Eustacio de Tesalónica: Comentario a la «Descripción del mundo» de Dionisio Periegeta

s. XII

TLG

- Annotations   ·   No Other Contributors   ·   CC BY 4.0 License information Inmaculada Pérez Martín (CSIC), Carmen García Bueno (CSIC), Paula Caballero Sánchez (UMa), Jesús Polo Arrondo (UAM), Juan Signes Codoñer (UCM)

El Mediterráneo y el Euxino (DP 58-173) § 58-61. Ὅτι ἡ ἑσπερία θάλασσα οὕτως ἐστὶ μεγάλη, καὶ, ὡς αὐτός που ἐρεῖ, ἀπείριτος, ὥστε ἐπὶ τὰς τρεῖς ἠπείρους τῆς οἰκουμένης λοξοῖς ἐπιστρέφεται πελάγεσιν, ἄλλοτε μὲν νήσοις περίδρομος, ἄλλοτε δὲ ἢ ὀρέων πέζαν ὑποξύουσα ἢ πόλεων. Καὶ ὅρα τὸ ὑποξύουσα, ὡς ἐὰν εἴπῃ τις ὑποτρίβουσα ἐν τῷ παραρρεῖν· καὶ ἔστιν ἀστεία ἡ τῆς λέξεως τροπὴ, ὡς ἐπὶ ξυομένων ποδῶν. § 62. Ὅτι τὰς μὲν ἀρχὰς εἰς τὸν τῆς περιηγήσεως σκοπὸν ἐπειγόμενος ὁ Διονύσιος, ὡς προείρηται, καὶ ἅμα ἵνα καὶ φιλοσοφώτερος δόξῃ, καὶ τὸ κοινὸν ποιητικὸν ἐκκλίνῃ ἔθος, καινοπρεπέστερον παρῆκε τὰς Μούσας, ὡς ποιητῇ πρέπον, ἐπικαλέσασθαι· καὶ οὕτω τὰς μὲν ἀρχὰς τῆς περιηγήσεως, πρὸς μέντοι αὐτῷ τῷ ἔργῳ γενόμενος, καὶ ὅτι ποιητής ἐστιν αἰσθόμενος, καὶ ὡς οὐκ ἄνευ Μουσῶν, ἤτοι γνώσεως μυθωδικῆς, περιοδευτέα τὰ τῆς γῆς αὑτῷ ἐννοησάμενος, προφανῶς αὐτὰς τῆς περιηγήσεως ἡγεμόνας καλεῖ, ὡς ἂν ἀρξάμεναι, φησὶ, στοιχηδὸν ἐνέποιεν τὰς σκολιὰς κελεύθους. Καὶ σημείωσαι ὅτι εἰ καὶ ἐν ἄλλοις τὸ ἐννέπειν διπλασιάζει τὸ ν, ἀλλ᾽ ἐνταῦθα κατὰ φύσιν δι᾽ ἑνὸς ἐκφέρεται ν, καθὰ καὶ ἐν τοῖς ἑξῆς. [228 M.] § 64-65. Ὅτι περὶ τὰ Γάδειρα Ἡρακλέος ἑστᾶσι στῆλαι πρὸς τοῖς τέρμασι τῆς γῆς, μέγα θαῦμα. Φασὶ δὲ αὐτὰς ἢ ἀνδριάντας εἶναι Ἡρακλέος, ἢ πόλεις ἐπωνύμους ἐκείνῳ, ἢ καὶ λόφους ἐπονομαζομένους αὐτῷ. Ἔστι δὲ αὐτῶν ἡ μὲν Εὐρωπαία, Κάλπη καλουμένη βαρβαρικῶς, Ἀλύβη δὲ καθ᾽ Ἕλληνας· ἡ δὲ Λιβυκὴ, κατὰ βαρβάρους μὲν Ἄβεννα καλουμένη, Ἑλληνικῶς δὲ Κυνηγετική. Μέγα δὲ θαῦμα ὁ Διονύσιός φησιν αὐτὰς ἢ διὰ τὸ ὑψηλόν· ὄρη γάρ εἰσιν, ὧν τὸ ὕψος οὐ μεῖον ἑκατὸν, ὥς φασιν, ὀργυιῶν· ἢ διὰ τὸ θαυμαστὸν τῆς ἄχρις ἐκεῖ τοῦ Ἡρακλέος ἐλεύσεως. Ἐκαλοῦντο δέ ποτε καὶ Κρόνου στῆλαι, εἶτα καὶ στῆλαι Βριάρεω, διὰ τὸ μέχρι τῶν τῆδε ὅρων διήκειν τὰ κατ᾽ ἐκείνους. Τὰ Γάδειρα δὲ νῆσος πλησίον τοῦ ὠκεανοῦ περιμήκης κατὰ τοὺς παλαιοὺς, ὡς οἷα ταινία, τουτέστι καθάπερ ὑφάσματος τμῆμα στενὸν καὶ μεμηκυσμένον, ὅπερ ἡμεῖς φασκίαν φαμέν. Λέγεται δὲ καὶ ἡ Γάδειρα θηλυκῶς. Καλεῖται δὲ οὕτως οἱονεὶ γῆς δειρὰ, ὃ ἔστι τράχηλος, διὰ τὸ τῆς ἠπείρου στενὸν, τῆς ἑκατέρωθεν σφιγγούσης τὸν ἐκεῖ ὀλιγοστάδιον πορθμόν. Ἔστι δὲ καὶ πόλις ἐκεῖ Γάδειρα. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι τὰς Ἰταλικὰς παρ᾽ Ὁμήρῳ Πλαγκτὰς πέτρας καὶ τὰς Ποντικὰς Συμπληγάδας τινὲς τῇ μυθικῇ αὐτονομίᾳ μετήγαγον εἰς τὸν ἐν Γαδείροις πορθμὸν, καὶ ταύτας εἶναι στήλας ἐνόμισαν, ἃς ὁ Πίνδαρος καλεῖ πύλας Γαδειρίδας διὰ τὴν τοῦ πορθμοῦ στενότητα, εἰς ταύτας ὑστάτας ἐλθεῖν φάσκων τὸν Ἡρακλέα. Ἄλλοι δὲ, ὡς ὁ αὐτὸς Γεωγράφος λέγει, στήλας Ἡρακλέος φασὶ λέγεσθαι τὰς ἐν τῷ κατὰ Γάδειραν Ἡρακλείῳ, τουτέστι τὰς ἐν τῷ τοῦ Ἡρακλέος τεμένει ὀκταπήχεις στήλας, ἐν αἷς ἀναγέγραπται τὸ ἀνάλωμα τῆς κατασκευῆς τοῦ ἐκεῖ ἱεροῦ· ἐφ᾽ ἃς ἐλθόντες οἱ πλέοντες ἐποίησαν διαβοηθῆναι ἐνταῦθα εἶναι τὸ τῆς γῆς καὶ τῆς θαλάσσης πέρας. Ἕτεροι δὲ στήλας, φησὶν, ὑπέλαβον τὴν Εὐρωπαίαν Κάλπην καὶ τὸ ἀντικείμενον αὐτῇ ὄρος ἐκ τῆς Λιβύης, Ἀλύβην ἢ Ἀβίλικα. Ἄλλοι δὲ στήλας [229 M.] ἐνόμισαν τὰς πλησίον ἐκεῖ ἑκατέρωθεν νησίδας, ὧν τὴν ἑτέραν ῞Ηρας ὀνομάζουσι νῆσον· καὶ οὐ φαύλως, φησὶ, τὰ τοιαῦτα νησίδια διὰ τὸ εὐπερίγραπτον καὶ σημειῶδες καὶ εὐόριστον στήλαις εἰκάζονται. Ἐξοχὴν γάρ τινα ἐμφαίνουσι καὶ αὐτὰ οἵαν καὶ αἱ στῆλαι καὶ αἱ στυλίδες· καὶ διὰ τοῦτο καὶ τὰ τοιαῦτα στῆλαι ἂν λέγοιντο. § 66-68. Ὅτι ὁ Ἄτλας ὁ κατὰ βαρβάρους Δύρις μέγιστον ὄρος περὶ τὰ τῆς Λιβύης πρὸς δύσιν ἔσχατα, ἀφ᾽ οὗ καὶ πέλαγος ὠκεάνιον Ἀτλαντικόν. Διὰ δὲ τὸ πολὺ τοῦ ὄρους μέγεθος Ἄτλαντας αὐτὸ πολυσπερέας ὁ Διονύσιος καλεῖ, ποιητικῷ τρόπῳ· ὡς καὶ ὁ Ποιητὴς Μάλειαν καὶ Μαλείας φησὶ, καὶ Κρήτην καὶ Κρήτας, καὶ Ἀθήνην καὶ Ἀθήνας, καὶ τὸ πρόσωπον δέ που πληθύνει δι᾽ ἔμφασιν, πρόσωπα λέγων, καὶ τὸ τόξον τόξα, καὶ τὸ ἅρμα ὁμοίως ἅρματα. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας ἔθνος Λιβυκὸν λέγει τοὺς Ἄτλαντας. Καὶ Ἀρριανὸς δὲ, ὥς φασιν, Ἀτάραντάς τινας ἱστορεῖ, καὶ μετ᾽ ἐκείνους κεῖσθαι τοὺς Ἄτλαντας, οἳ καὶ λέγονται μὴ βλέπειν ὀνείρους. Ὠνόμασται δὲ τὸ ὄρος ἀπ᾽ ἀνδρὸς ἐγχωρίου Ἄτλαντος, περὶ οὗ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν κάλλιον γέγραπται. Ἐνταῦθα δὲ, ὥς φησιν ὁ Διονύσιος, καὶ χάλκεος εἰς οὐρανὸν ἔδραμε κίων, ἠλίβατος, πυκνοῖς καλυπτόμενος νεφέεσσι. Καὶ τάχα ὁ Διονύσιος ἐν τούτοις ἱστορικήν τινα θεραπείαν παρακαλεῖ τῆς μυθικῆς κιονοφορίας τοῦ Ἄτλαντος. Ὁ γάρ τοι κίων οὗτος, οὗπερ, ὡς αὐτὸς λέγει, κορυφὴν οὐκ ἔστιν ἰδεῖν διὰ τὰ καλύπτοντα νέφη, δόξοι ἂν τῷ πολλῷ τοῦ ὕψους ἕως εἰς τὸν αἰθέρα ἀνήκειν, καὶ οὕτως λέγοιτ᾽ ἂν ἀνέχειν τὸν