Eustacio de Tesalónica: Comentario a la «Descripción del mundo» de Dionisio Periegeta

s. XII

TLG

- Annotations   ·   No Other Contributors   ·   CC BY 4.0 License information Inmaculada Pérez Martín (CSIC), Carmen García Bueno (CSIC), Paula Caballero Sánchez (UMa), Jesús Polo Arrondo (UAM), Juan Signes Codoñer (UCM)

El Océano (DP 26-57) § 27. Ὅτι ἀκάματον τὸ τοῦ ὠκεανοῦ σθένος λέγει διὰ τὸ τοῦ στοιχείου ἀνέκλειπτον. Οὕτω δὲ καὶ πῦρ ἀκάματον τὸ ἀεὶ ἐνεργοῦν καὶ ἄσβεστον λέγεται. § 28-42. Ὅτι ὥσπερ ἡ γῆ μία οὖσα εἰς τρισσὰς ἠπείρους μερίζεται, οὕτω καὶ ὁ ὠκεανὸς εἷς ὢν πολλαῖς ἐπωνυμίαις ἥρμοσται· κύκλῳ γὰρ περιειληφὼς τὴν γῆν τετραχῶς τέμνεται ὁλοσχερῶς κατὰ τὰ τέσσαρα κέντρα τοῦ κόσμου. Καὶ ὁ μὲν πρὸς Ζέφυρον ὠκεανὸς Ἄτλας ἑσπέριος λέγεται, ἤγουν ἑσπέριον πέλαγος καὶ Ἀτλαντικόν· ὁ δὲ πρὸς βορρᾶν πεπηγὼς λέγεται πόντος καὶ Κρόνιος καὶ Νεκρός, ὡς μετ᾽ ὀλίγα ῥηθήσεται· ὁ δὲ τῆς ἀνατολῆς Ἠῷος καλεῖται καὶ Ἰνδικὸς, ὁ δὲ πρὸς νότον Ἐρυθραῖος τὲ ὀνομάζεται καὶ Αἰθιόπιος. Σημειωτέον δὲ ὅτι ἐν οἷς μέρος τι λέγει τοῦ ὠκεανοῦ, πόντον Κρόνιον καὶ αὖθις Ἰνδικὸν κῦμα θαλάσσης, καὶ ἐν τῷ οἵ εἰσιν ἀπὸ νοτίας ἁλός, καὶ σκιδνάμενος ἐκ Κρονίας ἁλός, οὐ ποταμὸν νοεῖ τὸν ὠκεανὸν κατὰ τοὺς πολλοὺς τῶν ποιητῶν· τὸ γὰρ πόντος καὶ τὸ [223 M.] κῦμα θαλάσσης καὶ τὸ ἃλς οὐδὲν προσήκουσι ποταμοῖς. Ἀκόλουθα οὖν ὁ Διονύσιος νοεῖ τοῖς σοφοῖς, οἳ ἔξω θάλασσαν καλοῦσι τὸν ὠκεανόν. § 29. Ὅτι ἐν οἷς παρὰ τῷ Διονυσίῳ Ζέφυρος καλεῖται Λοκρὸς, καὶ αὖθις Λοκροὶ Ἐπιζεφύριοι, ἀντίδοσις γίνεται κλήσεων, τοῦ μὲν ἐθνικοῦ ὀνόματος διαβαίνοντος πρὸς τὸν ζέφυρον ἄνεμον, τοῦ δὲ ζεφύρου αὖ πάλιν ἐπιτιθεμένου τῷ τῶν Λοκρῶν ἔθνει. Λοκρὸς μὲν γὰρ διὰ τοὺς Λοκροὺς καλεῖται ὁ Ζέφυρος, ὃ ἔστι Λοκρικός· καθάπερ καὶ Ἰσμαρικὸς ἐν τοῖς ἑξῆς ὁ Βορρᾶς, ἀπὸ Ἰσμάρου πόλεως Θρᾳκικῆς, ἔνθα μάλιστα Βορρᾶς καταρρήγνυται. Λοκροὶ δ᾽ αὖθις Ἐπιζεφύριοι λέγονται, ὡς πρὸς ἀνέμῳ Ζεφύρῳ κείμενοι, ὃς πνέει δι᾽ αὐτῶν. Ὅτι δὲ καὶ ἄλλῳ λόγῳ Ἐπιζεφυρίους καλοῦσί τινες τοὺς τοιούτους Λοκροὺς, ἐν δέοντι τόπῳ ῥηθήσεται. § 31. Ὅτι ἔθνος Σκυθικὸν οἱ Ἀριμασποὶ, καὶ τούτους οὗτος μὲν Ἀρειμανέας ἢ Ἀρειμανίους λέγει, Αἰσχύλος δὲ μονῶπα στρατὸν ὀνομάζει, διότι τοξικώτατοι ὄντες ἐπιμύουσι τὸν ἕτερον ὀφθαλμὸν, διὰ τὸ πρὸς τὴν βολὴν εὔστοχον. Καὶ τάχα διὰ τὴν ἄγαν ἐκ παίδων εἰς τοῦτο συνάσκησιν, ὡς καὶ οἱ παλαιοὶ λέγουσιν, εἰς βραχύτερον αὐτοῖς συνέσταλται ὁ ἕτερος τῶν ὀφθαλμῶν. Ἔτι δὲ καὶ τοιοῦτοι, ὡς εἰκὸς, ἐκ προϋπαρξάντων ὁμοίων γεννῶνται πατέρων, καὶ τούτου γινομένου εἰσαεὶ, περιέστη τὸ πάθος εἰς ἐθνικὴν ἰδιότητα· οὐ γὰρ δήπου, φασὶν, ἄλλως ἡ φύσις οὕτω τερατῶδες γένος ἔθνους ἐξήνεγκε. Καὶ αὐτὸ δὲ τοῦτο Ἀριμασποί, καθὰ καὶ Ἡροδότῳ δοκεῖ, ἐκ τοῦ τοιούτου πάθους καλοῦνται, ὡς οἷον εἰπεῖν μονόφθαλμοι· ἀρὶ μὲν γὰρ τὸ ἓν Σκυθιστὶ, μασπὸς δὲ ὁ ὀφθαλμός. Ἱστορεῖ δὲ Ἡρόδοτος καὶ τοὺς χρυσοφύλακας γρύπας ἀνωτέρω τῶν Ἀριμασπῶν οἰκεῖν, τοὺς δὲ Ὑπερβορέους, ἔτι ἀνωτέρω αὐτῶν ἐπὶ θάλασσαν, λέγων καὶ ὅτι ὥσπερ εἰσί τινες Ὑπερβόρεοι, οὕτω καὶ Ὑπερνότιοι· καὶ ὅτι ὁ Ἄβαρις ὁ ὑμνούμενος Ὑπερβόρειος ἦν, ὃς οὐδέν τε σιτεῖσθαι λέγεται καὶ τὸν ὀϊστὸν περιφέρειν κατὰ πᾶσαν τὴν γῆν. § 32-35. Ὅτι ὁ πρὸς Ἀριμασποῖς ὠκεανὸς Πεπηγώς τε καλεῖται καὶ Κρόνιος καὶ Νεκρός. Καὶ ἡ τούτου αἰτιολογία ἕνεκα φησὶν ἀφαυροῦ ἡλίου, μὴ δυναμένου λεπτῦναι καὶ λῦσαι καὶ ἐξαερῶσαι τὸ ἀναγόμενον ὑγρόν. Βράδιον γὰρ, φησὶν, ὑπὲρ ἅλα τήνδε φαείνει, ἀεὶ δὲ σκιεραῖς παχύνεται νεφέλαις ὁ ἥλιος, διὰ τὴν τῶν νεφῶν πύκνωσιν. Ψυχρὸς οὖν ὡς ἀληθῶς ὁ τόπος, [224 M.] καὶ διὰ τοῦτο κλήσει αὐχεῖ συγγενεῖ τῇ ἄγαν ψυχρότητι. Κρόνιος δὲ καλεῖται