθανε μὲν αὐτόθι ἐν τῇ Νάξῳ, τὸν νεκρὸν δὲοἴκαδε ἀπαχθέντα κατεδέξαντο οἱ Δαμασίχθονοε παῖδες: καὶ ἔνθα ὁ τοῦ Προμήθουτάφος, Πολυτειχίδες ὄνομά ἐστι τῷ χωρίῳ. [4] Κολοφωνίοις δὲ ὅπως μὲν τὴν πόλινσυνέπεσεν ἐρημωθῆναι, προεδήλωσέ μοι τοῦ λόγου τὰ ἐς Λυσίμαχον: ἐμαχέσαντο δὲΛυσιμάχῳ καὶ Μακεδόσι Κολοφώνιοι τῶν ἀνοικισθέντων ἐς Ἔφεσον μόνοι, τοῖς δὲἀποθανοῦσιν ἐν τῇ μάχῃ Κολοφωνίων τε αὐτῶν καὶ Σμυρναίων ἐστὶν ὁ τάφος ἰόντι ἐςΚλάρον ἐν ἀριστερᾷ τῆς ὁδοῦ. [5] Λεβεδίοις δὲ ἐποίησε μὲν Λυσίμαχος ἀνάστατον τὴν πόλιν, ἵνα δὴ συντέλεια ἐςμέγεθος τῇ Ἐφέσῳ γένοιτο: χώρα δέ σφισιν ἔς τε τὰ λοιπά ἐστιν εὐδαίμων καὶ λουτρὰπαρέχεται θερμὰ πλεῖστα τῶν ἐπὶ θαλάσσῃ καὶ ἥδιστα. τὸ δὲ ἐξ ἀρχῆς καὶ τὴνΛέβεδον ἐνέμοντο οἱ Κᾶρες, ἐς ὃ Ἀνδραίμων σφᾶς ὁ Κόδρου καὶ Ἴωνες ἐλαύνουσι. τῷδὲ Ἀνδραίμονι ὁ τάφος ἐκ Κολοφῶνος ἰόντι ἐστὶν ἐν ἀριστερᾷ τῆς ὁδοῦ, διαβάντι τὸνΚαλάοντα ποταμόν. [6] Τέων δὲ ᾤκουν μὲν Ὀρχομένιοι Μινύαι σὺν Ἀθάμαντι ἐς αὐτὴν ἐλθόντες: λέγεται δὲ ὁἈθάμας οὗτος ἀπόγονος Ἀθάμαντος εἶναι τοῦ Αἰόλου. ἀναμεμιγμένοι μὲν τῷἙλληνικῷ καὶ ἐνταῦθα ἦσαν οἱ Κᾶρες: ἐσήγαγε δὲ Ἴωνας ἐς τὴν Τέων Ἄποικοςἀπόγονος Μελάνθου τέταρτος, ὃς τοῖς Ὀρχομενίοις οὐδὲ τοῖς Τηίοις νεώτερονἐβούλευσεν οὐδέν. ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ἔκ τε Ἀθηναίων καὶ ἐκ Βοιωτίαςἀφίκοντο ἄνδρες: ἡγοῦντο δὲ τοῦ μὲν Ἀττικοῦ Δάμασος καὶ Νάοκλος Κόδρου παῖδες,τῶν δὲ Βοιωτῶν Γέρης Βοιωτός: καὶ σφᾶς συναμφοτέρους ὅ τε Ἄποικος καὶ οἱ Τήιοισυνοίκους ἐδέξαντο. [7] Ἐρυθραῖοι δὲ τὸ μὲν ἐξ ἀρχῆς ἀφικέσθαι σὺν Ἐρύθρῳ τῷ Ῥαδαμάνθυός φασιν ἐκΚρήτης καὶ οἰκιστὴν τῇ πόλει γενέσθαι τὸν Ἔρυθρον: ἐχόντων δὲ αὐτὴν ὁμοῦ τοῖςΚρησὶ Λυκίων καὶ Καρῶν τε καὶ Παμφύλων, Λυκίων μὲν κατὰ συγγένειαν τὴνΚρητῶν —καὶ γὰρ οἱ Λύκιοι τὸ ἀρχαῖόν εἰσιν ἐκ Κρήτης, οἳ Σαρπηδόνι ὁμοῦ ἔφυγον—,Καρῶν δὲ κατὰ φιλίαν ἐκ παλαιοῦ πρὸς Μίνω, Παμφύλων δὲ ὅτι γένους μέτεστινἙλληνικοῦ καὶ τούτοις—εἰσὶ γὰρ δὴ καὶ οἱ Πάμφυλοι τῶν μετὰ ἅλωσιν Ἰλίουπλανηθέντων σὺν Κάλχαντι—, τούτων τῶν κατειλεγμένων ἐχόντων Ἐρυθράς,Κλέοπος ὁ Κόδρου συλλέξας ἐξ ἁπασῶν τῶν ἐν Ἰωνίᾳ πόλεων ὅσους δὴ παρὰἑκάστων ἐπεισήγαγεν Ἐρυθραίοις συνοίκους. [8] Κλαζομενίοις δὲ καὶ Φωκαεῦσι, πρὶν μὲν ἢ Ἴωνας ἐς τὴν Ἀσίαν ἐλθεῖν, οὐκ ᾠκοῦντοαἱ πόλεις: Ἰώνων δὲ ἀφικομένων μοῖρα ἐξ αὐτῶν πλανωμένη μετεπέμψατο ἡγεμόναπαρὰ Κολοφωνίων Πάρφορον, καὶ πόλιν κτίσαντες ὑπὸ τῇ Ἴδῃ τὴν μὲν οὐ μετὰ πολὺἐκλείπουσιν, ἐπανιόντες δὲ ἐς Ἰωνίαν Σκύππιον τῆς Κολοφωνίας ἔκτισαν. [9]ἀπελθόντες δὲ ἑκουσίως καὶ ἐκ τῆς Κολοφωνίας, οὕτω γῆν τε ἔσχον, ἣν καὶ νῦν ἔτιἔχουσι, καὶ κατεσκευάσαντο ἐν τῇ ἠπείρῳ Κλαζομενὰς πόλιν: ἐς δὲ τὴν νῆσονδιέβησαν δὴ κατὰ τὸ Περσῶν δέος. Ἀλέξανδρος δὲ ἀνὰ χρόνον ἔμελλεν ὁ Φιλίππουχερρόνησον Κλαζομενὰς ἐργάσεσθαι χώματι ἐς τὴν νῆσον ἐκ τῆς ἠπείρου. τούτωντῶν Κλαζομενίων τὸ πολὺ οὐκ Ἴωνες, Κλεωναῖοι δὲ ἦσαν καὶ ἐκ Φλιοῦντος, ὅσοιΔωριέων ἐς Πελοπόννησον κατελθόντων ἐξέλιπον τὰς πόλεις: [10] οἱ δὲ Φωκαεῖςγένος μὲν τὸ ἀνέκαθέν εἰσιν ἐκ τῆς ὑπὸ τῷ Παρνασσῷ καλουμένης καὶ ἐς ἡμᾶς ἔτιΦωκίδος, οἳ Φιλογένει καὶ Δάμωνι ὁμοῦ τοῖς Ἀθηναίοις διέβησαν ἐς τὴν Ἀσίαν. τὴνχώραν δὲ οὐ πολέμῳ, κατὰ δὲ ὁμολογίαν λαμβάνουσι παρὰ Κυμαίων: Ἰώνων δὲ οὐδεχομένων σφᾶς ἐς Πανιώνιον πρὶν ἢ τοῦ γένους βασιλέας τοῦ Κοδριδῶν λάβωσιν,οὕτω παρὰ Ἐρυθραίων καὶ ἐκ Τέω Δεοίτην καὶ Πέρικλον λαμβάνουσι καὶ Ἄβαρτον. 4. αἱ δὲ ἐν ταῖς νήσοις εἰσὶν Ἰώνων πόλεις Σάμος ἡ ὑπὲρ Μυκάλης καὶ Χίος ἡ ἀπαντικρὺτοῦ Μίμαντος. Ἄσιος δὲ ὁ Ἀμφιπτολέμου Σάμιος ἐποίησεν ἐν τοῖς ἔπεσιν ὡς Φοίνικιἐκ Περιμήδης τῆς Οἰνέως γένοιτο Ἀστυπάλαια καὶ Εὐρώπη, Ποσειδῶνος δὲ καὶἈστυπαλαίας εἶναι παῖδα Ἀγκαῖον, βασιλεύειν δὲ αὐτὸν τῶν καλουμένων Λελέγων:Ἀγκαίῳ δὲ τὴν θυγατέρα τοῦ ποταμοῦ λαβόντι τοῦ Μαιάνδρου Σαμίαν γενέσθαιΠερίλαον καὶ Ἔνουδον καὶ Σάμον καὶ Ἀλιθέρσην καὶ θυγατέρα ἐπ᾽ αὐτῷΠαρθενόπην, Παρθενόπης δὲ τῆς Ἀγκαίου καὶ Ἀπόλλωνος Λυκομήδην γενέσθαι. [2]Ἄσιος μὲν ἐς τοσοῦτο ἐν τοῖς ἔπεσιν ἐδήλωσε: τότε δὲ οἱ τὴν νῆσον οἰκοῦντες ἀνάγκῃπλέον ἐδέξαντο ἢ εὐνοίᾳ συνοίκους Ἴωνας. ἡγεμὼν δὲ ἦν τοῖς Ἴωσι Προκλῆς ὁΠιτυρέως, αὐτός τε Ἐπιδαύριος καὶ Ἐπιδαυρίους ἦν τὸ πολὺ ἄγων, οἳ ὑπὸ Δηιφόντουκαὶ Ἀργείων ἐκ τῆς Ἐπιδαυρίας ἐξεπεπτώκεσαν: τούτῳ τῷ Προκλεῖ γένος ἦν ἀπὸἼωνος τοῦ Ξούθου. Ἄνδροκλος δὲ καὶ Ἐφέσιοι στρατεύουσιν ἐπὶ Λεώγορον τὸνΠροκλέους, βασιλεύοντα μετὰ τὸν πατέρα ἐν Σάμῳ, καὶ μάχῃ νικήσαντεςἐξελαύνουσιν ἐκ τῆς νήσου Σαμίους: αἰτίαν δὲ ἐπέφερον μετὰ Καρῶν σφᾶςἐπιβουλεύειν Ἴωσι. [3] Σαμίων δὲ τῶν φευγόντων οἱ μὲν ἐπὶ τῇ Θρᾴκῃ νῆσον ᾤκησαν,καὶ ἀπὸ τούτων τῆς ἐνοικήσεως Σαμοθρᾴκην τὴν νῆσον καλοῦσιν ἀντὶ Δαρδανίας: οἱδὲ ὁμοῦ Λεωγόρῳ περὶ Ἀναίαν τὴν ἐν τῇ ἠπείρῳ τῇ πέραν βαλόμενοι τεῖχος, δέκαἔτεσιν ὕστερον διαβάντες ἐν τῇ Σάμῳ τούς τε Ἐφεσίους ἐκβάλλουσι καὶ ἀνεσώσαντοτὴν νῆσον. [4] τὸ δὲ ἱερὸν τὸ ἐν Σάμῳ τῆς Ἥρας εἰσὶν οἳ ἱδρύσασθαί φασι τοὺς ἐν τῇ Ἀργοῖπλέοντας, ἐπάγεσθαι δὲ αὐτοὺς τὸ ἄγαλμα ἐξ Ἄργους: Σάμιοι δὲ αὐτοὶ τεχθῆναινομίζουσιν ἐν τῇ νήσῳ τὴν θεὸν παρὰ τῷ Ἰμβράσῳ ποταμῷ καὶ ὑπὸ τῇ λύγῳ τῇ ἐν τῷἩραίῳ κατ᾽ ἐμὲ ἔτι πεφυκυίᾳ. εἶναι δ᾽ οὖν τὸ ἱερὸν τοῦτο ἐν τοῖς μάλιστα ἀρχαῖον ὃοὐχ ἥκιστα ἄν τις καὶ ἐπὶ τῷ ἀγάλματι τεκμαίροιτο: ἔστι γὰρ δὴ ἀνδρὸς ἔργονΑἰγινήτου Σμίλιδος τοῦ Εὐκλείδου. οὗτος ὁ Σμῖλίς ἐστιν ἡλικίαν κατὰ Δαίδαλον,δόξης δὲ οὐκ ἐς τὸ ἴσον ἀφίκετο: [5] Δαιδάλῳ μὲν γὰρ γένους τε Ἀθήνῃσιν ὑπῆρχενεἶναι τοῦ βασιλικοῦ τῶν καλουμένων Μητιονιδῶν καὶ ὁμοῦ τῇ τέχνῃ τῆς πλάνης τεἕνεκα καὶ ἐπὶ ταῖς συμφοραῖς ἐπιφανέστερος ἐγένετο ἐς ἅπαντας ἀνθρώπους.ἀποκτείνας μὲν ἀδελφῆς παῖδα καὶ ἐπιστάμενος τὰ οἴκοι νόμιμα ἑκουσίως παρὰΜίνω ἔφυγεν ἐς Κρήτην, καὶ αὐτῷ τε ἀγάλματα Μίνῳ καὶ τοῦ Μίνω ταῖς θυγατράσιν ἐποίησε, καθότικαὶ Ὅμηρος ἐν Ἰλιάδι ἐδήλωσε: [6] καταγνωσθεὶς δὲ ἀδικεῖν ὑπὸ τοῦ Μίνω καὶ ἐςδεσμωτήριον ὁμοῦ τῷ παιδὶ ἐμβληθεὶς ἐκδιδράσκει τε ἐκ Κρήτης καὶ ἐς ἼνυκονΣικελῶν πόλιν ἀφικνεῖται παρὰ Κώκαλον, καὶ πολέμου παρέσχε τοῖς Σικελοῖς αἰτίανπρὸς τοὺς Κρῆτας, ὅτι ἐξαιτοῦντος Μίνω μὴ πρόοιτο αὐτὸν ὁ Κώκαλος: καὶ ἐςτοσοῦτο ὑπὸ τοῦ Κωκάλου τῶν θυγατέρων ἐσπουδάσθη κατὰ τὴν τέχνην, ὡς καὶθάνατον τῷ Μίνῳ βουλεῦσαι τὰς γυναῖκας ἐς χάριν Δαιδάλου. [7] δῆλά τε ὡς ἀνὰπᾶσαν μὲν τὴν Σικελίαν, ἐπὶ πλεῖστον δὲ καὶ Ἰταλίας ἀφίκετο τοῦ Δαιδάλου τὸὄνομα. ὁ δὲ Σμῖλις, ὅτι μὴ παρὰ Σαμίους καὶ ἐς τὴν Ἠλείαν, παρ᾽ ἄλλους γε οὐδέναςφανερός ἐστιν ἀποδημήσας: ἐς τούτους δὲ ἀφίκετο, καὶ τὸ ἄγαλμα ἐν Σάμῳ τῆς Ἥραςὁ ποιήσας ἐστὶν οὗτος. [8] ** Ἴωνι δὲ τῷ ποιήσαντι τραγῳδίαν ἐστὶν ἐν τῇ συγγραφῇ τοιάδε εἰρημένα,Ποσειδῶνα ἐς τὴν νῆσον ἔρημον οὖσαν ἀφικέσθαι καὶ νύμφῃ τε ἐνταῦθασυγγενέσθαι καὶ ὑπὸ τὰς ὠδῖνας τῆς νύμφης χιόνα ἐξ οὐρανοῦ πεσεῖν ἐς τὴν γῆν, καὶἀπὸ τούτου Ποσειδῶνα τῷ παιδὶ ὄνομα θέσθαι Χίον: συγγενέσθαι δὲ αὐτὸν καὶ ἑτέρᾳνύμφῃ, καὶ γενέσθαι οἱ παῖδας Ἄγελόν τε καὶ Μέλανα: ἀνὰ χρόνον δὲ καὶ Οἰνοπίωναἐς τὴν Χίον κατᾶραι ναυσὶν ἐκ Κρήτης, ἕπεσθαι δέ οἱ καὶ τοὺς παῖδας Τάλον καὶΕὐάνθην καὶ Μέλανα καὶ Σάλαγόν τε καὶ Ἀθάμαντα. [9] ἀφίκοντο δὲ καὶ Κᾶρες ἐς τὴννῆσον ἐπὶ τῆς Οἰνοπίωνος βασιλείας καὶ Ἄβαντες ἐξ Εὐβοίας. Οἰνοπίωνος δὲ καὶ τῶνπαίδων ἔλαβεν ὕστερον Ἄμφικλος τὴν ἀρχήν: ἀφίκετο δὲ ἐξ Ἱστιαίας ὁ Ἄμφικλος τῆςἐν Εὐβοίᾳ κατὰ μάντευμα ἐκ Δελφῶν. Ἕκτωρ δὲ ἀπὸ Ἀμφίκλου τετάρτῃ γενεᾷ—βασιλείαν γὰρ ἔσχε καὶ οὗτος—ἐπολέμησεν Ἀβάντων καὶ Καρῶν τοῖς οἰκοῦσιν ἐν τῇνήσῳ, καὶ τοὺς μὲν ἀπέκτεινεν ἐν ταῖς μάχαις, τοὺς δὲ ἀπελθεῖν ἠνάγκασενὑποσπόνδους. [10] γενομένης δὲ ἀπαλλαγῆς πολέμου Χίοις, ἀφικέσθαι τηνικαῦτα ἐςμνήμην Ἕκτορι ὡς σφᾶς καὶ Ἴωσι δέοι συνθύειν ἐς Πανιώνιον: τρίποδα δὲ ἆθλονλαβεῖν αὐτὸν ἐπὶ ἀνδραγαθίᾳ παρὰ τοῦ κοινοῦ φησι τοῦ Ἰώνων. τοσαῦτα εἰρηκότα ἐςΧίους Ἴωνα εὕρισκον: οὐ μέντοι ἐκεῖνό γε εἴρηκε, καθ᾽ ἥντινα αἰτίαν Χῖοι τελοῦσιν ἐςἼωνας. 5. Σμύρναν δὲ ἐν ταῖς δώδεκα πόλεσιν οὖσαν Αἰολέων καὶ οἰκουμένην τῆς χώρας, καθ᾽ ἃκαὶ ἐς ἐμὲ ἔτι πόλιν ἣν καλοῦσιν ἀρχαίαν, Ἴωνες ἐκ Κολοφῶνος ὁρμηθέντεςἀφελόμενοι τοὺς Αἰολεῖς ἔσχον: χρόνῳ δὲ ὕστερον καὶ Ἴωνες μετέδοσαν Σμυρναίοιςτοῦ ἐν Πανιωνίῳ συλλόγου. Ἀλέξανδρος δὲ ὁ Φιλίππου τῆς ἐφ᾽ ἡμῶν πόλεως ἐγένετοοἰκιστὴς κατ᾽ ὄψιν ὀνείρατος: [2] Ἀλέξανδρον γὰρ θηρεύοντα ἐν τῷ ὄρει τῷ Πάγῳ, ὡςἐγένετο ἀπὸ τῆς θήρας, ἀφικέσθαι πρὸς Νεμέσεων λέγουσιν ἱερόν, καὶ πηγῇ τεἐπιτυχεῖν αὐτὸν καὶ πλατάνῳ πρὸ τοῦ ἱεροῦ, πεφυκυίᾳ δὲ ἐπὶ τοῦ ὕδατος. καὶ ὑπὸ τῇπλατάνῳ καθεύδοντι κελεύειν φασὶν αὐτῷ τὰς Νεμέσεις ἐπιφανείσας πόλιν ἐνταῦθαοἰκίζειν καὶ ἄγειν ἐς αὐτὴν Σμυρναίους ἀναστήσαντα ἐκ τῆς προτέρας: [3]ἀποστέλλουσιν οὖν ἐς Κλάρον θεωροὺς οἱ Σμυρναῖοι περὶ τῶν παρόντων σφίσινἐρησομένους, καὶ αὐτοῖς ἔχρησεν ὁ θεός:“τρὶς μάκαρες κεῖνοι καὶ τετράκις ἄνδρεςἔσονται, οἳ Πάγον οἰκήσουσι πέρην ἱεροῖο Μέλητος. ”οὕτω μετῳκίσαντο ἐθελονταὶ καὶ δύο Νεμέσεις νομίζουσιν ἀντὶ μιᾶς καὶ μητέρααὐταῖς φασιν εἶναι Νύκτα, ἐπεὶ Ἀθηναῖοί γε τῇ ἐν Ῥαμνοῦντι θεῷ πατέρα λέγουσινεἶναι Ὠκεανόν. [4] Ἴωσι δὲ ἔχει μὲν ἐπιτηδειότατα ὡρῶν κράσεως ἡ χώρα, ἔχει δὲ καὶ ἱερὰ οἷα οὐχἑτέρωθι, πρῶτον μὲν τὸ τῆς Ἐφεσίας μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῷ ἄλλῳ πλούτῳ, δύοδὲ οὐκ ἐξειργασμένα Ἀπόλλωνος, τό τε ἐν Βραγχίδαις τῆς Μιλησίας καὶ ἐν Κλάρῳ τῇΚολοφωνίων. δύο δὲ ἄλλους ἐν Ἰωνίᾳ ναοὺς ἐπέλαβεν ὑπὸ Περσῶν κατακαυθῆναι,τόν τε ἐν Σάμῳ τῆς Ἥρας καὶ ἐν Φωκαίᾳ τῆς Ἀθηνᾶς: θαῦμα δὲ ὅμως ἦσαν καὶ ὑπὸτοῦ πυρὸς λελυμασμένοι. [5] ἡσθείης δ᾽ ἂν καὶ τῷ ἐν Ἐρυθραῖς Ἡρακλείῳ καὶ Ἀθηνᾶςτῷ ἐν Πριήνῃ ναῷ, τούτῳ μὲν τοῦ ἀγάλματος ἕνεκα, Ἡρακλείῳ δὲ τῷ ἐν Ἐρυθραῖςκατὰ ἀρχαιότητα: τὸ δὲ ἄγαλμα οὔτε τοῖς καλουμένοις Αἰγιναίοις οὔτε τῶν Ἀττικῶντοῖς ἀρχαιοτάτοις ἐμφερές, εἰ δέ τι καὶ ἄλλο, ἀκριβῶς ἐστιν Αἰγύπτιον. σχεδία γὰρ ἦνξύλων, καὶ ἐπ᾽ αὐτῇ ὁ θεὸς ἐκ Τύρου τῆς Φοινίκης ἐξέπλευσε: καθ᾽ ἥντινα δὲ αἰτίαν,οὐδὲ αὐτοὶ τοῦτο οἱ Ἐρυθραῖοι λέγουσιν. [6] ὡς δὲ ἐς τὴν θάλασσαν ἀφίκετο ἡ σχεδίατὴν Ἰώνων, φασὶν αὐτὴν ὁρμίσασθαι πρὸς ἄκρᾳ καλουμένῃ Μεσάτῃ: ἡ δὲ ἔστι μὲν τῆςἠπείρου, τοῖς δὲ ἐκ τοῦ Ἐρυθραίων λιμένος ἐς νῆσον τὴν Χίων πλέουσι τοῦτό ἐστιμεσαίτατον. ἐπεὶ δὲ ἡ σχεδία κατὰ τὴν ἄκραν ἔσχεν, ἐνταῦθα πολὺν μὲν οἱ Ἐρυθραῖοιπόνον, οὐκ ἐλάσσονα δὲ ἔσχον οἱ Χῖοι ποιούμενοι σπουδὴν παρὰ σφᾶς καταγαγεῖνἑκάτεροι τὸ ἄγαλμα: [7] τέλος δὲ Ἐρυθραῖος ἄνθρωπος, ᾧ βίος μὲν ἦν ἀπὸ θαλάσσηςγεγονὼς καὶ ἄγρας ἰχθύων, διέφθαρτο δὲ ὑπὸ νόσου τοὺς ὀφθαλμούς, ὄνομα δέ οἱΦορμίων ἦν, οὗτος ὁ ἁλιεὺς εἶδεν ὄψιν ὀνείρατος ὡς τὰς Ἐρυθραίων γυναῖκαςἀποκείρασθαι δέοι τὰς κόμας καὶ οὕτω τοὺς ἄνδρας πλεξαμένους κάλον ἐκ τῶντριχῶν τὴν σχεδίαν παρὰ σφᾶς κατάξειν. αἱ μὲν δὴ ἀσταὶ τῶν γυναικῶν οὐδαμῶςὑπακούειν τῷ ὀνείρατι ἐβούλοντο: [8] ὁπόσαι δὲ τοῦ Θρᾳκίου γένους ἐδούλευον καὶοὔσαις σφίσιν ἐλευθέραις ἦν ἐνταῦθα βίος, ἀποκεῖραι παρέχουσιν αὑτάς: καὶ οὕτωςοἱ Ἐρυθραῖοι τὴν σχεδίαν καθέλκουσιν. ἔσοδός τε δὴ ταῖς Θρᾴσσαις ἐς τὸ Ἡράκλειόνἐστι γυναικῶν μόναις, καὶ τὸ καλῴδιον τὸ ἐκ τῶν τριχῶν καὶ ἐς ἐμὲ ἔτι οἱ ἐπιχώριοιφυλάσσουσι: καὶ δὴ καὶ τὸν ἁλιέα οἱ αὐτοὶ οὗτοι ἀναβλέψαι τε καὶ ὁρᾶν τὸ λοιπὸν τοῦβίου φασίν. [9] ἔστι δὲ ἐν Ἐρυθραῖς καὶ Ἀθηνᾶς Πολιάδος ναὸς καὶ ἄγαλμα ξύλουμεγέθει μέγα καθήμενόν τε ἐπὶ θρόνου καὶ ἠλακάτην ἐν ἑκατέρᾳ τῶν χειρῶν ἔχει καὶἐπὶ τῆς κεφαλῆς πόλον: τοῦτο Ἐνδοίου τέχνην καὶ ἄλλοις ἐτεκμαιρόμεθα εἶναι καὶ ἐςτὴν ἐργασίαν ὁρῶντες ἔνδον τοῦ ἀγάλματος καὶ οὐχ ἥκιστα ἐπὶ ταῖς Χάρισί τε καὶὭραις, αἳ πρὶν ἐσελθεῖν ἑστήκασιν ἐν ὑπαίθρῳ λίθου λευκοῦ. ἐποιήθη δὲ καὶ κατ᾽ ἐμὲΣμυρναίοις ἱερὸν Ἀσκληπιοῦ μεταξὺ Κορυφῆς τε ὄρους καὶ θαλάσσης ἀμιγοῦς ὕδατιἀλλοίῳ. [10] ἡ δὲ Ἰωνία παρὲξ τῶν τε ἱερῶν καὶ τῆς τοῦ ἀέρος κράσεως παρέχεται καὶ ἄλλα ἐςσυγγραφήν, ἡ μέν γε Ἐφεσία χώρα τόν τε Κέγχριον ποταμὸν καὶ τοῦ Πίονος τοῦὄρους τὴν φύσιν καὶ πηγὴν τὴν Ἁλιταίαν: ἐν δὲ τῇ Μιλησίᾳ πηγή τέ ἐστι Βιβλὶς καὶὅσα ἐς τῆς Βιβλίδος τὸν ἔρωτα ᾁδουσιν: ἐν δὲ τῇ Κολοφωνίων ἄλσος τε τοῦἈπόλλωνος, δένδρα μελίαι, καὶ οὐ πόρρω τοῦ ἄλσους Ἄλης ποταμὸς ψυχρότατος τῶνἐν Ἰωνίᾳ. [11] Λεβεδίοις δὲ τὰ λουτρὰ ἐν τῇ γῇ θαῦμα ἀνθρώποις ὁμοῦ καὶ ὠφέλειαγίνεται: ἔστι δὲ καὶ Τηίοις ἐπὶ τῇ ἄκρᾳ λουτρὰ τῇ Μακρίᾳ, τὰ μὲν ἐπὶ τῷ κλύδωνι ἐνπέτρας χηραμῷ, τὰ δὲ καὶ ἐς ἐπίδειξιν πλούτου πεποιημένα. Κλαζομενίοις δὲ λουτράἐστιν—ἐν δὲ αὐτοῖς Ἀγαμέμνων ἔχει τιμάς—καὶ ἄντρον μητρός σφισι Πύρρουκαλούμενον, καὶ λόγον ἐπὶ τῷ Πύρρῳ λέγουσι τῷ ποιμένι: [12] Ἐρυθραίοις δὲ ἔστι μὲνχώρα Χαλκίς, ἀφ᾽ ἧς καὶ τῶν φυλῶν σφισιν ἡ τρίτη τὸ ὄνομα ἔσχηκεν, ἔστι δὲ τῆςΧαλκίδος κατατείνουσα ἐς τὸ πέλαγος ἄκρα καὶ ἐν αὐτῇ λουτρὰ θαλάσσια, μάλιστατῶν ἐν Ἰωνίᾳ λουτρῶν ὠφέλιμα ἀνθρώποις. Σμυρναίοις δὲ ποταμὸς Μέλης ὕδωρ ἐστὶκάλλιστον καὶ σπήλαιον ἐπὶ ταῖς πηγαῖς, ἔνθα Ὅμηρον ποιῆσαι τὰ ἔπη λέγουσι: [13]Χίοις δὲ ὁ τοῦ Οἰνοπίωνος τάφος θέαν τε παρέχεται καί τινας καὶ λόγους ἐς τοῦΟἰνοπίωνος τὰ ἔργα: Σαμίοις δὲ κατὰ τὴν ὁδὸν τὴν ἐς τὸ Ἡραῖον τὸ Ῥαδίνης καὶΛεοντίχου μνῆμά ἐστι, καὶ τοῖς ὑπὸ ἔρωτος ἀνιωμένοις εὔχεσθαι καθέστηκεν ἰοῦσινἐπὶ τὸ μνῆμα. τὰ μὲν δὴ ἐν Ἰωνίᾳ θαύματα πολλά τε καὶ οὐ πολλῷ τινι τῶν ἐν τῇ Ἑλλάδι ἀποδέοντάἐστιν: 6. τότε δὲ ἀπεληλυθότων Ἰώνων τήν τε γῆν οἱ Ἀχαιοὶ τὴν Ἰώνων διελάγχανονκαὶ ἐσῳκίζοντο ἐς τὰς πόλεις. αἱ δὲ δύο τε καὶ δέκα ἦσαν ἀριθμόν, ὁπόσαι γε καὶ ἐςἅπαν τὸ Ἑλληνικὸν γνώριμοι, Δύμη μὲν πρὸς Ἤλιδος πρώτη, μετὰ δὲ αὐτὴν Ὤλενοςκαὶ Φαραὶ καὶ Τρίτεια καὶ Ῥύπες καὶ Αἴγιον καὶ Κερύνεια καὶ Βοῦρα, ἐπὶ ταύταις δὲἙλίκη καὶ Αἰγαί τε καὶ Αἴγειρα καὶ Πελλήνη πρὸς τῆς Σικυωνίας ἐσχάτη: ἐς ταύτας οἱἈχαιοὶ καὶ οἱ βασιλεῖς αὐτῶν ἐσῳκίζοντο πρότερον ἔτι ὑπὸ Ἰώνων οἰκουμένας. [2]ἦσαν δὲ οἱ τὸ μέγιστον ἐν τοῖς Ἀχαιοῖς ἔχοντες κράτος οἵ τε Τισαμενοῦ παῖδεςΔαϊμένης καὶ Σπάρτων καὶ Τέλλις τε καὶ Λεοντομένης: Κομήτης δὲ ὁ πρεσβύτατοςτῶν Τισαμενοῦ παίδων πρότερον ἔτι διεβεβήκει ναυσὶν ἐς τὴν Ἀσίαν. οὗτοί τε δὴτηνικαῦτα ἐν τοῖς Ἀχαιοῖς ἐδυνάστευον καὶ Δαμασίας ὁ Πενθίλου τοῦ Ὀρέστου, τοῖςΤισαμενοῦ παισὶν ἀνεψιὸς πρὸς πατρός. ἴσχυον δὲ ἐπ᾽ ἴσης τοῖς κατειλεγμένοις καὶἈχαιῶν τῶν ἐκ Λακεδαίμονος Πρευγένης καὶ ὁ υἱός, ὄνομα δέ οἱ ἦν Πατρεύς: καίσφισιν ὑπὸ τῶν Ἀχαιῶν ἐδόθη κτίσασθαι πόλιν ἐν τῇ χώρᾳ, καὶ τὸ ὄνομα ἀπὸ τοῦΠατρέως ἐτέθη τῇ πόλει. [3] τὰ δὲ ἐς πόλεμον τοιάδε ἦν τοῖς Ἀχαιοῖς. κατὰ μὲν τὴν ἐς Ἴλιον ἐπιστρατείανἈγαμέμνονος Λακεδαίμονα ἔτι καὶ Ἄργος οἰκοῦντες μεγίστη τοῦ Ἑλληνικοῦ μοῖραἦσαν: κατὰ δὲ τὴν Ξέρξου καὶ Μήδων ἐπὶ τὴν Ἑλλάδα ὁδὸν οὔτε Λεωνίδᾳ τῆς