οὐρανὸν, ὡς εἶναι τούτῳ τῷ τρόπῳ τὸν Ἄτλαντα τὸ ὄρος οἷόν τινα κιονοφόρον, εἴτε καὶ αὐτόχρημα κίονα κατὰ τὸν Ἡρόδοτον. Τινὲς δὲ ἐνταῦθα ἀντὶ τοῦ χάλκεος κίων χάλκεος ἄξων γράφουσιν· ὡς ἐκεῖ που τάχα διήκοντος τοῦ κοσμικοῦ ἄξονος, ὡς καὶ τοῦτο ἐν τῷ ἄλφα τῆς Ὀδυσσείας γέγραπται. Ἡρόδοτος δὲ τοιαῦτα περὶ τούτων λέγει· Μετὰ τοὺς Γαράμαντας ἔθνος διὰ δέκα ἡμερῶν ὁδοῦ Ἄτλαντες, ἄνθρωποι [230 M.] ἀνώνυμοι, τουτέστι κοινῶς μὲν λεγόμενοι Ἄτλαντες, ἑνὶ δὲ ἑκάστῳ μὴ ἔχοντες κείμενον ὄνομα. Λέγει δὲ καὶ ὅτι καταρῶνται ὑπερβαλλόντως τῷ ἡλίῳ οἱ Ἄτλαντες, διότι κατακαίων ἐπιτρίβει αὐτοὺς, καὶ ὅτι στενὸν καὶ κυκλοτερὲς τὸ τοιοῦτον ὄρος ὁ Ἄτλας καὶ ὑψηλότατον, ὡς μὴ εἶναι δυνατὸν ἰδεῖν τὰς αὐτοῦ κορυφὰς, καὶ μηδὲ νέφη αὐτάς ποτε ἐπιλείπειν· ὅθεν καὶ κίονα οὐρανοῦ φασιν αὐτὸ οἱ ἐπιχώριοι, καὶ ὅτι ἐπώνυμον αὐτοῦ τὸ ἔθνος οἱ Ἄτλαντες, οὔτε ἔμψυχον οὐδὲν σιτούμενοι, οὔτε ἐνύπνια ὁρῶντες. Ἰστέον δὲ ὅτι ὥσπερ τὸν Ἄτλαντα κίονα εἴπομεν οὐρανοῦ λέγεσθαι, οὕτω καὶ τὴν Αἴτνην οὐρανίαν κίονα εἶπεν ὁ Πίνδαρος. § 69-74. Ὅτι ὁ Ἰβηρικὸς κόλπος Εὐρώπης ἐστὶν ἀρχὴ καὶ Λιβύης· μέσος γάρ, φησιν, ἑλίσσεται ἀμφοτέρων, οὗ παρὰ πλευραῖς καὶ αἱ τοῦ Ἡρακλέος κεῖνται στῆλαι. Τὸν δὲ μετεκδέχεται Γαλάτης ῥοῦς, ἤτοι τὸ Γαλατικὸν πέλαγος· ἀντὶ κτητικοῦ γὰρ εἴρηται, ὥσπερ καὶ Αἰσχύλος Σκύθην οἶμον λέγει τὸν Σκυθικόν. Ὅρα δὲ ὅπως ἐν ὅλῳ τῷ παρόντι χωρίῳ εὐφυῶς καὶ ἐπικαίρως τοῖς παρίσοις ἤτοι τοῖς ἰσοκαταλήκτοις ῥήμασι συχνῶς χρῆται ὁ Διονύσιος, τὴν ὑπτιότητα καὶ ἀνάπτωσιν τῆς περιηγητικῆς ἀφηγήσεως ἀνιστῶν τῷ κάλλει καὶ τῇ γοργότητι ἐν τῷ λέγειν· πόντος Ἰβηρικὸς ἐγκέχυται καὶ μέσσος ἑλίσσεται καὶ Λιγυστιὰς ἕλκεται ἅλμη καὶ ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ καὶ Σαρδόνιος μορμύρεται πόντος καὶ ὠρύεται Τυρσηνὶς θάλασσα καὶ κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος καὶ ἄλλα τοιαῦτα. Σκόπει δὲ καὶ τὴν ἐν τοῖς ὀνόμασιν ἐπίχυσιν καὶ ποριμότητα τοῦ ποιητοῦ, ἐν τῷ πόντος Ἰβηρικὸς καὶ Γαλάτης ῥόος καὶ Λιγυστιὰς ἅλμη καὶ Κύρνιον ἁλμυρὸν ὕδωρ καὶ Τυρσηνίδος οἶδμα θαλάσσης. Ἰστέον δὲ ὅτι τὸν ἀπὸ τῶν Γαλατῶν ὀνομαζόμενον Γαλάτην ῥοῦν, ἤτοι τὴν Γαλατικὴν θάλασσαν, Κελτογαλάται παροικοῦσι, καὶ ὅτι λέγονται ἥττονες ἀκράτου οἱ Γαλάται εἶναι. Λέγεται δὲ οὕτω καλεῖσθαι ἀπὸ Γαλάτου τινὸς υἱοῦ Ἀπόλλωνος. § 75. Ὅτι καὶ ἡ Μασσαλία Γαλατική ἐστι, Φωκεῖς δὲ ᾤκησαν αὐτὴν, οἱ ἐκ τῆς ἕω φυγόντες τὴν τοῦ Κύρου δουλείαν. Καὶ ὅτι ὅρμον ἡ Μασσαλία ἔχει ἐπίστροφον, [231 M.] ὃ ἔστι περιφερῆ, περίδρομον καὶ καμπύλον, ἢ οὗ ἐπιστρέφονται οἱ ναυτιλλόμενοι. Ἀγαθὸς γὰρ τοῖς Μασσαλιώταις λιμὴν ὁ Λακύδων. Τὸ δὲ ἐπίστροφος καὶ παρ᾽ Ὁμήρῳ κεῖται, ὅπου λέγει ὅτι καὶ Ὀδυσσεὺς ἐπίστροφος ἦν ἀνθρώπων. Φασὶ δὲ τοὺς Μασσαλιεῖς εὐδοκιμῆσαί ποτε περί τε ὀργανοποιΐαν καὶ ναυτικὴν παρασκευήν. Ἔστι δὲ οὐ μόνον χώρα Μασσαλία, ἀλλὰ καὶ πόλις Λιγύων περί που τὴν Κελτικὴν, ἐτυμολογουμένη ἀπὸ τοῦ μάσσαι, ὃ ἔστιν ἐκδῆσαι Αἰολικῶς, καὶ ἀπό τινος ἁλιέως. Προσπλέων γάρ, φασιν, ὁ τῶν ἀποίκων Φωκαέων κυβερνήτης καὶ ἰδὼν ἐκεῖ ἁλιέα, ἐκέλευσε μάσσαι, ἤτοι δῆσαι, τὸ ἀπόγαιον πεῖσμα· ὅθεν καὶ ἡ πόλις Μασσαλία, παρὰ τὸ μάσσειν καὶ τὸν ἁλιέα. § 76. Ὅτι μετὰ τοὺς Μασσαλιώτας οἱ Λίγυες, οὓς Λιγυστίνους ὁ Λυκόφρων καλεῖ. Ὀνομάζονται δὲ οὕτως ἀπὸ Λίγυος ἀνδρὸς, ὃς τὸν Ἡρακλέα ἐκώλυεν εἰς τὰς Γηρυόνου βοῦς ἀπιόντα· ὅτε καί φασιν οἱ μῦθοι ὡς ἐπέλιπε μὲν τὸν Ἡρακλέα πᾶν ἀμυντήριον βέλος, ὁ δὲ ηὔξατο τῷ Διὶ ἐπαμῦναι· κἀκεῖνος ἀναγαγὼν νεφέλην λίθους ἄνωθεν ὗσεν, ἐξ ὧν καὶ τὸ λίθινον πέδον μεταξὺ Μασσαλίας καὶ Ῥηγίνης, μεστὸν χειροπληθῶν λίθων, οὓς ὑπὸ κεραυνῶν συνεχῶν ἢ τυφωνικῶν ἀναθυμιάσεων διαρραγῆναί φασιν οἱ σοφοὶ, καὶ ἐκ πλακώδους συνεχείας κατακερματισθῆναι εἰς μικρὰ, τὸν μῦθον ἀφέντες ληρεῖν ἃ θέλει. Ζῶσι δὲ ἀπὸ θρεμμάτων [232 M.] οἱ Λίγυες τὸ πλέον καὶ γάλακτος καὶ κριθίνων πομάτων. Οὕτω δὲ σφενδονῶσιν, ὡς ἡ ἱστορία λέγει, ὥστε ὀρνέων ἐπιφανέντων διορίζονται εἰς ποῖον ἕκαστος βαλεῖ, ὡς πάντες τευξόμενοι. Οἱ μέντοι παρὰ Τυρσηνοῖς Λίγυρες ἀπὸ Λίγυρος ποταμοῦ ὀνομάζονται. Ἰστέον δ᾽ ὅτι ἐοίκασι καὶ Κολχικοί τινες Λίγυες εἶναι ἄποικοι τῶν Εὐρωπαίων, καὶ δηλοῖ ὁ Λυκόφρων, ἱστορῶν ἐν τοῖς Κόλχοις Κύταιαν Λιγυστικὴν πόλιν. Ἀριστοτέλης δὲ ἱστορεῖ τῶν τινας Λιγύων ἑπταπλεύρους πρός τινων λέγεσθαι, οὐ πιστεύων αὐτὸς τῷ τοιούτῳ λόγῳ, διὰ τὸ τοῖς ἀνθρώποις ἀνὰ ὀκτὼ ἑκατέρωθεν εἶναι πλευράς. § 77-79. Ὅτι τοὺς Ἰταλοὺς, ὡς τότε μοναρχοῦντας, μέγα κοιρανέειν λέγει, καὶ Αὐσονῆας, ἤτοι Αὔσονας, ὀνομάζει. Καὶ σημείωσαι ὅτι τοὺς αὐτοὺς εἶναι λέγει Αὔσονας καὶ Ἰταλούς. Λέγονται δὲ Αὔσονες ἀπὸ Αὔσονος, ὃς πρῶτος τῶν κατὰ Ῥώμην βασιλεῦσαι πρός τινων ἱστορεῖται, Ὀδυσσεῖ γεγονὼς ἐκ τῆς Κίρκης, ἢ, κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, ἐκ Καλυψοῦς γεννηθεὶς τῷ Ἄτλαντι, ἀφ᾽ οὗ καὶ τὸ Σικελικὸν πέλαγος Αὐσόνιον ἐκλήθη ποτέ. Λέγει δὲ αὐτοὺς παρὰ τὸν Λιγυστικὸν εἶναι κόλπον, ἀρξαμένους ἀπὸ βορέου, καὶ διήκοντας ἕως τῆς Λευκῆς Πέτρας, ἧς