διὰ τὸ λέγεσθαι τῶν ἐκεῖ τόπων ἄρχειν τὸν ἀστέρα Κρόνον, ὃς εἰς ψύξιν τίθεται ψυχρὸς ὑπὸ τῶν ἀποτελεσματικῶν ἐκλαμβανόμενος, διὸ καὶ τὸ ψυχρὸν αὐτῷ ἀνάκειται. Ὁ δὲ μῦθος καὶ τὰ τοῦ Κρόνου ἐκτεμὼν αἰδοῖα ἐκεῖ ῥίπτει. Παρὰ δέ γε Ἀπολλωνίῳ τῷ ποιητῇ εὕρηται Κρονία λεγομένη θάλασσα καὶ ὁ μυχὸς τοῦ Ἰονίου κόλπου, ἀπὸ νήσου τινὸς Κρονίας καλουμένης τὴν τοιαύτην κλῆσιν λαχὼν, ὡς καὶ ἀπὸ Ἰκάρου τινὸς νήσου κατά τινας τὸ Ἰκάριον πέλαγος. Ὅτι δὲ οἱ τοιοῦτοι παρωκεάνιοι τόποι πολὺ τὸ ψύχος ἔχουσι, δηλοῖ καὶ τὰ ἄνω τῶν Ἀριμασπῶν Ῥιπαῖα ὄρη, ἐξ ὧν ὁ ψυχρὸς βορρᾶς πνεῖ, ἔνθα χιὼν οὐδέποτε ἐπιλείπει. § 36-37. Ὅτι τὴν ἀνατολὴν οὕτω περιφράζει, ὅπου πρώτιστα φαείνεται ἀνθρώποις ἥλιος, ἤτοι ὅπου ἐστὶν ἡ ἀνατολὴ, ἔνθα καὶ τὸν Ἠῷον καὶ Ἰνδικὸν εἶναί φησιν ὠκεανόν· Ἠῷον μὲν λεγόμενον, διὰ τὸ ἐκεῖθεν ἀνατέλλοντος ἡλίου τὴν ἡμέραν γίνεσθαι, ἢ καὶ, ὡς ἓν ἀνθ᾽ ἑνὸς εἰπεῖν, Ἠῷον ἀντὶ τοῦ ἀνατολικὸν, ἠὼς γὰρ πολλάκις καὶ ἡ ἀνατολή· Ἰνδικὸν δὲ διὰ τοὺς παροικοῦντας Ἰνδούς. Ἰστέον γὰρ ὅτι πολλοὶ κόλποι φανήσονται ἀπὸ ἐθνῶν ἢ πόλεων καὶ ὅλως ἐκ τῶν παροικούντων ἐπονομαζόμενοι, ὡς ὁ Ὑρκάνιος, ὡς ὁ Ἰσσικὸς, ὡς ὁ Αἰθιοπικὸς, καὶ ἄλλοι πολλοί. § 38. Ὅτι ὁ Ἐρυθραῖος πόντος ὁ καὶ Αἰθιόπιος ἕτερός ἐστι τοῦ Ἀραβίου κόλπου, ὃς τῆς Νοτίας θαλάσσης ἐστὶν ἀποχέτευμα, καθὰ καὶ ὁ Περσικὸς, ὡς μετ᾽ ὀλίγα ῥηθήσεται. Ἀλλὰ τοῦτο μὲν κατὰ τὸν Διονύσιον. Ἕτεροι δὲ τὸν Ἀράβιον κόλπον καὶ τὸν Ἐρυθραῖον ταυτίζοντες ἱστοροῦσιν, ὅτι ὁ Ἐρυθραῖος κόλπος ποταμοῦ δίκην στενός ἐστι καὶ μακρὸς ἐπὶ πολλοὺς πάνυ σταδίους, μέχρι τοῦ στόματος στενοῦ καὶ αὐτοῦ παντάπασιν ὄντος. Καλεῖται δὲ Ἐρυθραῖος ἢ ἀπὸ τῆς ὑποκειμένης τῷ ὕδατι μιλτώδους ἐρυθρᾶς γῆς, ἢ ἐκ τῶν ὑπερκειμένων τοιουτοχρόων ὀρέων, οἷς ἕωθεν προσβάλλων ὁ ἥλιος ἐρυθρὰν φαντάζει τῇ θαλάσσῃ τὴν