ἐξόδουτῆς ἐς Θερμοπύλας εἰσὶν οἱ Ἀχαιοὶ δῆλοι μετεσχηκότες οὔτε Ἀθηναίοις ὁμοῦ καὶΘεμιστοκλεῖ πρὸς Εὐβοίᾳ καὶ Σαλαμῖνι ναυμαχήσαντες, οὐδὲ σφᾶς κατάλογοςσυμμάχων ἔχει Λακωνικὸς ἢ Ἀττικός. [4] ὑστέρησαν δὲ καὶ ἔργου τοῦ Πλαταιᾶσι:δῆλα γὰρ δὴ ὅτι ἐπὶ τῷ ἀναθήματι τῷ ἐν Ὀλυμπίᾳ τῶν Ἑλλήνων μετῆν ἂν καὶ Ἀχαιοῖςγεγράφθαι. δοκεῖν δέ μοι τὰς πατρίδας τε ὑπολειφθέντες ἕκαστοι τὰς αὑτῶν ἔσωζονκαὶ ἅμα διὰ τὸ ἔργον τὸ πρὸς Τροίαν Λακεδαιμονίους Δωριεῖς ἀπηξίουν σφίσινἡγεῖσθαι. ἐδήλωσαν δὲ καὶ ἀνὰ χρόνον: Λακεδαιμονίων γὰρ ἐς τὸν πρὸς Ἀθηναίουςπόλεμον καταστάντων ὕστερον, ἐς τὴν συμμαχίαν ἦσαν οἱ Ἀχαιοὶ πρόθυμοιΠατρεῦσι, καὶ ἐς τοὺς Ἀθηναίους οὐχ ἧσσον εἶχον γνώμην. [5] πολέμων δὲ τῶνπολεμηθέντων ὕστερον ὑπὸ τοῦ Ἕλλησι κοινοῦ τοῦ μὲν ἐν Χαιρωνείᾳ Φιλίππου τεἐναντία καὶ Μακεδόνων οἱ Ἀχαιοὶ μετέσχον, ἐς δὲ τὴν Θεσσαλίαν καὶ ἐπὶ τὸν πρὸςΛαμίᾳ καλούμενον πόλεμον οὔ φασιν ἐκστρατεύσασθαι, οὐ γάρ πω μετὰ τὸ πταῖσμαἀνενηνοχέναι τὸ ἐν Βοιωτοῖς: ὁ δὲ τῶν ἐπιχωρίων Πατρεῦσιν ἐξηγητὴς τὸνπαλαιστὴν Χίλωνα Ἀχαιῶν μόνον μετασχεῖν ἔφασκε τοῦ ἔργου τοῦ περὶ Λάμιαν. [6]οἶδα δὲ καὶ ἄνδρα αὐτὸς Λυδὸν Ἄδραστον ἰδίᾳ καὶ οὐκ ἀπὸ τοῦ κοινοῦ τοῦ Λυδῶνἀμύναντα Ἕλλησι: τοῦ δὲ Ἀδράστου τούτου χαλκῆν εἰκόνα ἀνέθεσαν οἱ Λυδοὶ πρὸἱεροῦ Περσικῆς Ἀρτέμιδος, καὶ ἔγραψαν ἐπίγραμμα ὡς τελευτήσειεν ὁ Ἄδραστοςἐναντίον Λεοννάτῳ μαχόμενος ὑπὲρ Ἑλλήνων. [7] ἡ δὲ ἐς Θερμοπύλας ἐπὶ τὴνΓαλατῶν στρατιὰν ἔξοδος καὶ τοῖς πᾶσιν ὁμοίως παρώφθη Πελοποννησίοις: ἅτε γὰρπλοῖα οὐκ ἐχόντων τῶν βαρβάρων, δεινὸν ἔσεσθαί σφισιν ἀπ᾽ αὐτῶν οὐδὲν ἤλπιζον,εἰ τὸν Κορινθίων ἰσθμὸν ἐκ θαλάσσης τῆς κατὰ Λέχαιον ἀποτειχίσειαν ἐς τὴν ἑτέραντὴν ἐπὶ Κεγχρέαις θάλασσαν. [8] τοῦτο μὲν δὴ Πελοποννησίων ἦν τότε ἁπάντωνβούλευμα: ἐπεὶ δὲ Γαλάται ναυσὶν ὅντινα δὴ τρόπον διαβεβήκεσαν ἐς τὴν Ἀσίαν,ἐνταῦθα εἶχεν οὕτω τὰ Ἑλλήνων. προεστήκεσαν κατ᾽ ἰσχὺν οὐδένες ἔτι τοῦἙλληνικοῦ: Λακεδαιμονίους μὲν γὰρ τὸ ἐν Λεύκτροις πταῖσμα καὶ ἅμα οἵ τε Ἀρκάδεςσυνεληλυθότες ἐς Μεγάλην πόλιν καὶ οἱ Μεσσήνιοι παροικοῦντες ἀνασώσασθαι τὴνπροτέραν ἔτι εὐδαιμονίαν ἐκώλυον: [9] Θηβαίοις δὲ ἐς τοσοῦτο ἠρήμωσενἈλέξανδρος τὴν πόλιν, ὡς ἔτεσιν ὕστερον οὐ πολλοῖς καταχθέντας ὑπὸ Κασσάνδρουμηδὲ σώζειν τὰ οἰκεῖα ἀξιόχρεως εἶναι: Ἀθηναίοις δὲ εὔνοια μὲν παρὰ τοῦ Ἑλληνικοῦτῶν ἔργων μάλιστα ὑπῆρχε τῶν ὕστερον, ἀναπαύσασθαι δὲ οὔ ποτε ἐκ τοῦΜακεδόνων πολέμου παρῆν αὐτοῖς. 7. Ἑλλήνων δὲ οὐ τασσομένων τηνικαῦτα ἔτι ἐν κοινῷ, ἰδίᾳ δὲ ἑκάστων κατὰ σφᾶςσυνισταμένων, οἱ Ἀχαιοὶ μάλιστα ἴσχυον: τυράννων τε γὰρ πλὴν Πελλήνης αἱ ἄλλαιπόλεις τὸν χρόνον ἅπαντα ἀπείρως ἐσχήκεσαν αἵ τε ἐκ πολέμων καὶ ἀπὸ τῆς νόσουσυμφοραὶ τῆς λοιμώδους οὐκ ἐς τοσοῦτο Ἀχαιοῖς ἐφ᾽ ὅσον τοῖς ἄλλοις ἐγένοντοἝλλησι. συνέδριόν τε οὖν Ἀχαϊκὸν καλούμενον καὶ ἀπὸ κοινοῦ λόγου βουλεύματά τεἦν Ἀχαιοῖς καὶ τὰ ἔργα. [2] ἀθροίζεσθαι δὲ ἐς Αἴγιόν σφισιν ἔδοξεν: αὕτη γὰρ μετὰἙλίκην ἐπικλυσθεῖσαν πόλεων ἐν Ἀχαΐᾳ τῶν ἄλλων δόξῃ προεῖχεν ἐκ παλαιοῦ καὶἴσχυεν ἐν τῷ τότε. Ἑλλήνων δὲ τῶν λοιπῶν Σικυώνιοι συνεδρίου πρῶτοι τοῦ Ἀχαιῶνμετέσχον, μετὰ δὲ Σικυωνίους ἐσῄεσαν ἤδη καὶ τῶν ἄλλων Πελοποννησίων οἱ μὲναὐτίκα, οἱ δὲ χρόνον τινὰ ἐπισχόντες: τοὺς δὲ καὶ ἐκτὸς οἰκοῦντας τοῦ ἰσθμοῦσυντελεῖν ἐς Ἀχαιοὺς ἔπειθεν, ὅτι ἐς πλέον ἰσχύος προϊὸν ἑώρων ἀεὶ τὸ Ἀχαϊκόν. [3]Λακεδαιμόνιοι δὲ Ἑλλήνων μόνοι διάφοροί τε Ἀχαιοῖς τὰ μάλιστα ἦσαν καὶ ἐκ τοῦφανεροῦ πόλεμόν σφισιν ἐπῆγον. Πελλήνην μέν γε Ἀχαιῶν πόλιν Ἆγις εἷλεν ὁΕὐδαμίδου βασιλεύων ἐν τῇ Σπάρτῃ, καὶ ἐξέπεσεν αὐτίκα ἐκ Πελλήνης ὑπὸ Ἀράτουκαὶ Σικυωνίων: Κλεομένης δὲ ὁ Λεωνίδου τοῦ Κλεωνύμου, βασιλεὺς οἰκίας τῆςἑτέρας, ἀντικαθημένους Ἄρατον καὶ Ἀχαιοὺς πρὸς Δύμῃ παρὰ πολύ τε ἐκράτησενἐλθόντας ἐς χεῖρας καὶ ὕστερον Ἀχαιοῖς καὶ Ἀντιγόνῳ συνέθετο εἰρήνην. [4]Ἀντίγονος δὲ οὗτος τηνικαῦτα ἀρχὴν τὴν Μακεδόνων εἶχεν, ἐπιτροπεύων Φίλιπποντὸν Δημητρίου παῖδα ἔτι ἡλικίαν ὄντα: ἦν δὲ καὶ ἀνεψιὸς τῷ Φιλίππῳ καὶ μητρὶ αὐτοῦσυνῴκει. πρὸς τοῦτον οὖν τὸν Ἀντίγονον καὶ Ἀχαιοὺς ποιησάμενος ὁ Κλεομένηςσπονδὰς καὶ αὐτίκα παραβὰς ὅσα ὤμοσεν ἠνδραποδίσατο Ἀρκάδων Μεγάλην πόλιν:Λακεδαιμονίοις τε τὸ ἐν Σελλασίᾳ πταῖσμα πρὸς Ἀχαιοὺς καὶ Ἀντίγονον Κλεομένουςἕνεκα καὶ ἐπιορκίας τῆς ἐκείνου συνέβη. Κλεομένους μὲν δὴ καὶ αὖθις ἐν λόγοις τοῖςἈρκαδικοῖς ἀφιξόμεθα ἐς μνήμην: [5] Φίλιππος δὲ ὁ Δημητρίου τὴν Μακεδόνωνἀρχήν, ὡς ἀφίκετο ἐς ἄνδρας, παρὰ ἑκόντος Ἀντιγόνου λαβὼν φόβον τοῖς πᾶσινἝλλησιν ἐνεποίησε, τὰ Φιλίππου τοῦ Ἀμύντου, προγόνου μὲν οὐκ ὄντος αὐτῷ, τῷ δὲἀληθεῖ λόγῳ δεσπότου, τά τε ἄλλα αὐτοῦ μιμούμενος καὶ τὰ ἐς θεραπείαν ὅσοιςπατρίδας ἀρεστὰ ἦν ἐπ᾽ οἰκείοις προδιδόναι κέρδεσι. προπίνειν δὲ παρὰ τὰ συμπόσιαἐπὶ δεξιότητι καὶ φιλίᾳ κύλικας οὐκ οἴνου, φαρμάκων δὲ ἐς ὄλεθρον ἀνθρώποις, ἃ δὴὁ μὲν τοῦ Ἀμύντου Φίλιππος οὐδ᾽ ἐπενόησεν ἐμοὶ δοκεῖν ἀρχήν, Φιλίππῳ δὲ τῷΔημητρίου τὰ φάρμακα τόλμημα ἦν ἐλαφρότατον. [6] κατεῖχε δὲ καὶ τρεῖς πόλειςφρουραῖς ὁρμητήρια εἶναί οἱ κατὰ τῆς Ἑλλάδος, καὶ ὠνόμαζε δὲ ὑπὸ τῆς ὕβρεως καὶτῆς ἐς τὸ Ἑλληνικὸν ὑπεροψίας κλεῖς τῆς Ἑλλάδος τὰς πόλεις ταύτας: ἐπὶ μέν γεΠελοποννήσῳ Κόρινθος καὶ ἡ Κορινθίων ἀκρόπολις ἐτετείχιστο, ἐπὶ δὲ Εὐβοίᾳ καὶΒοιωτοῖς τε καὶ Φωκεῦσι Χαλκὶς ἡ πρὸς τῷ Εὐρίπῳ, κατὰ δὲ Θεσσαλῶν τε αὐτῶν καὶτοῦ Αἰτωλῶν ἔθνους Μαγνησίαν τὴν ὑπὸ τὸ Πήλιον κατεῖχεν ὁ Φίλιππος. μάλιστα δὲἈθηναίους καὶ τὸ Αἰτωλικὸν ἐπιστρατείαις τε συνεχέσιν ἐπίεζε καὶ λῃστῶνκαταδρομαῖς: [7] ἐμνημόνευσε δέ μοι καὶ πρότερον ὁ λόγος ἐν τῇ Ἀτθίδι συγγραφῇ,ὅσοι τε Ἑλλήνων ἢ βαρβάρων ἐναντία Φιλίππου συνήραντο Ἀθηναίοις καὶ ὡς ὑπὸἀσθενείας τῶν συμμάχων ἐπὶ Ῥωμαίους καὶ ἐπικουρίαν τὴν ἐκεῖθεν κατέφευγον οἱἈθηναῖοι. Ῥωμαῖοι δὲ ἐπεπόμφεσαν καὶ οὐ πολλῷ τινι ἔμπροσθεν λόγῳ μὲνἐπικουρήσοντας Αἰτωλοῖς ἐναντία Φιλίππου, τῷ δὲ ἔργῳ μᾶλλόν τι ἐπὶ κατασκοπῇτῶν ἐν Μακεδονίᾳ πραγμάτων: [8] τότε δὲ ἀποστέλλουσιν Ἀθηναίοις στρατιάν τε καὶἡγεμόνα Ὀτίλιον: τοῦτο γάρ οἱ τῶν ὀνομάτων ἦν τὸ ἐκδηλότατον, ἐπεὶ καλοῦνταί γεοὐ πατρόθεν οἱ Ῥωμαῖοι κατὰ ταὐτὰ Ἕλλησιν, ἀλλὰ καὶ τρία ὁπότε ὀλίγιστα καὶ ἔτιπλέονα ὀνόματα ἑκάστῳ τίθενται. τῷ δὲ Ὀτιλίῳ προσετέτακτο ὑπὸ Ῥωμαίωνἀπείργειν ἀπὸ Ἀθηναίων καὶ τοῦ Αἰτωλικοῦ τὸν Φιλίππου πόλεμον. [9] Ὀτίλιος δὲ τὰμὲν ἄλλα τοῖς πράγμασι κατὰ τὰ ἐπιτεταγμένα ἐχρῆτο, τάδε δὲ οὐ κατὰ γνώμην οἱτὴν Ῥωμαίων ἐστὶν εἰργασμένα: Εὐβοέων γὰρ Ἑστίαιαν πόλιν καὶ Ἀντίκυραν τὴν ἐντῇ Φωκίδι ἑλών, ὑπηκόους κατ᾽ ἀνάγκην οὔσας Φιλίππου, ἐποίησεν ἀναστάτους. καὶτοῦδε ἕνεκα ἐμοὶ δοκεῖν, ἐπεὶ ἐπύθετο ἡ βουλή, ἀποστέλλουσιν Ὀτιλίῳ διάδοχον τῆςἀρχῆς Φλαμίνιον. 8. τότε δὲ ἥκων ὁ Φλαμίνιος Ἐρέτριάν τε διήρπασε, τοὺς φρουροῦντας Μακεδόνων μάχῃνικήσας, καὶ αὖθις ἐλάσας ἐπὶ Κόρινθον κατεχομένην ὑπὸ Φιλίππου φρουρᾷ αὐτός τεπροσεκάθητο πολιορκῶν καὶ παρὰ Ἀχαιοὺς ἅμα ἀποστέλλων ἐπήγγελλέ σφισινἀφικνεῖσθαι πρὸς Κόρινθον στρατιᾷ, συμμάχους τε ἀξιωθησομένους καλεῖσθαιῬωμαίων καὶ ἅμα εὐνοίᾳ τῇ ἐς τὸ Ἑλληνικόν. [2] Ἀχαιοὶ δὲ ἐποιοῦντο μὲν μεγάλωςκαὶ αὐτὸν ἐν αἰτίᾳ Φλαμίνιον καὶ ἔτι πρότερον Ὀτίλιον, οἳ μετεχειρίσαντο ὠμῶς οὕτωπόλεις Ἑλληνίδας καὶ ἀρχαίας, ἀναμαρτήτους τε οὔσας πρὸς Ῥωμαίους καὶ οὐ κατὰγνώμην ὑπὸ Μακεδόνων ἀρχομένας: προεωρῶντο δὲ καὶ ὡς ἀντὶ Φιλίππου καὶΜακεδόνων Ῥωμαῖοι σφίσι τε ἥκοιεν καὶ τῷ Ἑλληνικῷ δεσπόται προστάττειν.ῥηθέντων δὲ ἐν τῷ συνεδρίῳ πολλῶν καὶ ἐναντίων ἀλλήλοις, τέλος οἱ εὖνοι Ῥωμαίοιςἐνίκησαν καὶ Ἀχαιοὶ Φλαμινίῳ Κόρινθον συνεπολιόρκησαν. [3] Κορίνθιοι δὲ ἀπὸΜακεδόνων ἐλευθερωθέντες μετέσχον αὐτίκα συνεδρίου τοῦ Ἀχαιῶν, μετασχόντεςκαὶ πρότερον, ὅτε Ἄρατος καὶ Σικυώνιοι φρουρὰν ἐκ τοῦ Ἀκροκορίνθου τὴν πᾶσανἐξήλασαν καὶ ἀπέκτειναν Περσαῖον ὑπὸ Ἀντιγόνου ταχθέντα ἐπὶ τῇ φρουρᾷ. Ἀχαιοὶδὲ τὸ ἀπὸ τούτου σύμμαχοί τε ὠνομάζοντο Ῥωμαίων καὶ ἐς τὰ πάντα ἦσαν πρόθυμοι:καί σφισιν εἵποντο μὲν ἐς Μακεδονίαν καὶ ἐπὶ Φίλιππον, μετέσχον δὲ καὶ στρατείαςἐς Αἰτωλούς, τρίτα δὲ ὁμοῦ Ῥωμαίοις ἐμαχέσαντο ἐναντία Ἀντιόχου καὶ Σύρων. [4] ὅσα μὲν δὴ Ἀχαιοὶ Μακεδόσιν ἢ στρατιᾷ τῇ Σύρων ἐναντία ἐτάξαντο, φιλίᾳ τῇ πρὸςῬωμαίους ἔπραξαν: ἐς δὲ Αἰτωλοὺς ἐκ παλαιοῦ σφισιν ἦν οἰκεῖα ἐγκλήματα. ἐπεὶ δὲ ἡΝάβιδος ἐν Σπάρτῃ τυραννὶς κατελέλυτο, ἐς πλείστην ὠμότητα ἀνδρὸς ἀφικομένου, τὰ ἐς τοὺς Λακεδαιμονίουςαὐτίκα ἐνεπεπτώκει: [5] καὶ σφᾶς ὑπὸ τὸν χρόνον οἱ Ἀχαιοὶ τοῦτον ἐς σύλλογονὑπάγονται τὸν Ἀχαϊκὸν καὶ δίκας τε ἐδίκαζόν σφισιν ἐς τὸ ἀκριβέστατον καὶ τὰ τείχητῆς Σπάρτης καταβάλλουσιν ἐς ἔδαφος, οἰκοδομηθέντα μὲν καὶ πρότερον ἔτιαὐτοσχεδίως καὶ ἐπί τε τῆς Δημητρίου καὶ ὕστερον τῆς Πύρρου καὶ Ἠπειρωτῶνστρατείας, ἐπὶ δὲ τῆς τυραννίδος τῆς Νάβιδος καὶ ἐς τὸ ἀσφαλέστατον ὀχυρωθέντα.τά τε οὖν τείχη τῆς Σπάρτης οἱ Ἀχαιοὶ καθεῖλον καὶ τὰ ἐς μελέτην τοῖς ἐφήβοις ἐκτῶν Λυκούργου νόμων καταλύσαντες ἐπέταξαν τοῖς Ἀχαιῶν ἐφήβοις τὰ αὐτὰἐπιτηδεύειν. [6] ταῦτα μὲν δὴ καὶ ἐς πλέον ἐπέξεισιν αὖθίς μοι τὰ ἐς Ἀρκάδας:Λακεδαιμόνιοι δὲ ἅτε μεγάλως τοῖς ἐπιτάγμασιν ἀχθόμενοι τοῖς Ἀχαιῶνκαταφεύγουσιν ἐπὶ Μέτελλον καὶ ὅσοι σὺν Μετέλλῳ κατὰ πρεσβείαν ἧκον ἐκ Ῥώμης.ἀφίκοντο δὲ οὗτοι Φιλίππῳ καὶ Μακεδόσι πόλεμον μὲν οὐδένα ἐπάξοντες ἅτε εἰρήνηςπρότερον ἔτι Φιλίππῳ καὶ Ῥωμαίοις ὀμωμοσμένης, ὁπόσα δὲ ἢ Θεσσαλοῖς ἢ τῶν ἐξἨπείρου τισὶν ἐγκλήματα ἦν ἐς Φίλιππον, ταῦτα ἧκον οἱ ὁμοῦ Μετέλλῳ κρινοῦντες.[7] ἔργῳ μὲν δὴ Φίλιππός τε αὐτὸς καὶ ἡ Μακεδόνων ἀκμὴ καθῄρητο ὑπὸ Ῥωμαίων—μαχεσάμενος γὰρ Φλαμινίου καὶ Ῥωμαίων ἐναντία Φίλιππος ἐν Κυνὸς καλουμέναιςκεφαλαῖς ἐν λόγοις τὸ ἧττον ἠνέγκατο, ἀλλ᾽ ἅτε δὴ κατὰ δύναμιν ἀγωνισάμενοςαὐτὸς οὗτος ὁ Φίλιππος τοσοῦτον ἐκρατήθη τῇ συμβολῇ, ὡς στρατιᾶς τε ἣν ἦγενἀποβαλεῖν τὸ πολὺ καὶ ἐκ τῶν πόλεων, ὅσας εἷλεν ἐν τῇ Ἑλλάδι πολέμῳπαραστησάμενος, ἐξήγαγεν ἐξ ἁπασῶν τὰς φρουρὰς κατὰ ὁμολογίαν πρὸςῬωμαίους— [8] κατὰ μέντοι τοῦ λόγου τὸ εὐπρεπὲς παρὰ Ῥωμαίων εὕρητο εἰρήνηνδεήσεσί τε παντοίαις καὶ δαπάναις χρημάτων μεγάλαις. τὰ δὲ ἐς Μακεδόνας δύναμίντε, ἣν ἐπὶ Φιλίππου περιεβάλοντο τοῦ Ἀμύντου, καὶ ὡς ἐπὶ Φιλίππου τοῦ ὑστέρου τὰπράγματά σφισιν ἐφθάρη, Σίβυλλα οὐκ ἄνευ θεοῦ προεθέσπισεν: ἔχει δὲ οὕτω τὰχρησθέντα: [9] “αὐχοῦντες βασιλεῦσι Μακεδόνες Ἀργεάδῃσιν, ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιππος. ἤτοι ὁ μὲν πρότερος πόλεσιν λαοῖσί τ᾽ ἄνακτας θήσει: ὁ δ᾽ ὁπλότερος τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει, δμηθεὶς ἑσπερίοισιν ὑπ᾽ ἀνδράσιν ἠῴοις τε. ”Ῥωμαῖοί τε δὴ τὰ πρὸς ἑσπέραν νεμόμενοι τῆς Εὐρώπης καθεῖλον τὴν Μακεδόνωνἀρχὴν καὶ τῶν ἐς τὸ συμμαχικὸν ταχθέντων Ἄτταλος τῆς ἐκ Περγάμου συλλεχθείσηςἡγεμὼν καὶ ἔτι ἐκ Μυσίας στρατιᾶς: πρὸς δὲ ἀνίσχοντα ἥλιον μᾶλλόν τι ἡ Μυσίατέτραπται. 9. τότε δὲ τῷ Μετέλλῳ καὶ τῇ ἄλλῃ πρεσβείᾳ μὴ ὑπεριδεῖν Λακεδαιμονίων ἤρεσε καὶἈχαιῶν, τοὺς δὲ τὰς ἀρχὰς ἔχοντας ἐς τὸ συνέδριον ἠξίουν συγκαλέσαι τοὺς Ἀχαιούς,ἵνα ἐν κοινῷ διδάξωσιν αὐτοὺς ἠπιώτερον μεταχειρίζεσθαι τὰ ἐν Λακεδαίμονι. οἱ δέσφισιν ἀπεκρίναντο μήτε ἐκείνοις Ἀχαιοὺς ἐς σύλλογον μήτε ἄλλῳ συνάξειν, ὅστιςμὴ ἐπὶ τῷ πράγματι ἐφ᾽ ὅτῳ ποιεῖται τὴν πρόσοδον παρὰ τῆς Ῥωμαίων βουλῆς ἔχειδόγμα. Μέτελλος δὲ καὶ οἱ σὺν αὐτῷ ὑπὸ τῶν Ἀχαιῶν περιυβρίσθαι νομίζοντες,ἐπειδὴ ἀφίκοντο ἐς Ῥώμην, πολλὰ ἐπὶ τῆς βουλῆς καὶ οὐ τὰ πάντα ἀληθῆ κατηγόρουντῶν Ἀχαιῶν. [2] τούτων δὲ πλείονα ἐνεκάλουν Ἀχαιοῖς Ἀρεὺς καὶ Ἀλκιβιάδας, ὡςΛακεδαιμόνιοι μὲν καὶ δόκιμοι τὰ μάλιστα ἐν τῇ Σπάρτῃ, τὰ δὲ ἐς Ἀχαιοὺς οὐ δίκαιοι:γενομένους γὰρ ὑπὸ Νάβιδος φυγάδας ὑπεδέξαντο αὐτοὺς οἱ Ἀχαιοὶ καὶἀποθανόντος Νάβιδος παρὰ γνώμην Λακεδαιμονίων τοῦ δήμου κατάγουσιν ἐςΣπάρτην. τότε οὖν ἀναβεβηκότες καὶ οὗτοι παρὰ τὴν βουλὴν προθυμότατα ἐνέκειντοἈχαιοῖς: Ἀχαιοὶ δέ σφισιν ἀπελθοῦσιν ἐπιβάλλουσιν ἐν τῷ συνεδρίῳ θάνατον ζημίαν.[3] Ῥωμαίων δὲ ἡ βουλὴ πέμπουσιν ἄλλους τε ἄνδρας καὶ Ἄππιον Λακεδαιμονίοις καὶἈχαιοῖς τὰ δίκαια ὁρίσαι. Ἄππιος δὲ καὶ οἱ σὺν αὐτῷ ἔμελλον μὲν οὐδὲ ὀφθέντεςἈχαιοῖς ἔσεσθαι καθ᾽ ἡδονήν, οἳ Ἀρέα καὶ Ἀλκιβιάδαν ἅμ᾽ αὐτοῖς ἐπήγοντο ἐν τῷ τότεἈχαιοῖς ἐχθίστους: ἐλύπησαν δὲ καὶ ἐς πλέον τοὺς Ἀχαιούς, ἐπειδὴ ἐς τὸν σύλλογοναὐτῶν ἐπελθόντες σὺν ὀργῇ μᾶλλον ἐποιοῦντο ἢ πειθοῖ τοὺς λόγους. [4] Λυκόρτας δὲὁ Μεγαλοπολίτης, οὔτε ἀξιώματι οὐδενὸς Ἀρκάδων ὕστερος καί τι καὶ φρόνημα κατὰφιλίαν προσειληφὼς τὴν Φιλοποίμενος, λόγῳ τε ἀπέφαινε τὰ ὑπὲρ τῶν Ἀχαιῶνδίκαια καὶ ὁμοῦ τοῖς λόγοις καὶ μέμψιν τινὰ ὑπέτεινεν ἐς τοὺς Ῥωμαίους. Ἄππιος δὲκαὶ οἱ σὺν αὐτῷ Λυκόρταν λέγοντα ἐποιοῦντο ἐν χλευασμῷ καὶ Ἀρέωςἀποψηφίζονται καὶ Ἀλκιβιάδα μηδὲν ἀδίκημα ἐξ αὐτῶν ἐς Ἀχαιοὺς εἶναι,Λακεδαιμονίοις τε ἀποστεῖλαι πρέσβεις ἐφιᾶσιν ἐς Ῥώμην, ἐναντία ἐφιέντες ἢῬωμαίοις συγκείμενα ἦν καὶ Ἀχαιοῖς: Ἀχαιῶν μὲν γὰρ εἴρητο ἀπὸ τοῦ κοινοῦ παρὰτὴν Ῥωμαίων βουλὴν ἀπιέναι πρέσβεις, ἰδίᾳ δὲ ἀπείρητο μὴ πρεσβεύεσθαι τὰς πόλειςὅσαι συνεδρίου τοῦ Ἀχαιῶν μετεῖχον. [5] ἀντιπρεσβευσαμένων δὲ καὶ ἈχαιῶνΛακεδαιμονίοις καὶ λόγων ῥηθέντων ὑπὸ ἀμφοτέρων ἐπὶ τῆς βουλῆς, τοὺς αὐτοὺςἀποστέλλουσιν αὖθις οἱ Ῥωμαῖοι Λακεδαιμονίοις γενέσθαι καὶ Ἀχαιοῖς δικαστάς,Ἄππιον καὶ ὅσοι σὺν ἐκείνῳ πρότερον ἐς τὴν Ἑλλάδα ἀφίκοντο. οἱ δὲ τούς τεἐκβληθέντας ὑπὸ Ἀχαιῶν κατάγουσιν ἐς Σπάρτην καὶ ὅσων πρὸ κρίσεωςἀπελθόντων κατέγνωστο ὑπὸ τῶν Ἀχαιῶν ἀδικεῖν, καὶ τὰ ἐπὶ τούτοις τιμήματαἔλυσαν: καὶ συντελείας μὲν Λακεδαιμονίους τῆς ἐς τὸ Ἀχαϊκὸν οὐκ ἀφιᾶσι, περὶ δὲ τῇἑκάστου ψυχῇ ξενικά σφισι διδόασιν εἶναι δικαστήρια, ὅσα δὲ ἄλλα ἐγκλήματα,λαμβάνειν τε αὐτοὺς καὶ ἐν τῷ Ἀχαϊκῷ ὑπέχειν τὰς κρίσεις. ἐτειχίσθη δὲ καὶ ἐξ ἀρχῆςαὖθις Σπαρτιάταις ὁ κύκλος τοῦ ἄστεως. [6] Λακεδαιμονίων δὲ οἱ κατελθόντες,βουλεύοντες παντοῖα ἐπὶ Ἀχαιοῖς, λυπήσειν σφᾶς ἐπὶ τοιῷδε μάλιστα ἤλπιζον.Μεσσηνίους τοὺς Φιλοποίμενι θανάτου συναιτίους γενέσθαι νομισθέντας καὶ κατὰτὴν αἰτίαν ταύτην ὑπὸ Ἀχαιῶν ἐκπεπτωκότας, τούτους τε καὶ Ἀχαιῶν αὐτῶν τοὺςφεύγοντας ἀναβῆναι πείθουσιν ἐς Ῥώμην: σὺν δέ σφισιν ἀνεληλυθότες καὶ αὐτοὶγενέσθαι τοῖς ἀνδράσιν ἔπρασσον κάθοδον. ἅτε δὲ τοῦ Ἀππίου Λακεδαιμονίοιςσυμπροθυμουμένου μεγάλως, Ἀχαιοῖς δὲ ἐπὶ παντὶ ἀντιβαίνοντος, ἔμελλεν οὐχαλεπῶς Μεσσηνίων καὶ Ἀχαιῶν τοῖς φεύγουσι τὰ βουλεύματα ἐς δέον χωρήσειν:γράμματά τε αὐτίκα ὑπὸ τῆς βουλῆς ἔς τε Ἀθήνας κατεπέμπετο καὶ ἐς Αἰτωλίανκατάγειν σφᾶς Μεσσηνίους καὶ Ἀχαιοὺς ἐπὶ τὰ οἰκεῖα. [7] τοῦτο Ἀχαιοὺς ἐς τὰμάλιστα ἠνίασεν, ὡς οὔτε ἄλλως πάσχοντας δίκαια ὑπὸ Ῥωμαίων καὶ ἐς τὸ ἀνωφελὲςπροϋπηργμένων σφίσιν ἐς αὐτούς, οἳ ἐπὶ τὰ Φιλίππου καὶ Αἰτωλῶν ἐναντία καὶ αὖθιςἈντιόχου στρατεύσαντες χάριτι τῇ ἐς Ῥωμαίους ἐγίνοντο ὕστεροι φυγάδωνἀνθρώπων καὶ οὐ καθαρῶν χεῖρας: ὅμως δὲ εἴκειν σφίσιν ἐδόκει. 