καὶ ἐν τοῖς ἑξῆς μεμνήσεται. Ἄκρα δὲ αὕτη ἐστί, περὶ ἧς οὕτως ἱστορεῖται· ἄκρα Λευκὴ Πέτρα καλουμένη ἀπὸ χρόας, εἰς ἣν τελευτᾷ τὸ Ἀπέννιον ὄρος. Ἀπὸ Ἰταλοῦ δέ [233 M.] τινος ὀνομάζονται Ἰταλοί, ὡς καὶ ἀπὸ Αὔσονος Αὔσονες. Ἰστέον δὲ ὅτι ἀπὸ τοῦ Αὔσονος παράγωγον Αὐσονεύς, ὡς Αἰθιοπεύς, ἡγεμονεύς, καὶ πλεονασμῷ τοῦ ι, διὰ δακτύλου συγκρότησιν, Αὐσονιεύς· ἐξ οὗ τὸ Αὐσονιῆες. § 80. Ὅτι τὸν Σικελικὸν πορθμὸν καθ᾽ ὑποκορισμὸν ἢ παρωνυμίαν πορθμίδα καλεῖ, λέγων ὅτι ἡ Λευκὴ Πέτρα Σικελικῆς ἐπὶ πορθμίδος ἐρρίζωται. Ἄλλως δέ γε πορθμίδα φασὶν οἱ παλαιοὶ τὴν ἁλιάδα, ὃ ἔστι τὸ ἁλιευτικὸν πλοιάριον, ἢ καὶ τὸ ἁπλῶς μικρὸν πλοῖον, ὡς δηλοῖ Εὐριπίδης, ἔνθα Κρησίαν πορθμίδα φησὶν, ἤγουν πλοῖον Κρητικόν. Καὶ τὴν Ἀσίαν δὲ Ἀσιάδα παρωνύμως καλέσει ἐν τοῖς ἑξῆς ὁ Διονύσιος, εὐτελέστερον μὲν οὕτω ποιῶν διὰ τὸ ὑποκοριστικὸν σχῆμα, τὴν δὲ τοῦ μέτρου ἀνάγκην οὕτως ἀποπληρῶν. § 82. Ὅτι οὐ μόνον Σαρδώ ἡ νῆσος, ὡς τὸ Σαπφώ, ἀλλὰ καὶ Σαρδών Σαρδόνος, ὡς τρυγόνος, ἐξ ἧς ὁ Σαρδόνιος κόλπος, ὁ μετὰ τὴν Κύρνον. Περὶ δὲ Σαρδόνος καὶ Κύρνου ἐν ἰδίῳ τόπῳ ῥηθήσεται. Φαίνεται δὲ μετὰ τὸ Λιγυστικὸν εἶναι καὶ Κύρνιον πέλαγος, τὸ περὶ τὴν Κύρνον νῆσον· ἐνδοτέρω δὲ τούτου τὸ Σαρδόνιον. § 83-111. Ὅτι μετὰ τὸν Σαρδόνιον κόλπον θάλασσα πρὸς νότον ἡ Τυρρηνὶς, καλουμένη οὕτως διότι παράκεινται αὐτῇ πρὸς βορρᾶν οἱ Τυρρηνοὶ, καθάπερ οἱ Γαλάται τῇ Γαλατικῇ, καὶ οἱ Λίγυες τῇ Λιγυστικῇ, καὶ διὰ τὸ τοὺς Τυρρηνοὺς πειράτας ποτὲ γενομένους αὐτόθι συνιστᾶν τὰ λῃστήρια· ἐκεῖθεν δὲ πρὸς ἡλίου, φησὶν, αὐγὰς κυρτὸς ἐπιστρέφεται ὁ Σικελικὸς ῥόος, μέχρι τοῦ τε Παχύνου, ἀνατολικοῦ ἀκρωτηρίου Σικελικοῦ, καὶ τοῦ κατὰ Κρήτην Κριοῦ μετώπου. Ἐξήπλωται δὲ, φησὶ, καὶ μέχρι τοῦ Ἰονίου κόλπου ἐπιστρεφόμενος καὶ κυρτούμενος ἕως καὶ ἐκεῖ· διὸ καὶ κυρτὸν αὐτὸν ὠνόμασεν, ὡς μὴ κατ᾽ εὐθυωρίαν προϊόντα μέχρι τῆς Κρήτης, ἀλλὰ καὶ εἰς τὸν Ἰόνιον παρεκνεύοντα. Σημείωσαι δὲ ὅτι νῦν μὲν ἕως τοῦ Κρητικοῦ μετώπου τοῦ Κριοῦ περαίνει τὸ Σικελικὸν πέλαγος, προϊὼν δὲ ἄχρι καὶ Σαλμωνίδος αὐτὸ τῆς Κρητικῆς ἑῴας ἄκρας προάγει. Ἔνθα τις ἐπιστατικώτερον τῷ λόγῳ διδοὺς ἑαυτὸν εὕροι ἂν διώνυμον τὸ Σικελικὸν πέλαγος, αὐτό τε τοῦτο Σικελικὸν καλούμενον, ἀλλὰ δῆτα καὶ Κρητικόν. Φησὶ γὰρ ἐκεῖ ὁ Διονύσιος ἐν σχήματι ἐπαναλήψεως, [234 M.] ὅτι ἐκ δ᾽ ὀρέων Σικελῶν Κρήτης ἀναπέπταται οἶδμα μακρὸν, Σαλμωνίδος ἄχρι καρήνου· οὐ λέγων ὅτι ἐκ τοῦ μετώπου τοῦ Κριοῦ τὸ Κρητικὸν πέλαγος, ἀλλ᾽ ἐκ τῶν ὀρέων τῶν Σικελικῶν πέπταται, καὶ ἴσως δυοῖν ὄντων περάτων τῷ πελάγει τούτῳ, ἑνὸς μὲν Σικελικοῦ, ἑνὸς δὲ Κρητικοῦ, ποτὲ μὲν Σικελικὸν ἐκ τοῦδε καλεῖται, ποτὲ δὲ ἐκ τοῦ ἑτέρου Κρητικόν. Εἰ δέ τις ἴσως τὸ ἐκ δ᾽ ὀρέων Σικελῶν νοήσει ἀντὶ τοῦ μετὰ τὰ ὄρη τὰ Σικελικὰ, τότε δύνανται δύο εἶναι πελάγη, ἰδίᾳ μὲν τὸ Σικελικὸν ἕως τοῦ μετώπου τοῦ Κριοῦ, ἰδίᾳ δὲ ἐκεῖθεν τὸ Κρητικὸν ἕως Σαλμωνίδος. § 87-89. Ὅτι ἡ τῆς Κρήτης ἄκρα ἥτις εἰς ἅλα πολὺ νένευκεν, ἡ περὶ τὴν Γόρτυνα, παραυγάζει, τουτέστι παρεκφαίνει καὶ φαντάζει, μέτωπον κριοῦ τοῖς πόρρωθεν βλέπουσι, καὶ ἐντεῦθεν ἔχει τὴν κλῆσιν, ὀνομαζομένη Κριοῦ μέτωπον. Δεῖ δὲ εἰδέναι ὅτι ἐστὶ καὶ περὶ τὸν Εὔξεινον πόντον ἕτερον μέτωπον Κριοῦ, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἀρκτικὸν ὄρος, διὰ τὴν αὐτὴν κἀκεῖνο αἰτίαν οὕτω καλούμενον. Ἰστέον δὲ ὅτι πολλάκις ἔκ τινων τόπων πόρρωθεν ὁρωμένων ζωϊκή τις φαντασία πέμπεται καθ᾽ ὁμοιότητα δι᾽ ἀπάτην ὄψεως· καὶ ὅτι τοιοῦτόν τι πάσχων ὁ ὀφθαλμὸς καὶ περὶ τὸν Εὔξεινον καὶ περὶ τὴν Κρήτην μέτωπα φαντάζεται Κριοῦ. Καὶ ὁ κατὰ τὴν Νιόβην δὲ μῦθος οὕτω πως θεραπεύεται, φαμένων τινῶν ἀκρωτήριον εἶναι Φρύγιον ἐοικὸς γυναικείῳ προσώπῳ τοῖς πόρρω ἀφεστηκόσιν, ἐξ οὗ ὕδωρ ἀένναον καταρρεῖ, ὅπερ ὁ μῦθος εἰς δάκρυον αὐτοματίζει τῇ Νιόβῃ. Ὁρῶμεν δὲ καὶ τοὺς τὴν γραφικὴν τέχνην δεινοὺς εἰς λεόντων μιμήματα ἢ τοιούτων τινῶν θηρίων προτομὰς τὰς τῶν ὀρέων ἐκτυποῦντας κορυφάς, ὡς τῆς ὄψεως τοιαῦτά τινα φανταζομένης πόρρωθεν. § 88. Ὅτι ἡ Γόρτυν καὶ Γόρτυνα λέγεται τρισυλλάβως, καὶ τὸ μὲν κλίνεται Γόρτυνος, ὡς Φόρκυνος, τὸ δὲ Γορτύνης, ὡς λέαινα λεαίνης. Ἱερὰν δὲ αὐτὴν λέγει ἢ ἁπλῶς διὰ τὸ ἔνδοξον, ἢ Ὁμηρικῷ ζήλῳ, ὡς καὶ Ὁμήρου τὰς πόλεις οὕτω καλοῦντος διὰ τὸ φυλακτικὸν τῶν ἐν αὐταῖς. Κτίσμα δὲ ἡ Γόρτυν Ταύρου ἐκείνου τοῦ τὴν Φοίνισσαν Εὐρώπην ἁρπάσαντος, ὃς Κρήτης ἦν βασιλεύς. Μεγάλη δὲ αὕτη ἡ πόλις κατὰ τὸν Γεωγράφον, εἰπόντα· πόλεις Κρήτης μέγισται, Γόρτυνα, Κυδωνία καὶ Κνωσσός. Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι Γόρτυνα δευτερεύει μετὰ Κνωσσὸν κατὰ δύναμιν [235 M.], καὶ ὅτι συμπράττουσαί ποτε ἀλλήλαις πάντας εἶχον ὑπηκόους τοὺς ἐκεῖ. § 88a. Ὅτι ἡ Φαιστὸς, ἣν ὁ Διονύσιος ἠπειρώτιδα λέγει, διεῖχε θαλάσσης μὲν σταδίους εἴκοσι, Γόρτυνος δὲ ἑξήκοντα. Κατεσκάφη δὲ ὑπὸ Γορτυνίων. Ἐξ αὐτῆς ἦν Ἐπιμενίδης ὁ ποιήσας δι᾽ ἐπῶν Καθαρμούς. § 92-94. Ὅτι ὁ Ἰόνιος κόλπος μετὰ τὸν Σικελικὸν εὐρύνεται πρὸς βορρᾶν, αὖθις δὲ κάμπτων πρὸς ἑσπέριον μυχὸν ἕρπει, ἀφορῶν πρὸς τὸν τὴν ἑσπερίαν θάλασσαν προβαλλόμενον ὠκεανόν. Ἰστέον δὲ ὅτι οὐ μόνον Ἰόνιος κόλπος καλεῖται, ἀλλὰ καὶ Ἀδρίας ὁ αὐτὸς λέγεται καὶ Ἀδριὰς καὶ Ἀδριανὴ θάλασσα. Οἱ δὲ ἀκριβέστεροι τὸν Ἰόνιον μέρος τοῦ Ἀδρίου φασί. Λέγεται δὲ Ἰόνιος, ὡς καὶ τῷ Λυκόφρονι δοκεῖ καὶ τῷ Αἰσχύλῳ, ἀπὸ τῆς Ἰοῦς. Διενήξατο γὰρ ἐκείνη βοῦς γενομένη κἀνταῦθα. Οἱ δέ φασιν ἀπὸ Ἰάονος, ἀνδρὸς Ἰταλοῦ, ἢ ἀπὸ Ἰονίου, ἀνδρὸς Ἰλλυριοῦ. Λέγουσι δέ τινες καὶ τὸ ἀπὸ Γάζης μέχρις Αἰγύπτου πέλαγος Ἰόνιον λέγεσθαι ὁμοίως ἀπὸ τῆς Ἰοῦς. Καὶ τὴν ἐκεῖ δὲ Γάζαν Ἰόνην καλοῦσί τινες, ἔνθα βοῦς ἦν ἐν ἀγάλματι τῆς Ἰοῦς, ἤτοι τῆς σελήνης· Ἰὼ γὰρ ἡ σελήνη κατὰ τὴν τῶν Ἀργείων διάλεκτον. Τοῦ δὲ ἀνωτέρω ῥηθέντος Ἰάονος υἱὸς Ἀδρίας ἱστόρηται, ἀφ᾽ οὗ τὸ αὐτὸ πέλαγος καὶ Ἀδριατικὸν λέγεται. Ἄλλοι δὲ οὕτω φασίν· ἔστιν Ἀδρία πόλις ἐπιφανὴς, καὶ παρ᾽ αὐτὴν κόλπος Ἀδρίας, καὶ ποταμὸς ὁμοίως· ἀγαθὴ δὲ, φασὶ, βοσκήμασιν ἡ ἐκεῖ γῆ, ὥστε καὶ δὶς τίκτειν τοῦ ἐνιαυτοῦ καὶ διδυμοτοκεῖν. § 95-97. Ὅτι εἰσιόντι τὴν Ἰονίαν θάλασσαν κατὰ μὲν τὰ σκαιὰ ἡ τῶν Αὐσόνων κεῖται χώρα, δεξιτερὴν δὲ κατὰ χεῖρα ἡ Ἰλλυρίς ἐστι γῆ, οὕτω καλουμένη ἀπὸ Ἰλλυριοῦ υἱοῦ Κάδμου. Δαλματία δ᾽ ἐφύπερθεν, ἣν καὶ λέγει ἐνυαλίων πέδον ἀνδρῶν, διὰ τὸ μαχίμους εἶναι τοὺς ἐκεῖ. Φασὶ δὲ τοὺς Δαλματεῖς δι᾽ ὀκταετηρίδος ποιεῖσθαι τῆς χώρας ἀναδασμὸν κατά τινα ἀναγραφὴν, καὶ οὐδὲ νομίσμασι χρᾶσθαι, πολλὴν ταύτην ἀφελομένους τοῦ βίου κιβδηλίαν. Διχῶς δὲ τὸ [236 M.] ἔθνος λέγεται, καὶ Δαλμάται καὶ Δαλματεῖς. Ἡ δὲ πόλις αὐτῶν Δάλμιον ἢ Δελμίνιον ἢ Δέλμινον. § 98-102. Ὅτι καὶ ἐνταῦθα οὐ κατὰ κοινὴν κυριολεξίαν ἰσθμὸν εἶπε τὸν περὶ τοὺς Αὔσονας τὸν πλατύτατον· οὐ γὰρ ἐστένωται οὐδὲ ὁ τοιοῦτος ἰσθμός· διὸ ἐπάγει ὡς καὶ ἐν τοῖς πρὸ τούτου θεραπείαν, λέγων ὅτι παραπέπταται ἄσπετος, πουλυτενὴς, τρισσαῖς θαλάσσαις περίδρομος. Καὶ εὐθὺς ἐπάγει ποίαις θαλάσσαις περιείληπται ὁ τοιοῦτος ἰσθμὸς, λέγων πάνυ γοργῶς ὅτι Τυρσηνῇ Σικελῇ τε καὶ Ἀδριάδι πληθούσῃ. Εἶτα εἰπὼν ὅτι ἑκάστη τῶν τοιούτων τριῶν θαλασσῶν πρός τινα ἄνεμον τεκμαίρεται τὸν ὁλκὸν, σχηματίζει πάλιν κατὰ γοργότητα οὕτω Τυρσηνὴ ζέφυρον, Σικελὴ νότον, Ἀδριὰς εὖρον φιλοτιμησάμενος ἑνὶ στίχῳ ἐνθεῖναι τάς τε τρεῖς θαλάσσας καὶ τοὺς τρεῖς ἀνέμους, εἰς οὓς ἑκάστη τὸ ἑαυτῆς παρασύρεται ῥεῦμα. Ὁποῖόν τι πεποίηκε πρὸ τούτου, ὡς προγέγραπται, καὶ ἐν τῷ πρῶτα μὲν Λιβύην, μετὰ δ᾽ Εὐρώπην Ἀσίην τε, τὰς τρεῖς ἠπείρους ἐκεῖ ἑνὶ ἔπει συμπεριλαβών. Σημείωσαι δ᾽ ὅτι ἐνταῦθα μὲν Τυρρηνὴν ἀμφιτρίτην, ἀνωτέρω δὲ Τυρρηνίδα θάλασσαν εἶπεν, ἐν διαφόροις καταλήξεσιν. § 103-107. Ὅτι πρὸς τὰ νότια τῆς Σικελικῆς χθονὸς ἕλκεται κόλπος ἔσω Λιβύης, νοτίαν Σύρτιν ἑλίσσων, τὴν ἑτέραν τὴν εὐρυτέραν· ἐνδοτέρω δὲ ταύτης δυτικωτέρα ἐστὶν ἡ ἑτέρα Σύρτις, ἀφαυρὸν ἔχουσα πόρον, ὃ ἔστι μικροτέρα οὖσα, ἥτις, φησὶ, τηλόθεν ἐρχομένην δέχεται πλημμυρίδα πόντου. Περὶ δὲ τῆς τοιαύτης πλημμυρίδος ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. Σημείωσαι δὲ ὅτι ἐνταῦθα ὁ Περιηγητὴς τῇ ὑπέρ προθέσει ἐπὶ τῶν νοτίων ἐχρήσατο, εἰπὼν ὑπὲρ Σικελικῆς χθονὸς τὴν νοτίαν Σύρτιν ἑλίσσεσθαι. Ποιήσει δὲ τοῦτο πλειστάκις καὶ ἐν τοῖς εἰσέπειτα· ὥστε οὐκ ἐπὶ βορείων μόνον ἡ ὑπὲρ πρόθεσις τίθεται, διὰ τὸ ἔξαρμα τὸ ἐν αὐτοῖς, ἀλλὰ καὶ ἐπὶ τῶν νοτίων. Οὐδὲ γὰρ οὐδ᾽ ἐκεῖνα ἐστέρηνται τοῦ εἰς ὕψος ἐξῆρθαι, εἰ καὶ ἡμῖν δοκεῖ ταπεινά. Ὅτι δὲ καὶ ἐπὶ βορείων τίθησι τὴν ὑπέρ, ἐκδηλότατόν ἐστιν. Ἐρεῖ γοῦν ἐν τοῖς ἑξῆς βορειοτέρη γαίης ὑπὲρ Εὐρωπείης, τουτέστι πρὸς τὰ βόρεια τῆς Εὐρώπης. § 108. Ὅτι μέλλων ἀπὸ τῶν δύο Σύρτεων μεταβῆναι εἰς τὴν ἑξῆς περιήγησιν σχήματι τοιούτῳ χρᾶται συμπληρωτικῷ, γοργῷ τε καὶ σεμνῷ· Ὣς οἱ μὲν βοόωσιν ἑλισσόμενοι δύο κόλποι. Καὶ μετὰ ταῦτα δὲ [237 M.] πολλαχοῦ διὰ σαφήνειαν χρᾶται συχνὰ ταῖς συμπληρώσεσιν ἤτοι ἀποθέσεσιν. § 110. Ὅτι ἡ Σαλμωνὶς ἑῴα ἐστὶν ἄκρα τῆς Κρήτης, ὥσπερ αὖ πάλιν δυτικὸν ἄκρον αὐτῆς τὸ τοῦ Κριοῦ μέτωπον· περὶ τοῦτο τὸ τῆς Σαλμωνίδος, ὡς αὐτός φησι, κάρηνον, ἤτοι ἀκρωτήριον, ἀναπέπταται τὸ Κρητικὸν πέλαγος, μᾶλλον δὲ ἄχρι καὶ αὐτοῦ περαίνεται τὸ εἴτε Σικελικὸν εἴτε καὶ Κρητικὸν, καθὰ πρὸ μικροῦ εἴρηται, πέλαγος· οὗ καθεξῆς ἡ Φαρία θάλασσα, μεθ᾽ ἣν ἡ Σιδωνία· καὶ ἐπὶ ταύτῃ τελευταῖος ὁ περὶ Κύπρον κόλπος, ἤγουν ὁ Ἰσσικός. Περὶ ὧν καὶ μετ᾽ ὀλίγα λελέξεται. § 112-119. Ὅτι τὸ φρίσσειν κυρίως ἐπὶ θαλάσσης λέγεται. Φησὶν οὖν ὅτι φρίσσουσιν ἥ τε Φαρία καὶ ἡ Σιδωνία θάλασσα, ἐλαυνόμεναι πνοαῖς Ἰσμαρικοῦ βορρᾶ ὀρθὸν φυσιόωντος, ἐπεὶ κατ᾽ ἐναντία κεῖνται τοῦ βορρᾶ. Εἶπε δὲ τὸ φρίσσουσιν ἀντὶ τοῦ ὀρθοῦνται, καὶ εἰς ὕψος αἴρονται τοῖς κύμασιν. Ἐντεῦθεν δὲ καὶ ἡ φρίξ, ὡς καὶ ὁ Ποιητής· μελαίνη φρικὶ καλυφθείς, ἤτοι τῇ ἐπαναστάσει τοῦ κύματος. Ὅτι δὲ θαλασσία λέξις τὸ φρίσσειν, ἐν τοῖς τοῦ Ὁμήρου κάλλιον γέγραπται. Τὸν δὲ βορρᾶν Ἰσμαρικὸν εἶπεν ἀντὶ τοῦ Θρᾳκικὸν, ἀπὸ Ἰσμάρου πόλεως Θρᾴκης. Ἰστέον δὲ ὅτι τὴν Φαρίαν ταύτην θάλασσαν, ἥτις μετὰ τὸ Κρητικόν ἐστιν, ὡς εἴρηται, πέλαγος, καὶ Παρθένιον κόλπον ἐκάλουν οἱ παλαιοί· καὶ ὅτι ὥσπερ Σιδωνία καὶ Ἰσσικὸς ἀπὸ Ἰσσοῦ πόλεως καὶ Σιδῶνος, οὕτω καὶ Φαρία διὰ τὴν Ἀλεξανδρινὴν Φάρον, ἥτις ἐστὶ νῆσος ἐν δεξιᾷ κειμένη Ἀλεξανδρείας, πύργον ἀνέχουσα μέγιστον, ἐκπυρσεύοντα τοῖς καταπλέουσι. Περὶ δὲ ταύτης τῆς Φάρου εἴρηται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ῥηθήσεται δὲ καὶ ὅτε τῷ λόγῳ εἰς Ἀλεξάνδρειαν ἔλθωμεν. § 117. Ὅτι ὁ Διονύσιος τὴν Σιδῶνα κλίνων ἀκολούθως Ὁμήρῳ ἐν τῷ Σιδωνία θάλασσα, ἐκτείνει μὲν τὸ τῆς ἀρχούσης δίχρονον, συστέλλει δὲ τὸ ο τὸ μετὰ τὴν ἄρχουσαν. Ὁμοίως καὶ ἐν τοῖς ἑξῆς· Βύβλον τ᾽ ἀγχίαλον καὶ Σιδόνα ἀνθεμόεσσαν. Οἱ δὲ ὕστερον τὰς ὅλας πλαγίας τῆς Σιδῶνος τῷ ω μεγάλῳ παραληγομένας ἐκφέρουσιν. § 119-122. Ὅτι ἡ περὶ τὴν Παμφυλίαν χώραν θάλασσα, περὶ ἣν ἡ Κύπρος, οὐ μόνον Παμφύλιος κόλπος λέγεται κατὰ ἐθνικὴν ἢ τοπικὴν κλῆσιν, ἀπὸ τοῦ τῶν Παμφύλων ἔθνους, ἀλλὰ καὶ Ἰσσικὸς ἀπὸ Ἰσσοῦ πόλεως κειμένης μεταξὺ Συρίας καὶ Κιλικίας. Φησὶ γοῦν καὶ ὁ Διονύσιος, ὅτι ὁ Ἰσσικὸς κόλπος ἕλκεται ἐπὶ βορρᾶν Ἰσσοῦ ἄχρι πόλεως, Κιλίκων χώραν παραμείβων. Ταύτην δὲ τὴν πόλιν Ἀλέξανδρος ὀνομαστὴν [238 M.] ποιήσας, ὡς τὸν Δαρεῖον ἐκεῖ νικήσας, ἐκάλεσε Νικόπολιν. Οὗτος ὁ κόλπος, ὡς ὁ Διονύσιος λέγει, ἄγχι τῆς τῶν Κιλίκων γῆς ἐλθὼν εὐθύτερος, κατὰ ἰσοδρομίαν τινὰ, κἀκεῖ ἀποπαυσάμενος, ἐκεῖθεν ὡς ἐν ὕσπληγγι δνοφερῇ, τουτέστιν ὡς ἐν καμπτῆρι, στρεπτὴν ἐπὶ ζέφυρον ἐπερεύγεται ἅλμην, ἠρέμα ἐπὶ δύσιν κάμπτων καὶ στρεφόμενος καὶ ἀφορῶν εἰς τὸν ζέφυρον. Σημείωσαι δὲ ὅτι ὕσπληγξ οὐ μόνον, ὡς ἐνταῦθα, ἐπὶ καμπτῆρος λέγεται, ἀλλ᾽ ἔστιν ὅτε καὶ ἐπὶ ἀφετηρίας, ὃ ἔστι καγκέλου. Ὀνομάζεται δὲ οὕτω καὶ ἡ ὑστριχὶς, οὐ τὸ ζῶον, ἀλλὰ τὸ πληκτικὸν ὄργανον, λεγόμενον οὕτω διὰ τὸ ἐκ τριχῶν ὑείων εἰς πληγὴν συγκροτεῖσθαι. Δέρμα γὰρ ὑὸς στενὸν καὶ ἐπίμηκες ἀποτεμόμενοί τινες αὐταῖς θριξὶ καὶ τοῦ μήκους τῶν τριχῶν κείραντες, ὡς ἂν ἔχοιεν αὗται οὕτω κεντεῖν σταθηρότερον, ἔτυπτον τοὺς μαστιγίας, καὶ ἐκαλεῖτο ὕσπληγξ τὸ τοιοῦτο τῆς μάστιγος ἐργαλεῖον. Καὶ ἄλλως δὲ ἡ τοιαύτη ὕσπληγξ πλέγμα ἦν ἀπὸ ὑείων τριχῶν. Ἰστέον δὲ ὅτι παρὰ Θεοκρίτῳ ἡ ὕσπληγξ εἴρηται καὶ ἐπὶ παγίδος ὀρνέου τεθειμένη, διὰ τὸ συγκεκροτῆσθαι ὡς εἰκὸς ἀπὸ ὑστριχίδος πλέγματος. Ἰστέον δὲ καὶ ὅτι πρώτως μὲν ὑστριχὶς ἐλέχθη τὸ τῆς πληγῆς ὄργανον, ὁποῖον καὶ ἦν, ἐκεῖθεν δὲ καὶ ὁ καμπτὴρ τοῦ ἀγῶνος ὕσπληγξ ὠνόμασται, διὰ τὸ τοὺς ἵππους ἐκεῖ προσεκτικώτερον νύσσεσθαι καὶ πλήσσεσθαι· ὅθεν καὶ Nύσσα ὁ τοιοῦτος τόπος λέγεται. Ἐπεὶ δὲ καὶ ἐκ πρώτου δρόμου οἱ ἵπποι ταῦτα πάσχουσι, διὰ τοῦτο καὶ ἡ ἀφετηρία ὕσπληγξ, ἔτι δὲ καὶ νύσσα ἐλέγετο. § 123-126. Ὅτι εἰ καὶ εὐτελῶς καὶ μικροπρεπῶς, ὅμως, ὡς ἐξὸν ἦν ἐν παραβολῇ, δράκοντι τὸν τοσοῦτον Ἰσσικὸν εἰκάζει κόλπον, λέγων ὅτι ἐκεῖνος ἐν ἁλὶ κόλπος ἑλίσσεται, ὡς δράκων βλοσυρωπὸς ἑλίσσεται ἀγκύλος ἕρπων, νωθὴς, ὑφ᾽ ᾧ πᾶσα βαρύνεται ὄρεος ἄκρα ἐρχομένῳ. Τοῦτο δὲ λέγει, διὰ τὸ καὶ τὸν Ἰσσικὸν κόλπον ἔνθα καὶ ἔνθα βαρυνόμενον ταῖς προχοαῖς ἑλίσσεσθαι, δυσπόρευτον κεχυμένον καὶ πολὺ τὸ κεκλασμένον καὶ κατὰ τοὺς ὄφεις καμπύλον ἔχοντα. Σημείωσαι οὖν ὅτι διὰ μόνας τὰς καμπὰς τοῦ Ἰσσικοῦ ἡ τοῦ ὄφεως εἴληπται παραβολή, καὶ διὰ τοῦτο ἔχει ἀσφαλῶς. Ἄλλως γὰρ πολὺ ἔχει τὸ ταπεινὸν, εἰ ὁ τοσοῦτος κόλπος ὁλκῷ παραβέβληται ὄφεως. Δράκοντι μὲν γὰρ προσαρμόσαι παραβολὴν ἐκ πελάγους [239 M.] ὑψοποιόν ἐστι, πέλαγος δὲ τηλικοῦτον παραβαλεῖν ἁπλῶς δράκοντι, καταβάλλει τὸ τοῦ κόλπου μέγεθος. Ὅρα δὲ ὅτι φανερῶς ἐνταῦθα τὸ βλοσυρωπός δι᾽ ἑνὸς ς ἐκφέρεται, δηλοῦν τὸ ἄγριον καὶ ὑποσεσυρμένον τοῦ βλέμματος. § 126. Ὅτι ὥσπερ τὸ α ποτὲ μὲν στερεῖ, ποτὲ δὲ ἐπιτείνει, οὕτω τὸ νη. Τὸ μὲν γὰρ νηλεὴς ἐλέου δηλοῖ στέρησιν, τὸ δὲ νήχυτος κόλπος δαψίλειαν χύματος. § 129. Ὅτι ὁ Ἰσσικὸς κόλπος ὁ κατὰ Κύπρον, ὡς εἴρηται, διὰ τῆς γῆς τῶν Παμφυλίων ἔρχεται, διὸ καὶ Παμφύλιος λέγεται. Διήκει δὲ καὶ μέχρι τῶν Χελιδονίων νήσων, περὶ ὧν μετὰ ταῦτα εἰρήσεται· ἔχει δὲ τελευταῖον σῆμα πρὸς ζέφυρον τὴν τῶν Πατάρων ἄκραν, ἥτις διορίζει Λυκίαν τὲ καὶ Καρίαν. Σῆμα δὲ τὸ σημεῖον ἤτοι τὸ πέρας λέγει κατὰ λόγον φιλόσοφον· τὸ γὰρ σημεῖον τουτέστιν ἡ στιγμὴ, πέρας ἐστὶ γραμμῆς, ὡς καὶ ἐνταῦθα τῆς περιόδου τοῦ πελάγους τούτου δυτικὸν σῆμά ἐστι τὰ Πάταρα. Ἰστέον δὲ ὅτι Πάταρα καλεῖται ὁ ῥηθεὶς τόπος, ἢ ἀπὸ Πατάρου υἱοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς Ξάνθου, ἢ ἀπὸ τῆς πατάρας, ὃ δηλοῖ Ἑλληνιστὶ τὴν κίστην, ἤτοι τὴν κιβωτόν. Φασὶ γὰρ ὅτι πατάραν ἀθύρματα τῷ Ἀπόλλωνι περιέχουσαν, πέμματά τινα ἐν σχήματι λύρας καὶ τόξου καὶ βελῶν, ἄνεμος ἁρπάσας ἀπό τινος παιδίσκης καὶ ὑπολαβὼν εἰς θάλασσαν ἔβαλε τὴν Λυκιακὴν, καὶ τῇ ἐκεῖ χερρονήσῳ προσήγαγεν· ὅθεν καὶ ἡ χερρόνησος ἱερά τε ἀνεῖται τῷ Ἀπόλλωνι, καὶ τὴν κλῆσιν ἀπὸ τῆς τοιαύτης πατάρας, ἤτοι κιβωτοῦ, ἐκέρδανε. Κρατεῖ δὲ περὶ τούτου καὶ τοιαύτη τις ἱστορία· Πάταρος καὶ Ξάνθος λῃσταὶ, παῖδες Λαπαιῶνος, βίον ἐκ τοῦ πειρατεύειν ἀποχρῶντα πορισάμενοι κατέλυσαν τὴν τοῦ λῃστεύειν πλάνην, καὶ τῇ Λυκίων γῇ προσσχόντες ᾤκησαν βεβαίως ἐκεῖ. Καὶ ἀπὸ μὲν τοῦ πρεσβυτέρου Ξάνθου ποταμὸς ἐκεῖ Ξάνθος ἐκλήθη καὶ πόλις ὁμώνυμος, ἀπὸ δὲ τοῦ λοιποῦ ἐκλήθη τὰ Πάταρα. § 132-134. Ὅτι αἱ Σποράδες νῆσοι περὶ τὸ Αἰγαῖον κεῖνται πέλαγος, ᾧ οὐδεὶς ἕτερός, φησι, κόλπος ὑψόθι μορμύρων ἐναλίγκια κύματ᾽ ὀφέλλει. Αἴτιον δὲ τούτου φασὶ τὸ πλῆθος τῶν αὐτόθι νήσων, αἷς προσρήσσοντα [240 M.] συχνὰ τὰ κύματα ἐπαναστρέφει, καὶ τῇ συνδρομῇ βιαιότερον κορυφούμενα πολὺν ἐγείρει τὸν κλύδωνα. Διὸ καὶ ὁ Διονύσιός φησιν· ἔνθα κῦμα ῥησσόμενον νήσοις περιβρέμεται Σποράδεσι, περὶ ὧν ἐρεῖ ἐν τοῖς ἑξῆς. Ἰστέον δὲ ὅτι οὐ μόνον πέλαγος Αἰγαῖον, ἀλλὰ καὶ πεδίον τι περὶ τὴν Φωκίδα γῆν ἱστορεῖται καλούμενον Αἰγαῖον ἐκεῖνο παρὰ τὸν ἐκεῖ ῥέοντα Αἰγᾶν ποταμόν. § 135-137. Ὅτι ὁ τοῦ Αἰγαίου πόντου πλατὺς πόρος ἀπὸ Πατάρων ἀρχόμενος εἰς Τένεδον καὶ Ἴμβρον περαίνεται. Ἐκεῖθεν δὲ στενὸς ἔρχεται αὐλὼν συρόμενος πρὸς βορρᾶν ἕως εἰς τὴν καθ᾽ ἡμᾶς ταύτην τὴν πρὸ τοῦ πόντου τοῦ Εὐξείνου· ἀφ᾽ οὗ καὶ ὀνομάζεται Προποντίς. Καλῶς δὲ εἶπε τὸ αὐλὼν στενός, ὡς πρὸς διαστολὴν τοῦ Αἰγαίου πλατυτάτου ὄντος. Στενὴ γάρ ἐστι καὶ οἱονεὶ αὐλωνοειδὴς ἔκτασις ὁ Ἑλλήσποντος. Δεῖ δὲ εἰδέναι ὅτι ἡ Προποντὶς καὶ Στόμα ἁπλῶς λέγεται, καὶ μετὰ προσθήκης δὲ Στόμα πόντου, δηλαδὴ τοῦ Εὐξείνου, ὃς καὶ κατ᾽ ἐξοχὴν Πόντος λέγεται, ὡς μετ᾽ ὀλίγον εἰρήσεται. Αἰγαῖον δὲ πέλαγος, ὥς τισι δοκεῖ, λέγεται παρὰ τὰς ἐν Εὐβοίᾳ Αἰγὰς, τόπον οὕτω καλούμενον, ἔνθα τοὺς τοῦ Ποσειδῶνος ἵππους ἀναπαύει ὁ Ποιητής. Οἱ δὲ παρὰ τὸν Αἰγαίωνα τὸν Ὁμηρικὸν, ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. § 138-139. Ὅτι καὶ ἐνταῦθα ἰσθμόν τινα πλατὺν ἱστορεῖ περιεχόμενον ὑπό τε τῆς Προποντίδος καὶ τοῦ Αἰγαίου πελάγους, ὃς ἑῷος μὲν κείμενος, πρὸς νότον δὲ καθελκόμενος ἄσπετα φῦλα τῆς Ἀσιάδος γῆς ἀγκαλίζεται, ἐν οἷς εἰσι καὶ Αἰολεῖς καὶ Ἴωνες. § 138. Ὅτι τὴν ὑπέρ πρόθεσιν καὶ ἐνταῦθα ἐπὶ τῶν νοτίων τίθησιν, εἰπών· τῆς δ᾽ ὕπερ ἄσπετα φῦλα τιταίνεται πρὸς νότον. Καὶ ἡ αἰτία προείρηται. § 140-141. Ὅτι μετὰ τὴν Προποντίδα τὸ τοῦ Θρᾳκικοῦ Βοσπόρου στόμα ἐστιν, ἤγουν ὁ Θρᾳκικὸς Βόσπορος, ὁ καὶ Μύσιος, ὃν ζεύξας ὁ Δαρεῖος περί που τὸ Ἱερὸν στόμα εἰς Θρᾴκην διέβη, μεθ᾽ ὃ καὶ εἰς Σκύθας ἐπέρασε, γεφυρώσας καὶ τὸν Ἴστρον. Τὸν δὲ Θράκιον τοῦτον Βόσπορον οἱ μέν φασιν εἶναι τὰ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον στενά. Φησὶ γοῦν περί τινος ὁ Ἀρριανός, ὅτι ἐλαύνει ἐπὶ Χρυσόπολιν, ἔνθα ὑπὸ νύκτα περάσας τὸν Βόσπορον· καὶ τὰ ἑξῆς. Οἱ δὲ μάλιστα τὰ ἄνω που τοῦ καλουμένου Ἀνάπλου. Τοῦτον δὲ τὸν Βόσπορον ἐνήξατο, φησὶ, ποτὲ ἡ Ἰὼ βουλαῖς ῞Ηρας δάμαλις οὖσα. Διὸ καὶ Βόσπορος λέγεται, [241 M.] οἱονεὶ βοὸς πόρος τῆς ἐκείνης οἰστροπλῆγος, περὶ ἧς Ἀρριανὸς οὕτω φησί· Πορθμὸς ὁ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον, ὅ ποτε Μύσιος, διότι Μυσοὶ ἀντιπέραν ᾤκουν ποτὲ τῆς Θρᾴκης· ὕστερον δὲ Βόσπορος, ἐπὶ τῇ συμφορᾷ τῆς Ἰοῦς, ἣν κατὰ μῆνιν ῞Ηρας οἰστρηθεῖσαν εἰς τοὺς χώρους τούτους ἀφικέσθαι καὶ ταύτῃ διαπεραιώσασθαι οἱ μῦθοι ἐποίησαν. Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι κατά τινας οὐκ ἀπὸ τῆς ῥηθείσης βοὸς ὁ τοιοῦτος Βόσπορος, ἀλλ᾽ ἀπό τινος ἑτέρας ὠνόμασται, ἥτις, φησὶ, Φρυγῶν ἐπικειμένων, ἐμβάλλει ἀδεῶς εἰς τὴν θάλασσαν, καὶ περαιοῦται ἀβλαβῶς τὸν κατὰ Χαλκηδόνα καὶ Βυζάντιον Βόσπορον· καὶ οὕτω καθηγεμὼν ἐκείνοις γίνεται κατά τινα θεοφορίαν, ἤγουν μαντείαν, ἥτις διεκελεύετο βοῦν ἡγεμόνα καταστῆσαι τῆς ὁδοῦ. Ὃ καὶ ποιήσαντες ἐκεῖνοι διεπεραιώσαντο ἀσφαλῶς· καὶ μνῆμα, φησὶ, τοῦ πόρου τούτου ἕστηκε βοῦς χαλκῆ, ὑστέρῳ ποτὲ χρόνῳ ὑπὸ Χαλκηδονίων ἱδρυθεῖσα· καὶ τάχα ἐκ ταύτης καί τις ἐκεῖ τόπος καλεῖται Δάμαλις ἕως καὶ νῦν. Θρᾴκιος δὲ ὁ Βόσπορος καλεῖται ἀπὸ τῶν πρὸς δύσιν αὐτοῦ οἰκούντων Θρᾳκῶν, ὥσπερ ἀπὸ τῶν ἀντιπέραν ποτὲ Μυσῶν ἐκλήθη, ὡς εἴρηται Μύσιος. § 142-143. Ὁ δὲ Διονύσιος περὶ τούτου λέγει καὶ ὅτι στενώτατος δὴ ἐκεῖνος ἁπάντων ἐστὶ πορθμὸς τῶν ἄλλων, οἱ θαλάσσης εἰσὶ πολυκλύστου. Τετραστάδιον γάρ τοι τοῦ τοιούτου Βυζαντικοῦ στόματος εἶναί φασι, καθὰ καὶ Ἡρόδοτος ἱστορεῖ. Λέγει δὲ καὶ ὁ Γεωγράφος, ὅτι τὸ Βυζαντικὸν στόμα Θρᾴκιον Βόσπορον καλοῦσιν, ἔστι δὲ τετραστάδιον. Τοῦ μέντοι Ἑλλησπόντου τὸ στενότατον ἑπταστάδιόν ἐστι, περί που τὴν Θρᾳκίαν χεῤῥόνησον κατὰ Σηστόν· ἑπταστάδιον δὲ κατὰ τὸν Γεωγράφον ὁμοίως καὶ τὸ τοῦ Σικελικοῦ πορθμοῦ στενώτατον. Σημειωτέον δὲ ὅτι ἐκκέκοπται κατά τινα διαφορὰν τοπικὴν ὁ Θρᾴκιος Βόσπορος τῆς Προποντίδος, καὶ ἔστι βορειότερος μὲν αὐτὸς, νοτιωτέρα δὲ ἡ Προποντίς. Ἱστέον δὲ καὶ ὅτι ἀκριβέστερόν φασιν οἱ λέγοντες ὑπὲρ Χαλκηδόνα εἶναι τὸ στόμα τοῦ Πόντου, ἔνθα καὶ τὸ μάλιστα στενὸν, καὶ οὗ ἐγγὺς κατὰ τὸν Διονύσιον αἱ Κυάνεαι πέτραι, καὶ ὅθεν, ὡς αὐτός φησιν, οἰγόμενος παραπέπταται ὁ Πόντος. Δεῖ δὲ σκοπῆσαι εἴτε τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα εἰς ἕν τι [242 M.] συναλειπτέον, ἢ μᾶλλον μετὰ τὸν πλατὺν Αἰγαῖον τρία ταῦτα βορειότερα ῥητέον· πρῶτον μὲν τὸν στενὸν αὐλῶνα τοῦ Ἑλλησπόντου· μετὰ δὲ τὴν Προποντίδα· εἶτα