ἐπιφάνειαν, ἀνακλωμένης τῆς ὄψεως. Φησὶν οὖν ὁ παρὰ τῷ γράψαντι τὰ Ἐθνικὰ Οὐράνιος οὕτως ὀνομαζόμενος, ὅτι τὰ παρακείμενα ὄρη δεινῶς ἐρυθρὰ εἰσὶ καὶ πορφυρᾶ, καὶ ἐπὰν βάλλῃ εἰς αὐτὰ ὁ ἥλιος, καταπέμπει [225 M.] εἰς τὴν θάλασσαν ἡ αὐγὴ σκιὰν ἐρυθράν· καὶ ὄμβρῳ δὲ κατακλυσθέντων τῶν ὀρέων εἰς θάλασσαν συρρέοντι τοιαύτη, φησὶ, γίνεται ἡ θάλασσα τὴν χροιάν. Τινὲς δὲ ἐρυθρὰν εἶπον διὰ τὸ πυροῦσθαι μάλιστα τῷ ἡλίῳ τὸ ἐκεῖ κλίμα· διὸ, φασὶ, καὶ Αἰθίοπες οἱ κατοικοῦντες λέγονται, ὡς κεκαυμένοι τὴν ὄψιν. Ὁ δὲ Γεωγράφος τὰ τῶν πολλῶν ἐπιτέμνων ταῦτα γράφει περὶ τῆς Ἐρυθρᾶς· Ἐρυθρὰ θάλασσα λέγεται ἀπὸ χροιᾶς ἐμφαινομένης κατ᾽ ἀνάκλασιν, εἴτε ἀπὸ ἡλίου κατὰ κορυφὴν ὄντος, εἴτε ἀπὸ τῶν ὀρῶν ἐρυθραινομένων ὑπὸ τῆς καύσεως. Οἱ δὲ ἀπὸ πηγῆς τινος ὕδωρ εἰς τὴν θάλασσαν εἰσαγούσης ἐρευθὲς καὶ μιλτῶδες, οἱ δὲ ἀπὸ Ἐρύθρα τινὸς, πρώτου περαιωθέντος ἐπὶ σχεδίας εἴς τινα ἐκεῖ νῆσον, διὰ ἱπποφόρβιον οἰστρηθὲν ὑπὸ λεαίνης, καὶ οἰκήσαντος ἐκεῖ καὶ ἡγησαμένου τῶν τόπων. Τινὲς δὲ καὶ Περσέως εἶπον υἱὸν εἶναι τοῦτον τὸν Ἐρύθραν. Διονύσιος μέντοι προϊὼν ἐμφαίνει ἀπὸ Ἐρυθραίου τινὸς βασιλέως τὸν τόπον κληθῆναι, οὗ καὶ τάφον ἐκεῖ εἶναι λέγει. Ὅτι δὲ τὸ μιλτῶδες χρῶμα ἐρευθές ἐστιν, ὡς ἀνωτέρω γέγραπται, δῆλον τῇ αἰσθήσει· ὅθεν καὶ ὁ ποιητὴς ἐμβάπτων ταῖς ναυσὶ τὰ πρόσωπα μιλτοπαρῄους αὐτὰς καλεῖ. § 39-40. Ὅτι πρὸς νότον πολὺς ἀοικήτου χθονὸς αὐλὼν ἢ ἀγκὼν ἐκτέταται, θερμοῖς κεκαυμένος ἡλίοις, ὃς καὶ καλεῖται διακεκαυμένη ζώνη, ἔρημος οἰκούντων οὖσα, διὰ τὴν ἐκεῖ ἄγαν θερμότητα. Ἰστέον δὲ ὅτι οὕτω νοητέον καὶ πρὸς τῷ βορείῳ ὠκεανῷ ἀοίκητον ὁμοίως εἶναι τόπον, διὰ τὴν λίαν ψυχρότητα· διὸ καὶ προμήκης ἡ οἰκουμένη, ὡς εἴρηται, παρατέταται δίκην σφενδόνης, καὶ οὐκ ἀκριβῶς ἐσφαίρωται, ὡς ὑπεξαιρουμένων τῶν ἑκατέρωθεν ἀοικήτων. Ὅτι δὲ καὶ πρὸς βορρᾶν πολλή ἐστι γῆ νομάδων ἀοίκητος, ὡς εἴρηται, διὰ ψυχρότητα, δῆλον ἔσται ἐν τοῖς ἑξῆς. Ἰστέον δὲ καὶ ὅτι τὰ τῆς οἰκουμένης ἄκρα τὰ παρακείμενα τῇ διὰ καῦμα ἢ διὰ ψύχος δυσκράτῳ καὶ ἀοικήτῳ δοκεῖ τοῖς σοφοῖς ἀποτεύγματα, ἤγουν ἀποτυχίας, εἶναι τῆς εὐκράτου, καὶ ἐκπτώσεις τινὰς καὶ ἐλαττώματα· καὶ δῆλόν φασι τοῦτο καὶ ἐκ τῶν βίων· Κακόβιοι γάρ εἰσιν οἱ ἐν τοῖς τοιούτοις ἄκροις οἰκοῦντες καὶ γυμνῆτες τὰ [226 M.] πολλὰ καὶ νομάδες, καὶ τὰ βοσκήματα δὲ αὐτοῖς μικρὰ καὶ οἱ κύνες. Τάχα δέ, φασι, καὶ οἱ νοτιώτατοι Πυγμαῖοι ἀπὸ τῆς τούτων μικροφυΐας ὑπενοήθησαν καὶ ἀνεπλάσθησαν. Οὐδεὶς γὰρ ἑωρακὼς ἐξηγεῖται πίστεως ἄξιος. Σημείωσαι δὲ ὅτι οὐ παρὰ Λιβανίῳ μόνον καὶ Αἰλιανῷ πληθυντικῶς οἱ ἥλιοι· ἰδοὺ γὰρ καὶ παρὰ Διονυσίῳ ἐνταῦθα ἐν τῷ μαλεροῖς κεκαυμένος ἡλίοις. Ἀλλ᾽ ὁ μὲν Λιβάνιος ἐπὶ ἡμερῶν τοὺς ἡλίους τίθησιν, ὅτε που λέγει τὴν μῆνιν ἐπὶ πολλοῖς ἡλίοις διαφυλαχθῆναι· οἱ δὲ ἄλλοι τὰς ὁσημέραι τοῦ ἡλίου λάμψεις ἡλίους φασίν. Ἄλλως γὰρ μοναδικός ἐστιν ὁ ἥλιος, καὶ διὰ τοῦτο οὐ θέλει ἐν τῷ κλίνεσθαι πληθύνεσθαι, ὥσπερ οὔτε ἡ γῆ, κἂν αἱ χώραι γαῖαι λέγωνται, ὡς μετὰ ταῦτα φανήσεται· οὔτε ἡ ἅλς, κἂν τὰ πελάγη θαλάσσας ὁμοίως λεγομένας ἀκούωμεν. § 41. Ὅτι εἰπὼν τέσσαρα τὰ πελάγη τοῦ ὠκεανοῦ, τὸ ἑσπέριον Ἀτλαντικὸν, καὶ τὸ ἀρκτῶον Κρόνιον, καὶ τὸ κατὰ τὴν ἕω Ἰνδικὸν, καὶ τὸ νότιον Αἰθιοπικὸν, καὶ οὕτω τοῖς τοῦ κόσμου τέσσαρσι κέντροις ἐπεξελθὼν, ἐπάγει συμπληρωματικῶς ἅμα καὶ ἐπιφωνηματικῶς, ὅτι Οὕτως ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν· ὡς ἤδη δείξας ὅτι πᾶσαν τὴν γῆν στεφανοῖ, ὡς προείρηται· εἰ καί τινες τῶν παλαιῶν ἀντιλέγειν ἐβούλοντο, καθὰ καὶ Ἡρόδοτος, ὃς οὐκ ἀποδέχεται τοὺς γράφοντας τὸν ὠκεανὸν ῥέειν πέριξ τῆς γῆς. § 43-44. Ὅτι τὸν ὠκεανὸν εἰς τέσσαρα διελὼν, ὡς προείρηται, ἱστορεῖ καὶ τέσσαρας αὐτοῦ κόλπους μεγίστους εἰς τὴν γῆν ἔσω ἐρεύγεσθαι, ἕνα μὲν τὸν ἑσπερίαν θάλασσαν τίκτοντα, τὴν ἀπὸ Γαδείρων διήκουσαν ἕως καὶ εἰς Παμφυλίαν, ὅπου καὶ ἡ Κύπρος· ἕτερον δὲ τὴν ἐκ τοῦ βορρᾶ Κασπίαν θάλασσαν, τὴν καὶ Ὑρκανίαν· τρίτον δὲ ἀπὸ νοτίας θαλάσσης, ἤτοι νοτίου ὠκεανοῦ, τὸν Περσικὸν κόλπον ἀντικρὺ κείμενον τῆς Κασπίας· καὶ τέταρτον τὸν Ἀραβικὸν, ἀντικείμενον τῷ Εὐξείνῳ ἐκ νότου καὶ αὐτὸν, καλούμενον Ἀραβικὸν, διὰ τοὺς αὐτόθι Ἄραβας, ὡς καὶ ἡ Περσὶς θάλασσα τοῖς Πέρσαις παρονομάζεται, καὶ τοῖς Ὑρκανίοις καὶ Κασπίοις ἡ αὐτῶν παρώνυμος θάλασσα. Τὸν δὲ Ὑρκάνιον κόλπον τὸν καὶ Κάσπιον ὀλίγον μὲν λέγει, ὡς πρὸς τὴν ἑσπερίαν θάλασσαν τὴν συρομένην ἀπὸ Γαδείρων ἕως καὶ εἰς Παμφυλίαν, τῶν ἄλλων δὲ προφερέστερον ἱστορεῖ, τοῦ Περσικοῦ τε δηλαδὴ καὶ τοῦ Ἐρυθραίου. Λέγει δὲ καὶ ὅτι μικροὺς μὲν κόλπους ὁ ὠκεανὸς πλέονας, ὡς δὲ προϊὼν ἐρεῖ, καὶ ἀπειρεσίους ἔνθα καὶ ἔνθ᾽ ἀπερεύγεται [227 M.] εἰς ἅλα ἔνδοθι βάλλων, ἤγουν θαλάσσας ἔσω τῆς οἰκουμένης ἀποτελῶν· μεγίστους δὲ τέσσαρας, οὓς καὶ πρὸς ὄνομα ἐξέθετο, καθάπερ εἴρηται. § 48-50. Ὅτι τὴν Κασπίαν θάλασσαν Πτολεμαῖος μὲν λιμνοειδῶς περιγράφων περιοδεύεσθαι λέγει πεζῇ βαδίζουσι· συμφωνεῖ δὲ αὐτῷ καὶ Ἡρόδοτος, ἐν οἷς λέγει ὅτι ἡ Κασπία ἐστὶν ἐφ᾽ ἑαυτῆς, οὐ συμμίσγουσα τῇ ἑτέρᾳ θαλάσσῃ. Διονυσίῳ μέντοι δοκεῖ τῆς Κρονίας ἁλὸς αὐτὴν ἀποσκίδνασθαι ἐκ βορέαο. Λέγει γὰρ ἐν τοῖς ἑξῆς, ὅτι ὀξὺ ἐπ᾽ ἄρκτους ἑλκομένη προχοαῖς ἐπιμίσγεται ὠκεανοῖο. Καὶ οὕτω μὲν διαφωνοῦσιν αὐτοί. Οἱ δὲ παλαιοὶ συμφωνίαν τῇ τοιαύτῃ τῶν περιηγητῶν διαφωνίᾳ τεχνώμενοί φασιν ὅτι τάχα διὰ τόπων ἀδήλων ὁ Κρόνιος ὠκεανὸς ἑαυτὸν ἐκπέμπων ἀναδίδωσι τὸν Ὑρκάνιον κόλπον. Καὶ οὕτω σωθήσεται καὶ ὁ λόγος ὁ λέγων τὴν Κασπίαν κύκλῳ πεζεύεσθαι, καὶ ὁ εἰπὼν ἐκ τῆς Κρονίας θαλάσσης γεννᾶσθαι αὐτήν.