10. τότε μὲν δὴ ἐς τοσοῦτο ἐπράχθη: τολμημάτων δὲ τὸ ἀνοσιώτατον, τὴν πατρίδα καὶἄνδρας προδιδόναι πολίτας ἐπὶ οἰκείοις κέρδεσιν, ἔμελλε καὶ Ἀχαιοῖς κακῶν ἄρξειν,οὔποτε ἐκ τοῦ χρόνου παντὸς τὴν Ἑλλάδα ἐκλιπόν. ἐπὶ μέν γε Δαρείου τοῦὙστάσπου βασιλεύοντος Περσῶν Ἴωσι τὰ πράγματα ἐφθάρη Σαμίων πλὴν ἑνός τεκαὶ δέκα ἀνδρῶν τῶν ἄλλων τριηράρχων τὸ ναυτικὸν τὸ Ἰώνων προδόντων: [2] μετὰδὲ Ἴωνας κεχειρωμένους ἠνδραποδίσαντο καὶ Ἐρέτριαν Μῆδοι, προδόται δὲ ἐγένοντοοἱ εὐδοκιμοῦντες μάλιστα ἐν Ἐρετρίᾳ Φίλαγρος Κυνέου καὶ Εὔφορβος Ἀλκιμάχου.Ξέρξῃ δὲ ἐπὶ τὴν Ἑλλάδα ἐλαύνοντι Θεσσαλία τε δι᾽ Ἀλευάδου προεδόθη, Θήβας δὲἈτταγῖνος καὶ Τιμηγενίδας προδιδόασι φερόμενοι τὰ πρῶτα ἐν Θήβαις.Πελοποννησίων δὲ καὶ Ἀθηναίων πολεμησάντων Ξενίας Ἠλεῖος ἐπεχείρησεν ἮλινΛακεδαιμονίοις καὶ Ἄγιδι προδοῦναι, οἵ τε Λυσάνδρου καλούμενοι ξένοι χρόνον [3]οὐδένα ἀνίεσαν πατρίδας ἐγχειρίζοντες Λυσάνδρῳ τὰς ἑαυτῶν. κατὰ δὲ τὴν Φιλίππουβασιλείαν τοῦ Ἀμύντου Λακεδαίμονα πόλεων μόνην οὐ προδοθεῖσαν τῶν ἐν Ἕλλησινεὕροι τις ἄν: αἱ δὲ ἄλλαι πόλεις αἱ ἐν τῇ Ἑλλάδι ὑπὸ προδοσίας μᾶλλον ἢ ὑπὸ νόσουπρότερον τῆς λοιμώδους ἐφθάρησαν. Ἀλεξάνδρῳ δὲ τῷ Φιλίππου παρέσχεν ἡ εὐτυχίαμικρὰ ἀνδρῶν προδοτῶν καὶ οὐκ ἄξια λόγου προσδεηθῆναι. [4] ἐπεὶ δὲ τὸ ἐν Λαμίᾳπταῖσμα ἐγένετο Ἕλλησιν, Ἀντίπατρος μέν, ἅτε διαβῆναι ποιούμενος σπουδὴν πρὸςτὸν ἐν τῇ Ἀσίᾳ πόλεμον, ἐβούλετο εἰρήνην ἐν τάχει συντίθεσθαι, καί οἱ διέφερενοὐδὲν εἰ Ἀθήνας τε ἐλευθέραν καὶ τὴν πᾶσαν Ἑλλάδα ἀφήσει: Δημάδης δὲ καὶ ὅσονπροδοτῶν Ἀθήνῃσιν ἄλλο ἦν, ἀναπείθουσιν Ἀντίπατρον μηδὲν ἐς Ἕλληνας φρονῆσαιφιλάνθρωπον, ἐκφοβήσαντες δὲ Ἀθηναίων τὸν δῆμον ἔς τε Ἀθήνας καὶ πόλεων τῶνἄλλων τὰς πολλὰς ἐγένοντο αἴτιοι Μακεδόνων ἐσαχθῆναι φρουράς. [5] βεβαιοῖ δέ μοικαὶ τόδε τὸν λόγον: Ἀθηναῖοι γὰρ μετὰ τὸ ἀτύχημα τὸ ἐν Βοιωτοῖς οὐκ ἐγένοντοΦιλίππου κατήκοοι, ἁλόντων μέν σφισι δισχιλίων, ὡς ἐκρατήθησαν, παρὰ τὸ ἔργον,χιλίων δὲ φονευθέντων: ἐν Λαμίᾳ δὲ περὶ διακοσίους πεσόντων καὶ οὐ πλέον τι,Μακεδόσιν ἐδουλώθησαν. οὕτω μὲν οὔποτε τὴν Ἑλλάδα ἐπέλειπον οἱ ἐπὶ προδοσίᾳνοσήσαντες: Ἀχαιοὺς δὲ ἀνὴρ Ἀχαιὸς Καλλικράτης τηνικαῦτα ἐς ἅπαν ἐποίειῬωμαίοις ὑποχειρίους. ἀρχὴ δέ σφισιν ἐγίνετο κακῶν Περσεὺς καὶ ἡ Μακεδόνων ἀρχὴκαταλυθεῖσα ὑπὸ Ῥωμαίων. [6] Περσεῖ τῷ Φιλίππου πρὸς Ῥωμαίους ἄγοντι εἰρήνην κατὰ συνθήκας, ἃς ὁ πατήρ οἱΦίλιππος ἐποιήσατο, ἐπῆλθεν ὑπερβῆναι τοὺς ὅρκους καὶ ἐπί τε Σαπαίους καὶΣαπαίων τὸν βασιλέα Ἀβρούπολιν στράτευμα ἀγαγὼν ἐποίησεν ἀναστάτουςῬωμαίων συμμάχους ὄντας: Σαπαίων δὲ τούτων καὶ Ἀρχίλοχος ἐν ἰάμβῳ μνήμηνἔσχε. [7] Μακεδόνων δὲ καὶ Περσέως κεχειρωμένων πολέμῳ διὰ τὸ ἐς Σαπαίουςἀδίκημα, ἄνδρες τῆς Ῥωμαίων βουλῆς δέκα ἐπέμφθησαν καταστησόμενοι πρὸς τὸἐπιτηδειότατον Ῥωμαίοις τὰ ἐν Μακεδονίᾳ. ἥκοντας δὲ ἐς τὴν Ἑλλάδα ὑπήρχετο ὁΚαλλικράτης οὔτε ἔργον τῶν ἐς τὴν κολακείαν οὔτε λόγον οὐδένα ἐς αὐτοὺς παριείς:ἕνα δέ τινα ἐξ αὐτῶν ἄνδρα οὐδαμῶς ἐς δικαιοσύνην πρόθυμον, τοῦτον τὸν ἄνδραπροσεποιήσατο ὁ Καλλικράτης ἐς τοσοῦτον ὥστε αὐτὸν καὶ ἐς τὸ συνέδριον ἐσελθεῖντὸ Ἀχαιῶν ἔπεισεν. [8] ὁ δὲ ὡς ἐς τὸν σύλλογον ἐσῆλθεν, ἔλεγεν ὡς πολεμοῦντι πρὸςῬωμαίους Περσεῖ χρήματα οἱ δυνατώτατοι τῶν Ἀχαιῶν παράσχοιεν, συνάραιντο δὲκαὶ ἐς τὰ ἄλλα: ἐκέλευσεν οὖν καταγνῶναι τοὺς Ἀχαιοὺς θάνατον: εἰ δὲ ἐκεῖνοικαταγνοῖεν, τότε καὶ αὐτὸς τὰ ὀνόματα ἐρεῖν ἔφασκε τῶν ἀνδρῶν. λέγειν τε δὴ ἐδόκειπαντάπασιν ἄδικα καὶ αὐτὸν ἠξίουν οἱ ἐς τὸν σύλλογον ἐληλυθότες ἤδη, εἰ Περσεῖ τὰαὐτὰ Ἀχαιῶν τινες ἔπραξαν, ὀνομαστὶ αὐτῶν ἑκάστου μνησθῆναι, πρότερον δὲ οὐσφᾶς καταγινώσκειν εἰκὸς εἶναι. [9] ἔνθα δὴ ὡς ἠλέγχετο ὁ Ῥωμαῖος, ἀπετόλμησενεἰπεῖν ὡς οἱ ἐστρατηγηκότες Ἀχαιῶν ἐνέχονται πάντες τῇ αἰτίᾳ: πάντας γὰρφρονῆσαι τὰ Μακεδόνων τε καὶ Περσέως. ὁ μὲν δὴ ταῦτα ἔλεγεν ὑπὸ διδασκαλίᾳΚαλλικράτους: ἀναστὰς δὲ μετ᾽ αὐτὸν Ξένων—ἦν δὲ ὁ Ξένων οὗτος οὐκ ἐλαχίστουλόγου παρὰ Ἀχαιοῖς—‘οὕτως’ ἔφη ‘κατὰ τὴν αἰτίαν ἔχει ταύτην: ἐστρατήγησα μὲνἈχαιῶν καὶ ἐγώ, ἀδικίας δὲ οὐδὲν ἐς Ῥωμαίους οὔτε εὐνοίας μοι μέτεστιν ἐς Περσέα:καὶ τοῦδε ἕνεκα ἐθέλω μὲν ἐν συνεδρίῳ τῷ Ἀχαιῶν, ἐθέλω δὲ καὶ ἐν αὐτοῖς Ῥωμαίοιςὑπέχειν κρίσιν.’ ὁ μὲν δὴ ὑπὸ συνειδότος ἐπαρρησιάζετο ἀγαθοῦ: [10] ὁ δὲ ἐπελάβετοαὐτίκα ὁ Ῥωμαῖος τῆς προφάσεως, καὶ ὁπόσοις Καλλικράτης ἐπῆγεν αἰτίαν Περσεῖσφᾶς φρονῆσαι τὰ αὐτά, ἀνέπεμπεν ἐν δικαστηρίῳ κρίσιν τῷ Ῥωμαίων ὑφέξοντας. ὃμή πω κατειλήφει πρότερον Ἕλληνας: οὐδὲ γὰρ παρὰ Μακεδόνων οἱ ἰσχύσαντεςμέγιστον, Φίλιππος Ἀμύντου καὶ Ἀλέξανδρος, τοὺς ἀνθεστηκότας σφίσιν Ἑλλήνωνἐς Μακεδονίαν ἐβιάσαντο ἀποσταλῆναι, διδόναι δὲ αὐτοὺς ἐν Ἀμφικτύοσιν εἴωνλόγον. [11] τότε δὲ ἐκ τοῦ Ἀχαιῶν ἔθνους ὅντινα καὶ ἀναίτιον Καλλικράτηςἐθελήσειεν αἰτιάσασθαι, ἀνάγεσθαι πάντα τινὰ ἐκεκύρωτο ἐς Ῥώμην: καὶ ἐγένοντοὑπὲρ χιλίους οἱ ἀναχθέντες. τούτους ὑπὸ Ἀχαιῶν οἱ Ῥωμαῖοι προκατεγνῶσθαινομίζοντες ἔς τε Τυρσηνίαν καὶ ἐς τὰς ἐκεῖ διέπεμψαν πόλεις, καὶ Ἀχαιῶν ἄλλοτεἄλλας ὑπὲρ τῶν ἀνδρῶν πρεσβείας τε καὶ ἱκεσίας ἐπιπεμπόντων λόγον ἐποιοῦντοοὐδένα. [12] ἑπτακαιδεκάτῳ δὲ ὕστερον ἔτει τριακοσίους ἢ καὶ ἐλάσσονας, οἳ μόνοιπερὶ Ἰταλίαν Ἀχαιῶν ἔτι ἐλείποντο, ἀφιᾶσιν, ἀποχρώντως κολασθῆναι σφᾶςἡγούμενοι. ὅσοι δὲ ἀποδράντες ᾤχοντο ἢ εὐθὺς ἡνίκα ἀνήγοντο ἐς Ῥώμην ἢ ὕστερονἐκ τῶν πόλεων ἐς ἃς ὑπὸ Ῥωμαίων ἐπέμφθησαν, πρόφασις οὐδεμία ἦν τούτουςἁλόντας μὴ ὑποσχεῖν δίκην. 11. Ῥωμαῖοι δὲ αὖθις ἄνδρα ἐκ τῆς βουλῆς καταπέμπουσιν ἐς τὴν Ἑλλάδα: ὄνομα μὲν τῷἀνδρὶ ἦν Γάλλος, ἀπέσταλτο δὲ Λακεδαιμονίοις καὶ Ἀργείοις ὑπὲρ γῆςἀμφισβητουμένης γενέσθαι δικαστής. οὗτος ὁ Γάλλος ἐς τὸ Ἑλληνικὸν πολλὰ μὲνεἶπε, πολλὰ δὲ καὶ ἔπραξεν ὑπερήφανα, Λακεδαιμονίους δὲ καὶ Ἀργείους τὸ παράπανἔθετο ἐν χλευασίᾳ: [2] πόλεσι γὰρ ἐς τοσοῦτο ἡκούσαις ἀξιώματος καὶ ὑπὲρ τῶνὅρων τῆς χώρας τὰ μὲν παλαιότερα ἐς οὐκ ἀφανῆ πόλεμον καὶ ἔργα οὕτως ἀφειδῆπροαχθείσαις, κριθείσαις δὲ καὶ ὕστερον παρὰ δικαστῇ κοινῷ Φιλίππῳ τῷ Ἀμύντου,αὐτὸς μέν σφισιν ὁ Γάλλος ἀπηξίωσε δικαστὴς καταστῆναι, Καλλικράτει δὲ ἁπάσηςτῆς Ἑλλάδος ἀνδρὶ ἀλάστορι ἐπιτρέπει τὴν κρίσιν. [3] ἀφίκοντο δὲ ὡς τὸν Γάλλον καὶΑἰτωλῶν οἱ Πλευρῶνα οἰκοῦντες, συντελείας τῆς ἐς Ἀχαιοὺς ἐθέλοντες ἄφεσινεὕρασθαι: καὶ αὐτοῖς ἐπετράπη μὲν ὑπὸ τοῦ Γάλλου πρεσβείαν ἐπὶ σφῶν αὐτῶν ἰδίᾳπαρὰ Ῥωμαίους ἀποστεῖλαι, ἐπετράπη δὲ ὑπὸ Ῥωμαίων συνεδρίου τοῦ Ἀχαιῶνἀποστῆναι. προσεπεστάλη δὲ ὑπὸ τῆς βουλῆς τῷ Γάλλῳ πόλεις ὁπόσας ἐστὶν οἷός τεὡς πλείστας ἀφεῖναι συλλόγου τοῦ Ἀχαιῶν. [4] ὁ μὲν δὴ τὰ ἐντεταλμένα ἐποίει, Ἀθηναίων δὲ ὁ δῆμος ἀνάγκῃ πλέον ἢ ἑκουσίωςδιαρπάζουσιν Ὠρωπὸν ὑπήκοόν σφισιν οὖσαν: πενίας γὰρ ἐς τὸ ἔσχατον Ἀθηναῖοιτηνικαῦτα ἧκον ἅτε ὑπὸ Μακεδόνων πολέμῳ πιεσθέντες μάλιστα Ἑλλήνων.καταφεύγουσιν οὖν ἐπὶ τὴν Ῥωμαίων βουλὴν οἱ Ὠρώπιοι: καὶ δόξαντες παθεῖν οὐδίκαια, καὶ ἐπεστάλη Σικυωνίοις ὑπὸ τῆς βουλῆς ἐπιβάλλειν σφᾶς Ἀθηναίοις ἐςὨρωπίους ζημίαν κατὰ τῆς βλάβης ἧς ἦρξαν τὴν ἀξίαν. [5] Σικυώνιοι μὲν οὖν οὐκἀφικομένοις ἐς καιρὸν τῆς κρίσεως Ἀθηναίοις ζημίαν πεντακόσια τάλανταἐπιβάλλουσι, Ῥωμαίων δὲ ἡ βουλὴ δεηθεῖσιν Ἀθηναίοις ἀφίησι πλὴν ταλάντωνἑκατὸν τὴν ἄλλην ζημίαν: ἐξέτισαν δὲ οὐδὲ ταῦτα οἱ Ἀθηναῖοι, ἀλλὰ ὑποσχέσεσι καὶδώροις ὑπελθόντες Ὠρωπίους ὑπάγονται σφᾶς ἐς ὁμολογίαν φρουράν τε Ἀθηναίωνἐσελθεῖν ἐς Ὠρωπὸν καὶ ὁμήρους λαβεῖν παρὰ Ὠρωπίων Ἀθηναίους: ἢν δὲ αὖθις ἐςἈθηναίους γένηται ἔγκλημα Ὠρωπίοις, τὴν φρουρὰν τότε ἀπάγειν παρ᾽ αὐτῶνἈθηναίους, ἀποδοῦναι δὲ καὶ ὀπίσω τοὺς ὁμήρους. [6] χρόνος τε δὴ οὐ πολὺς ὁ μεταξὺἤνυστο, καὶ τῶν φρουρῶν ἀδικοῦσιν ἄνδρες Ὠρωπίους. οἱ μὲν δὴ ἐς τὰς Ἀθήναςἀπέστελλον ὁμήρους τε ἀπαιτήσοντας καὶ φρουράν σφισιν ἐξάγειν κατὰ τὰσυγκείμενα ἐροῦντας: Ἀθηναῖοι δὲ οὐδέτερα ἔφασαν ποιήσειν, ἀνθρώπων γὰρ τῶνἐπὶ τῇ φρουρᾷ καὶ οὐ τοῦ Ἀθηναίων δήμου τὸ ἁμάρτημα εἶναι: τοὺς μέντοι αὐτὰ εἰργασμένους ἐπηγγέλλοντοὑφέξειν δίκην. [7] οἱ δὲ Ὠρώπιοι καταφεύγοντες ἐπὶ Ἀχαιοὺς ἐδέοντο τιμωρῆσαίσφισιν: Ἀχαιοῖς δὲ ἤρεσκε μὴ τιμωρεῖν φιλίᾳ τε καὶ αἰδοῖ τῇ Ἀθηναίων. ἐνταῦθα οἱὨρώπιοι Μεναλκίδᾳ, Λακεδαιμονίῳ μὲν γένος, στρατηγοῦντι δὲ ἐν τῷ τότε Ἀχαιῶν,ὑπισχνοῦνται δέκα ταλάντων δόσιν, ἤν σφισιν ἐπικουρεῖν Ἀχαιοὺς ἄγῃ: ὁ δὲ ἀπὸ τῶνχρημάτων μεταδώσειν Καλλικράτει τὸ ἥμισυ ὑπισχνεῖτο, ἰσχύοντι διὰ φιλίαν τὴνΡωμαίων ἐν Ἀχαιοῖς μέγιστον. [8] προσγενομένου δὲ τοῦ Καλλικράτους πρὸς τὴνΜεναλκίδου γνώμην ἐκεκύρωτο κατὰ Ἀθηναίων ἀμύνειν Ὠρωπίοις. καί τιςἐξαγγέλλει ταῦτα ἐς τοὺς Ἀθηναίους: οἱ δὲ ὡς ἕκαστος τάχους εἶχεν ἐς τὸν Ὠρωπὸνἐλθόντες καὶ αὖθις κατασύραντες εἴ τι ἐν ταῖς προτέραις παρεῖτό σφισιν ἁρπαγαῖς,ἀπάγουσι τὴν φρουράν. Ἀχαιοὺς δὲ ὑστερήσαντας τῆς βοηθείας Μεναλκίδας μὲν καὶΚαλλικράτης ἐσβάλλειν ἐς τὴν Ἀττικὴν ἔπειθον: ἀνθισταμένων δὲ ἄλλων τε αὐτοῖςκαὶ οὐχ ἥκιστα τῶν ἐκ Λακεδαίμονος, ἀνεχώρησεν ὀπίσω τὸ στράτευμα. 12. Ὠρώπιοι δὲ καὶ ὠφελείας σφίσιν οὐ γενομένης τῆς παρὰ Ἀχαιῶν, ὅμως ὑπὸΜεναλκίδα τὰ χρήματα ἐξεπράχθησαν: ὁ δὲ ὡς τὸ δωροδόκημα εἶχεν ἐν χειρί,ἐποιεῖτο συμφορὰν εἰ καὶ Καλλικράτει μεταδώσει τῶν λημμάτων. τὰ μὲν δὴ πρῶταἀναβολαῖς καὶ ἀπάταις ἐχρῆτο ἐς τὴν δόσιν, μετὰ δὲ οὐ πολὺ ἐτόλμησεν ἀποστερεῖνἐκ τοῦ εὐθέος. [2] βεβαιοῖ δὴ τὸ λεγόμενον ὡς ἄρ᾽ ἦν καὶ πῦρ ἐς πλέον ἄλλου πυρὸςκαῖον καὶ λύκος ἀγριώτερος λύκων ἄλλων καὶ ὠκύτερος ἱέραξ ἱέρακος πέτεσθαι, εἴγεκαὶ Καλλικράτην ἀνοσιώτατον τῶν τότε Μεναλκίδας μὲν ὑπερῆρεν ἀπιστίᾳ,Καλλικράτην, ὃς ἐλάσσων παντοίου λήμματος καὶ ἐπὶ οὐδενὶ οἰκείῳ κέρδει πόλει τῇἈθηναίων ἀπηχθημένος παυσάμενον μὲν τῆς ἀρχῆς Μεναλκίδαν ἐδίωκεν ἐν τοῖςἈχαιοῖς θανάτου δίκην: πρεσβεῦσαί τε γὰρ Ἀχαιῶν ἐναντία ἔφασκεν αὐτὸν ἐς Ῥώμηνκαὶ ἐς τὰ μάλιστα γενέσθαι πρόθυμον ἐξελέσθαι τὴν Σπάρτην συνεδρίου τοῦἈχαιῶν. [3] ἐνταῦθα ὡς ἀφικνεῖτο ἐς πᾶν ὁ Μεναλκίδας κινδύνου, μεταδίδωσιτάλαντα τρία τῶν ἐξ Ὠρωποῦ Μεγαλοπολίτῃ Διαίῳ. ἐγεγόνει δὲ αὐτῷ καὶ ἀρχῆςδιάδοχος τῆς Ἀχαιῶν ὁ Δίαιος: τότε δὲ ὑπὲρ τοῦ λήμματος προθυμούμενος ἔμελλεΜεναλκίδᾳ καὶ ἀκόντων Ἀχαιῶν σωτηρίαν παρέξειν. Ἀχαιοὶ δὲ ἐπὶ μὲν τῇ ἀφέσει τοῦΜεναλκίδα ἰδίᾳ τε ἕκαστος καὶ ἐν κοινῷ Δίαιον ἐποιοῦντο ἐν αἰτίᾳ: Δίαιος δὲ σφᾶςἀπὸ τῶν ἐς αὐτὸν ἐγκλημάτων μετῆγεν ἐς πραγμάτων ἐλπίδα μειζόνων, προφάσειχρώμενος τοιᾷδε ἐς τὴν ἀπάτην. [4] Λακεδαιμόνιοι περὶ ἀμφισβητησίμου χώραςκαταφεύγουσιν ἐπὶ τὴν Ῥωμαίων βουλήν: καταφεύγουσι δὲ αὐτοῖς προεῖπεν ἡ βουλὴδικάζεσθαι τὰ ἄλλα πλὴν ψυχῆς ἐν συνεδρίῳ τῷ Ἀχαιῶν. ἡ μὲν δὴ ταῦτα ἀπεκρίνατο:Δίαιος δὲ οὐ τὸν ὄντα ἔλεγεν Ἀχαιοῖς λόγον, ψυχαγωγῶν δὲ αὐτοὺς ἔφασκε παρὰ τῆςῬωμαίων σφίσιν ἐφεῖσθαι βουλῆς καὶ θάνατον ἀνδρὸς καταγνῶναι τῶν ἐκ Σπάρτης.[5] οἱ μὲν δὴ δικάζειν Λακεδαιμονίοις ἠξίουν καὶ ὑπὲρ τῆς ἑκάστου ψυχῆς,Λακεδαιμόνιοι δὲ οὔτε ἀληθῆ συνεχώρουν Δίαιον λέγειν καὶ ἀνάγειν ἤθελον ἐπὶ τὴνῬωμαίων βουλήν. Ἀχαιοὶ δὲ ἀντελαμβάνοντο αὖθις ἄλλου λόγου, πόλεις ὅσαιτελοῦσιν ἐς Ἀχαιοὺς μηδεμίαν ἐφ᾽ ἑαυτῆς καθεστηκέναι κυρίαν ἄνευ τοῦ κοινοῦ τοῦἈχαιῶν παρὰ Ῥωμαίους ἰδίᾳ πρεσβείαν ἀποστέλλειν. [6] πόλεμός τε δὴ ἀπὸ τῶνἀμφισβητημάτων τούτων Ἀχαιοῖς καὶ Λακεδαιμονίοις ἤρχετο καὶ Λακεδαιμόνιοισυνιέντες οὐκ ἀξιόμαχοι πρὸς Ἀχαιοὺς εἶναι πρεσβείαις ἐχρῶντο πρὸς τὰς πόλειςαὐτῶν καὶ ἰδίᾳ πρὸς τὸν Δίαιον λόγοις. αἱ μὲν δὴ κατὰ τὰ αὐτὰ αἱ πόλεις ἐποιοῦντοτὰς ἀποκρίσεις, οὔ σφισιν ἔξοδον ἐπαγγέλλοντος στρατηγοῦ παρακούειν εἶναινόμον: Δίαιος γὰρ ἦρχε τῶν Ἀχαιῶν καὶ ἔφασκεν οὐ τῇ Σπάρτῃ, τοῖς δὲ ταράσσουσιναὐτὴν πολεμήσων ἀφίξεσθαι. [7] ἐρομένων δὲ τῶν γερόντων ὁπόσους ἡγοῖτο ἀδικεῖν,ἐσπέμπει σφίσι τεσσάρων ὀνόματα ἀνδρῶν καὶ εἴκοσι πρωτευόντων τὰ πάντα ἐνΣπάρτῃ. ἐνταῦθα Ἀγασισθένους ἐνίκησε γνώμη δοκίμου καὶ τὰ πρότερα ὄντος, ἀπὸδὲ τῆς παραινέσεως ταύτης προελθόντος καὶ ἐς πλέον δόξης: ὃς τοὺς ἄνδρας τούτουςἐκέλευσεν ἐκ Λακεδαίμονος ἐθελοντὰς φεύγειν μηδὲ αὐτοῦ μένοντας ἐργάσασθαι τῇΣπάρτῃ πόλεμον, φυγόντας δὲ ἐς Ῥώμην καταχθήσεσθαι σφᾶς οὐ μετὰ πολὺἔφασκεν ὑπὸ Ῥωμαίων. [8] καὶ οἱ μὲν ἀπελθόντες ὑπήγοντο ὑπὸ Σπαρτιατῶν ἐςδικαστήριον τῷ λόγῳ καὶ ἀποθανεῖν ἦσαν κατεγνωσμένοι: ἀπεστάλησαν δὲ καὶ ὑπὸἈχαιῶν Καλλικράτης ἐς Ῥώμην καὶ Δίαιος τοῖς φεύγουσιν ἐκ Σπάρτηςἀντιδικήσοντες ἐπὶ τῆς βουλῆς. καὶ αὐτῶν ὁ μὲν κατὰ τὴν ὁδὸν Καλλικράτης τελευτᾷνόσῳ, οὐδὲ οἶδα εἰ ἀφικόμενος ἐς Ῥώμην ὠφέλησεν ἄν τι Ἀχαιοὺς ἢ κακῶν σφισινἐγένετο μειζόνων ἀρχή: Δίαιος δὲ ἐς ἀντιλογίαν Μεναλκίδᾳ καταστὰς ἐπὶ τῆς βουλῆςπολλὰ μὲν εἶπε, τὰ δὲ ἤκουσεν οὐ σὺν κόσμῳ. [9] καί σφισιν ἀπεκρίνατο ἡ βουλὴἀποστέλλειν πρέσβεις, οἳ κρινοῦσιν ὅσα Λακεδαιμονίοις καὶ Ἀχαιοῖς διάφορα ἦν ἐςἀλλήλους. καὶ τοῖς ἐκ Ῥώμης πρέσβεσι σχολαιτέρα πως ἐγίνετο ἡ ὁδός, ὥστεἐξαπατᾶν ὑπῆρχεν ἐξ ἀρχῆς Διαίῳ τε Ἀχαιοὺς καὶ Μεναλκίδᾳ Λακεδαιμονίους: τοὺςμὲν δὴ παρῆγεν ὁ Δίαιος ὡς τὰ πάντα ἕπεσθαι Λακεδαιμόνιοί σφισιν ὑπὸ τῆςῬωμαίων βουλῆς εἰσιν ἐγνωσμένοι, Λακεδαιμονίους δὲ ὁ Μεναλκίδας ἠπάταπαντελῶς τοῦ συνεδρεύειν ἐς τὸ Ἀχαϊκὸν ὑπὸ Ῥωμαίων αὐτοὺς ἀπηλλάχθαι. 13. αὖθις οὖν ἐκ τῶν ἀντιλογιῶν Λακεδαιμονίοις ὥρμηντο Ἀχαιοὶ πολεμεῖν, καὶ στρατὸςἐπὶ τὴν Σπάρτην ἠθροίζετο ὑπὸ Δαμοκρίτου στρατηγεῖν τηνικαῦτα Ἀχαιῶν ᾑρημένου.