βορειότερον τὸ στόμα τοῦ Πόντου. Ἔχει γὰρ ἀμφιβόλως ταῦτα διὰ τοὺς παλαιοὺς, ὧν οἱ μὲν μόνα τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον Ἑλλήσποντον εἶπον, οἱ δὲ καὶ ὅλην τὴν Προποντίδα, οἱ δὲ μέρος τι αὐτῆς τὸ ἐντὸς Περίνθου ἤτοι Ἡρακλείας, τῷ Ἑλλησπόντῳ ἀπένει μαν. Οἱ δὲ καί τι τοῦ Αἰγαίου πελάγους τῷ Ἑλλησπόντῳ προσέθεντο· καθά που τάχα καὶ Ὅμηρος, ὅπερ καὶ πλατὺν ἐκεῖνος λέγει Ἑλλήσποντον. Τούτοις δὲ μὴ φαινόμενος ἀκολουθεῖν ὁ Διονύσιος εἰς τρία διαιρεῖ τὸ μεταξὺ Αἰγαίου καὶ Εὐξείνου ὕδωρ, εἴς τε τὸν Ἑλλησπόντιον στενὸν αὐλῶνα τὸν ἕως Προποντίδος, καὶ ἀνωτέρω εἰς αὐτὴν τὴν Προποντίδα, καὶ εἰς τὸν μετ᾽ αὐτὴν Θρᾴκιον Βόσπορον. Οὕτω δὲ νοεῖ καὶ Ἡρόδοτος λέγων τὸν μὲν Βόσπορον τείνειν εἰς τὴν Προποντίδα, αὐτὴν δὲ καταδιδόναι εἰς τὸν Ἑλλήσποντον· μεθ᾽ ὃν τὸ χάσμα τοῦ Αἰγαίου πελάγους. Ὅρα δὲ καὶ ὅτι καλῶς προσέθηκεν ὁ Διονύσιος ἀνωτέρω ἐπὶ τῶν πορθμῶν τὸ οἳ θαλάσσης εἰσί, διὰ τοὺς ἴσως νομίζοντας δύνασθαι πορθμοὺς λέγεσθαι καὶ τοὺς ποταμούς. Κατὰ γὰρ τὴν συνήθη χρῆσιν οὔτι πω πορθμὸς καὶ ὁ ποταμὸς, καὶ ταῦτα στενὸς ὢν πόρος μεταξὺ δύο γαιῶν· ἀλλ᾽ αὐτὸς μὲν κεκλήρωται τὸ ποταμὸς λέγεσθαι, ὁ δὲ πορθμὸς ὁρίζεται θαλάσσης εἶναι πόρος στενὸς, ἑκατέρωθεν γῇ μεσολαβούμενος. Ἰστέον δὲ ὅτι ἐστὶ καὶ Κιμμέριος Βόσπορος ὁ περὶ Χερσῶνα, ὁ καὶ Μαιωτικὸς, οὗ τὸ στενότατον εἴκοσι στάδια ἢ καὶ ὀλίγον τι πλέον. Λέγεται δὲ Βόσπορος μὲν διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἐκεῖνος, ἐκ τῆς Ἰοῦς τῆς βοὸς, Κιμμέριος δὲ διὰ τὸ παροικοῦν ὁμώνυμον ἔθνος, οὗ πολὺς λόγος, ὡς τὴν Ἀσίαν ἦν ὅτε καταδραμόντος ἕως καὶ εἰς αὐτὴν Βιθυνίαν. Ἔστι δὲ καὶ Βόσπορος Ἰνδικός. Καὶ ὁ περὶ τὸ Βυζάντιον δὲ λιμὴν οὕτως ὕστερον ἐκλήθη κατὰ παραγραμματισμὸν ἢ μᾶλλον κατὰ τὴν παρὰ τοῖς ῥήτορσι λεγομένην [243 M.] παραφθορὰν, Φωσφόριον ὀφείλων καλεῖσθαι, ὥς φασιν οἱ παλαιοί. Φιλίππου γὰρ ἐν πολιορκίᾳ διορύξαντος εἴσοδον κρυπτὴν, ὅθεν οἱ ὀρύσσοντες ἔμελλον ἀφανῶς ἐξαναδῦναι τοῦ ὀρύγματος, ἡ Ἑκάτη φωσφόρος οὖσα δᾷδας ἐκεῖθεν ἔφηνε τοῖς πολίταις. Καὶ τὴν πολιορκίαν οὕτω φυγόντες Φωσφόριον οἱ ἐγχώριοι τὸν τόπον ἐκάλεσαν. § 144-147. Ὅτι περὶ τὸν Θρᾴκιον Βόσπορον αἱ Κυάνεαι πέτραι εἰσὶ, κατὰ κυριωνυμίαν οὕτω καλούμεναι· ἐξ ὧν ἀνοιγόμενος ὁ Εὔξεινος παραπέπταται πολὺς ὢν καὶ πολὺν ἐπ᾽ ἀνατολῆς μυχὸν ἕρπων. Καὶ ὅρα τὸ ἀνοιγόμενος· προσφυῶς γὰρ εἴρηται ὡς πρὸς τὸ στόμα τοῦ Πόντου. Τὰς δὲ πέτρας ταύτας καὶ ἀναιδέας λέγει Ὁμηρικῷ ζήλῳ, ὡς εἴπερ ἔμψυχοι ἦσαν, ἐξ Ὁμήρου λαβὼν τὸ ἐπίθετον. Καὶ μῦθον εἶναι φησὶ, πλαζομένας ποτὲ αὐτὰς, ἤτοι κινομένας ἀτάκτως, καναχηδὸν ἐπ᾽ ἀλλήλαις φέρεσθαι· εἰ καὶ ὕστερον, ἐπειδὴ ἡ Ἀργὼ παρέπλευσεν αὐτὰς, ἔστησαν ἐφ᾽ ἑνός. Φησὶ δὲ ὁ Γεωγράφος αὐτὰς ἐκεῖ που ἔσω τοῦ Πόντου εἶναι δύο νησίδια, τὸ μὲν τῇ Εὐρώπῃ προσεχὲς, τὸ δὲ τῇ Ἀσίᾳ. Πίνδαρος δὲ διὰ τὴν μυθικὴν κίνησιν καὶ ζῆν ταύτας τὰς πέτρας τολμᾷ λέγειν, καὶ ἐπιμένων τῇ σκληρᾷ ταύτῃ τροπῇ, τεθνάναι φησὶν αὐτάς, ὁπηνίκα διεξέδυ αὐτῶν ἡ Ἀργώ. Γέγραπται δὲ περὶ τούτων καὶ ἐν τῇ Ὀδυσσείᾳ, ἐν τῷ περὶ Πλαγκτῶν λόγῳ. Τὸ μέντοι πλαζομένας, ὅπερ ὁ Διονύσιος ἐνταῦθά φησι, δίδωσι νοεῖν ὅτι δύνανται καὶ αὗται κατὰ τὰς Ὁμηρικὰς Πλαγκταὶ λέγεσθαι, καθὰ καὶ Ἡρόδοτος ἱστορεῖ, λέγων ὅτι Πλαγκτὰς προτέρον οἱ Ἕλληνες ἔλεγον εἶναι αὐτάς· εἰ καὶ ἐκληρώσαντο ἰδίως τὸ τοιοῦτον ὄνομα αἱ παρ᾽ Ὁμήρῳ Σικελικαὶ Πλαγκταί. § 146. Ὅτι τὸν Εὔξεινον, ἄπλουν τὲ ὄντα καὶ Ἄξεινον θάλασσάν ποτε καλούμενον, Εὔξεινον οἱ ὕστερον κατὰ σχῆμα εὐφημισμοῦ μετεκάλεσαν. Ἄξεινος δὲ ἐλέγετο, ταὐτὸν δὲ εἰπεῖν ἀπόξεινος κατὰ τὸν Σοφοκλῆν, ἢ διὰ τὸ μὴ ἔχειν νήσων καταγωγὰς, ἢ διὰ τοὺς περιοικοῦντας Σκύθας, ἀνεπιμίκτους βαρβάρους, οἳ καὶ ἐξενοθύτουν καὶ ἐσαρκοφάγουν, καὶ ἀνθρώπων κρανίοις ἐχρῶντο ἐκπώμασιν. Ἕτεροι δέ φασιν Ἡρακλέα κεκαθαρκέναι τὰ τῇδε, καὶ εἰς εὔξεινον μετασκευάσαι τὸν ἄξεινον. Ἄλλοι δὲ εἰς Ἴωνας ἀνάγουσι τὸ τοιοῦτον ἀρίστευμα, οἳ πόλεις πολλὰς ἐν τῇ παραλίᾳ ᾤκισαν. Ἰστέον δὲ ὅτι τοῖς παλαιοῖς ὁ Εὔξεινος πόντος μέγιστος τῶν καθ᾽ ἡμᾶς δι᾽ ἀπειρίαν ἐδόκει, καὶ οἱ πλέοντες ἐκεῖ ἐκτοπίζειν ἐνομίζοντο, καθὰ καὶ οἱ ἔξω Στηλῶν, καὶ ἄλλος τις ὥσπερ ὠκεανὸς τοῖς τότε ὑπελαμβάνετο, καὶ τὸ εἰς αὐτὸν πλέειν ἐξωκεανίζειν ἐνομίζετο. Διὸ καθὰ προερρέθη καὶ κατ᾽ ἐξοχὴν ἰδίως Πόντος ἐλέγετο· καθὰ καὶ οὗτος ὁ ποιητὴς αὐτὸν καλεῖ ἐν τῷ δεξιὰ Πόντου, καὶ καλέουσι δὲ μητέρα Πόντου, καὶ Πόντου τὸ μυρίον ὕδωρ. Διὰ δὲ τὸ κακόξενον καὶ δύσπλοον αὐτοῦ καὶ τὸ εἰς Πόντον ἀπελθεῖν ὅμοιον ἦν τῷ εἰς μέγα κακὸν, ὡς καὶ οἱ παλαιοί φασιν· ὅπερ μέχρι καὶ εἰς ἄρτι κρατεῖ. Καὶ τοῦτο δηλοῖ μὲν καὶ ὁ Γεωγράφος, λέγει δὲ καὶ ὁ Δειπνοσοφιστὴς τὸ ἐκ πολλοῦ Πόντου ταὐτὸν εἶναι ὡς ἐὰν εἴπῃ τις ἐκ πολλοῦ ὀλέθρου. Ἡρόδοτος δὲ ἀξιοθέατον Πόντον τὸν Εὔξεινον λέγει καὶ πελαγέων ἁπάντων θαυμασιώτατον, ἱστορῶν καὶ τὸ μῆκος αὐτοῦ καὶ τὸ πλάτος πόσων σταδίων ἐστίν. § 148-156. Ὅτι αἱ τοῦ Εὐξείνου πόντου κέλευθοι λοξαὶ ἐπιτρέχουσιν ἀεὶ πρὸς βορέην τὲ καὶ ἀντολίην