περὶ δὲ τὸν αὐτὸν χρόνον τοῦτον ἀφίκετο ἐς Μακεδονίαν στρατιά τε Ῥωμαίων καὶἡγεμὼν ἐπ᾽ αὐτῇ Μέτελλος, Ἀνδρίσκῳ τῷ Περσέως τοῦ Φιλίππου πολεμήσοντεςἀφεστηκότι ἀπὸ Ῥωμαίων. καὶ ὁ μὲν ἐν Μακεδονίᾳ πόλεμος ἔμελλεν ὡς ῥᾷστα κατὰτὸ ἐπιτηδειότατον Ῥωμαίοις κριθήσεσθαι: [2] Μέτελλος δὲ ἄνδρας ὑπὸ τῆς Ῥωμαίωνἀπεσταλμένους βουλῆς ἐπὶ τὰ ἐν τῇ Ἀσίᾳ πράγματα ἐκέλευε, πρὶν ἢ ἐς τὴν Ἀσίανδιαβῆναι, τοῖς ἡγεμόσιν αὐτοὺς τοῖς Ἀχαιῶν ἐς λόγους ἐλθεῖν, ὅπλα μὲν ἐπὶ τὴνΣπάρτην μὴ ἐπιφέρειν σφίσιν ἀπαγορεύσοντας, τὴν δὲ ἐκ Ῥώμης παρουσίαν τῶνἀνδρῶν προεροῦντας μένειν, οἳ κατὰ τοῦτο ἦσαν ἀπεσταλμένοι Λακεδαιμονίοιςδικασταὶ καὶ Ἀχαιοῖς γενέσθαι. [3] οἱ μὲν δὴ τὰ ἐντεταλμένα Δαμοκρίτῳ καὶ Ἀχαιοῖςἐπήγγελλον ἐφθακόσιν ἔξοδον ἐπὶ Λακεδαίμονα πεποιῆσθαι καὶ—ἑώρων γὰρ τὰπρὸς τὴν παραίνεσιν ἀνθεστηκότα τὰ Ἀχαιῶν—ἀπηλλάσσοντο ἐς τὴν Ἀσίαν:Λακεδαιμόνιοι δὲ ὑπὸ φρονήματος μᾶλλον ἢ ἰσχύος ἔλαβον μὲν τὰ ὅπλα καὶἐπεξῆλθον ἀμυνοῦντες τῇ οἰκείᾳ, βιασθέντες δὲ οὐ μετὰ πολύ, ὅσον μὲν ἐς χιλίους οἱἡλικίᾳ μάλιστα αὐτῶν καὶ τόλμαις ἀκμάζοντες πίπτουσιν ἐν τῇ μάχῃ, τὸ δὲ ἄλλοστρατιωτικόν, ὡς ἕκαστος τάχους εἶχεν, ἔφευγον πρὸς τὴν πόλιν. [4] εἰ δὲ ὁΔαμόκριτος προθυμίαν ἐποιήσατο, τοῖς φεύγουσιν ἐκ τῆς παρατάξεως ὁμοῦ καὶἈχαιοῖς ἐσδραμεῖν ὑπῆρξεν ἂν ἐς τὸ τεῖχος τῆς Σπάρτης εἰς Σπάρτην: νῦν δὲ αὐτίκατε ἀνεκάλεσεν ἀπὸ τῆς διώξεως τοὺς Ἀχαιοὺς καὶ ἐχρῆτο καὶ ἐς τὸ ἔπειτακαταδρομαῖς μᾶλλον καὶ ἁρπαγαῖς ἐκ τῆς χώρας ἢ συντόνῳ πολιορκίᾳ. [5] Δαμοκρίτῳμὲν οὖν ἀπαγαγόντι ὀπίσω τὴν στρατιὰν ἐπιβάλλουσιν οἱ Ἀχαιοὶ ζημίαν πεντήκονταἅτε ἀνδρὶ προδότῃ τάλαντα, καὶ—οὐ γὰρ εἶχεν ἐκτῖσαι— φεύγων ᾤχετο ἐκΠελοποννήσου: Δίαιος δὲ Ἀχαιῶν μετὰ Δαμόκριτον στρατηγεῖν ᾑρημένοςἀποστείλαντι αὖθις Μετέλλῳ πρέσβεις ὡμολόγησε μηδένα ἐπάξειν Λακεδαιμονίοιςπόλεμον, ἀλλὰ ἔστ᾽ ἂν ἥκωσιν ἐκ Ῥώμης, ἀναμενεῖν τοὺς διαλλακτάς. [6]στρατήγημα δὲ ἄλλο ἐς τοὺς Λακεδαιμονίους παρεῦρε τοιόνδε: τὰ ἐν κύκλῳ τῆςΣπάρτης πολίσματα ἐς τὴν Ἀχαιῶν ὑπηγάγετο εὔνοιαν, ἐσήγαγε δὲ ἐς αὐτὰ καὶφρουράς, ὁρμητήρια ἐπὶ τὴν Σπάρτην Ἀχαιοῖς εἶναι. [7] Μεναλκίδας δὲ ᾕρητο μὲν ὑπὸΛακεδαιμονίων ἐναντία Διαίῳ στρατηγεῖν: ἐχόντων δὲ αὐτῶν ἔς τε τὴν πᾶσανπολέμου παρασκευὴν καὶ οὐχ ἥκιστα τοῖς χρήμασιν ἀσθενῶς, πρὸς δὲ καὶ τῆς γῆςσφισιν ἀσπόρου μεμενηκυίας, †διας ὅμως τὰς σπονδὰς ὑπερβῆναι καὶ πόλισμα Ἴασονἑλὼν ἐξ ἐπιδρομῆς ἐπόρθησεν, ἐν ὅροις μὲν χώρας τῆς Λακωνικῆς, Ἀχαιῶν δὲ ἐν τῷτότε ὑπήκοον. [8] ἐξεγείρας δὲ αὖθις Λακεδαιμονίοις καὶ Ἀχαιοῖς πόλεμον ἐνἐγκλήμασί τε ἦν ὑπὸ τῶν πολιτῶν καὶ— οὐ γάρ τινα ἐκ τοῦ προσδοκωμένου κινδύνουΛακεδαιμονίοις σωτηρίαν εὕρισκεν—ἀφίησιν ἑκουσίως τὴν ψυχὴν πιὼν φάρμακον.καὶ Μεκαλκίδᾳ μὲν τέλος τοιοῦτον ἐγένετο, ἄρξαντι ἐν τῷ ἑαυτοῦ νῷ τότε μὲνΛακεδαιμονίων ὡς ἂν ὁ ἀμαθέστατος στρατηγός, πρότερον δὲ ἔτι τοῦ Ἀχαιῶν ἔθνουςὡς ἀνθρώπων ὁ ἀδικώτατος. 14. ἀφίκοντο δὲ ἐς τὴν Ἑλλάδα καὶ οἱ ἀποσταλέντες ἐκ Ῥώμης Λακεδαιμονίοις δικασταὶκαὶ Ἀχαιοῖς γενέσθαι, ἄλλοι τε καὶ Ὀρέστης: ὁ δὲ τούς τε ἐν ἑκάστῃ πόλει τῶνἈχαιῶν ἔχοντας τὰς ἀρχὰς καὶ Δίαιον ἐκάλει παρ᾽ αὑτόν. ἀφικομένοις δὲ ἔνθα ἔτυχεναὐτὸς ἐσῳκισμένος, ἀπεγύμνου τὸν πάντα σφίσιν ἤδη λόγον, ὡς δίκαια ἡγοῖτο ἡῬωμαίων βουλὴ μήτε Λακεδαιμονίους τελεῖν ἐς τὸ Ἀχαϊκὸν μήτε αὐτὴν Κόρινθον,ἀφεῖσθαι δὲ καὶ Ἄργος καὶ Ἡράκλειαν τὴν πρὸς Οἴτῃ καὶ Ὀρχομενίους Ἀρκάδας συνεδρίου τοῦ Ἀχαιῶν: γένους τε γὰρ αὐτοῖς οὐδὲν τοῦἈχαιῶν μετεῖναι καὶ ὕστερον τὰς πόλεις προσχωρῆσαι ταύτας πρὸς τὸ Ἀχαϊκόν. [2]ταῦτα Ὀρέστου λέγοντος οἱ ἄρχοντες τῶν Ἀχαιῶν οὐδὲ τὸν πάντα ὑπομείναντεςἀκοῦσαι λόγον ἔθεον ἐς τὸ ἐκτὸς τῆς οἰκίας καὶ ἐκάλουν Ἀχαιοὺς ἐς ἐκκλησίαν: οἱ δὲὡς τὰ ἐγνωσμένα ἐπύθοντο ὑπὸ Ῥωμαίων, αὐτίκα ἐτρέποντο ἐπὶ τοὺς Σπαρτιάτας οἳΚορίνθῳ τότε ἔτυχον ἐπιδημοῦντες, συνήρπαζον δὲ πάντα τινὰ καὶ ὃν Λακεδαιμόνιονσαφῶς ὄντα ἠπίσταντο καὶ ὅτῳ κουρᾶς ἢ ὑποδημάτων ἕνεκα ἢ ἐπὶ τῇ ἐσθῆτι ἢ κατ᾽ὄνομα προσγένοιτο ὑπόνοια: τοὺς δὲ αὐτῶν καὶ καταφυγεῖν ἔνθα Ὀρέστης ᾤκειφθάνοντας ὅμως καὶ ἐντεῦθεν ἐβιάζοντο ἕλκειν. [3] Ὀρέστης δὲ καὶ οἱ σὺν αὐτῷ τῆςτε τόλμης ἐπέχειν τοὺς Ἀχαιοὺς ἐπειρῶντο καὶ ἐκέλευον μεμνῆσθαι σφᾶς ὡςἀδικημάτων καὶ ὕβρεως ἄρχουσιν ἐς Ῥωμαίους. ἡμέραις δὲ ὕστερον οὐ πολλαῖς οἱἈχαιοὶ Λακεδαιμονίων μὲν αὐτῶν ὅσους εἶχον συνειληφότες, κατατίθενται σφᾶς ἐςδεσμωτήριον, τοὺς ξένους δὲ ἀπ᾽ αὐτῶν διακρίνοντες ἠφίεσαν. ἀποστέλλουσι δὲ καὶἐς Ῥώμην ἄλλους τε Ἀχαιῶν τῶν ἐν τέλει καὶ Θεαρίδαν: ὡς δὲ ἀπῆλθον, ἐντυχόντεςκατὰ τὴν ἄνοδον Ῥωμαίων πρέσβεσιν ἐπὶ τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν ὕστερον ἢὈρέστης ἀπεσταλμένοις, ὀπίσω καὶ αὐτοὶ τρέπονται. [4] Διαίῳ δὲ ἐξήκοντος τοῦχρόνου τῆς ἀρχῆς στρατηγεῖν ὑπὸ Ἀχαιῶν ᾑρέθη Κριτόλαος. τοῦτον δριμὺς καὶ σὺνοὐδενὶ λογισμῷ τὸν Κριτόλαον πολεμεῖν πρὸς Ῥωμαίους ἔρως ἔσχε: καὶ—ἔτυχον γὰρτότε ἤδη οἱ παρὰ Ῥωμαίων ἥκοντες τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν δικάσαι—ἀφίκετομὲν ἐν Τεγέᾳ τῇ Ἀρκάδων τοῖς ἀνδράσιν ἐς λόγους ὁ Κριτόλαος, ἀθροῖσαι δὲ Ἀχαιούςσφισιν ἐς κοινὸν σύλλογον οὐδαμῶς ἤθελεν, ἀλλὰ ἐς μὲν ἐπήκοον τῶν Ῥωμαίωνἔπεμπεν ἀγγέλους κελεύων τοὺς συνέδρους καλεῖν ἐς τὸ Ἀχαϊκόν, ἰδίᾳ δὲ τοῖςσυνέδροις ἐπέστελλεν ἐς τὰς πόλεις ἀπολείπεσθαι σφᾶς τοῦ συλλόγου. [5] ὡς δὲ οὐκἀφίκοντο οἱ συνεδρεύσοντες, ἐνταῦθα ὁ Κριτόλαος μάλιστα ἐπεδείκνυτο ἀπάτῃ πρὸςῬωμαίους χρώμενος, ὃς ἄλλην ἐκέλευεν ἀναμένειν αὐτοὺς Ἀχαιῶν σύνοδον, ἐς μῆναἐσομένην ἕκτον: αὐτὸς δὲ οὐδὲν ἰδίᾳ διαλέξεσθαί σφισιν ἄνευ τοῦ κοινοῦ τοῦ Ἀχαιῶνἔφασκε. καὶ οἱ μὲν ἐπεὶ ἀπατώμενοι συνῆκαν, ἀπηλλάσσοντο ἐς Ῥώμην: Κριτόλαοςδὲ ἐς Κόρινθον Ἀχαιοὺς ἀθροίσας ἀνέπεισε μὲν ἐπιφέρειν ὅπλα ἐπὶ τὴν Σπάρτην,ἀνέπεισε δὲ καὶ Ῥωμαίοις ἐκ τοῦ εὐθέος πόλεμον ἄρασθαι. [6] τὸ μὲν δὴ ἄνδραβασιλέα καὶ πόλιν ἀνελέσθαι πόλεμον καὶ μὴ εὐτυχῆσαι συνέβη φθόνῳ μᾶλλον ἔκτου δαιμόνων ἢ τοῖς πολεμήσασι ποιεῖ τὸ ἔγκλημα: θρασύτης δὲ ἡ μετὰ ἀσθενείαςμανία ἂν μᾶλλον ἢ ἀτυχία καλοῖτο. ὃ δὴ καὶ Κριτόλαον καὶ Ἀχαιοὺς ἔβλαψε.παρώξυνε δὲ καὶ Ἀχαιοὺς Πυθέας βοιωταρχῶν τηνικαῦτα ἐν Θήβαις, καὶ οἱ Θηβαῖοισυνεπιλήψεσθαι προθύμως ἐπηγγέλλοντο τοῦ πολέμου: [7] ἑαλώκεσαν δὲ οἱ Θηβαῖοιπρώτην δίκην Μετέλλου δικάζοντος Φωκεῦσιν ἐκτῖσαι ζημίαν, ὅτι ἐσέβαλον σὺνὅπλοις ἐς γῆν τὴν Φωκίδα, δευτέραν Εὐβοεῦσιν, ἐδῄωσαν γὰρ καὶ Εὐβοέων τὴνχώραν, τρίτην δὲ Ἀμφισσεῦσι, τεμόντες καὶ τὴν Ἀμφισσέων περὶ ἀκμὴν σίτου. 15. Ῥωμαῖοι δὲ παρά τε τῶν ἀνδρῶν διδαχθέντες οὓς ἐς τὴν Ἑλλάδα ἀπέστειλαν καὶ ἐκτῶν γραμμάτων ἃ Μέτελλος ἐπέστελλεν, ἀδικεῖν Ἀχαιῶν κατέγνωσαν: καὶ ἦν γὰρΜόμμιός σφισιν ὕπατος τότε ᾑρημένος, τοῦτον ναῦς τε καὶ στρατιὰν πεζὴν ἐκέλευονἐπ᾽ Ἀχαιοὺς ἄγειν. Μέτελλος δὲ παραυτίκα ἐπέπυστο ὡς Μόμμιος καὶ ὁ σὺν αὐτῷστρατὸς ἐπὶ Ἀχαιοὺς ἀφίκοιτο: καὶ ἐποιεῖτο σπουδήν, εἰ ἐπιθεὶς αὐτὸς πέρας τῷπολέμῳ φανῇ πρὶν ἢ Μόμμιον ἐς τὴν Ἑλλάδα ἀφῖχθαι. [2] ἀγγέλους οὖν παρὰ τοὺςἈχαιοὺς ἀπέστελλεν, ἀφιέναι κελεύων σφᾶς συντελείας Λακεδαιμονίους καὶ πόλειςἄλλας ὁπόσας εἴρητο ὑπὸ Ῥωμαίων, τῆς τε ἐκ τοῦ χρόνου τοῦ προτέρου σφίσινἀπειθείας οὐδεμίαν παρὰ Ῥωμαίων ὑπισχνεῖτο ὀργὴν γενήσεσθαι. ἅμα τε δὴ ταῦταἐπεκηρυκεύετο καὶ ἤλαυνεν ἐκ Μακεδονίας τὸν στρατόν, διὰ Θεσσαλίας τὴν πορείανκαὶ παρὰ τὸν Λαμιακὸν ποιούμενος κόλπον. Κριτόλαος δὲ καὶ Ἀχαιοὶ λόγον μὲνφέροντα ἐς σύμβασιν προσίεντο οὐδένα, Ἡράκλειαν δὲ προσεκάθηντοπολιορκοῦντες οὐ βουλομένους ἐς τὸ Ἀχαϊκὸν συντελεῖν. [3] τότε δὲ ὡς παρὰ τῶνκατασκόπων ἐπυνθάνετο ὁ Κριτόλαος Μέτελλον καὶ Ῥωμαίους διαβεβηκέναι τὸνΣπερχειόν, ἀπέφευγεν ἐς Σκάρφειαν τὴν Λοκρῶν, οὐδὲ κατὰ τὸ στενὸν τὸ Ἡρακλείαςτε μεταξὺ καὶ Θερμοπυλῶν τοὺς Ἀχαιοὺς τάξας ἐτόλμησεν ὑπομεῖναι Μέτελλον:ἀλλὰ ἐς τοσοῦτο ἀφίκετο δείματος ὡς μηδὲ αὐτὸ ποιήσασθαι τὸ χωρίον πρὸςἀμείνονος ἐλπίδος, ἔνθα ἦν μὲν Λακεδαιμονίοις ὑπὲρ τῶν Ἑλλήνων τὰ ἐς Μήδους, ἦνδὲ καὶ Ἀθηναίοις τὰ ἐς Γαλάτας οὐδὲν ἀφανέστερα ἐκείνων τολμήματα. [4]ὑποφεύγοντας δὲ Κριτόλαον καὶ Ἀχαιοὺς αἱροῦσιν ὀλίγον πρὸ τῆς Σκαρφείας οἱ ὁμοῦτῷ Μετέλλῳ, καὶ ἀπέκτεινάν τε πλήθει πολλοὺς καὶ ἔλαβον ζῶντας ὅσον χιλίους.Κριτόλαος δὲ οὔτε ὤφθη ζῶν μετὰ τὴν μάχην οὔτε ἐν τοῖς νεκροῖς εὑρέθη: εἰ δὲἐτόλμησε τῆς πρὸς τῇ Οἴτῃ θαλάσσης ἐς ταύτης καταδῦναι τὸ τέλμα, παντάπασινἔμελλεν ἄγνωστός τε καὶ ἄπυστος οἰχήσεσθαι κατὰ τοῦ βυθοῦ. [5] ἐς μὲν οὖν τὴνΚριτολάου τελευτὴν καὶ ἄλλα πάρεστιν εἰκάζειν: Ἀρκάδων δὲ ἐξεστρατευμένοιλογάδες χίλιοι, οἳ Κριτολάῳ τοῦ ἔργου μετέσχον, προῆλθον μὲν ἄχρι Ἐλατείας τῆςΦωκέων καὶ ἐς τὴν πόλιν ὑπ᾽ αὐτῶν κατὰ συγγένειαν δή τινα παλαιὰν ἐδέχθησαν: ὡςδὲ τοῖς Φωκεῦσιν ἡ Κριτολάου συμφορὰ καὶ Ἀχαιῶν ἀπηγγέλλετο, ἀπελθεῖν ἐκ τῆςἘλατείας κελεύουσι τοὺς Ἀρκάδας. [6] ἀπιοῦσι δὲ ὀπίσω σφίσιν ἐς τὴν ΠελοπόννησονΜέτελλος καὶ Ῥωμαῖοι περὶ Χαιρώνειαν ἐπιφαίνονται: ἔνθα δὴ ἐπελάμβανε τοὺςἈρκάδας ἐκ θεῶν δίκη τῶν Ἑλληνικῶν, οἳ ἐν Χαιρωνείᾳ Φιλίππου καὶ Μακεδόνωνἐναντία ἀγωνιζομένους ἐγκαταλιπόντες Ἕλληνας τότε ἐν χωρίῳ τῷ αὐτῷ ἐκτείνοντοὑπὸ Ῥωμαίων. [7] Ἀχαιοῖς δὲ αὖθις ἐπὶ τὴν ἡγεμονίαν τοῦ στρατεύματος παρῄει Δίαιος: καὶ δούλους τεἐς ἐλευθερίαν ἠφίει, τὸ Μιλτιάδου καὶ Ἀθηναίων βούλευμα τὸ πρὸ τοῦ ἔργου τοῦ ἐνΜαραθῶνι μιμούμενος, καὶ Ἀχαιῶν συνέλεγε καὶ Ἀρκάδων ἀπὸ τῶν πόλεων τοὺς ἐνἡλικίᾳ: ἐγένετο δέ, ἀναμεμιγμένων ὁμοῦ καὶ οἰκετῶν, τὸ ἀθροισθὲν ἐς ἑξακοσίουςμὲν μάλιστα ἀριθμὸν ἱππεῖς, τὸ δὲ ὁπλιτεῦον τετρακισχίλιοί τε καὶ μύριοι. [8]ἐνταῦθα ὁ Δίαιος ἐς ἅπαν ἀφίκετο ἀνοίας, ὃς Κριτόλαον καὶ πᾶσαν τὴν Ἀχαιῶνἐπιστάμενος παρασκευὴν κακῶς οὕτως ἀγωνισαμένην πρὸς Μέτελλον ἀπέλεξεναὐτὸς ὅσον τετρακισχιλίους: καὶ ἄρχοντα ἐπ᾽ αὐτοῖς ἔταξεν Ἀλκαμένην.ἀπεστέλλοντο δὲ ἐς Μέγαρα φρουρά τε εἶναι Μεγαρεῦσι τοῦ ἄστεως καί, ἢνΜέτελλος ἐπίῃ καὶ οἱ Ῥωμαῖοι, τοῦ πρόσω σφᾶς κωλύειν. [9] Μέτελλος δὲ ὡς οἱ περὶΧαιρώνειαν λογάδες κατέστρωντο οἱ Ἀρκάδων, ἀναστήσας τὸ στράτευμα ἤλαυνενἐπὶ τὰς Θήβας: Ἡράκλειάν τε γὰρ ἐπολιόρκησαν οἱ Θηβαῖοι μετὰ Ἀχαιῶν καὶ ἀγῶνοςτοῦ πρὸς Σκάρφειαν μετεσχήκεσαν. τότε δὲ αὐτοί τε καὶ γυναῖκες ἐκλελοιπότες πᾶσαἡλικία τὴν πόλιν ἐπλανῶντο ἀνὰ τὴν Βοιωτίαν καὶ ἐς τῶν ὀρῶν τὰ ἄκρα ἀνέφευγον.[10] Μέτελλος δὲ οὔτε ἱερὰ ἐμπιπράναι θεῶν οὔτε οἰκοδομήματα καθαιρεῖν εἴα,Θηβαίων τε τῶν ἄλλων μήτε ἀποκτεῖναι μηδένα μήτε αἱρεῖν φεύγοντα ἀπηγόρευε:Πυθέαν δὲ ἢν ἕλωσιν, ἀνάγειν ἐκέλευσεν ὡς αὐτόν: ἐξεύρητό τε δὴ αὐτίκα ὁ Πυθέαςκαὶ ἀναχθεὶς δίκην εἶχεν. ὡς δὲ πλησίον Μεγάρων ἐγίνετο ὁ στρατός, οὔτε ὑπέμεινανοἱ περὶ τὸν Ἀλκαμένην καὶ αὐτίκα ἐς Κόρινθον παρὰ τὸ στρατόπεδον τὸ Ἀχαιῶνᾤχοντο φεύγοντες. [11] καὶ Μεγαρεῖς μὲν παραδιδόασιν ἀμαχεὶ Ῥωμαίοις τὴν πόλιν,Μέτελλος δὲ ὡς ἀφίκετο παρὰ τὸν ἰσθμόν, ἐπεκηρυκεύετο καὶ τότε Ἀχαιοῖς ἐςεἰρήνην καὶ ὁμολογίας προκαλούμενος: ἰσχυρὸς γάρ τις ἐνέκειτο αὐτῷ πόθος τὰ ἐνΜακεδονίᾳ τε ὁμοῦ καὶ τὰ Ἀχαιῶν κατεργασθῆναι δι᾽ αὐτοῦ. τούτῳ μὲν ταῦτα ἐσπευκότι Δίαιος ἠναντιοῦτο ὑπὸ ἀγνωμοσύνης: 16. Μόμμιος δὲὈρέστην ἅμα ἀγόμενος, τὸν πρότερον ἐπὶ τῇ Λακεδαιμονίων διαφορᾷ καὶ Ἀχαιῶνἐλθόντα, ἀφίκετο μὲν περὶ ὄρθρον ἐς τὸ τῶν Ῥωμαίων στράτευμα, ἀποπέμψας δὲ ἐςΜακεδονίαν Μέτελλον καὶ ὅσον εἵπετο ἐκείνῳ, ἀνέμενεν αὐτὸς ἐν τῷ ἰσθμῷ τὴνπᾶσαν ἀθροισθῆναι παρασκευήν. ἀφίκετο δὲ ἱππικὸν μὲν πεντακόσιοί τε καὶτρισχίλιοι, τοῦ πεζοῦ δὲ ἀριθμὸς ἐγένετο ἐς μυριάδας δύο προσόντων καὶ τούτοιςτρισχιλίων: ἐπῆλθον δὲ καὶ τοξόται Κρῆτες καὶ ἐκ Περγάμου τῆς ὑπὲρ ΚαΐκουΦιλοποίμην στρατιώτας ἄγων παρὰ Ἀττάλου. [2] Μόμμιος μὲν δὴ τῶν τε ἐξ Ἰταλίαςτινὰς καὶ τὰ ἐπικουρικὰ ἀπωτέρω δύο τε καὶ δέκα ἔταξε σταδίοις, πρὸ τοῦ παντὸςεἶναι στρατεύματος φυλακήν: Ἀχαιοὶ δέ, ἐχόντων ἀφυλακτότερον ὑπὸ φρονήματοςτῶν Ῥωμαίων, ἐπιτίθενται τοῖς ἐπὶ φυλακῆς αὐτοῖς τῆς πρώτης, καὶ τοὺς μὲνφονεύουσι, πλείονας δὲ ἔτι ἐς τὸ στρατόπεδον κατεῖρξαν, καὶ ἀσπίδας ὅσον τεπεντακοσίας εἷλον. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἐπήρθησαν οἱ Ἀχαιοὶ ποιήσασθαιτὴν ἔξοδον πρότερον πρὶν ἢ Ῥωμαίους ἄρχειν μάχης: [3] ὡς δὲ ἀντεπῆγε καὶ ὁΜόμμιος, οἱ μὲν ἐς τὸ ἱππικὸν τῶν Ἀχαιῶν ταχθέντες αὐτίκα ᾤχοντο φεύγοντες, τῆςῬωμαίων ἵππου μηδὲ τὴν πρώτην ἔφοδον ὑπομείναντες: ὁ δὲ πεζὸς στρατὸς ἀθύμωςμὲν εἶχεν ἐπὶ τῶν ἱππέων τῇ τροπῇ, δεξάμενοι δὲ τὴν ἐμβολὴν τοῦ ὁπλιτικοῦ τοῦῬωμαίων βιαζόμενοί τε τῷ πλήθει καὶ ἀπαγορεύοντες τοῖς τραύμασιν ὅμως ἀντεῖχονὑπὸ τοῦ θυμοῦ, πρίν γε δὴ Ῥωμαίων λογάδες χίλιοι προσπεσόντες κατὰ τὰ πλάγια ἐςτελέαν τοὺς Ἀχαιοὺς φυγὴν κατέστησαν. [4] εἰ δὲ ἐτόλμησεν ἐσδραμεῖν μετὰ τὴνμάχην Δίαιος ἐς Κόρινθον καὶ ὑποδέξασθαι τῷ τείχει τοὺς διαπίπτοντας ἐκ τῆςφυγῆς, κἂν εὕρασθαί τι παρὰ Μομμίου οἱ Ἀχαιοὶ φιλάνθρωπον ἐδυνήθησαν, ἐςπολιορκίαν καὶ τριβὴν πολέμου καταστάντες: νῦν δὲ ἀρχομένων ἔτι ἐνδιδόναι τῶνἈχαιῶν εὐθὺ Μεγάλης πόλεως ἔφευγεν ὁ Δίαιος, οὐδέν τι γενόμενος ἐς Ἀχαιοὺςὅμοιος ἢ καὶ Καλλίστρατος ὁ Ἐμπέδου πρὸς Ἀθηναίους. [5] τούτῳ γὰρ τῷ ἀνδρὶἱππαρχήσαντι ἐν Σικελίᾳ, ὅτε Ἀθηναῖοι καὶ ὅσοι ἄλλοι τοῦ στόλου μετεσχήκεσανἀπώλλυντο πρὸς τῷ ποταμῷ τότε τῷ Ἀσινάρῳ, τούτῳ τότε τῷ Καλλιστράτῳ παρέστητόλμα διεκπαῖσαι διὰ τῶν πολεμίων ἄγοντι τοὺς ἱππέας: ὡς δὲ τὸ πολὺ ἀπέσωσεναὐτῶν ἐς Κατάνην, ἀνέστρεφεν ὀπίσω τὴν αὐτὴν αὖθις ὁδὸν ἐς Συρακούσας,διαρπάζοντας δὲ ἔτι εὑρὼν τὸ Ἀθηναίων στρατόπεδον καταβάλλει τε ὅσον πέντε ἐξαὐτῶν, καὶ τραύματα ἐπίκαιρα αὐτὸς καὶ ὁ ἵππος λαβόντες ἀφιᾶσι τὴν ψυχήν. [6]οὗτος μὲν δὴ ἀγαθὴν δόξαν Ἀθηναίοις καὶ αὑτῷ κτώμενος περιεποίησέ τε ὧν ἦρχε καὶ ἐτελεύτησεν αὐτὸςἑκουσίως: Δίαιος δὲ Ἀχαιοὺς ἀπολωλεκὼς Μεγαλοπολίταις κακῶν τῶν ἐφεστηκότωνἧκεν ἄγγελος, ἀποκτείνας δὲ αὐτοχειρὶ τὴν γυναῖκα, ἵνα δὴ μὴ γένοιτο αἰχμάλωτος,τελευτᾷ πιὼν φάρμακον, ἐοικυῖαν μὲν παρασχόμενος Μεναλκίδᾳ τὴν ἐς χρήματαπλεονεξίαν, ἐοικυῖαν δὲ καὶ τὴν ἐς τὸν θάνατον δειλίαν. [7] Ἀχαιῶν δὲ οἱ ἐς Κόρινθον ἀποσωθέντες μετὰ τὴν μάχην ἀπεδίδρασκον ὑπὸ νύκταεὐθύς: ἀπεδίδρασκον δὲ καὶ αὐτῶν Κορινθίων οἱ πολλοί. Μόμμιος δὲ τὸ μὲνπαραυτίκα, ἀναπεπταμένων ὅμως τῶν πυλῶν, ἐπεῖχεν ἐς τὴν Κόρινθον παρελθεῖν,ὑποκαθῆσθαί τινα ἐντὸς τοῦ τείχους ὑποπτεύων ἐνέδραν: τρίτῃ δὲ ἡμέρᾳ μετὰ τὴνμάχην ᾕρει τε κατὰ κράτος καὶ ἔκαιε Κόρινθον. [8] τῶν δὲ ἐγκαταληφθέντων τὸ μὲνπολὺ οἱ Ῥωμαῖοι φονεύουσι, γυναῖκας δὲ καὶ παῖδας ἀπέδοτο Μόμμιος: ἀπέδοτο δὲκαὶ οἰκέτας, ὅσοι τῶν ἐς ἐλευθερίαν ἀφεθέντων καὶ μαχεσαμένων μετὰ Ἀχαιῶν μὴεὐθὺς ὑπὸ τοῦ πολέμου τὸ ἔργον ἐτεθνήκεσαν. ἀναθημάτων δὲ καὶ τοῦ ἄλλουκόσμου τὰ μὲν μάλιστα ἀνήκοντα ἐς θαῦμα ἀνήγετο, τὰ δὲ ἐκείνοις οὐχ ὁμοίου λόγουΦιλοποίμενι ὁ Μόμμιος τῷ παρ᾽ Ἀττάλου στρατηγῷ δίδωσι: καὶ ἦν Περγαμηνοῖς καὶἐς ἐμὲ ἔτι λάφυρα Κορίνθια. [9] πόλεων δέ, ὅσαι Ῥωμαίων ἐναντία ἐπολέμησαν, τείχημὲν ὁ Μόμμιος κατέλυε καὶ ὅπλα ἀφῃρεῖτο πρὶν ἢ καὶ συμβούλους ἀποσταλῆναιπαρὰ Ῥωμαίων: ὡς δὲ ἀφίκοντο οἱ σὺν αὐτῷ βουλευσόμενοι, ἐνταῦθα δημοκρατίαςμὲν κατέπαυε, καθίστα δὲ ἀπὸ τιμημάτων τὰς ἀρχάς: καὶ φόρος τε ἐτάχθη τῇ Ἑλλάδικαὶ οἱ τὰ χρήματα ἔχοντες ἐκωλύοντο ἐν τῇ ὑπερορίᾳ κτᾶσθαι: συνέδριά τε κατὰἔθνος τὰ ἑκάστων, Ἀχαιῶν καὶ τὸ ἐν Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ ἑτέρωθί που τῆςἙλλάδος, κατελέλυτο ὁμοίως πάντα. [10] ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ἐτράποντο ἐςἔλεον Ῥωμαῖοι τῆς Ἑλλάδος, καὶ συνέδριά τε κατὰ ἔθνος ἀποδιδόασιν ἑκάστοις τὰἀρχαῖα καὶ τὸ ἐν τῇ ὑπερορίᾳ κτᾶσθαι, ἀφῆκαν δὲ καὶ ὅσοις ἐπιβεβλήκει Μόμμιοςζημίαν: Βοιωτούς τε γὰρ Ἡρακλεώταις καὶ Εὐβοεῦσι τάλαντα ἑκατὸν καὶ ἈχαιοὺςΛακεδαιμονίοις διακόσια ἐκέλευσεν ἐκτῖσαι. τούτων μὲν δὴ ἄφεσιν παρὰ Ῥωμαίωνεὕροντο Ἕλληνες, ἡγεμὼν δὲ ἔτι καὶ ἐς ἐμὲ ἀπεστέλλετο: καλοῦσι δὲ οὐχ Ἑλλάδος,ἀλλὰ Ἀχαΐας ἡγεμόνα οἱ Ῥωμαῖοι, διότι ἐχειρώσαντο Ἕλληνας δι᾽ Ἀχαιῶν τότε τοῦἙλληνικοῦ προεστηκότων. ὁ δὲ πόλεμος ἔσχεν οὗτος τέλος Ἀντιθέου μὲν Ἀθήνῃσινἄρχοντος, Ὀλυμπιάδι δὲ ἑξηκοστῇ πρὸς ταῖς ἑκατόν, ἣν ἐνίκα Διόδωρος Σικυώνιος.17. ἐς ἅπαν δὲ ἀσθενείας τότε μάλιστα κατῆλθεν ἡ Ἑλλάς, λυμανθεῖσα κατὰ μέρη καὶδιαπορθηθεῖσα ἐξ ἀρχῆς ὑπὸ τοῦ δαίμονος. Ἄργος μέν, ἐς πλεῖστον ἀφικομένηνδυνάμεως πόλιν ἐπὶ τῶν καλουμένων ἡρώων, ὁμοῦ τῇ μεταβολῇ τῇ ἐς Δωριέαςἐπέλιπε τὸ ἐκ τῆς τύχης εὐμενές: [2] τὸ δὲ ἔθνος τὸ Ἀττικόν, ἀπὸ τοῦ Πελοποννησίωνπολέμου καὶ νόσου τῆς λοιμώδους ἀνενεγκόν τε καὶ αὖθις ἀνανηξάμενον, ἔτεσινἔμελλεν οὐ πολλοῖς ὕστερον ἡ Μακεδόνων ἀκμὴ καθαιρήσειν: κατέσκηψε δὲ ἐκΜακεδονίας καὶ ἐς τὰς Βοιωτίας Θήβας τὸ Ἀλεξάνδρου μήνιμα. Λακεδαιμονίοις δὲἘπαμινώνδας ὁ Θηβαῖος καὶ αὖθις ὁ Ἀχαιῶν πόλεμος ἐγένετο: ὅτε δὲ καὶ μόγις, ἅτεἐκ δένδρου λελωβημένου καὶ αὔου τὰ πλείονα, ἀνεβλάστησεν ἐκ τῆς Ἑλλάδος τὸἈχαϊκόν, καὶ αὐτὸ ἡ κακία τῶν στρατηγησάντων ἐκόλουσεν ἔτι αὐξανόμενον. [3]χρόνῳ δὲ ὕστερον ἐς Νέρωνα ἡ βασιλεία περιῆλθεν ἡ Ῥωμαίων, καὶ ἐλεύθερον ὁΝέρων ἀφίησιν ἁπάντων, ἀλλαγὴν πρὸς δῆμον ποιησάμενος τὸν Ῥωμαίων: Σαρδὼγὰρ τὴν νῆσον ἐς τὰ μάλιστα εὐδαίμονα ἀντὶ Ἑλλάδος σφίσιν ἀντέδωκεν. ἀπιδόντιοὖν ἐς τοῦτό μοι τοῦ Νέρωνος τὸ ἔργον ὀρθότατα εἰρηκέναι Πλάτων ἐφαίνετο ὁἈρίστωνος, ὁπόσα ἀδικήματα μεγέθει καὶ τολμήματί ἐστιν ὑπερηρκότα, οὐ τῶνἐπιτυχόντων εἶναι ταῦτα ἀνθρώπων, ψυχῆς δὲ γενναίας ὑπὸ ἀτόπου παιδείαςδιεφθαρμένης. [4] οὐ μὴν Ἕλλησί γε ἐξεγένετο ὄνασθαι τοῦ δώρου: Οὐεσπασιανοῦγὰρ μετὰ Νέρωνα ἄρξαντος ἐς ἐμφύλιον στάσιν προήχθησαν, καὶ σφᾶς ὑποτελεῖς τεαὖθις ὁ Οὐεσπασιανὸς εἶναι φόρων καὶ ἀκούειν ἐκέλευσεν ἡγεμόνος,ἀπομεμαθηκέναι φήσας τὴν ἐλευθερίαν τὸ Ἑλληνικόν. [5] τάδε μὲν οὕτω συμβάντα εὕρισκον: Ἀχαιοῖς δὲ ὅροι καὶ Ἠλείοις τῆς χώρας ποταμός τεΛάρισος καὶ Ἀθηνᾶς ἐπὶ τῷ ποταμῷ ναός ἐστι Λαρισαίας, καὶ Ἀχαιῶν πόλις Δύμησταδίους ὅσον τε τριάκοντα ἀπέχει τοῦ Λαρίσου. ταύτην Φίλιππος ὁ Δημητρίουπολεμῶν μόνην τῶν Ἀχαϊκῶν ἔσχεν ὑπήκοον, καὶ ἐπὶ τῇ αἰτίᾳ ταύτῃ Σουλπίκιος,ἡγεμὼν καὶ οὗτος Ῥωμαίων, ἐπέτρεψε τῇ στρατιᾷ διαρπάσαι τὴν Δύμην: Αὔγουστοςδὲ ὕστερον καὶ προσένειμεν αὐτὴν Πατρεῦσιν. [6] ἐκαλεῖτο δὲ τὰ μὲν ἀρχαιότεραΠάλεια: ἐχόντων δὲ ἔτι Ἰώνων ὄνομά οἱ μετέθεντο τὸ ἐφ᾽ ἡμῶν, σαφῶς δὲ οὐκ οἶδαεἴτε ἀπὸ γυναικὸς ἐπιχωρίας Δύμης εἴτε ἀπὸ Δύμαντος τοῦ Αἰγιμίου. ὑπὸ δὲ τοῦἐλεγείου τοῦ Ὀλυμπίασιν ἐπὶ τῇ εἰκόνι τῇ Οἰβώτα οὐ προαχθείη ἄν τις ἐς ἀλογίαν.Οἰβώτᾳ γὰρ ἀνδρὶ Δυμαίῳ, σταδίου μὲν ἀνελομένῳ νίκην Ὀλυμπιάδι ἕκτῃ, εἰκόνος δὲἐν Ὀλυμπίᾳ περὶ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα κατὰ μάντευμα ἐκ Δελφῶν ἀξιωθέντι,ἐπίγραμμά ἐστιν ἐπ᾽ αὐτῷ λέγον: [7] “Οἰνία Οἰβώτας στάδιον νικῶν ὅδ᾽ Ἁχαιὸς πατρίδα Πάλειαν θῆκ᾽ ὀνομαστοτέραν. ”τοῦτο οὖν οὐκ ἄν τινι ἀλογίαν παραστήσειεν, εἰ Πάλειαν ἀλλὰ μὴ Δύμην τὸἐπίγραμμα καλεῖ τὴν πόλιν: τὰ γὰρ ἀρχαιότερα ὀνόματα ἐς ποίησιν ἐπάγεσθαι τῶνὑστέρων καθεστηκός ἐστιν Ἕλλησι, καὶ Ἀμφιάραόν τε καὶ Ἄδραστον Φορωνείδας καὶἘρεχθείδην ἐπονομάζουσι τὸν Θησέα. [8] ὀλίγον δὲ πρὸ τοῦ ἄστεώς ἐστι τοῦ Δυμαίων ἐν δεξιᾷ τῆς ὁδοῦ τάφος Σωστράτου:μειράκιον δὲ ἦν τῶν ἐπιχωρίων, γενέσθαι δὲ Ἡρακλέους ἐρώμενόν φασιν αὐτόν, καὶ—ἀποθανεῖν γὰρ τὸν Σώστρατον Ἡρακλέους ἔτι ὄντος μετὰ ἀνθρώπων—οὕτως οἱτὸν Ἡρακλέα τό τε μνῆμα αὐτὸν εἶναι τὸν ποιήσαντα καὶ ἀπαρχὰς ἀπὸ τῶν ἐν τῇκεφαλῇ τριχῶν δοῦναι. ἐπίθημα δὲ καὶ ἐς ἐμὲ ἔτι στήλη τε ἦν ἐπὶ τοῦ χώματος καὶἩρακλῆς ἐπειργασμένος: ἐλέγετο δὲ ὡς οἱ ἐπιχώριοι καὶ ἐναγίζουσι τῷ Σωστράτῳ.[9] Δυμαίοις δὲ ἔστι μὲν Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα ἐς τὰ μάλιστα ἀρχαῖον, ἔστι δὲ καὶἄλλο ἱερόν σφισι Δινδυμήνῃ μητρὶ καὶ Ἄττῃ πεποιημένον. Ἄττης δὲ ὅστις ἦν, οὐδὲνοἷός τε ἦν ἀπόρρητον ἐς αὐτὸν ἐξευρεῖν, ἀλλὰ Ἑρμησιάνακτι μὲν τῷ τὰ ἐλεγεῖαγράψαντι πεποιημένα ἐστὶν ὡς υἱός τε ἦν Καλαοῦ Φρυγὸς καὶ ὡς οὐ τεκνοποιὸς ὑπὸτῆς μητρὸς τεχθείη: ἐπεὶ δὲ ηὔξητο, μετῴκησεν ἐς Λυδίαν τῷ Ἑρμησιάνακτος λόγῳκαὶ Λυδοῖς ὄργια ἐτέλει Μητρός, ἐς τοσοῦτο ἥκων παρ᾽ αὐτῇ τιμῆς ὡς Δία αὐτῇνεμεσήσαντα ὗν ἐπὶ τὰ ἔργα ἐπιπέμψαι τῶν Λυδῶν. [10] ἐνταῦθα ἄλλοι τε τῶν Λυδῶνκαὶ αὐτὸς Ἄττης ἀπέθανεν ὑπὸ τοῦ ὑός: καί τι ἑπόμενον τούτοις Γαλατῶν δρῶσιν οἱΠεσσινοῦντα ἔχοντες, ὑῶν οὐχ ἁπτόμενοι. νομίζουσί γε μὴν οὐχ οὕτω τὰ ἐς τὸνἌττην, ἀλλὰ ἐπιχώριός ἐστιν ἄλλος σφίσιν ἐς αὐτὸν λόγος, Δία ὑπνωμένον ἀφεῖναισπέρμα ἐς γῆν, τὴν δὲ ἀνὰ χρόνον ἀνεῖναι δαίμονα διπλᾶ ἔχοντα αἰδοῖα, τὰ μὲνἀνδρός, τὰ δὲ αὐτῶν γυναικός: ὄνομα δὲ Ἄγδιστιν αὐτῷ τίθενται. θεοὶ δὲ Ἄγδιστινδείσαντες τὰ αἰδοῖά οἱ τὰ ἀνδρὸς ἀποκόπτουσιν. [11] ὡς δὲ ἀπ᾽ αὐτῶν ἀναφῦσαἀμυγδαλῆ εἶχεν ὡραῖον τὸν καρπόν, θυγατέρα τοῦ Σαγγαρίου ποταμοῦ λαβεῖν φασιτοῦ καρποῦ: ἐσθεμένης δὲ ἐς τὸν κόλπον καρπὸς μὲν ἐκεῖνος ἦν αὐτίκα ἀφανής, αὐτὴδὲ ἐκύει: τεκούσης δὲ τράγος περιεῖπε τὸν παῖδα ἐκκείμενον. ὡς δὲ αὐξανομένῳκάλλους οἱ μετῆν πλέον ἢ κατὰ εἶδος ἀνθρώπου, ἐνταῦθα τοῦ παιδὸς ἔρως ἔσχενἌγδιστιν. αὐξηθέντα δὲ Ἄττην ἀποστέλλουσιν ἐς Πεσσινοῦντα οἱ προσήκοντεςσυνοικήσοντα τοῦ βασιλέως θυγατρί: [12] ὑμέναιος δὲ ᾔδετο καὶ Ἄγδιστις ἐφίσταταικαὶ τὰ αἰδοῖα ἀπέκοψε μανεὶς ὁ Ἄττης, ἀπέκοψε δὲ καὶ ὁ τὴν θυγατέρα αὐτῷ διδούς:Ἄγδιστιν δὲ μετάνοια ἔσχεν οἷα Ἄττην ἔδρασε, καί οἱ παρὰ Διὸς εὕρετο μήτεσήπεσθαί τι Ἄττῃ τοῦ σώματος μήτε τήκεσθαι. τάδε μὲν ἐς Ἄττην τὰ γνωριμώτατα:[13] ἐν δὲ τῇ χώρᾳ τῇ Δυμαίᾳ καὶ τοῦ δρομέως Οἰβώτα τάφος ἐστί: τούτῳ τῷ Οἰβώτανικήσαντι Ὀλύμπια Ἀχαιῶν πρώτῳ γέρας οὐδὲν ἐξαίρετον παρ᾽ αὐτῶν ἐγένετοεὕρασθαι: καὶ ἐπὶ τούτῳ κατάρας ὁ Οἰβώτας ἐποιήσατο μηδενὶ Ὀλυμπικὴν νίκην ἔτιἈχαιῶν γενέσθαι. καὶ—ἦν γάρ τις θεῶν ᾧ τοῦ Οἰβώτα τελεῖσθαι τὰς κατάρας οὐκἀμελὲς ἦν—διδάσκονταί ποτε οἱ Ἀχαιοὶ καθ᾽ ἥντινα αἰτίαν στεφάνου τοῦ Ὀλυμπίασινἡμάρτανον, διδάσκονται δὲ ἀποστείλαντες ἐς Δελφούς: [14] οὕτω καὶ ἄλλα ἐς τιμήνσφισι τοῦ Οἰβώτα ποιήσασι καὶ τὴν εἰκόνα ἀναθεῖσιν ἐς Ὀλυμπίαν ΣώστρατοςΠελληνεὺς σταδίου νίκην ἔσχεν ἐν παισί. διαμένει δὲ ἐς ἐμὲ ἔτι Ἀχαιῶν τοῖςἀγωνίζεσθαι μέλλουσι τὰ Ὀλύμπια ἐναγίζειν τῷ Οἰβώτᾳ, καὶ ἢν κρατήσωσιν, ἐνὈλυμπίᾳ στεφανοῦν τοῦ Οἰβώτα τὴν εἰκόνα. 18. σταδίους δὲ ὅσον τεσσαράκοντα προελθόντι ἐκ Δύμης ποταμὸς Πεῖρος ἐς θάλαττανκάτεισι, καὶ Ἀχαιῶν πόλις ποτὲ Ὤλενος ᾠκεῖτο παρὰ τῷ Πείρῳ. ὁπόσοι δὲ ἐςἩρακλέα καὶ τὰ ἔργα αὐτοῦ πεποιήκασιν, ἔστιν οὐκ ἐλάχιστά σφισι δείγματα τοῦλόγου Δεξαμενὸς ὁ ἐν Ὠλένῳ βασιλεὺς καὶ ὁποίων Ἡρακλῆς παρ᾽ αὐτῷ ξενίωνἔτυχε. καὶ ὅτι μὲν ἦν πόλισμα ἐξ ἀρχῆς μικρὸν ἡ Ὤλενος, μαρτυρεῖ τῷ λόγῳ μου καὶἐλεγεῖον ἐς Εὐρυτίωνα Κένταυρον ὑπὸ Ἑρμησιάνακτος πεποιημένον: ἀνὰ χρόνον δὲτοὺς οἰκήτορας ἐκλιπεῖν ὑπὸ ἀσθενείας φασὶ τὴν Ὤλενον καὶ ἐς Πειράς τε καὶ ἐςΕὐρυτειὰς ἀποχωρῆσαι. [2] τοῦ δὲ Πείρου ποταμοῦ περὶ τοὺς ὀγδοήκοντα ἀφέστηκε σταδίους Πατρέων ἡ πόλις:οὐ πόρρω δὲ αὐτῆς ποταμὸς Γλαῦκος ἐκδίδωσιν ἐς θάλασσαν. Πατρέων δὲ οἱ τὰἀρχαιότατα μνημονεύοντές φασιν Εὔμηλον αὐτόχθονα οἰκῆσαι πρῶτον ἐν τῇ χώρᾳ,βασιλεύοντα αὐτὸν ἀνθρώπων οὐ πολλῶν. Τριπτολέμου δὲ ἐκ τῆς Ἀττικῆςἀφικομένου τόν τε καρπὸν λαμβάνει τὸν ἥμερον καὶ οἰκίσαι διδαχθεὶς πόλιν Ἀρόηνὠνόμασεν ἐπὶ τῇ ἐργασίᾳ τῆς γῆς. [3] ὡς δὲ πρὸς ὕπνον ἐτράπετο ὁ Τριπτόλεμος,ἐνταῦθα Ἀνθείαν παῖδα Εὐμήλου τοὺς δράκοντάς φασιν ὑπὸ τοῦ Τριπτολέμου τὸἅρμα ζεύξαντα ἐθελῆσαι καὶ αὐτὸν σπεῖραι: καὶ τὸν μὲν ἐπιλαμβάνει τὸ χρεὼνἐκπεσόντα τοῦ ἅρματος, Τριπτόλεμος δὲ καὶ Εὔμηλος Ἄνθειαν πόλιν οἰκίζουσιν ἐνκοινῷ, τοῦ Εὐμήλου παιδὸς ἐπώνυμον. [4] ᾠκίσθη δὲ καὶ τρίτη μεταξὺ Ἀνθείας καὶἈρόης Μεσάτις πόλις. ὁπόσα δὲ οἱ Πατρεῖς περὶ Διονύσου λέγουσι, τραφῆναί τεαὐτὸν ἐν τῇ Μεσάτει καὶ ἐνταῦθα ἐπιβουλευθέντα ὑπὸ Τιτάνων ἐς παντοῖονἀφικέσθαι κίνδυνον, οὐκ ἐναντιούμενος τοῖς Πατρεῦσιν τῆς Μεσάτεως τὸ ὄνομααὐτοῖς σφισιν ἐξηγεῖσθαι παρίημι. [5] Ἀχαιῶν δὲ ὕστερον ἐκβαλόντων Ἴωνας,Πατρεὺς ὁ Πρευγένους τοῦ Ἀγήνορος ἐς μὲν Ἄνθειαν καὶ ἐς Μεσάτιν μὴ ἐνοικίζεσθαιτοῖς Ἀχαιοῖς ἀπεῖπε, περίβολον δὲ τείχους πρὸς τῇ Ἀρόῃ βαλόμενος μείζονα, ἵναἐντός οἱ τοῦ περιβόλου καὶ ἡ Ἀρόη γένηται, ὄνομα ἔθετο ἀφ᾽ ἑαυτοῦ Πάτρας τῇ πόλει.Ἀγήνωρ δὲ ὁ πατὴρ τοῦ Πρευγένους Ἀρέως παῖς ἦν τοῦ Ἄμπυκος, ὁ δὲ Ἄμπυξ Πελίουτοῦ Αἰγινήτου τοῦ Δηρείτου τοῦ Ἁρπάλου τοῦ Ἀμύκλα τοῦ Λακεδαίμονος. [6] Πατρεῖμὲν τοιαῦτα ἐς τοὺς προγόνους ὑπάρχοντα ἦν: ἰδίᾳ δὲ ἀνὰ χρόνον Πατρεῖς διέβησανἐς Αἰτωλίαν Ἀχαιῶν μόνοι κατὰ φιλίαν τὴν Αἰτωλῶν, τὸν πόλεμόν σφισι τὸν πρὸςΓαλάτας συνδιοίσοντες. προσπταίσαντες δ᾽ ἐν ταῖς μάχαις λόγου μειζόνως καὶ ὑπὸπενίας ἅμα οἱ πολλοὶ πιεζόμενοι Πάτρας μὲν πλὴν ὀλίγων τινῶν ἐκλείπουσιν: οἱ δὲἄλλοι κατὰ χώραν ὑπὸ φιλεργίας ἐσκεδάσθησαν καὶ πολίσματα παρὲξ αὐτὰς Πάτραςτοσάδε ἄλλα ᾤκησαν, Μεσάτιν καὶ Ἄνθειαν καὶ Βολίνην καὶ Ἀργυρᾶν τε καὶ Ἄρβαν.[7] Αὔγουστος δὲ ἢ τοῦ παράπλου νομίζων κεῖσθαι καλῶς τὰς Πάτρας ἢ κατ᾽ ἄλληντινὰ αἰτίαν ἐπανήγαγεν αὖθις ἐκ τῶν πολισμάτων τῶν ἄλλων τοὺς ἄνδρας ἐς τὰςΠάτρας, προσσυνῴκισε δέ σφισι καὶ Ἀχαιοὺς τοὺς ἐκ Ῥυπῶν, καταβαλὼν ἐς ἔδαφοςῬύπας: καὶ ἔδωκε μὲν ἐλευθέροις Ἀχαιῶν μόνοις τοῖς Πατρεῦσιν εἶναι, ἔδωκε δὲ καὶἐς τὰ ἄλλα γέρα σφίσιν, ὁπόσα τοῖς ἀποίκοις νέμειν οἱ Ῥωμαῖοι νομίζουσι. [8] Πατρεῦσι δὲ ἐν ἄκρᾳ τῇ πόλει Λαφρίας ἱερόν ἐστιν Ἀρτέμιδος: ξενικὸν μὲν τῇ θεῷ τὸὄνομα, ἐσηγμένον δὲ ἑτέρωθεν καὶ τὸ ἄγαλμα. Καλυδῶνος γὰρ καὶ Αἰτωλίας τῆςἄλλης ὑπὸ Αὐγούστου βασιλέως ἐρημωθείσης διὰ τὸ τὴν ἐς τὴν Νικόπολιν τὴν ὑπὲρτοῦ Ἀκτίου συνοικίζεσθαι καὶ τὸ Αἰτωλικόν, οὕτω τὸ ἄγαλμα τῆς Λαφρίας οἱ Πατρεῖςἔσχον. [9] ὡσαύτως δὲ καὶ ὅσα ἄλλα ἀγάλματα ἔκ τε Αἰτωλίας καὶ παρὰ Ἀκαρνάνων,τὰ μὲν πολλὰ ἐς τὴν Νικόπολιν κομισθῆναι, Πατρεῦσι δὲ ὁ Αὔγουστος ἄλλα τε τῶνἐκ Καλυδῶνος λαφύρων καὶ δὴ καὶ τῆς Λαφρίας ἔδωκε τὸ ἄγαλμα, ὃ δὴ καὶ ἐς ἐμὲ ἔτιἐν τῇ ἀκροπόλει τῇ Πατρέων εἶχε τιμάς. γενέσθαι δὲ ἐπίκλησιν τῇ θεῷ Λαφρίαν ἀπὸἀνδρὸς Φωκέως φασί: Λάφριον γὰρ τὸν Κασταλίου τοῦ Δελφοῦ Καλυδωνίοιςἱδρύσασθαι τὸ ἄγαλμα τῆς Ἀρτέμιδος τὸ ἀρχαῖον, οἱ δὲ τῆς Ἀρτέμιδος τὸ μήνιμα τὸ[10] ἐς Οἰνέα ἀνὰ χρόνον τοῖς Καλυδωνίοις ἐλαφρότερον γενέσθαι λέγουσι καὶ αἰτίαντῇ θεῷ τῆς ἐπικλήσεως ἐθέλουσιν εἶναι ταύτην. τὸ μὲν σχῆμα τοῦ ἀγάλματοςθηρεύουσά ἐστιν, ἐλέφαντος δὲ καὶ χρυσοῦ πεποίηται, Ναυπάκτιοι δὲ Μέναιχμος καὶΣοΐδας εἰργάσαντο:τεκμαίρονται σφᾶς Κανάχου τοῦ Σικυωνίου καὶ τοῦ ΑἰγινήτουΚάλλωνος οὐ πολλῷ γενέσθαι τινὶ ἡλικίαν ὑστέρους. [11] ἄγουσι δὲ καὶ Λάφριαἑορτὴν τῇ Ἀρτέμιδι οἱ Πατρεῖς ἀνὰ πᾶν ἔτος, ἐν ᾗ τρόπος ἐπιχώριος θυσίας ἐστὶναὐτοῖς. περὶ μὲν τὸν βωμὸν ἐν κύκλῳ ξύλα ἱστᾶσιν ἔτι χλωρὰ καὶ ἐς ἑκκαίδεκαἕκαστον πήχεις: ἐντὸς δὲ ἐπὶ τοῦ βωμοῦ τὰ αὐότατά σφισι τῶν ξύλων κεῖται.μηχανῶνται δὲ ὑπὸ τὸν καιρὸν τῆς ἑορτῆς καὶ ἄνοδον ἐπὶ τὸν βωμὸν λειοτέραν,ἐπιφέροντες γῆν ἐπὶ τοῦ βωμοῦ τοὺς ἀναβασμούς. [12] πρῶτα μὲν δὴ πομπὴνμεγαλοπρεπεστάτην τῇ Ἀρτέμιδι πομπεύουσι, καὶ ἡ ἱερωμένη παρθένος ὀχεῖταιτελευταία τῆς πομπῆς ἐπὶ ἐλάφων ὑπὸ τὸ ἅρμα ἐζευγμένων: ἐς δὲ τὴν ἐπιοῦσαντηνικαῦτα ἤδη δρᾶν τὰ ἐς τὴν θυσίαν νομίζουσι, δημοσίᾳ τε ἡ πόλις καὶ οὐχ ἧσσον ἐςτὴν ἑορτὴν οἱ ἰδιῶται φιλοτίμως ἔχουσιν. ἐσβάλλουσι γὰρ ζῶντας ἐς τὸν βωμὸνὄρνιθάς τε τοὺς ἐδωδίμους καὶ ἱερεῖα ὁμοίως ἅπαντα, ἔτι δὲ ὗς ἀγρίους καὶ ἐλάφουςτε καὶ δορκάδας, οἱ δὲ καὶ λύκων καὶ ἄρκτων σκύμνους, οἱ δὲ καὶ τὰ τέλεια τῶνθηρίων: κατατιθέασι δὲ ἐπὶ τὸν βωμὸν καὶ δένδρων καρπὸν τῶν ἡμέρων. [13] τὸ δὲἀπὸ τούτου πῦρ ἐνιᾶσιν ἐς τὰ ξύλα. ἐνταῦθά που καὶ ἄρκτον καὶ ἄλλο τι ἐθεασάμηντῶν ζῴων, τὰ μὲν ὑπὸ τὴν πρώτην ὁρμὴν τοῦ πυρὸς βιαζόμενα ἐς τὸ ἐκτός, τὰ δὲ καὶἐκφεύγοντα ὑπὸ ἰσχύος: ταῦτα οἱ ἐμβαλόντες ἐπανάγουσιν αὖθις ἐς τὴν πυράν.τρωθῆναι δὲ οὐδένα ὑπὸ τῶν θηρίων μνημονεύουσιν. 19. ἔστι δὲ ἐν τῷ μεταξὺ τοῦ ναοῦ τε τῆς Λαφρίας καὶ τοῦ βωμοῦ πεποιημένον μνῆμαΕὐρυπύλου. τὰ δὲ ὅστις τε ὢν καὶ καθ᾽ ἥντινα αἰτίαν ἀφίκετο ἐς τὴν γῆν ταύτην,δηλώσει μοι καὶ ταῦτα ὁ λόγος προδιηγησαμένῳ πρότερον ὁποῖα ὑπὸ τοῦ Εὐρυπύλουτὴν ἐπιδημίαν τοῖς ἐνταῦθα ἦν τὰ παρόντα τοῖς ἀνθρώποις. Ἰώνων τοῖς Ἀρόην καὶἌνθειαν καὶ Μεσάτιν οἰκοῦσιν ἦν ἐν κοινῷ τέμενος καὶ ναὸς Ἀρτέμιδος Τρικλαρίαςἐπίκλησιν, καὶ ἑορτὴν οἱ Ἴωνες αὐτῇ καὶ παννυχίδα ἦγον ἀνὰ πᾶν ἔτος. ἱερωσύνην δὲεἶχε τῆς θεοῦ παρθένος, ἐς ὃ ἀποστέλλεσθαι παρὰ ἄνδρα ἔμελλε. [2] λέγουσιν οὖνσυμβῆναί ποτε ὡς ἱερᾶσθαι μὲν τῆς θεοῦ Κομαιθὼ τὸ εἶδος καλλίστην παρθένον,τυγχάνειν δὲ αὐτῆς ἐρῶντα Μελάνιππον, τά τε ἄλλα τοὺς ἡλικιώτας καὶ ὄψεωςεὐπρεπείᾳ μάλιστα ὑπερηρκότα. ὡς δὲ ὁ Μελάνιππος ἐς τὸ ἴσον τοῦ ἔρωτοςὑπηγάγετο τὴν παρθένον, ἐμνᾶτο αὐτὴν παρὰ τοῦ πατρός. ἕπεται δέ πως τῷ γήρᾳ τάτε ἄλλα ὡς τὸ πολὺ ἐναντιοῦσθαι νέοις καὶ οὐχ ἥκιστα ἐς τοὺς ἐρῶντας τὸἀνάλγητον, ὅπου καὶ Μελανίππῳ τότε ἐθέλοντι ἐθέλουσαν ἄγεσθαι Κομαιθὼ οὔτεπαρὰ τῶν ἑαυτοῦ γονέων οὔτε παρὰ τῶν Κομαιθοῦς ἥμερον ἀπήντησεν οὐδέν. [3]ἐπέδειξε δὲ ἐπὶ πολλῶν τε δὴ ἄλλων καὶ ἐν τοῖς Μελανίππου παθήμασιν, ὡςμέτεστιν ἔρωτι καὶ ἀνθρώπων συγχέαι νόμιμα καὶ ἀνατρέψαι θεῶν τιμάς, ὅπου καὶτότε ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ Κομαιθὼ καὶ Μελάνιππος καὶ ἐξέπλησαν τοῦ ἔρωτοςτὴν ὁρμήν. καὶ οἱ μὲν ἔμελλον τῷ ἱερῷ καὶ ἐς τὸ ἔπειτα ἴσα καὶ θαλάμῳ χρήσεσθαι:τοὺς δὲ ἀνθρώπους αὐτίκα ἐξ Ἀρτέμιδος μήνιμα ἔφθειρε, τῆς τε γῆς καρπὸν οὐδέναἀποδιδούσης καὶ νόσοι σφίσιν οὐ κατὰ τὰ εἰωθότα καὶ ἀπ᾽ αὐτῶν θάνατοι πλείονες ἢτὰ πρότερα ἐγίνοντο. [4] καταφυγόντων δὲ αὐτῶν ἐπὶ χρηστήριον τὸ ἐν Δελφοῖς,ἤλεγχεν ἡ Πυθία Μελάνιππον καὶ Κομαιθώ: καὶ ἐκείνους τε αὐτοὺς μάντευμαἀφίκετο θῦσαι τῇ Ἀρτέμιδι καὶ ἀνὰ πᾶν ἔτος παρθένον καὶ παῖδα οἳ τὸ εἶδος εἶενκάλλιστοι τῇ θεῷ θύειν. ταύτης μὲν δὴ τῆς θυσίας ἕνεκα ὁ ποταμὸς ὁ πρὸς τῷ ἱερῷτῆς Τρικλαρίας Ἀμείλιχος ἐκλήθη: [5] τέως δὲ ὄνομα εἶχεν οὐδέν. παίδων δὲ καὶπαρθένων ὁπόσοι μὲν ἐς τὴν θεὸν οὐδὲν εἰργασμένοι Μελανίππου καὶ Κομαιθοῦςἕνεκα ἀπώλλυντο, αὐτοί τε οἰκτρότατα καὶ οἱ προσήκοντές σφισιν ἔπασχον,Μελάνιππον δὲ καὶ Κομαιθὼ συμφορᾶς ἐκτὸς γενέσθαι τίθεμαι: μόνον γὰρ δὴἀνθρώπῳ ψυχῆς ἐστιν ἀντάξιον κατορθῶσαί τινα ἐρασθέντα. [6] παύσασθαι δὲ οὕτωλέγονται θύοντες τῇ Ἀρτέμιδι ἀνθρώπους. ἐκέχρητο δὲ αὐτοῖς πρότερον ἔτι ἐκΔελφῶν ὡς βασιλεὺς ξένος παραγενόμενός σφισιν ἐπὶ τὴν γῆν, ξενικὸν ἅμαἀγόμενος δαίμονα, τὰ ἐς τὴν θυσίαν τῆς Τρικλαρίας παύσει. Ἰλίου δὲ ἁλούσης καὶνεμομένων τὰ λάφυρα τῶν Ἑλλήνων, Εὐρύπυλος ὁ Εὐαίμονος λαμβάνει λάρνακα:Διονύσου δὲ ἄγαλμα ἦν ἐν τῇ λάρνακι, ἔργον μὲν ὥς φασιν Ἡφαίστου, δῶρον δὲ ὑπὸΔιὸς ἐδόθηΔαρδάνῳ. [7] λέγονται δὲ καὶ ἄλλοι λόγοι δύο ἐς αὐτήν, ὡς ὅτε ἔφυγενΑἰνείας, ἀπολίποι ταύτην τὴν λάρνακα: οἱ δὲ ῥιφῆναί φασιν αὐτὴν ὑπὸ Κασσάνδραςσυμφορὰν τῷ εὑρόντι Ἑλλήνων. ἤνοιξε δ᾽ οὖν ὁ Εὐρύπυλος τὴν λάρνακα καὶ εἶδε τὸἄγαλμα καὶ αὐτίκα ἦν ἔκφρων μετὰ τὴν θέαν: τὰ μὲν δὴ πλείονα ἐμαίνετο, ὀλιγάκιςδὲ ἐγίνετο ἐν ἑαυτῷ. ἅτε δὲ οὕτω διακείμενος οὐκ ἐς τὴν Θεσσαλίαν τὸν πλοῦνἐποιεῖτο, ἀλλ᾽ ἐπί τε Κίρραν καὶ ἐς τὸν ταύτῃ κόλπον: ἀναβὰς δὲ ἐς Δελφοὺς ἐχρᾶτοὑπὲρ τῆς νόσου. [8] καὶ αὐτῷ γενέσθαι λέγουσι μάντευμα, ἔνθα ἂν ἐπιτύχῃ θύουσινἀνθρώποις θυσίαν ξένην, ἐνταῦθα ἱδρύσασθαί τε τὴν λάρνακα καὶ αὐτὸν οἰκῆσαι. ὁμὲν δὴ ἄνεμος τὰς ναῦς τοῦ Εὐρυπύλου κατήνεγκεν ἐπὶ τὴν πρὸς τῇ Ἀρόῃ θάλασσαν:ἐκβὰς δὲ ἐς τὴν γῆν καταλαμβάνει παῖδα καὶ παρθένον ἐπὶ τὸν βωμὸν τῆς Τρικλαρίαςἠγμένους. καὶ ὁ μὲν ἔμελλεν οὐ χαλεπῶς συνήσειν τὰ ἐς τὴν θυσίαν: ἀφίκοντο δὲ ἐςμνήμην καὶ οἱ ἐπιχώριοι τοῦ χρησμοῦ, βασιλέα τε ἰδόντες ὃν οὔπω πρότερονἑωράκεσαν καὶ ἐς τὴν λάρνακα ὑπενόησαν ὡς εἴη τις ἐν αὐτῇ θεός. [9] καὶ οὕτω τῷΕὐρυπύλῳ τε ἡ νόσος καὶ τοῖς ἐνταῦθα ἀνθρώποις τὰ ἐς τὴν θυσίαν ἐπαύσθη, τό τεὄνομα ἐτέθη τὸ νῦν τῷ ποταμῷ Μείλιχος. ἔγραψαν δὲ ἤδη τινὲς οὐ τῷ Θεσσαλῷσυμβάντα Εὐρυπύλῳ τὰ εἰρημένα, ἀλλὰ Εὐρύπυλον Δεξαμενοῦ παῖδα τοῦ ἐν Ὠλένῳβασιλεύσαντος ἐθέλουσιν ἅμα Ἡρακλεῖ στρατεύσαντα ἐς Ἴλιον λαβεῖν παρὰ τοῦἩρακλέους τὴν λάρνακα: τὰ δὲ ἄλλα κατὰ τὰ αὐτὰ εἰρήκασι καὶ οὗτοι. [10] ἐγὼ δὲοὔτε Ἡρακλέα ἀγνοῆσαι τὰ ἐς τὴν λάρνακα εἰ δὴ τοιαῦτα ἦν πείθομαι οὔτε τὰ ἐςαὐτὴν ἐπιστάμενος δοκεῖ μοί ποτε ἂν δοῦναι δῶρον συμμαχήσαντι ἀνδρί: οὔτε μὴν οἱΠατρεῖς ἄλλον τινὰ ἢ τὸν Εὐαίμονος ἔχουσιν Εὐρύπυλον ἐν μνήμῃ, καί οἱ καὶἐναγίζουσιν ἀνὰ πᾶν ἔτος, ἐπειδὰν τῷ Διονύσῳ τὴν ἑορτὴν ἄγωσι. 20. τῷ θεῷ δὲ τῷ ἐντὸς τῆς λάρνακος ἐπίκλησις μέν ἐστιν Αἰσυμνήτης, οἱ δὲ αὐτὸν ἐς τὰμάλιστα θεραπεύοντες ἐννέα τέ εἰσιν ἄνδρες, οὓς ἂν ἐκ πάντων ὁ δῆμος προέληταικατ᾽ ἀξίωμα, καὶ ἴσαι γυναῖκες τοῖς ἀνδράσι. μιᾷ δὲ ἐν τῇ ἑορτῇ νυκτὶ ἐς τὸ ἐκτὸςφέρει τὴν λάρνακα ὁ ἱερεύς. αὕτη μὲν δὴ ἡ νὺξ γέρας τοῦτο εἴληφε, καταβαίνουσι δὲκαὶ ὁπόσοι δὴ τῶν ἐπιχωρίων παῖδες ἐπὶ τὸν Μείλιχον ἀστάχυσιν ἐστεφανωμένοι τὰςκεφαλάς: ἐκόσμουν δὲ οὕτω καὶ τὸ ἀρχαῖον οὓς ἄγοιεν τῇ Ἀρτέμιδι θύσοντες. [2] τὰ δὲἐφ᾽ ἡμῶν στεφάνους μὲν τῶν ἀσταχύων ἀποτίθενται παρὰ τῇ θεῷ, λουσάμενοι δὲ τῷποταμῷ καὶ αὖθις στεφάνους ἐπιθέμενοι κισσοῦ πρὸς τὸ ἱερὸν ἴασι τοῦ Αἰσυμνήτου.ταῦτα μέν σφισιν οὕτω δρᾶν καθέστηκε, τοῦ περιβόλου δέ ἐστιν ἐντὸς τῆς Λαφρίαςκαὶ Ἀθηνᾶς ναὸς ἐπίκλησιν Παναχαΐδος: ἐλέφαντος τὸ ἄγαλμα καὶ χρυσοῦ. [3] ἐρχομένῳ δὲ ἐς τὴν κάτω πόλιν Μητρὸς Δινδυμήνης ἐστὶν ἱερόν, ἐν δὲ αὐτῷ καὶ Ἄττηςἔχει τιμάς. τούτου μὲν δὴ τὸ ἄγαλμα οὐδὲν ἀποφαίνουσι: τὸ δὲ τῆς Μητρὸς λίθουπεποίηται. ἔστι δὲ ἐν τῇ ἀγορᾷ Διὸς ναὸς Ὀλυμπίου, αὐτός τε ἐπὶ θρόνου καὶ ἑστῶσαἈθηνᾶ παρὰ τὸν θρόνον, τῆς τε Ἥρας ἄγαλμα τοῦ Ὀλυμπίου πέραν ἱερόν τεἈπόλλωνος πεποίηται καὶ Ἀπόλλων χαλκοῦς, γυμνὸς ἐσθῆτος: ὑποδήματα δὲ ὑπὸτοῖς ποσίν ἐστιν αὐτῷ, καὶ τῷ ἑτέρῳ ποδὶ ἐπὶ κρανίου βέβηκε βοός. [4] βουσὶ γὰρχαίρειν μάλιστα Ἀπόλλωνα Ἀλκαῖός τε ἐδήλωσεν ἐν ὕμνῳ τῷ ἐς Ἑρμῆν, γράψας ὡς ὁἙρμῆς βοῦς ὑφέλοιτο τοῦ Ἀπόλλωνος, καὶ ἔτι πρότερον ἢ Ἀλκαῖον γενέσθαιπεποιημένα ἦν Ὁμήρῳ βοῦς Ἀπόλλωνα Λαομέδοντος ἐπὶ μισθῷ νέμειν: Ποσειδῶνιπεριέθηκεν ἐν Ἰλιάδι τὰ ἔπη, [5] “ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα, εὐρύ τε καὶ μάλα καλόν, ἵν᾽ ἄρρηκτος πόλις εἴη: Φοῖβε, σὺ δ᾽ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες. ”Hom. Il. 21.446-448τὰ μὲν δὴ ἐς τὸ κρανίον τοῦ βοὸς ἐπὶ τοιῷδε ἄν τις εἰκάσειεπεποιῆσθαι: ἔστι δὲ ἐν ὑπαίθρῳ τῆς ἀγορᾶς ἄγαλμά τε Ἀθηνᾶς καὶ πρὸ αὐτοῦΠατρέως τάφος. [6] ἔχεται δὲ τῆς ἀγορᾶς τὸ Ὠιδεῖον, καὶ Ἀπόλλων ἐνταῦθα ἀνάκειται θέας ἄξιος:ἐποιήθη δὲ ἀπὸ λαφύρων, ἡνίκα ἐπὶ τὸν στρατὸν τῶν Γαλατῶν οἱ Πατρεῖς ἤμυνανΑἰτωλοῖς Ἀχαιῶν μόνοι. κεκόσμηται δὲ καὶ ἐς ἄλλα τὸ Ὠιδεῖον ἀξιολογώτατα τῶν ἐνἝλλησι, πλήν γε δὴ τοῦ Ἀθήνῃσι: τοῦτο γὰρ μεγέθει τε καὶ ἐς τὴν πᾶσαν ὑπερῆρκεκατασκευήν, ἀνὴρ δὲ Ἀθηναῖος ἐποίησεν Ἡρώδης ἐς μνήμην ἀποθανούσης γυναικός.ἐμοὶ δὲ ἐν τῇ Ἀτθίδι συγγραφῇ τὸ ἐς τοῦτο παρείθη τὸ Ὠιδεῖον, ὅτι πρότερον ἔτιἐξείργαστό μοι τὰ ἐς Ἀθηναίους ἢ ὑπῆρκτο Ἡρώδης τοῦ οἰκοδομήματος. [7] ἐνΠάτραις δὲ ἰόντι ἐκ τῆς ἀγορᾶς, ᾗ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, πύλη κατὰ τὴν ἔξοδόνἐστι ταύτην, καὶ ἐπιθήματα ἐπὶ τῆς πύλης ἀνδριάντες εἰσὶν ἐπίχρυσοι, Πατρεύς τε καὶΠρευγένης καὶ Ἀθερίων, οἳ Πατρέως ἡλικίαν παιδὸς ἔχοντος καὶ αὐτοὶ παῖδές εἰσι.τῆς δὲ ἀγορᾶς ἄντικρυς κατὰ ταύτην τὴν διέξοδον τέμενός ἐστιν Ἀρτέμιδος καὶ ναὸςΛιμνάτιδος. [8] ἐχόντων δὲ ἤδη Λακεδαίμονα καὶ Ἄργος Δωριέων, ὑφελέσθαιΠρευγένην τῆς Λιμνάτιδος τὸ ἄγαλμα κατὰ ὄψιν ὀνείρατος λέγουσιν ἐκ Σπάρτης,κοινωνῆσαι δὲ αὐτῷ τοῦ ἐγχειρήματος τῶν δούλων τὸν εὐνούστατον. τὸ δὲ ἄγαλμα τὸἐκ τῆς Λακεδαίμονος τὸν μὲν ἄλλον χρόνον ἔχουσιν ἐν Μεσόᾳ, ὅτι καὶ ἐξ ἀρχῆς ὑπὸτοῦ Πρευγένους ἐς τοῦτο ἐκομίσθη τὸ χωρίον: ἐπειδὰν δὲ τῇ Λιμνάτιδι τὴν ἑορτὴνἄγωσι, τῆς θεοῦ τις τῶν οἰκετῶν ἐκ Μεσόας ἔρχεται τὸ ξόανον κομίζων τὸ ἀρχαῖον ἐςτὸ τέμενος τὸ ἐν τῇ πόλει. [9] τούτου δὲ τοῦ τεμένους ἐστὶ καὶ ἄλλα τοῖς Πατρεῦσινἱερά: πεποίηται δὲ ταῦτα οὐκ ἐν ὑπαίθρῳ, ἀλλὰ ἔσοδος ἐς αὐτὰ διὰ τῶν στοῶν ἐστι.τὸ μὲν δὴ ἄγαλμα τοῦ Ἀσκληπιοῦ, πλὴν ἐσθῆτος, λίθου τὰ ἄλλα: Ἀθηνᾶ δὲἐλέφαντος εἴργασται καὶ χρυσοῦ. πρὸ δὲ τῆς Ἀθηνᾶς τοῦ ἱεροῦ Πρευγένους μνῆμάἐστιν: ἐναγίζουσι δὲ καὶ τῷ Πρευγένει κατὰ ἔτος, ὡσαύτω; δὲ καὶ Πατρεῖ, τὴν ἑορτὴντῇ Λιμνάτιδι ἄγοντες. τοῦ θεάτρου δὲ οὐ πόρρω Νεμέσεως ναὸς καὶ ἕτερός ἐστινἈφροδίτης: μεγέθει μεγάλα λίθου λευκοῦ τὰ ἀγάλματα. 21. καὶ Διονύσου κατὰ τοῦτο τῆς πόλεώς ἐστιν ἱερὸν ἐπίκλησιν Καλυδωνίου:μετεκομίσθη γὰρ καὶ τοῦ Διονύσου τὸ ἄγαλμα ἐκ Καλυδῶνος. ὅτε δὲ ᾠκεῖτο ἔτιΚαλυδών, ἄλλοι τε Καλυδωνίων ἐγένοντο ἱερεῖς τῷ θεῷ καὶ δὴ καὶ Κόρεσος, ὃνἀνθρώπων μάλιστα ἐπέλαβεν ἄδικα ἐξ ἔρωτος παθεῖν. ἤρα μὲν Καλλιρόηςπαρθένου: ὁπόσον δὲ ἐς Καλλιρόην ἔρωτος Κορέσῳ μετῆν, τοσοῦτο εἶχεν ἀπεχθείαςἐς αὐτὸν ἡ παρθένος. [2] ὡς δὲ τοῦ Κορέσου δεήσεις τε ποιουμένου πάσας καὶ δώρωνὑποσχέσεις παντοίας οὐκ ἐνετρέπετο ἡ γνώμη τῆς παρθένου, ἐκομίζετο ἱκέτης ἤδηπαρὰ τοῦ Διονύσου τὸ ἄγαλμα. ὁ δὲ ἤκουσέ τε εὐχομένου τοῦ ἱερέως καὶ οἱΚαλυδώνιοι τὸ παραυτίκα ὥσπερ ὑπὸ μέθης ἐγίνοντο ἔκφρονες καὶ ἡ τελευτὴ σφᾶςπαραπλῆγας ἐπελάμβανε. καταφεύγουσιν οὖν ἐπὶ τὸ χρηστήριον τὸ ἐν Δωδώνῃ: τοῖςγὰρ τὴν ἤπειρον ταύτην οἰκοῦσι, τοῖς τε Αἰτωλοῖς καὶ τοῖς προσχώροις αὐτῶνἈκαρνᾶσι καὶ Ἠπειρώταις, αἱ πέλειαι καὶ τὰ ἐκ τῆς δρυὸς μαντεύματα μετέχεινμάλιστα ἐφαίνετο ἀληθείας. [3] τότε δὲ τὰ χρησθέντα ἐκ Δωδώνης Διονύσου μὲνἔλεγεν εἶναι τὸ μήνιμα, ἔσεσθαι δὲ οὐ πρότερον λύσιν πρὶν ἢ θύσῃ τῷ ΔιονύσῳΚόρεσος ἢ αὐτὴν Καλλιρόην ἢ τὸν ἀποθανεῖν ἀντ᾽ ἐκείνης τολμήσαντα. ὡς δὲ οὐδὲνἐς σωτηρίαν εὑρίσκετο ἡ παρθένος, δεύτερα ἐπὶ τοὺς θρεψαμένους καταφεύγει:ἁμαρτάνουσα δὲ καὶ τούτων, ἐλείπετο οὐδὲν ἔτι ἢ αὐτὴν φονεύεσθαι. [4]προεξεργασθέντων δὲ ὁπόσα ἐς τὴν θυσίαν ἄλλα ἐκ Δωδώνης μεμαντευμένα ἦν, ἡμὲν ἱερείου τρόπον ἦκτο ἐπὶ τὸν βωμόν, Κόρεσος δὲ ἐφειστήκει μὲν τῇ θυσίᾳ, τῷ δὲἔρωτι εἴξας καὶ οὐ τῷ θυμῷ ἑαυτὸν ἀντὶ Καλλιρόης διεργάζεται. ὁ μὲν δὴ ἀπέδειξενἔργον ἀνθρώπων ὧν ἴσμεν διατεθεὶς ἐς ἔρωτα ἀπλαστότατα: [5] Καλλιρόη τε ὡςΚόρεσον τεθνεῶτα εἶδεν, μετέπεσε τῇ παιδὶ ἡ γνώμη, καὶ—ἐσῄει γὰρ αὐτὴν Κορέσουτε ἔλεος καὶ ὅσα ἐς αὐτὸν εἴργασται αἰδώς—ἀπέσφαξέ τε αὑτὴν ἐς τὴν πηγήν, τοῦλιμένος ἣ ἐν Καλυδῶνί ἐστιν οὐ πόρρω τοῦ λιμένος, καὶ ἀπ᾽ ἐκείνης οἱ ἔπειταἄνθρωποι Καλλιρόην τὴν πηγὴν καλοῦσι. [6] τοῦ θεάτρου δὲ ἐγγὺς πεποίηται Πατρεῦσι γυναικὸς ἐπιχωρίας τέμενος. Διονύσου δέἐστιν ἐνταῦθα ἀγάλματα, ἴσοι τε τοῖς ἀρχαίοις πολίσμασι καὶ ὁμώνυμοι: Μεσατεὺςγὰρ καὶ Ἀνθεύς τε καὶ Ἀροεύς ἐστιν αὐτοῖς τὰ ὀνόματα. ταῦτα τὰ ἀγάλματα ἐν τῇΔιονύσου τῇ ἑορτῇ κομίζουσιν ἐς τὸ ἱερὸν τοῦ Αἰσυμνήτου: τὸ δὲ ἱερὸν τοῦτο ἐς τὰ ἐπὶθαλάσσῃ τῆς πόλεως ἐρχομένοις ἔστιν ἐκ τῆς ἀγορᾶς ἐν δεξιᾷ τῆς ὁδοῦ. [7] ἀπὸ δὲτοῦ Αἰσυμνήτου κατωτέρω ἰόντι ἄλλο ἱερὸν καὶ ἄγαλμα λίθου: καλεῖται μὲνΣωτηρίας, ἱδρύσασθαι δὲ αὐτὸ ἐξ ἀρχῆς ἀποφυγόντα φασὶ τὴν μανίαν Εὐρύπυλον.πρὸς δὲ τῷ λιμένι Ποσειδῶνός τε ναὸς καὶ ἄγαλμά ἐστιν ὀρθὸν λίθου. Ποσειδῶνι δὲπαρὲξ ἢ ὁπόσα ὀνόματα ποιηταῖς πεποιημένα ἐστὶν ἐς ἐπῶν κόσμον καὶ ἰδίᾳ σφίσινἐπιχώρια ὄντα ἕκαστοι τίθενται, τοσαίδε ἐς ἅπαντας γεγόνασιν ἐπικλήσεις αὐτῷ,Πελαγαῖος καὶ Ἀσφάλιός τε καὶ Ἵππιος. [8] ὠνομάσθαι δὲ Ἵππιον τὸν θεὸν πείθοιτομὲν ἄν τις καὶ ἐπ᾽ αἰτίαις ἄλλαις: ἐγὼ δὲ εὑρετὴν ἱππικῆς ὄντα ἀπὸ τούτου σχεῖν καὶτὸ ὄνομα εἰκάζω. Ὅμηρος μέν γε ἐν ἵππων ἄθλοις Μενελάῳ κατὰ τοῦ θεοῦ τούτουπρόκλησιν περιέθηκεν ὅρκου:“ἵππων ἁψάμενος, γαιήοχον ἐννοσίγαιον ὄμνυθι μηδὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι. ”Hom. Il. 23.584-585 [9] Πάμφως δέ, ὃς Ἀθηναίοις τοὺς ἀρχαιοτάτους τῶν ὕμνωνἐποίησεν, εἶναί φησι τὸν Ποσειδῶνα“ἵππων τε δωτῆρα νεῶν τ᾽ ἰθυκρηδέμνων. ”Pamphos, work unknownοὕτω διὰ τὴν ἱππικὴν καὶ οὐκ ἀπὸ ἑτέρας προφάσεως τὸὄνομα ἔσχηκεν. [10] ἐν Πάτραις δὲ οὐ πολὺ ἀπωτέρω τοῦ Ποσειδῶνος ἱερά ἐστιν Ἀφροδίτης: τὸ δὲ ἕτεροντῶν ἀγαλμάτων γενεᾷ πρότερον ἢ κατ᾽ ἐμὲ ἁλιεῖς ἄνδρες ἀνείλκυσαν ἐν δικτύῳ. ἔστιδὲ καὶ ἀγάλματα τοῦ λιμένος ἐγγυτάτω χαλκοῦ πεποιημένα Ἄρεως, τὸ δὲἈπόλλωνος: καὶ Ἀφροδίτης, ἧς καὶ πρὸς τῷ λιμένι δὲ ἐστὶ τέμενος, λίθου μὲνπρόσωπον καὶ ἄκραι χεῖρες καὶ πόδες, ξύλου δὲ τὰ λοιπὰ εἴργασται. [11] ἔστι δέ σφισικαὶ ἄλσος ἐπὶ θαλάσσῃ, δρόμους τε ἐπιτηδειοτάτους καὶ ἐς τἄλλα δίαιταν ἡδεῖαν ὥρᾳπαρεχόμενον θερινῇ. ἐν τούτῳ τῷ ἄλσει καὶ ναοὶ θεῶν, Ἀπόλλωνος, ὁ δὲ Ἀφροδίτης:πεποίηται λίθου καὶ τούτοις τὰ ἀγάλματα. τοῦ δὲ ἄλσους ἱερὸν ἔχεται Δήμητρος:αὕτη μὲν καὶ ἡ παῖς ἑστᾶσι, τὸ δὲ ἄγαλμα τῆς Γῆς ἐστι καθήμενον. [12] πρὸ δὲ τοῦἱεροῦ τῆς Δήμητρός ἐστι πηγή: ταύτης τὰ μὲν πρὸς τοῦ ναοῦ λίθων ἀνέστηκεναἱμασιά, κατὰ δὲ τὸ ἐκτὸς κάθοδος ἐς αὐτὴν πεποίηται. μαντεῖον δὲ ἐνταῦθά ἐστινἀψευδές, οὐ μὲν ἐπὶ παντί γε πράγματι, ἀλλὰ ἐπὶ τῶν καμνόντων. κάτοπτρονκαλῳδίῳ τῶν λεπτῶν δήσαντες καθιᾶσι, σταθμώμενοι μὴ πρόσω καθικέσθαι τῆςπηγῆς, ἀλλ᾽ ὅσον ἐπιψαῦσαι τοῦ ὕδατος τῷ κύκλῳ τοῦ κατόπτρου. τὸ δὲ ἐντεῦθενεὐξάμενοι τῇ θεῷ καὶ θυμιάσαντες ἐς τὸ κάτοπτρον βλέπουσι: τὸ δέ σφισι τὸννοσοῦντα ἤτοι ζῶντα ἢ καὶ τεθνεῶτα ἐπιδείκνυσι. [13] τούτῳ μὲν τῷ ὕδατι ἐς τοσοῦτομέτεστιν ἀληθείας, Κυανεῶν δὲ τῶν πρὸς Λυκίᾳ πλησιαίτατα χρηστήριονἈπόλλωνός ἐστι Θυρξέως: παρέχεται δὲ ὕδωρ τὸ πρὸς ταῖς Κυανέαις ἔσω ἐνιδόντατινὰ ἐς τὴν πηγὴν ὁμοίως πάντα ὁπόσα θέλει θεάσασθαι. ἐν Πάτραις δὲ πρὸς τῷἄλσει καὶ ἱερὰ δύο ἐστὶ Σαράπιδος: ἐν δὲ τῷ ἑτέρῳ πεποίηται μνῆμα Αἰγύπτου τοῦΒήλου. φυγεῖν δὲ ἐς τὴν Ἀρόην οἱ Πατρεῖς φασιν αὐτὸν τοῖς τε ἐς τοὺς παῖδαςπαθήμασι καὶ τὸ ὄνομα αὐτὸ πεφρικότα τοῦ Ἄργους καὶ ἐς πλέον τοῦ Δαναοῦ δείματι.[14] ἔστι δὲ καὶ ἱερὸν Πατρεῦσιν Ἀσκληπιοῦ: τοῦτο τὸ ἱερὸν ὑπὲρ τὴν ἀκρόπολιν τῶνπυλῶν ἐστιν ἐγγὺς αἳ ἐπὶ Μεσάτιν ἄγουσιν. αἱ δὲ γυναῖκές εἰσιν ἐν ταῖς Πάτραις ἀριθμὸν μὲν καὶ ἐς δὶς τῶν ἀνδρῶν: Ἀφροδίτηςδέ, εἴπερ ἄλλαις γυναιξί, μέτεστι καὶ ταύταις. βίος δὲ αὐτῶν ταῖς πολλαῖς ἐστιν ἀπὸτῆς βύσσου τῆς ἐν τῇ Ἤλιδι φυομένης: κεκρυφάλους τε γὰρ ἀπ᾽ αὐτῆς καὶ ἐσθῆταὑφαίνουσι τὴν ἄλλην. 22. Φαραὶ δέ, Ἀχαιῶν πόλις, τελοῦσι μὲν ἐς Πάτρας δόντος Αὐγούστου, ὁδὸς δὲ ἐς ΦαρὰςΠατρέων μὲν ἐκ τοῦ ἄστεως στάδιοι πεντήκοντά εἰσι καὶ ἑκατόν, ἀπὸ θαλάσσης δὲἄνω πρὸς ἤπειρον περὶ ἑβδομήκοντα. ποταμὸς δὲ ῥεῖ πλησίον Φαρῶν Πίερος, ὁ αὐτὸςἐμοὶ δοκεῖν ὃς καὶ τὰ Ὠλένου παρέξεισιν ἐρείπια, ὑπὸ ἀνθρώπων τῶν πρὸς θαλάσσῃκαλούμενος Πεῖρος. πρὸς δὲ τῷ ποταμῷ πλατάνων ἐστὶν ἄλσος, κοῖλαί τε ὑπὸπαλαιότητος αἱ πολλαὶ καὶ ἥκουσαι μεγέθους ἐς τοσοῦτο ὥστε καὶ ἑστιῶνται τῶνχηραμῶν ἐντός, καὶ ὁπόσοις ἂν κατὰ γνώμην ᾖ, καὶ ἐγκαθεύδουσι. [2] περίβολος δὲἀγορᾶς μέγας κατὰ τρόπον τὸν ἀρχαιότερόν ἐστιν ἐν Φαραῖς, Ἑρμοῦ δὲ ἐν μέσῃ τῇἀγορᾷ λίθου πεποιημένον ἄγαλμα ἔχον καὶ γένεια: ἑστηκὼς δὲ πρὸς αὐτῇ τῇ γῇπαρέχεται μὲν τὸ τετράγωνον σχῆμα, μεγέθει δέ ἐστιν οὐ μέγας. καὶ αὐτῷ καὶἐπίγραμμα ἔπεστιν, ἀναθεῖναι αὐτὸ Μεσσήνιον Σιμύλον: καλεῖται μὲν δὴ Ἀγοραῖος,παρὰ δὲ αὐτῷ καὶ χρηστήριον καθέστηκε. κεῖται δὲ πρὸ τοῦ ἀγάλματος ἑστία, λίθουκαὶ αὐτή, μολίβδῳ δὲ πρὸς τὴν ἑστίαν προσέχονται λύχνοι χαλκοῖ. [3] ἀφικόμενος οὖνπερὶ ἑσπέραν ὁ τῷ θεῷ χρώμενος λιβανωτόν τε ἐπὶ τῆς ἑστίας θυμιᾷ καὶ ἐμπλήσαςτοὺς λύχνους ἐλαίου καὶ ἐξάψας τίθησιν ἐπὶ τὸν βωμὸν τοῦ ἀγάλματος ἐν δεξιᾷνόμισμα ἐπιχώριον— καλεῖται δὲ χαλκοῦς τὸ νόμισμα—καὶ ἐρωτᾷ πρὸς τὸ οὖς τὸνθεὸν ὁποῖόν τι καὶ ἑκάστῳ τὸ ἐρώτημά ἐστι. τὸ ἀπὸ τούτου δὲ ἄπεισιν ἐκ τῆς ἀγορᾶςἐπιφραξάμενος τὰ ὦτα: προελθὼν δὲ ἐς τὸ ἐκτὸς τὰς χεῖρας ἀπέσχεν ἀπὸ τῶν ὤτων,καὶ ἧστινος ἂν ἐπακούσῃ φωνῆς, μάντευμα ἡγεῖται. [4] τοιαύτη καὶ Αἰγυπτίοις ἑτέραπερὶ τοῦ Ἄπιδος τὸ ἱερὸν μαντεία καθέστηκεν: ἐν Φαραῖς δὲ καὶ ὕδωρ ἱερόν ἐστι τοῦἙρμοῦ: Ἑρμοῦ νᾶμα μὲν τῇ πηγῇ τὸ ὄνομα, τοὺς δὲ ἰχθῦς οὐχ αἱροῦσιν ἐξ αὐτῆς,ἀνάθημα εἶναι τοῦ θεοῦ νομίζοντες. ἑστήκασι δὲ ἐγγύτατα τοῦ ἀγάλματοςτετράγωνοι λίθοι τριάκοντα μάλιστα ἀριθμόν: τούτους σέβουσιν οἱ Φαρεῖς, ἑκάστῳθεοῦ τινὸς ὄνομα ἐπιλέγοντες. τὰ δὲ ἔτι παλαιότερα καὶ τοῖς πᾶσιν Ἕλλησι τιμὰςθεῶν ἀντὶ ἀγαλμάτων εἶχον ἀργοὶ λίθοι. [5] Φαρεῦσι δὲ ὅσον πέντε σταδίους καὶ δέκαἀπωτέρω τῆς πόλεώς ἐστιν ἄλσος Διοσκούρων. δάφναι μάλιστα ἐν αὐτῷ πεφύκασι,ναὸς δὲ οὐκ ἦν ἐν αὐτῷ οὐδὲ ἀγάλματα: κομισθῆναι δὲ οἱ ἐπιχώριοί φασιν ἐς Ῥώμηντὰ ἀγάλματα. ἐν Φαραῖς δὲ ἐν τῷ ἄλσει βωμὸς λίθων λογάδων ἐστί. πυθέσθαι δὲ οὐκεἶχον εἰ ὁ Φάρης ὁ Φυλοδαμείας τῆς Δαναοῦ σφισιν ἢ ὁμώνυμος ἐκείνῳ τις ἐγένετοοἰκιστής. [6] Τρίτεια δέ, Ἀχαιῶν καὶ αὕτη πόλις, ἐν μεσογαίῳ μὲν ᾤκισται, τελοῦσι δὲ ἐς Πάτραςκαὶ αὐτοὶ βασιλέως δόντος: στάδιοι δὲ ἐς Τρίτειαν εἴκοσί τε καὶ ἑκατόν εἰσιν ἐκΦαρῶν. πρὶν δὲ ἢ ἐς τὴν πόλιν ἐσελθεῖν, μνῆμά ἐστι λευκοῦ λίθου, θέας καὶ ἐς τὰἄλλα ἄξιον καὶ οὐχ ἥκιστα ἐπὶ ταῖς γραφαῖς αἵ εἰσιν ἐπὶ τοῦ τάφου, τέχνη Νικίου:θρόνος τε ἐλέφαντος καὶ γυνὴ νέα καὶ εἴδους εὖ ἔχουσα ἐπὶ τῷ θρόνῳ, θεράπαινα δὲαὐτῇ προσέστηκε σκιάδιον φέρουσα: [7] καὶ νεανίσκος ὀρθὸς οὐκ ἔχων πω γένειά ἐστιχιτῶνα ἐνδεδυκὼς καὶ χλαμύδα ἐπὶ τῷ χιτῶνι φοινικῆν: παρὰ δὲ αὐτὸν οἰκέτηςἀκόντια ἔχων ἐστὶ καὶ ἄγει κύνας ἐπιτηδείας θηρεύουσιν ἀνθρώποις. πυθέσθαι μὲνδὴ τὰ ὀνόματα αὐτῶν οὐκ εἴχομεν: ταφῆναι δὲ ἄνδρα καὶ γυναῖκα ἐν κοινῷ παρίστατοἅπασιν εἰκάζειν. [8] Τριτείας δὲ οἰκιστὴν οἱ μὲν Κελβίδαν γενέσθαι λέγουσιν,ἀφικόμενον δὲ ἐκ Κύμης τῆς ἐν Ὀπικοῖς: οἱ δὲ ὡς Ἄρης συγγένοιτο Τριτείᾳ θυγατρὶΤρίτωνος, ἱερᾶσθαι δὲ τῆς Ἀθηνᾶς τὴν παρθένον, Μελάνιππον δὲ παῖδα Ἄρεως καὶΤριτείας οἰκίσαι τε ὡς ηὐξήθη τὴν πόλιν καὶ θέσθαι τὸ ὄνομα ἀπὸ τῆς μητρός. [9] ἐνΤριτείᾳ δὲ ἔστι μὲν ἱερὸν καλουμένων Μεγίστων θεῶν, ἀγάλματα δέ σφισι πηλοῦπεποιημένα: τούτοις κατὰ ἔτος ἑορτὴν ἄγουσιν, οὐδέν τι ἀλλοίως ἢ καὶ τῷ Διονύσῳδρῶσιν Ἕλληνες. ἔστι δὲ καὶ Ἀθηνᾶς ναός, τὸ δὲ ἄγαλμα λίθου τὸ ἐφ᾽ ἡμῶν: τὸ δὲἀρχαῖον ἐς Ῥώμην, καθὰ οἱ Τριταιεῖς λέγουσιν, ἐκομίσθη. θύειν δὲ οἱ ἐνταῦθα καὶἌρει καὶ τῇ Τριτείᾳ νομίζουσιν. [10] αἵδε μὲν οὖν θαλάσσης τέ εἰσιν ἀπωτέρω πόλεις καὶ ἠπειρώτιδες βεβαίως: πλέοντι δὲἐς Αἴγιον ἐκ Πατρῶν ἄκρα πρῶτόν ἐστιν ὀνομαζομένη Ῥίον, σταδίους δὲ Πατρῶνπεντήκοντα ἀπέχουσα, λιμὴν δὲ ὁ Πάνορμος σταδίοις πέντε καὶ δέκα ἀπωτέρω τῆςἄκρας. τοσούτους δὲ ἀφέστηκεν ἑτέρους ἀπὸ Πανόρμου τὸ Ἀθηνᾶς καλούμενοντεῖχος. ἐς δὲ λιμένα Ἐρινεὸν ἐξ Ἀθηνᾶς τείχους παράπλους ἐνενήκοντά εἰσι στάδιοι,ἑξήκοντα δὲ ἐς Αἴγιον ἀπὸ τοῦ Ἐρινεοῦ: ὁδὸς δὲ ἡ πεζὴ σταδίους τεσσαράκονταμάλιστα ἐς τὸν ἀριθμὸν ἀποδεῖ τὸν εἰρημένον. [11] οὐ πόρρω δὲ τοῦ Πατρέων ἄστεως ποταμός τε ὁ Μείλιχος καὶ τὸ ἱερὸν τῆς Τρικλαρίαςἐν ὧ ἐστίν, ἄγαλμα οὐδὲν ἔτι ἔχον. τοῦτο μὲν δή ἐστιν ἐν δεξιᾷ, προελθόντι δὲ ἀπὸτοῦ Μειλίχου ποταμός ἐστιν ἄλλος: ὄνομα μὲν τῷ ποταμῷ Χάραδρος, ὥρᾳ δὲ ἦροςπίνοντα ἐξ αὐτοῦ τὰ βοσκήματα ὀφείλει τίκτειν ἄρρενα ὡς τὰ πλείω συμβαίνει, καὶτοῦδε ἕνεκα οἱ νομεῖς ἑτέρωσε αὐτὰ τῆς χώρας μεθιστᾶσι πλήν γε δὴ τὰς βοῦς:ταύτας δὲ αὐτοῦ καταλείπουσιν ἐπὶ τῷ ποταμῷ, διότι καὶ πρὸς θυσίας οἱ ταῦροί σφισικαὶ ἐς τὰ ἔργα ἐπιτηδειότεροι θηλειῶν βοῶν εἰσιν, ἐπὶ δὲ τοῖς ἄλλοις κτήνεσι τὸ θῆλυἐπὶ πλέον τετίμηται. 23. μετὰ δὲ τὸν Χάραδρον ἐρείπια οὐκ ἐπιφανῆ πόλεώς ἐστιν Ἀργυρᾶς, καὶ πηγή τεἈργυρᾶ ἐν δεξιᾷ τῆς λεωφόρου καὶ Σέλεμνος ποταμὸς κατιὼν ἐς θάλασσαν. λόγος δὲτῶν ἐπιχωρίων ἐς αὐτόν ἐστι, Σέλεμνον μειράκιον ὡραῖον ποιμαίνειν ἐνταῦθα,Ἀργυρᾶν δὲ εἶναι μὲν τῶν ἐν θαλάσσῃ νυμφῶν, ἐρασθεῖσαν δὲ αὐτὴν Σελέμνουφοιτᾶν τε ὡς αὐτόν φασιν ἐκ θαλάσσης ἀνιοῦσαν, καὶ καθεύδειν παρ᾽ αὐτῷ: [2] μετὰδὲ οὐ πολὺν χρόνον οὔτε ὡραῖος ἔτι ἐφαίνετο Σέλεμνος οὔτε ὡς αὐτὸν φοιτήσεινἔμελλεν ἡ νύμφη, Σέλεμνον δὲ μονωθέντα Ἀργυρᾶς καὶ τελευτήσαντα ὑπὸ τοῦἔρωτος ἐποίησεν Ἀφροδίτη ποταμόν. λέγω δὲ τὰ ὑπὸ Πατρέων λεγόμενα. καὶ—ἤραγὰρ καὶ ὕδωρ γενόμενος Ἀργυρᾶς, καθότι ἔχει καὶ ἐπὶ τῷ Ἀλφειῷ λόγος Ἀρεθούσηςἔτι ἐρᾶν αὐτόν—δωρεῖται καὶ τῷδε Ἀφροδίτη Σέλεμνον: [3] ἐς λήθην ἄγει τὸνποταμὸν Ἀργυρᾶς. ἤκουσα δὲ καὶ ἄλλον ἐπ᾽ αὐτῷ λόγον, τὸ ὕδωρ τοῦ Σελέμνουσύμφορον καὶ ἀνδράσιν εἶναι καὶ γυναιξὶν ἐς ἔρωτος ἴαμα, λουομένοις ἐν τῷ ποταμῷλήθην ἔρωτος γίνεσθαι. εἰ δὲ μέτεστιν ἀληθείας τῷ λόγῳ, τιμιώτερον χρημάτωνπολλῶν ἐστιν ἀνθρώποις τὸ ὕδωρ τοῦ Σελέμνου. [4] ἀπωτέρω δὲ Ἀργυρᾶς ποταμός ἐστιν ὀνομαζόμενος Βολιναῖος, καὶ πόλις ποτὲ ᾠκεῖτοπρὸς αὐτῷ Βολίνα. παρθένου δὲ ἐρασθῆναι Βολίνης Ἀπόλλωνα, τὴν δὲ φεύγουσαν ἐςτὴν ταύτῃ φασὶν ἀφεῖναι θάλασσαν αὑτήν, καὶ ἀθάνατον γενέσθαι χάριτι τοῦἈπόλλωνος. ἐφεξῆς δὲ ἄκρα τε ἐς τὴν θάλασσαν ἔχει, καὶ ἐπ᾽ αὐτῇ λέγεται λόγος ὡςΚρόνος τῆς θαλάσσης ἐνταῦθα ἔρριψε τὸ δρέπανον, ᾧ τὸν πατέρα Οὐρανὸνἐλυμήνατο: ἐπὶ τούτῳ δὲ καὶ τὴν ἄκραν Δρέπανον ὀνομάζουσιν. ὀλίγον δὲ ὑπὲρ τὴνλεωφόρον Ῥυπῶν ἐστι τὰ ἐρείπια: σταδίους δὲ Αἴγιον περὶ τοὺς τριάκοντα ἀπέχειῬυπῶν. [5] Αἰγίου δὲ τὴν χώραν διέξεισι μὲν ποταμὸς Φοῖνιξ, διέξεισι δὲ καὶ ἕτερος Μειγανίτας,ἐς θάλασσαν ῥέοντες. στοὰ δὲ τῆς πόλεως πλησίον ἐποιήθη Στράτωνι ἀθλητῇ,Ὀλυμπίασιν ἐπὶ ἡμέρας τῆς αὐτῆς παγκρατίου καὶ πάλης ἀνελομένῳ νίκας. αὕτη μὲνἐγγυμνάζεσθαι τούτῳ τῷ ἀνδρὶ ἐποιήθη: Αἰγιεῦσι δὲ Εἰλειθυίας ἱερόν ἐστιν ἀρχαῖον,καὶ ἡ Εἰλείθυια ἐς ἄκρους ἐκ κεφαλῆς τοὺς πόδας ὑφάσματι κεκάλυπται λεπτῷ,ξόανον πλὴν προσώπου τε καὶ χειρῶν ἄκρων καὶ ποδῶν, ταῦτα δὲ τοῦ [6]Πεντελησίου λίθου πεποίηται: καὶ ταῖς χερσὶ τῇ μὲν ἐς εὐθὺ ἐκτέταται, τῇ δὲ ἀνέχειδᾷδα. Εἰλειθυίᾳ δὲ εἰκάσαι τις ἂν εἶναι δᾷδας, ὅτι γυναιξὶν ἐν ἴσῳ καὶ πῦρ εἰσιν αἱὠδῖνες: ἔχοιεν δ᾽ ἂν λόγον καὶ ἐπὶ τοιῷδε αἱ δᾷδες, ὅτι Εἰλείθυιά ἐστιν ἡ ἐς φῶςἄγουσα τοὺς παῖδας. ἔργον δὲ τοῦ Μεσσηνίου Δαμοφῶντός ἐστι τὸ ἄγαλμα. [7] τῆς δὲ Εἰλειθυίας οὐ μακρὰν Ἀσκληπιοῦ τέ ἐστι τέμενος καὶ ἀγάλματα Ὑγείας καὶἈσκληπιοῦ: ἰαμβεῖον δὲ ἐπὶ τῷ βάθρῳ τὸν Μεσσήνιον Δαμοφῶντα εἶναι τὸνεἰργασμένον φησίν. ἐν τούτῳ τοῦ Ἀσκληπιοῦ τῷ ἱερῷ ἐς ἀντιλογίαν ἀφίκετο ἀνήρ μοιΣιδόνιος, ὃς ἐγνωκέναι τὰ ἐς τὸ θεῖον ἔφασκε Φοίνικας καὶ τά τε ἄλλα Ἑλλήνωνβέλτιον καὶ δὴ καὶ Ἀσκληπιῷ πατέρα μὲν σφᾶς Ἀπόλλωνα ἐπιφημίζειν, θνητὴν δὲγυναῖκα οὐδεμίαν μητέρα: [8] Ἀσκληπιὸν μὲν γὰρ ἀέρα γένει τε ἀνθρώπων εἶναι καὶπᾶσιν ὁμοίως ζῴοις ἐπιτήδειον πρὸς ὑγίειαν, Ἀπόλλωνα δὲ ἥλιον, καὶ αὐτὸνὀρθότατα Ἀσκληπιῷ πατέρα ἐπονομάζεσθαι, ὅτι ἐς τὸ ἁρμόζον ταῖς ὥραιςποιούμενος ὁ ἥλιος τὸν δρόμον μεταδίδωσι καὶ τῷ ἀέρι ὑγιείας. ἐγὼ δὲ ἀποδέχεσθαιμὲν τὰ εἰρημένα, οὐδὲν δέ τι Φοινίκων μᾶλλον ἢ καὶ Ἑλλήνων ἔφην τὸν λόγον, ἐπεὶκαὶ ἐν Τιτάνῃ τῆς Σικυωνίων τὸ αὐτὸ ἄγαλμα Ὑγείαν τε ὀνομάζεσθαι καὶ †παιδὶ ἦνδῆλα ὡς τὸν ἡλιακὸν δρόμον ἐπὶ γῆς ὑγίειαν ποιοῦντα ἀνθρώποις. [9] Αἰγιεῦσι δὲ Ἀθηνᾶς τε ναὸς καὶ Ἥρας ἐστὶν ἄλσος. Ἀθηνᾶς μὲν δὴ δύο ἀγάλματαλευκοῦ λίθου: τῆς δὲ Ἥρας τὸ ἄγαλμα ὅτι μὴ γυναιξίν, ἣ ἂν τὴν ἱερωσύνην ἔχῃ, ἄλλῳγε δὴ οὐδενὶ ἔστι θεάσασθαι. Διονύσου δὲ πρὸς τῷ θεάτρῳ πεποίηταί σφισιν ἱερὸνκαὶ ἄγαλμα, οὐκ ἔχων πω γένεια. ἔστι δὲ καὶ Διὸς ἐπίκλησιν Σωτῆρος ἐν τῇ ἀγορᾷτέμενος καὶ ἀγάλματα ἐσελθόντων ἐν ἀριστερᾷ, χαλκοῦ μὲν ἀμφότερα, τὸ δὲ οὐκἔχον πω γένεια ἐφαίνετο ἀρχαιότερον εἶναί μοι. [10] ἐν δὲ οἰκήματι κατευθὺ τῆς ὁδοῦ,χαλκοῦ καὶ ταῦτα, ἔστι μὲν Ποσειδῶν καὶ Ἡρακλῆς, ἐστι δὲ Ζεύς τε καὶ Ἀθηνᾶ: θεοὺςδὲ σφᾶς καλοῦσιν ἐξ Ἄργους, ὡς μὲν ὁ Ἀργείων ἔχει λόγος, ὅτι ἐποιήθησαν ἐν τῇπόλει τῇ Ἀργείων, ὡς δὲ αὐτοὶ λέγουσιν οἱ Αἰγιεῖς, παρακαταθήκη σφίσιν ὑπὸἈργείων ἐδόθη τὰ ἀγάλματα. [11] καὶ αὐτοῖς καὶ τάδε ἔτι προσταχθῆναί φασιν,ἑκάστῃ τοῖς ἀγάλμασιν ἡμέρᾳ θύειν: αὐτοὶ δὲ σόφισμα εὑρόντες θύειν μὲν πλεῖσταὅσα, κατευωχουμένοις δὲ τὰ ἱερεῖα ἐν κοινῷ ἀνάλωμα οὐδὲν ἐς αὐτὰ γίνεσθαι: τέλοςδὲ ἀπαιτεῖσθαι ὑπὸ τῶν Ἀργείων καὶ αὐτοὺς τὰ ἐς τὰς θυσίας ἀναλούμενα ἀπαιτεῖν:τοὺς δὲ—οὐ γὰρ ἔχειν ἐκτῖσαι—καταλιπεῖν σφισιν αὐτοὺς τὰ ἀγάλματα. 24. Αἰγιεῦσι δὲ ἔστι μὲν πρὸς τῇ ἀγορᾷ ναὸς Ἀπόλλωνι καὶ Ἀρτέμιδι ἐν κοινῷ, ἔστι δὲ ἐντῇ ἀγορᾷ ἱερὸν Ἀρτέμιδος, τοξευούσῃ δὲ εἴκασται, καὶ Ταλθυβίου τοῦ κήρυκος τάφος:κέχωσται δὲ τῷ Ταλθυβίῳ καὶ ἄλλο μνῆμα ἐν Σπάρτῃ, καὶ αὐτῷ αἱ πόλειςἐναγίζουσιν ἀμφότεραι. [2] πρὸς θαλάσσῃ δὲ Ἀφροδίτης ἱερὸν ἐν Αἰγίῳ καὶ μετ᾽ αὐτὸΠοσειδῶνος, Κόρης τε πεποίηται τῆς Δήμητρος καὶ τέταρτον Ὁμαγυρίῳ Διί. ἐνταῦθαΔιὸς καὶ Ἀφροδίτης ἐστὶ καὶ Ἀθηνᾶς ἀγάλματα: Ὁμαγύριος δὲ ἐγένετο τῷ Διὶἐπίκλησις, ὅτι Ἀγαμέμνων ἤθροισεν ἐς τοῦτο τὸ χωρίον τοὺς λόγου μάλιστα ἐν τῇἙλλάδι ἀξίους, μεθέξοντας ἐν κοινῷ βουλῆς καθ᾽ ὅντινα χρὴ τρόπον ἐπὶ ἀρχὴν τὴνΠριάμου στρατεύεσθαι. Ἀγαμέμνονι δὲ καὶ ἄλλα ἐστὶν ἐς ἔπαινον καὶ ὅτι τοῖς ἐξἀρχῆς ἀκολουθήσασι καὶ οὐδεμιᾶς ἐπελθούσης ὕστερον στρατιᾶς τήν τε Ἴλιονἐπόρθησε καὶ ὅσαι περίοικοι πόλεις ἦσαν. [3] ἐφεξῆς δὲ τῷ Ὁμαγυρίῳ Διὶ Παναχαιᾶςἐστι Δήμητρος. παρέχεται δὲ ὁ αἰγιαλός, ἐν ᾧ καὶ τὰ ἱερὰ Αἰγιεῦσίν ἐστι τὰ εἰρημένα,ὕδωρ ἄφθονον θεάσασθαί τε καὶ πιεῖν ἐκ πηγῆς ἡδύ. ἔστι δέ σφισι καὶ Σωτηρίαςἱερόν. ἰδεῖν μὲν δὴ τὸ ἄγαλμα οὐδενὶ πλὴν τῶν ἱερωμένων ἔστι, δρῶσι δὲ ἄλλατοιαῦτα: λαμβάνοντες παρὰ τῆς θεοῦ πέμματα ἐπιχώρια ἀφιᾶσιν ἐς θάλασσαν,πέμπειν δὲ τῇ ἐν Συρακούσαις Ἀρεθούσῃ φασὶν αὐτά. [4] ἔστι δὲ καὶ ἄλλα Αἰγιεῦσινἀγάλματα χαλκοῦ πεποιημένα, Ζεύς τε ἡλικίαν παῖς καὶ Ἡρακλῆς, οὐδὲ οὗτος ἔχωνπω γένεια, Ἀγελάδα τέχνη τοῦ Ἀργείου. τούτοις κατὰ ἔτος ἱερεῖς αἱρετοὶ γίνονται,καὶ ἑκάτερα τῶν ἀγαλμάτων ἐπὶ ταῖς οἰκίαις μένει τοῦ ἱερωμένου. τὰ δὲ ἔτιπαλαιότερα προεκέκριτο ἐκ τῶν παίδων ἱερᾶσθαι τῷ Διὶ ὁ νικῶν κάλλει: ἀρχομένωνδὲ αὐτῷ γενείων ἐς ἄλλον παῖδα ἡ ἐπὶ τῷ κάλλει μετῄει τιμή. ταῦτα μὲν οὕτωςἐνομίζετο: ἐς δὲ Αἴγιον καὶ ἐφ᾽ ἡμῶν ἔτι συνέδριον τὸ Ἀχαιῶν ἀθροίζεται, καθότι ἐςΘερμοπύλας τε καὶ ἐς Δελφοὺς οἱ Ἀμφικτύονες. [5] ἰόντι δὲ ἐς τὸ πρόσω Σελινοῦς τε ποταμὸς καὶ ἀπωτέρω τεσσαράκοντα Αἰγίουσταδίοις ἐπὶ θαλάσσῃ χωρίον ἐστὶν Ἑλίκη. ἐνταῦθα ᾤκητο Ἑλίκη πόλις καὶ Ἴωσινἱερὸν ἁγιώτατον Ποσειδῶνος ἦν Ἑλικωνίου. διαμεμένηκε δέ σφισι, καὶ ὡς ὑπὸ Ἀχαιῶνἐκπεσόντες ἐς Ἀθήνας καὶ ὕστερον ἐξ Ἀθηνῶν ἐς τὰ παραθαλάσσια ἀφίκοντο τῆςἈσίας, σέβεσθαι Ποσειδῶνα Ἑλικώνιον: καὶ Μιλησίοις τε ἰόντι ἐπὶ τὴν πηγὴν τὴνΒιβλίδα Ποσειδῶνος πρὸ τῆς πόλεώς ἐστιν Ἑλικωνίου βωμὸς καὶ ὡσαύτως ἐν Τέῳπερίβολός τε καὶ βωμός ἐστι τῷ Ἑλικωνίῳ θέας ἄξιος. [6] ἔστι δὲ καὶ Ὁμήρῳπεποιημένα ἐς Ἑλίκην καὶ τὸν Ἑλικώνιον Ποσειδῶνα. χρόνῳ δὲ ὕστερον Ἀχαιοῖς τοῖςἐνταῦθα, ἱκέτας ἄνδρας ἀποστήσασιν ἐκ τοῦ ἱεροῦ καὶ ἀποκτείνασιν, οὐκ ἐμέλλησετὸ μήνιμα ἐκ τοῦ Ποσειδῶνος, ἀλλὰ σεισμὸς ἐς τὴν χώραν σφίσιν αὐτίκα κατασκήψαςτῶν τε οἰκοδομημάτων τὴν κατασκευὴν καὶ ὁμοῦ τῇ κατασκευῇ καὶ αὐτὸ τῆς πόλεωςτὸ ἔδαφος ἀφανὲς ἐς τοὺς ἔπειτα ἐποίησε. [7] τὰ μὲν οὖν ἄλλα ἐπὶ τοῖς σεισμοῖς, ὅσοιμεγέθει τε ὑπερήρκασι καὶ ἐπὶ μήκιστον διικνοῦνται τῆς γῆς, προσημαίνειν ὁ θεὸςκατὰ τὰ αὐτὰ ὡς τὸ ἐπίπαν εἴωθεν—ἢ γὰρ ἐπομβρίαι συνεχεῖς ἢ αὐχμοὶ πρὸ τῶνσεισμῶν συμβαίνουσιν ἐπὶ χρόνον πλείονα, καὶ ὁ ἀὴρ παρὰ τὴν ἑκάστοτε τοῦ ἔτουςὥραν χειμῶνός τε γίνεται καυματωδέστερος καὶ ἐν θέρει μετὰ ἀχλύος μᾶλλον ὁκύκλος παρέχεται τοῦ ἡλίου τὴν χρόαν παρὰ τὸ εἰωθὸς ἤτοι ἐς τὸ ἐρυθρότερον ἢ καὶἡσυχῇ ῥέπουσαν ἐς τὸ μελάντερον: [8] τῶν τε ὑδάτων ὡς τὸ πολὺ ἐπιλείπουσιν αἱπηγαί, καὶ ἀνέμων ἔστιν οἷς ἐνέπεσον ἐς τὴν χώραν ἐμβολαὶ περιτρέπουσαι τὰδένδρα, καί που καὶ ἐν τῷ οὐρανῷ διαδρομαὶ σὺν πολλῇ τῇ φλογί, τὰ δὲ καὶ ἀστέρωνὤφθη σχήματα οὔτε ἐγνωσμένα ὑπὸ τῶν πρότερον καὶ μεγάλην τοῖς ὁρῶσινἐμποιοῦντα ἔκπληξιν, ἔτι δὲ καὶ τῆς γῆς κάτω πνευμάτων ὑπήχησις ἰσχυρά, ἄλλα τεπολλὰ ὁ θεὸς ἐπὶ τοῖς βιαίοις τῶν σεισμῶν ἐθέλει προενδείκνυσθαι: [9] —τῆς δὲκινήσεως αὐτῆς καθέστηκεν οὐχ εἷς τρόπος, ἀλλ᾽ οἱ φροντίσαντες τὰ τοιαῦτα ἐξἀρχῆς καὶ οἱ παρ᾽ ἐκείνων διδαχθέντες ἰδέας καταμαθεῖν ἐδυνήθησαν τοσάσδε ἐπὶτοῖς σεισμοῖς. ἠπιώτατος μέν ἐστιν αὐτῶν, ἢν δὴ ἐν κακῷ γε τοσούτῳ ῥᾳστώνηνἐνεῖναί τινα ἡγησώμεθα, ἐπειδὰν ὁμοῦ τῇ κινήσει τῇ ἀρξαμένῃ τὸ πρῶτον καὶ τῇ ἐς τὸἔδαφος τροπῇ τῶν οἰκοδομημάτων ἀντιστᾶσα ἐναντία κίνησις ἐξεγείρῃ τὰ ἤδητραπέντα, —καὶ ἐν τῇ τοιᾷδε ἰδέᾳ [10] τοῦ σεισμοῦ κίονας ὁρᾶν ἔστιν ἀνορθουμένουςοἳ ὀλίγου ἐδέησαν ἐς ἅπαν ἐκριφῆναι, καὶ ὁπόσα διέστη τοίχων συνερχόμενα ἐς τὸ ἐξἀρχῆς: δοκοὶ δέ, ὅσας ἐκτὸς ὀλισθεῖν ἐποίησεν ἡ κίνησις, ἐπανίασιν αὖθις ἐς τὰςἕδρας: ὡσαύτως δὲ καὶ ὀχετῶν κατασκευῆς καὶ εἰ δή τι ἄλλο ἐπὶ ὕδατος ῥοαῖςπροάγει, καὶ τούτων συνδεῖ τὰ διεσπασμένα μᾶλλον ἢ ἀνθρώπων τεκτόνων: —ὁ δὲ δὴδεύτερος τῶν σεισμῶν ἀπώλειάν τε τῶν ἑτοιμοτέρων φέρει καί, ἐφ᾽ ὅ τι ἂν βάλῃ τὴνὁρμήν, ἀνέκλινεν αὐτίκα τοῖς ἐς πολιορκίαν μηχανήμασιν ὁμοίως. [11] τὸν δὲ αὐτῶνὀλεθριώτατον τοιῷδέ τινι ἐθέλουσιν εἰκάζειν, τὸ ἐντὸς τοῦ ἀνθρώπου πνεῦμα εἰσυνεχεῖ πυρετῷ πυκνότερόν τε καὶ ὑπὸ πολλῆς ἄνω τῆς βίας ὠθοῖτο: τοῦτο δὲἀλλαχοῦ τε τοῦ σώματος ἐπισημαίνει καὶ ἐν ταῖς χερσὶν ὑπὸ ἑκάτερον μάλιστα τὸνκαρπόν. κατὰ ταὐτὰ οὖν καὶ τὸν σεισμὸν εἴτ᾽ εὐθὺ ὑποδύεσθαι τῶν οἰκοδομημάτωνκαὶ θεμέλια ἀναπάλλειν φασὶν αὐτόν, καθότι καὶ τὰ ἔργα τῶν σφαλάκων ἐκ μυχοῦτῆς γῆς ἀναπέμπεται: μόνη τε ἡ τοιαύτη κίνησις οὐδὲ τοῦ οἰκισθῆναί ποτε ὑπολείπεισημεῖα ἐν τῇ γῇ. [12] τότε δὲ ἰδέαν μὲν ταύτην ἐπὶ τῇ Ἑλίκῃ τοῦ σεισμοῦ τὴν ἐς τὸἔδαφος ἀνακινοῦσαν, σὺν δὲ αὐτῇ καὶ ἄλλο πῆμα τοιόνδε οἱ ἐπιγενέσθαι φασὶν ὥρᾳχειμῶνος. ἐπῆλθε γάρ σφισιν ἐπὶ πολὺ τῆς χώρας ἡ θάλασσα καὶ τὴν Ἑλίκηνπεριέλαβεν ἐν κύκλῳ πᾶσαν: καὶ δὴ καὶ τὸ ἄλσος τοῦ Ποσειδῶνος ἐπὶ τοσοῦτονἐπέσχεν ὁ κλύδων ὡς τὰ ἄκρα τῶν δένδρων σύνοπτα εἶναι μόνον. σείσαντος δὲἐξαίφνης τοῦ θεοῦ καὶ ὁμοῦ τῷ σεισμῷ τῆς θαλάσσης ἀναδραμούσης, καθείλκυσεναὔτανδρον τὸ κῦμα τὴν Ἑλίκην. [13] τοιοῦτό γε δὴ κατέλαβεν, καὶ ἕτερον τὴν ἰδέαν, ἐνΣιπύλῳ πόλιν ἐς χάσμα ἀφανισθῆναι: ἐξ ὅτου δὲ ἡ ἰδέα κατεάγη τοῦ ὄρους, ὕδωραὐτόθεν ἐρρύη, καὶ λίμνη τε ὀνομαζομένη Σαλόη τὸ χάσμα ἐγένετο καὶ ἐρείπιαπόλεως δῆλα ἦν ἐν τῇ λίμνῃ, πρὶν ἢ τὸ ὕδωρ ἀπέκρυψεν αὐτὰ τοῦ χειμάρρου. σύνοπταδὲ καὶ Ἑλίκης ἐστὶ τὰ ἐρείπια, οὐ μὴν ἔτι γε ὁμοίως, ἅτε ὑπὸ τῆς ἅλμης λελυμασμένα.25. τὸ δὲ τοῦ Ἱκεσίου μήνιμα πάρεστι μὲν τοῖς ἐς τὴν Ἑλίκην, πάρεστι δὲ καὶ ἄλλοιςδιδαχθῆναι πολλοῖς ὡς ἔστιν ἀπαραίτητον: φαίνεται δὲ καὶ ὁ θεὸς παραινῶν ὁ ἐνΔωδώνῃ νέμειν ἐς ἱκέτας αἰδῶ. Ἀθηναίοις γὰρ ἐπὶ ἡλικίας μάλιστα τῆς Ἀφείδαντοςἀφίκετο παρὰ τοῦ ἐν Δωδώνῃ Διὸς τὰ ἔπη τάδε: “φράζεο δ᾽ Ἄρειόν τε πάγον βωμούςτε θυώδεις Εὐμενίδων, ὅθι χρὴ Λακεδαιμονίους σ᾽ ἱκετεῦσαι δουρὶ πιεζομένους. τοὺς μὴ σὺ κτεῖνε σιδήρῳ, μηδ᾽ ἱκέτας ἀδικεῖν: ἱκέται δ᾽ ἱεροί τε καὶ ἁγνοί. ” [2] ταῦτα Ἕλλησιν ἦλθεν ἐς μνήμην, ὅτε ἀφίκοντο ἐπὶ Ἀθήνας Πελοποννήσιοι, τότεΚόδρου τοῖς Ἀθηναίοις τοῦ Μελάνθου βασιλεύοντος. ὁ μὲν δὴ ἄλλος στρατὸς τῶνΠελοποννησίων ἀπεχώρησεν ἐκ τῆς Ἀττικῆς, ἐπειδὴ ἐπύθοντο τοῦ Κόδρου τὴντελευτὴν καὶ ὅντινα ἐγένετο αὐτῷ τρόπον: οὐ γὰρ εἶναι νίκην ἔτι σφίσι κατὰ τὸ ἐκΔελφῶν μάντευμα ἤλπιζον: Λακεδαιμονίων δὲ ἄνδρες γενόμενοι μὲν ἐντὸς τείχουςλανθάνουσιν ἐν τῇ νυκτί, ἅμα δὲ ἡμέρᾳ τούς τε ἑαυτῶν ἀπεληλυθότας αἰσθάνονταικαὶ ἀθροιζομένων ἐπ᾽ αὐτοὺς τῶν Ἀθηναίων καταφεύγουσιν ἐς τὸν Ἄρειον πάγον καὶἐπὶ τῶν θεῶν αἳ Σεμναὶ καλοῦνται τοὺς βωμούς. [3] Ἀθηναῖοι δὲ τότε μὲν διδόασι τοῖςἱκέταις ἀπελθεῖν ἀζημίοις, χρόνῳ δὲ ὕστερον αὐτοὶ οἱ ἔχοντες τὰς ἀρχὰς διέφθειραντῆς Ἀθηνᾶς ἱκέτας τῶν Κύλωνι ὁμοῦ τὴν ἀκρόπολιν κατειληφότων: καὶ αὐτοί τε οἱἀποκτείναντες ἐνομίσθησαν καὶ οἱ ἐξ ἐκείνων ἐναγεῖς τῆς θεοῦ. Λακεδαιμονίοις δέ,ἀποκτείνασι καὶ τούτοις ἄνδρας ἐς τὸ ἱερὸν καταπεφευγότας τὸ ἐπὶ Ταινάρῳ τοῦΠοσειδῶνος, οὐ μετὰ πολὺ ἐσείσθη σφίσιν ἡ πόλις συνεχεῖ τε ὁμοῦ καὶ ἰσχυρῷ τῷσεισμῷ, ὥστε οἰκίαν μηδεμίαν τῶν ἐν Λακεδαίμονι ἀντισχεῖν. [4] ἐγένετο δὲ τῆςἙλίκης ἀπώλεια Ἀστείου μὲν Ἀθήνῃσιν ἔτι ἄρχοντος, τετάρτῳ δὲ ἔτει τῆς πρώτηςὈλυμπιάδος ἐπὶ ταῖς ἑκατόν, ἣν Δάμων Θούριος ἐνίκα τὸ πρῶτον. Ἑλικαέων δὲοὐκέτι ὄντων νέμονται τὴν χώραν οἱ Αἰγιεῖς. [5] μετὰ δὲ Ἑλίκην ἀποτραπήσῃ τε ἀπὸ θαλάσσης ἐς δεξιὰν καὶ ἥξεις ἐς πόλισμαΚερύνειαν: ᾤκισται δὲ ὑπὲρ τὴν λεωφόρον ἐν ὄρει, καί οἱ τὸ ὄνομα ἢ δυνάστηςἐπιχώριος ἢ ὁ Κερυνίτης ποταμὸς πεποίηκεν, ὃς ἐξ Ἀρκαδίας καὶ ὄρους Κερυνείαςῥέων Ἀχαιοὺς τοὺς ταύτῃ παρέξεισι. παρὰ τούτους σύνοικοι Μυκηναῖοι κατὰσυμφορὰν ἀφίκοντο ἐκ τῆς Ἀργολίδος. Μυκηναίοις μὲν γὰρ τὸ μὲν τεῖχος ἁλῶναικατὰ τὸ ἰσχυρὸν οὐκ ἐδύνατο ὑπὸ Ἀργείων, ἐτετείχιστο γὰρ κατὰ ταὐτὰ [6] τῷ ἐνΤίρυνθι ὑπὸ τῶν Κυκλώπων καλουμένων, κατὰ ἀνάγκην δὲ ἐκλείπουσι Μυκηναῖοιτὴν πόλιν ἐπιλειπόντων σφᾶς τῶν σιτίων, καὶ ἄλλοι μέν τινες ἐς Κλεωνὰςἀποχωροῦσιν ἐξ αὐτῶν, τοῦ δήμου δὲ πλέον μὲν ἥμισυ ἐς Μακεδονίαν καταφεύγουσιπαρὰ Ἀλέξανδρον, ᾧ Μαρδόνιος ὁ Γωβρύου τὴν ἀγγελίαν ἐπίστευσεν ἐς Ἀθηναίουςἀπαγγεῖλαι: ὁ δὲ ἄλλος δῆμος ἀφίκοντο ἐς τὴν Κερύνειαν, καὶ δυνατωτέρα τε ἡΚερύνεια οἰκητόρων πλήθει καὶ ἐς τὸ ἔπειτα ἐγένετο ἐπιφανεστέρα διὰ τὴνσυνοίκησιν τῶν Μυκηναίων. [7] ἐν Κερυνείᾳ δὲ ἱερόν ἐστιν Εὐμενίδων: ἱδρύσασθαι δὲαὐτὸ Ὀρέστην λέγουσιν. ὃς δ᾽ ἂν ἐνταῦθα ἢ αἵματι ἢ ἄλλῳ τῳ μιάσματι ἔνοχος ἢ καὶἀσεβὴς ἐσέλθῃ θέλων θεάσασθαι, αὐτίκα λέγεται δείμασιν ἐκτὸς τῶν φρενῶνγίνεσθαι: καὶ τοῦδε ἕνεκα οὐ τοῖς πᾶσιν ἡ ἔσοδος οὐδὲ ἐξ ἐπιδρομῆς ἐστι. τοῖς μὲν δὴἀγάλμασι ξύλων εἰργασμένοις *** μέγεθός εἰσιν οὐ μεγάλοι, κατὰ δὲ τὴν ἔσοδον ἐςτὸ ἱερὸν γυναικῶν εἰκόνες λίθου τέ εἰσιν εἰργασμέναι καὶ ἔχουσαι τέχνης εὖ:ἐλέγοντο δὲ ὑπὸ τῶν ἐπιχωρίων ἱέρειαι ταῖς Εὐμενίσιν αἱ γυναῖκες γενέσθαι. [8] ἐκ Κερυνείας δὲ ἐπανελθόντι ἐς τὴν λεωφόρον καὶ ὁδεύσαντι οὐκ ἐπὶ πολὺ δεύτεραἔστιν ἐς Βοῦραν ἀποτραπέσθαι: θαλάσσης δὲ ἐν δεξιᾷ καὶ ἡ Βοῦρα ἐν ὄρει κεῖται.τεθῆναι δέ φασι τῇ πόλει τὸ ὄνομα ἀπὸ γυναικὸς Βούρας, θυγατέρα δ᾽ αὐτὴν Ἴωνοςτοῦ Ξούθου καὶ Ἑλίκης εἶναι. ὅτε δὲ Ἑλίκην ἐποίησεν ἄδηλον ἐξ ἀνθρώπων ὁ θεός,τότε καὶ τὴν Βοῦραν σεισμὸς ἐπέλαβεν ἰσχυρός, ὡς μηδὲ τὰ ἀγάλματα ἐν τοῖς ἱεροῖςὑπολειφθῆναι τὰ ἀρχαῖα. [9] ὁπόσοι δὲ τηνικαῦτα ἀποδημοῦντες ἢ στρατείας ἕνεκαἔτυχον ἢ κατὰ πρόφασιν ἀλλοίαν, μόνοι τε οὗτοι Βουρέων ἐλείφθησαν καὶ αὐτοὶ τῆςΒούρας ἐγένοντο οἰκισταί. ναὸς ἐνταῦθα Δήμητρος, ὁ δὲ Ἀφροδίτης Διονύσου τέ ἐστι,καὶ ἄλλος Εἰλειθυίας: λίθου τοῦ Πεντελησίου τὰ ἀγάλματα, Ἀθηναίου δὲ ἔργαΕὐκλείδου: καὶ τῇ Δήμητρί ἐστιν ἐσθής. πεποίηται δὲ καὶ Ἴσιδι ἱερόν. [10] καταβάντων δὲ ἐκ Βούρας ὡς ἐπὶ θάλασσαν ποταμός τε Βουραϊκὸς ὀνομαζόμενος καὶἩρακλῆς οὐ μέγας ἐστὶν ἐν σπηλαίῳ: ἐπίκλησις μὲν καὶ τούτου Βουραϊκός, μαντείαςδὲ ἐπὶ πίνακί τε καὶ ἀστραγάλοις ἔστι λαβεῖν. εὔχεται μὲν γὰρ πρὸ τοῦ ἀγάλματος ὁτῷ θεῷ χρώμενος, ἐπὶ δὲ τῇ εὐχῇ λαβὼν ἀστραγάλους —οἱ δὲ ἄφθονοι παρὰ τῷἩρακλεῖ κεῖνται—τέσσαρας ἀφίησιν ἐπὶ τῆς τραπέζης: ἐπὶ δὲ παντὶ ἀστραγάλουσχήματι γεγραμμένα ἐν πίνακι ἐπίτηδες ἐξήγησιν ἔχει τοῦ σχήματος. [11] σταδίωνἐπὶ τὸν Ἡρακλέα ὡς τριάκοντα ἐξ Ἑλίκης ὁδὸς ἡ εὐθεῖά ἐστι. προελθόντι δὲ ἀπὸ τοῦἩρακλέους ποταμὸς ἐς θάλασσαν ἐκδίδωσιν ἀέναος ἐξ ὄρους Ἀρκαδικοῦκατερχόμενος, ὄνομα δὲ αὐτῷ τε καὶ τῷ ποταμῷ Κρᾶθις καὶ ἔνθα αἱ πηγαὶ τοῦποταμοῦ τῷ ὄρει: ἀπὸ ταύτης τῆς Κράθιδος καὶ πρὸς Κρότωνι τῇ ἐν Ἰταλίᾳ ποταμὸςὄνομα ἔσχηκε. [12] πρὸς δὲ τῇ Ἀχαϊκῇ Κράθιδι Ἀχαιῶν ποτε ᾠκεῖτο Αἰγαὶ πόλις:ἐκλειφθῆναι δὲ αὐτὴν ἀνὰ χρόνον ὑπὸ ἀσθενείας λέγουσι. τούτων δὲ καὶ Ὅμηρος τῶνΑἰγῶν ἐν Ἥρας λόγοις ἐποιήσατο μνήμην, “οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ᾽ἀνάγουσι, ”Hom. Il. 8.203δῆλον ὡς γέρα τοῦ Ποσειδῶνος ἐπ᾽ ἴσης ἔν τε Ἑλίκῃ καὶ ἐν ταῖςΑἰγαῖς ἔχοντος. [13] οὐ πολὺ δὲ ἀπωτέρω Κράθιδος σῆμά τε ἐν δεξιᾷ τῆς ὁδοῦ καὶἄνδρα εὑρήσεις ἐπὶ τῷ μνήματι ἵππῳ παρεστῶτα, ἀμυδρὰν γραφήν. ὁδὸς δὲ ἀπὸ τοῦτάφου σταδίων ὅσον τριάκοντα ἐπὶ τὸν καλούμενον Γαῖον: Γῆς δὲ ἱερόν ἐστιν ὁ Γαῖοςἐπίκλησιν Εὐρυστέρνου, ξόανον δὲ τοῖς μάλιστα ὁμοίως ἐστὶν ἀρχαῖον. γυνὴ δὲ ἡ ἀεὶτὴν ἱερωσύνην λαμβάνουσα ἁγιστεύει μὲν τὸ ἀπὸ τούτου, οὐ μὴν οὐδὲ τὰ πρότεραἔσται πλέον ἢ ἑνὸς ἀνδρὸς ἐς πεῖραν ἀφιγμένη. πίνουσαι δὲ αἷμα ταύρουδοκιμάζονται: ἣ δ᾽ ἂν αὐτῶν τύχῃ μὴ ἀληθεύουσα, αὐτίκα ἐκ τούτου τὴν δίκην ἔσχεν.ἢν δὲ ὑπὲρ τῆς ἱερωσύνης ἀφίκωνται γυναῖκες ἐς ἀμφισβήτησιν πλέονες, ἡ τῷ κλήρῳλαχοῦσα προτετίμηται. 26. ἐς δὲ τὸ ἐπίνειον τὸ Αἰγειρατῶν—ὄνομα τὸ αὐτὸ ἥ τε πόλις καὶ τὸ ἐπίνειον ἔχει—, ἐςοὖν τὸ ἐπίνειον Αἰγειρατῶν δύο καὶ ἑβδομήκοντα ἀπὸ τοῦ κατὰ τὴν ὁδὸν τὴνΒουραϊκήν εἰσιν Ἡρακλέους στάδιοι. ἐπὶ θαλάσσῃ μὲν δὴ Αἰγειράταις οὐδέν ἐστιν ἐςμνήμην, ὁδὸς δὲ ἐκ τοῦ ἐπινείου δύο σταδίων καὶ δέκα ἐς τὴν ἄνω πόλιν. [2] Ὁμήρου δὲἐν τοῖς ἔπεσιν Ὑπερησία ὠνόμασται: τὸ δὲ ὄνομα τὸ νῦν ἐγένετο Ἰώνωνἐποικούντων, ἐγένετο δὲ ἐπ᾽ αἰτίᾳ τοιᾷδε. Σικυωνίων ἀφίξεσθαι στρατὸς ἔμελλεναὐτοῖς πολέμιος ἐς τὴν γῆν: οἱ δὲ —οὐ γὰρ ἐδόκουν ἀξιόμαχοι τοῖς Σικυωνίοις εἶναι—ἀθροίζουσιν αἶγας, ὁπόσαι σφίσιν ἦσαν ἐν τῇ χώρᾳ, συλλέξαντες δὲ ἔδησαν πρὸςτοῖς κέρασιν αὐτῶν δᾷδας, καὶ ὡς πρόσω νυκτὸς ἦν, ἐξάπτουσι τὰς δᾷδας. [3]Σικυώνιοι δὲ—ἰέναι γὰρ συμμάχους τοῖς Ὑπερησιεῦσιν ἤλπιζον καὶ εἶναι τὴν φλόγακαὶ ἐκ τοῦ ἐπικουρικοῦ πυρός—οἱ μὲν οἴκαδε ἐπανήρχοντο, Ὑπερησιεῖς δὲ τῇ τε πόλειτὸ ὄνομα τὸ νῦν μετέθεντο ἀπὸ τῶν αἰγῶν, καὶ καθότι αὐτῶν ἡ καλλίστη καὶἡγουμένη τῶν ἄλλων ὤκλασεν, Ἀρτέμιδος Ἀγροτέρας ἐποιήσαντο ἱερόν, τὸ σόφισμαἐς τοὺς Σικυωνίους οὐκ ἄνευ τῆς Ἀρτέμιδός σφισιν ἐπελθεῖν νομίζοντες. [4] οὐ μὴνκαὶ αὐτίκα γε ἐξενίκησεν Αἴγειραν ἀντὶ Ὑπερησίας καλεῖσθαι, ἐπεὶ κατ᾽ ἐμὲ ἦσαν ἔτιοἳ Ὠρεὸν τὴν ἐν Εὐβοίᾳ τῷ ὀνόματι Ἑστίαιαν ἐκάλουν τῷ ἀρχαίῳ. παρείχετο δὲ ἡΑἴγειρα ἐς συγγραφὴν ἱερὸν Διὸς καὶ ἄγαλμα καθήμενον λίθου τοῦ Πεντελησίου,Ἀθηναίου δὲ ἔργον Εὐκλείδου. ἐν τούτῳ τῷ ἱερῷ καὶ Ἀθηνᾶς ἄγαλμα ἕστηκε:πρόσωπόν τε καὶ ἄκραι χεῖρες ἐλέφαντος καὶ οἱ πόδες, τὸ δὲ ἄλλο ξόανον χρυσῷ τεἐπιπολῆς διηνθισμένον ἐστὶ καὶ φαρμάκοις. [5] Ἀρτέμιδός τε ναὸς καὶ ἄγαλμα τέχνηςτῆς ἐφ᾽ ἡμῶν: ἱερᾶται δὲ παρθένος, ἔστ᾽ ἂν ἐς ὥραν ἀφίκηται γάμου. ἕστηκε δὲ καὶἄγαλμα ἐνταῦθα ἀρχαῖον, Ἰφιγένεια ἡ Ἀγαμέμνονος, ὡς οἱ Αἰγειρᾶταί φασιν: εἰ δὲἀληθῆ λέγουσιν οὗτοι, δῆλός ἐστιν ἐξ ἀρχῆς Ἰφιγενείᾳ ποιηθεὶς ὁ ναός. [6] ἔστι καὶἈπόλλωνος ἱερὸν ἐς τὰ μάλιστα ἀρχαῖον τό τε ἱερὸν αὐτὸ καὶ ὁπόσα ἐν τοῖς ἀετοῖς,ἀρχαῖον δὲ καὶ τοῦ θεοῦ τὸ ξόανον, γυμνός, μεγέθει μέγας: τὸν ποιήσαντα δὲ εἶχενοὐδεὶς τῶν ἐπιχωρίων εἰπεῖν: ὅστις δὲ ἤδη τὸν Ἡρακλέα τὸν ἐν Σικυῶνι ἐθεάσατο,τεκμαίροιτο ἂν καὶ ἐν Αἰγείρᾳ τὸν Ἀπόλλωνα ἔργον εἶναι τοῦ αὐτοῦ ΦλιασίουΛαφάους. [7] Ἀσκληπιοῦ δὲ ἀγάλματα ὀρθά ἐστιν ἐν ναῷ καὶ Σαράπιδος ἑτέρωθι καὶἼσιδος, λίθου καὶ ταῦτα Πεντελησίου. τὴν δὲ Οὐρανίαν σέβουσι μὲν τὰ μάλιστα,ἐσελθεῖν δὲ ἐς τὸ ἱερὸν οὐκ ἔστιν ἀνθρώποις. θεοῦ δὲ ἣν Συρίαν ἐπονομάζουσιν, ἐςταύτης τὸ ἱερὸν ἐσίασιν ἐν ἡμέραις ῥηταῖς, ἄλλα τε ὅσα νομίζουσιπροκαθαριεύσαντες καὶ ἐς τὴν δίαιταν. [8] οἶδα καὶ οἴκημα ἐν Αἰγείρᾳ θεασάμενος:ἄγαλμα ἦν ἐν τῷ οἰκήματι Τύχης, τὸ κέρας φέρουσα τὸ Ἀμαλθείας: παρὰ δὲ αὐτὴνἜρως πτερὰ ἔχων ἐστίν, ἐθέλει δὲ σημαίνειν ὅτι ἀνθρώποις καὶ τὰ ἐς ἔρωτα τύχῃμᾶλλον ἢ ὑπὸ κάλλους κατορθοῦται. ἐγὼ μὲν οὖν Πινδάρου τά τε ἄλλα πείθομαι τῇᾠδῇ καὶ Μοιρῶν τε εἶναι μίαν τὴν Τύχην καὶ ὑπὲρ τὰς ἀδελφάς τι ἰσχύειν: [9] ἐνΑἰγείρᾳ δὲ ἐν τούτῳ τῷ οἰκήματι ἀνήρ τε ἤδη γέρων ἴσα καὶ ὀδυρόμενος καὶ γυναῖκεςαἱ τρεῖς ἀφαιρούμεναι ψέλιά εἰσι καὶ ἴσοι νεανίσκοι ταῖς γυναιξί, καὶ ὁ ἐνδεδυκὼς δὲθώρακα εἷς. τοῦτόν φασιν Ἀχαιοῖς γενομένου πολέμου μαχεσάμενον ἀνδρειόταταΑἰγειρατῶν τελευτῆσαι, καὶ αὐτοῦ τὸν θάνατον οἱ λοιποὶ τῶν ἀδελφῶν οἴκαδεἀπήγγειλαν: καὶ τοῦδε ἕνεκα αἵ τε ἀδελφαὶ διὰ τὸ ἐπ᾽ αὐτῷ πένθος ἀποκοσμοῦνταικαὶ τὸν πατέρα ἐπονομάζουσιν οἱ ἐπιχώριοι Συμπαθῆ, ἅτε ἐλεεινὸν καὶ ἐν τῇ εἰκόνι.[10] ὁδὸς δὲ ἐξ Αἰγείρας εὐθεῖα ἀπὸ τοῦ ἱεροῦ τοῦ Διὸς διά τε ὀρῶν καὶ ἀνάντης ἐστί:μῆκος μὲν οὖν τῆς ὁδοῦ τεσσαράκοντά εἰσι στάδιοι, ἄγει δὲ ἐς Φελλόην, πόλισμα οὐκἐπιφανές, †οὐδὲ ὡς ἀεὶ ᾠκεῖτο καὶ Ἰώνων ἔτι ἐχόντων τὴν γῆν. τὰ δὲ περὶ τὴνΦελλόην ἐς φυτείαν ἀμπέλων ἐστὶν ἐπιτήδεια: καὶ ὅσα πετρώδη τῆς χώρας, δρῦς τέεἰσι καὶ θηρία, ἔλαφοι καὶ ὗς ἄγριοι: [11] εἰ δέ τινα τῶν ἐν Ἕλλησι πολισματίωνἀφθόνῳ καταρρεῖται τῷ ὕδατι, ἀριθμεῖν καὶ τὴν Φελλόην ἔστιν ἐν τούτοις. θεῶν δὲἱερὰ Διονύσου καὶ Ἀρτέμιδός ἐστιν: ἡ μὲν χαλκοῦ πεποίηται, βέλος δὲ ἐκ φαρέτραςλαμβάνουσα: τῷ Διονύσῳ δὲ ὑπὸ κινναβάρεως τὸ ἄγαλμά ἐστιν ἐπηνθισμένον. ἐς δὲτὸ ἐπίνειον καταβᾶσιν ἐξ Αἰγείρας καὶ αὖθις ἐς τὰ πρόσω βαδίζουσιν ἔστιν ἐν δεξιᾷτῆς ὁδοῦ τὸ ἱερὸν τῆς Ἀγροτέρας, ἔνθα τὴν αἶγα ὀκλάσαι λέγουσιν. [12] τῆς δὲ Αἰγειρατῶν ἔχονται Πελληνεῖς: πρὸς Σικυῶνος δὲ οὗτοι καὶ μοίρας τῆςἈργολίδος Ἀχαιῶν οἰκοῦσιν ἔσχατοι. τὸ δὲ ὄνομα ἐγένετο τῇ πόλει λόγῳ μὲν τῷΠελληνέων ἀπὸ Πάλλαντος, τῶν Τιτάνων δὲ καὶ Πάλλαντα εἶναι λέγουσι, δόξῃ δὲ τῇἈργείων ἀπὸ ἀνδρὸς Ἀργείου Πέλληνος: Φόρβαντος δὲ εἶναι τοῦ Τριόπα παῖδα αὐτὸνλέγουσιν. [13] Αἰγείρας δὲ ἐν τῷ μεταξὺ καὶ Πελλήνης πόλισμα ὑπήκοον ΣικυωνίωνΔονοῦσσα καλουμένη ἐγένετο μὲν ὑπὸ τῶν Σικυωνίων ἀνάστατος, μνημονεύειν δὲκαὶ Ὅμηρον ἐν καταλόγῳ τῶν σὺν Ἀγαμέμνονί φασιν αὐτῆς ποιήσαντα ἔπος“οἵ θ᾽Ὑπερησίην τε καὶ αἰπεινὴν Δονόεσσαν: ”Hom. Il. 2.573Πεισίστρατον δέ, ἡνίκα ἔπη τὰ Ὁμήρου διεσπασμένα τε καὶ ἄλλαἀλλαχοῦ μνημονευόμενα ἤθροιζε, τότε αὐτὸν Πεισίστρατον ἢ τῶν τινα ἑταίρωνμεταποιῆσαι τὸ ὄνομα ὑπὸ ἀγνοίας. [14] ἔστι δὲ Ἀριστοναῦται Πελληνεῦσιν ἐπίνειον.ἐς τοῦτο ἐξ Αἰγείρας τῆς ἐπὶ θαλάσσῃ σταδίων ἐστὶν εἴκοσιν ὁδὸς καὶ ἑκατόν: ταύτηςδὲ ἡμίσεια ἐς Πελλήνην ἀπὸ τοῦ ἐπινείου. ὄνομα δὲ Ἀριστοναύτας γενέσθαι τῷἐπινείῳ λέγουσιν, ὅτι καὶ ἐς τοῦτον τὸν λιμένα ὡρμίσαντο οἱ πλεύσαντες ἐπὶ τῆςἈργοῦς. 27. Πελληνεῦσι δὲ ἡ πόλις ἐστὶν ἐπὶ λόφου κατὰ ἄκραν τὴν κορυφὴν ἐς ὀξὺ ἀνεστηκότος.τοῦτο μὲν δὴ ἀπότομον καὶ δι᾽ αὐτό ἐστιν ἀοίκητον: τῷ δὲ χθαμαλωτέρῳ πεπόλισταίσφισιν οὐ συνεχὴς ἡ πόλις, ἐς δὲ μοίρας νενεμημένη δύο ὑπὸ τῆς ἄκρας μεταξὺἀνεχούσης. ἰόντων δὲ ἐς Πελλήνην ἄγαλμά ἐστιν Ἑρμοῦ κατὰ τὴν ὁδόν, ἐπίκλησινμὲν Δόλιος, εὐχὰς δὲ ἀνθρώπων ἕτοιμος τελέσαι: σχῆμα δὲ αὐτῷ τετράγωνον, γένειάτε ἔχει καὶ ἐπὶ τῇ κεφαλῇ πῖλον εἰργασμένον. [2] κατὰ δὲ τὴν ὁδὸν ἐς αὐτὴν τὴν πόλινἐστὶν Ἀθηνᾶς λίθου μὲν ἐπιχωρίου ναός, ἐλέφαντος δὲ τὸ ἄγαλμα καὶ χρυσοῦ:Φειδίαν δὲ εἶναι τὸν εἰργασμένον φασὶ πρότερον ἔτι ἢ ἐν τῇ ἀκροπόλει τε αὐτὸν τῇἈθηναίων καὶ ἐν Πλαταιαῖς ποιῆσαι τῆς Ἀθηνᾶς τὰ ἀγάλματα. λέγουσι δὲ οἱΠελληνεῖς καὶ ἄδυτον τῆς Ἀθηνᾶς καθήκειν ἐς βάθος τῆς γῆς, εἶναι δὲ τὸ ἄδυτοντοῦτο ὑπὸ τοῦ ἀγάλματος τῷ βάθρῳ, καὶ τὸν ἀέρα ἐκ τοῦ ἀδύτου νότιόν τε εἶναι καὶδι᾽ αὐτὸ τῷ ἐλέφαντι ἐπιτήδειον. [3] ὑπὲρ δὲ τὸν ναὸν τῆς Ἀθηνᾶς ἐστιν ἄλσοςπεριῳκοδομημένον τείχει Σωτείρας ἐπίκλησιν Ἀρτέμιδος, καὶ ὀμνύουσιν ἐπὶμεγίστοις αὐτήν: ἔσοδός τε πλὴν τοῖς ἱερεῦσιν ἄλλῳ γε οὐδενὶ ἔστιν ἀνθρώπων.ἱερεῖς δὲ ἄνδρες τῶν ἐπιχωρίων εἰσὶ κατὰ δόξαν γένους μάλιστα αἱρούμενοι. τοῦ δὲἄλσους τῆς Σωτείρας ἱερὸν ἀπαντικρὺ Διονύσου Λαμπτῆρός ἐστιν ἐπίκλησιν: τούτῳκαὶ Λαμπτήρια ἑορτὴν ἄγουσι, καὶ δᾷδάς τε ἐς τὸ ἱερὸν κομίζουσιν ἐν νυκτὶ καὶ οἴνουκρατῆρας ἱστᾶσιν ἀνὰ τὴν πόλιν πᾶσαν. [4] ἔστι καὶ Ἀπόλλωνος ΘεοξενίουΠελληνεῦσιν ἱερόν, τὸ δὲ ἄγαλμα χαλκοῦ πεποίηται: καὶ ἀγῶνα ἐπιτελοῦσι Θεοξένιατῷ Ἀπόλλωνι, τιθέντες ἀργύριον ἆθλα τῆς νίκης, καὶ ἄνδρες ἀγωνίζονται τῶνἐπιχωρίων. πλησίον δὲ τοῦ Ἀπόλλωνος ναός ἐστιν Ἀρτέμιδος: τοξευούσης δὲ ἡ θεὸςπαρέχεται σχῆμα. ᾠκοδόμηται δὲ καὶ ἔλυτρον κρήνης ἐν τῇ ἀγορᾷ, καὶ λουτρά ἐστιναὐτοῖς τὸ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ, ἐπεί τοι πίνειν πηγαί σφισιν ὑπὸ τὴν πόλιν εἰσὶν οὐπολλαί: τὸ δὲ χωρίον, ἔνθα αἱ πηγαί, Γλυκείας ὀνομάζουσι. [5] γυμνάσιον δὲ ἀρχαῖονἐς ἐφήβων μάλιστα ἀνεῖται μελέτην: οὐδὲ ἐς τὴν πολιτείαν ἐγγραφῆναι πρότερονκαθέστηκεν οὐδενὶ πρὶν ἂν ἐφηβεύσωσιν. ἐνταῦθα ἀνὴρ Πελληνεὺς ἕστηκεΠρόμαχος ὁ Δρύωνος, ἀνελόμενος παγκρατίου νίκας, τὴν μὲν Ὀλυμπίασι, τρεῖς δ᾽Ἰσθμίων καὶ Νεμέᾳ δύο: καὶ αὐτοῦ καὶ εἰκόνας ποιήσαντες οἱ Πελληνεῖς τὴν μὲν ἐςὈλυμπίαν ἀνέθεσαν, τὴν δὲ ἐν τῷ γυμνασίῳ, λίθου ταύτην καὶ οὐ χαλκοῦ. [6] λέγεταιδὲ καὶ ὡς Κορινθίου συνεστῶτος πολέμου Πελληνεῦσιν ἀποκτείνειεν ὁ Πρόμαχοςπλείστους τῶν ἀντιτεταγμένων. λέγεται δὲ καὶ ὡς Πουλυδάμαντος τοῦΣκοτουσσαίου κρατήσειεν ἐν Ὀλυμπίᾳ: τὸν δὲ Πουλυδάμαντα δεύτερα τότε ἐς τὸνἀγῶνα ἀφῖχθαι τὸν Ὀλυμπικὸν παρὰ βασιλέως τοῦ Περσῶν ἀνασωθέντα οἴκαδε.Θεσσαλοὶ δὲ ἡσσηθῆναι Πουλυδάμαντα οὐχ ὁμολογοῦντες παρέχονται καὶ ἄλλα ἐςπίστιν καὶ ἐλεγεῖον ἐπὶ τῷ Πουλυδάμαντι:“ὦ τροφὲ Πουλυδάμαντος ἀνικάτουΣκοτόεσσα. ”unknown [7] Πελληνεῖς δ᾽ οὖν Πρόμαχον τὰ μάλιστα ἄγουσιν ἐν τιμῇ. Χαίρωνα δὲδύο ἀνελόμενον πάλης νίκας Ἰσθμικὰς καὶ ἐν Ὀλυμπίᾳ τέσσαρας οὐδὲ ἀρχὴνἐθέλουσιν ὀνομάζειν, ὅτι κατέλυσε πολιτείαν ἐμοὶ δοκεῖν τὴν ἐν Πελλήνῃ, δῶρον τὸἐπιφθονώτατον παρὰ Ἀλεξάνδρου τοῦ Φιλίππου λαβών, τύραννος πατρίδος τῆςαὑτοῦ καταστῆναι. [8] ἔστι δὲ καὶ Εἰλειθυίας Πελληνεῦσιν ἱερόν: τοῦτο ἐν μοίρᾳ τῆςπόλεως τῇ ἐλάσσονί ἐστιν ἱδρυμένον. τὸ δὲ ὀνομαζόμενον Ποσείδιον τὰ μὲνἀρχαιότερα ἦν δῆμος, ἔρημον δὲ ἐφ᾽ ἡμῶν. ἔστι μὲν δὴ τὸ Ποσείδιον τοῦτο ὑπὸ τὸγυμνάσιον, διαμεμένηκε δὲ καὶ ἐς τόδε ἔτι αὐτῷ Ποσειδῶνος ἱερὸν νομίζεσθαι. [9] Πελλήνης δὲ ὅσον στάδια ἑξήκοντα ἀπέχει τὸ Μύσαιον, ἱερὸν Δήμητρος Μυσίας:ἱδρύσασθαι δὲ αὐτὸ Μύσιόν φασιν ἄνδρα Ἀργεῖον, ἐδέξατο δὲ οἴκῳ Δήμητρα καὶ ὁΜύσιος λόγῳ τῷ Ἀργείων. ἔστι δὲ ἄλσος ἐν τῷ Μυσαίῳ, δένδρα ὁμοίως τὰ πάντα, καὶὕδωρ ἄφθονον ἄνεισιν ἐκ πηγῶν. ἄγουσι δὲ καὶ ἑορτὴν τῇ Δήμητρι ἐνταῦθα ἡμερῶνἑπτά: [10] τρίτῃ δὲ ἡμέρᾳ τῆς ἑορτῆς ὑπεξίασιν οἱ ἄνδρες ἐκ τοῦ ἱεροῦ,καταλειπόμεναι δὲ αἱ γυναῖκες δρῶσιν ἐν τῇ νυκτὶ ὁπόσα νόμος ἐστὶν αὐταῖς:ἀπελαύνονται δὲ οὐχ οἱ ἄνδρες μόνον ἀλλὰ καὶ τῶν κυνῶν τὸ ἄρρεν. ἐς δὲ τὴνἐπιοῦσαν ἀφικομένων ἐς τὸ ἱερὸν τῶν ἀνδρῶν, αἱ γυναῖκές τε ἐς αὐτοὺς καὶ ἀνὰμέρος ἐς τὰς γυναῖκας οἱ ἄνδρες γέλωτί τε ἐς ἀλλήλους χρῶνται καὶ σκώμμασιν. [11]ἀπωτέρω δὲ οὐ πολὺ ἀπὸ τοῦ Μυσαίου ἱερόν ἐστιν Ἀσκληπιοῦ καλούμενον Κῦρος,καὶ ἰάματα ἀνθρώποις παρὰ τοῦ θεοῦ γίνεται. ὕδωρ δὲ καὶ ἐνταῦθα ἀνέδην ἐστί, καὶἐπὶ τῇ μεγίστῃ τῶν πηγῶν τοῦ Ἀσκληπιοῦ τὸ ἄγαλμα ἵδρυται. ποταμοὶ δὲ ἐκ τῶνὀρῶν κατέρχονται τῶν ὑπὲρ τὴν Πελλήνην, πρὸς μὲν Αἰγείρας καλούμενος Κριός:ἔχειν δὲ αὐτὸν τὸ ὄνομα ἀπὸ Τιτᾶνος Κριοῦ: [12] Κριὸς δὲ καὶ ἄλλος ὠνόμασταιποταμός, ὃς ἀρχόμενος ἐκ Σιπύλου τοῦ ὄρους ἐς τὸν Ἕρμον κάτεισι. καθότι δὲΠελληνεῦσιν ὅροι τῆς χώρας πρὸς Σικυωνίους εἰσί, κατὰ τοῦτο ποταμός σφισι Σύθας,ἔσχατος ποταμῶν τῶν Ἀχαϊκῶν, ἐς τὴν Σικυωνίαν ἐκδίδωσι θάλασσαν.