ὁρόωσαι, καὶ ὅτι περὶ αὐτὸν δύο κολῶναι, ἤτοι ἄκραι καὶ ἐξοχαὶ, ἔνθα καὶ ἔνθα, ἡ μὲν νοτιωτέρα ἡ Κάραμβις περὶ τὴν Παφλαγόνων γῆν, φυλάττουσα μέχρι καὶ νῦν τὴν ἀρχαιογονίαν τῆς κλήσεως, ἡ δὲ βορειοτέρα, ἥτις ἐστὶ τὸ τοῦ Κριοῦ μέτωπον τὸ ἤδη καὶ ἀνωτέρω ῥηθὲν, τὸ περί που τὰ Κιμμέρια. Αἱ δὲ δύο αὗται ἄκραι οὕτως ἀλλήλαις ἀντικείμεναι ὑψοῦ τε ἀνέχουσι καὶ ἐπὶ πολὺ τῆς θαλάσσης εἰσέχουσι, καὶ διέχουσι μὲν ἀλλήλων ὅσον ἂν ὁλκὰς πλοῦν ἐπὶ τρίτον ἦμαρ ἀνύσῃ, ὅμως δὲ ἄμφω συνιᾶσιν ἐναντίαι καθ᾽ ὁμοιότητά τινα καὶ αὐταὶ τῶν Πλαγκτῶν πετρῶν· ὡς ἐκ τούτου οἱονεὶ διθάλασσον τοῖς ἑκατέρωθεν πλέουσι δοκεῖν τὸν Εὔξεινον, κολουομένης ὡς ἔν τινι διατειχίσματι ταῖς δυσὶ ταύταις μακραῖς κολώναις τῆς ὁράσεως· ὥστε καὶ τοὺς ἐκ τῶν ἑῴων πρὸς τὰ ἑσπέρια πλέοντας καὶ τοὺς ἐκ τῆς ἑσπέρας ἐπὶ τὰ ἑῷα δοκεῖν εἰς αὐτὰς συντελεῖσθαι τὴν θάλασσαν, οἷα μὴ διϊκνουμένης τῆς ὁράσεως αὐτοῖς ὑπερέκεινα, ὁπηνίκα δὲ περὶ τὸ μέσον τῶν ἀκρωτηρίων γένοιντο οὗτοι τὲ καὶ ἐκεῖνοι, τότε δὴ τὴν λοιπὴν αὐτοῖς διαφαίνεσθαι θάλασσαν, ὥσπερ ἑτέραν δευτέραν ὑπανοιχθεῖσαν, μὴ βλεπομένην προτοῦ. Διὰ γὰρ τὴν τῶν ἀκρωτηρίων τοιαύτην ἀντίθεσιν διαιρεῖσθαί πως ὁ Εὔξεινος τοῖς πόρρωθεν βλέπουσιν εἰς πελάγη δύο δοκεῖ, τῷ ἑκατέρωθεν γινομένῳ σφιγγόμενος πορθμῷ, καὶ τούτῳ τῷ τρόπῳ φαίνεται διδύμη θάλασσα, καθά που λέγει ὁ Σοφοκλῆς. Καὶ ταῦτα μὲν οὕτως. Οἱ δὲ παλαιοὶ περὶ τούτων οὕτως φράζουσιν ἐπιτομώτερον καὶ γοργότερον· Ὁ Ἑλλήσποντος ἐκδίδωσι πρὸς ἄρκτον [245 M.] εἰς τὴν Προποντίδα, ἡ δὲ εἰς τὸν Εὔξεινον, ὃς διθάλασσός ἐστι τρόπον τινά· κατὰ μέσον γὰρ ἄκραι δύο προπίπτουσι, διέχουσαι ἀλλήλων περὶ δισχιλίους πεντακοσίους σταδίους, καὶ συνάγουσι τὸν μεταξὺ πόρον, καὶ ποιοῦσι δύο πελάγη μεγάλα. § 152. Ὅτι ὥσπερ Ὑψιπύλη Ὑψιπύλεια, Ἀπάμη Ἀπάμεια, Πηνελόπη Πηνελόπεια, Λαοδίκη Λαοδίκεια, ἐρήμη ἐρήμεια, κολώνη κολώνεια· οὕτω καὶ Εὐρώπη Εὐρώπεια. Καὶ τὴν Εἰδοθέαν δὲ Εἰδοθέειαν αὐτὸς μετ᾽ ὀλίγα ἐρεῖ. Ὁ δὲ σχηματισμὸς Ἰώνων ἴδιος. § 157-162. Ὅτι τὸν Εὔξεινον, οὗ λοξὰς ἔφθασεν εἰπὼν τὰς κελεύθους, τόξῳ ἀπεικάζει τεταμένῳ Σκυθικῷ. Σκυθικὰ δὲ τόξα τὰ ἐκ κεράτων συγκείμενα. Καὶ νευρᾶς μὲν εἶναι σημεῖα τίθησι τὰ τοῖς εἰσπλέουσι δεξιὰ τοῦ Πόντου, ἤτοι τὰ νότια, εὐθὺ διαγραφέντα, τουτέστι ταθέντα κατ᾽ εὐθεῖαν γραμμὴν, καὶ ὑπερβάντα τὴν Κάραμβιν, ἐκτὸς πεσοῦσαν τῆς γραμμῆς, πλὴν οὐ πρὸς νότον, ἀλλ᾽ εἰς βορέαν ὁρῶσαν· ἵνα μὴ σκολιὰ γένηται ἡ τοῦ τόξου νευρὰ, προσλογιζομένης καὶ τῆς καμπῆς τῆς Καράμβεως. Τὰ δὲ τοῦ Πόντου βόρεια τὰ τοῖς ἐκ τῆς Προποντίδος εἰσπλέουσι σκαιὰ, ἤγουν ἀριστερὰ, σχῆμα ἔχειν φησὶ τῶν τοῦ τόξου δύο κεράτων, διὰ τὸ καὶ αὐτὰ ὁμοίως τοῖς τοῦ τόξου κέρασιν ἐπὶ δισσὴν κυρτοῦσθαι στροφάλιγγα ἑκατέρωθεν τοῦ Μετώπου τοῦ κριοῦ. Ἰστέον δὲ ὅτι ὥσπερ ὁ Εὔξεινος πρὸς τόξον εἴκασται, οὕτω καὶ ἄλλοι τόποι πολλοὶ διαφόρως εἰκάζονται πρός τινας ὁμοιότητας. Οὕτω γὰρ τὴν Αἴγυπτον δελτωτὸν τρίγωνον ἡ ἱστορία φησίν. Ἐντεῦθεν τὰ δύο κριοῦ ἐτυπώθησαν μέτωπα, τό τε Κρητικὸν καὶ τὸ Ποντικόν. Οὕτω τὴν Ἀλεξάνδρειαν εἰκάζουσι χλαμύδι στρατιωτικῇ, τὴν Ἰταλίαν κισσῷ, τὴν Ἰβηρίαν βύρσῃ βοὸς, τὴν Νάξον ἀμπέλου φύλλῳ, τὴν τοῦ Πέλοπος πλατάνου πετάλῳ, τὴν Σαρδὼ ἴχνει ἀνθρώπου, τὴν Κύπρον δορᾷ προβάτου, τὴν Λιβύην τραπεζίῳ σχήματι, καὶ ἄλλα δὲ ἄλλως εἰκάζουσιν οἱ παλαιοί. Σημείωσαι δὲ ὅτι τὸ ἐοικέναι τόξῳ τὸν Εὔξεινον περιφράζων οὕτω φησί τόρνῳ εἰδόμενον περιηγέος ἅμματι τόξου. Λέγει δὲ τόρνον μὲν τὸ τορνοειδές· ὥσπερ ὁ Λυκόφρων στρόβιλον τὸ στροβιλοειδές· ἅμμα δὲ τόξου τὸν σύνδεσμον τοῦ Σκυθικοῦ τόξου· περιηγές δὲ τὸ περιηγμένον ἤτοι καμπύλον, τοιοῦτο δὲ τὸ ἐντεταμένον τόξον, ἵνα λέγῃ ἐοικέναι τὸ τοῦ Εὐξείνου πέλαγος τόξῳ οὐ σκολιῷ, ἀλλὰ στρογγύλῳ γενομένῳ διὰ τὴν τάσιν τῆς νευρᾶς. Περιάγει γὰρ ἡ τάσις τὰ κέρατα εἰς καμπὴν, καὶ οὕτως ἀπὸ σκολιοῦ γίνεται περιφερὲς κατὰ τὰς ἁψῖδας τὸ τόξον. [246 M.] Ὅτε δὲ καὶ εἰς βολὴν ἐπιταθῇ, τότε κυκλοτερὲς τὸ τόξον γίνεται κατὰ τὸν Ποιητήν. Τὸ δὲ περιηγές καὶ ἐπὶ ἀγκίστρου λέγεται. § 163-168. Ὅτι πρὸς βορρᾶν Εὐξείνου ἡ Μαιῶτις λίμνη, καὶ ὅτι Σκύθαι αὐτὴν ἀμφινέμονται καὶ εἰς αὐτὴν τερματοῦνται. Φησὶν οὖν ὁ Ἡρόδοτος Τάναϊν διαβάντι οὐκέτι Σκυθίη. Ἔθνος δὲ καὶ οἱ Μαιῶται Σκυθικὸν, πολυανθρωπότατον τὲ καὶ ἄλκιμον, ἄνδρες γεωργοὶ καὶ πολεμισταί. Τὴν δὲ τοιαύτην Μαιῶτιν μητέρα τοῦ Πόντου καλοῦσιν· ὅθεν καὶ τούτου τινές φασι λαχεῖν αὐτὴν τοῦ ὀνόματος· μαῖα γὰρ ἡ τροφός. Διὸ καὶ ὁ Περιηγητής φησιν ἐξ αὐτῆς Πόντου τὸ μυρίον ἕλκεται ὕδωρ, ὀρθὸν Κιμμερίου διὰ Βοσπόρου, παρ᾽ ᾧ πολλοὶ Κιμμέριοι ναίουσιν ὑπὸ ψυχρῷ ποδὶ Ταύρου. Φασὶ δέ τινες καὶ μὴ πολὺ ἐλάττονα εἶναι τοῦ Πόντου τὴν αὐτοῦ μητέρα ταύτην τὴν Μαιώτιδα. Ἰστέον δὲ ὅτι καὶ Μαιῶτις λέγεται διὰ τοῦ ω παρὰ τοῖς παλαιοῖς, ὡς ἀπὸ τοῦ μαιῶ, μαιώσω, καὶ Μαιῆτις διὰ τοῦ η, ὡς ἀπὸ τοῦ μαῖα. Ταῦρον δὲ λέγει ὄρος ἄλλο παρὰ τὸν μετὰ ταῦτα ῥηθησόμενον ἑῷον Ταῦρον, ἢ βόρειόν τι τμῆμα ἐκείνου τοῦ Ταύρου, ὑφ᾽ ᾧ κεῖνται οἱ Κιμμέριοι, τὸ Σκυθικὸν ἔθνος. Ἔνθα καὶ ἡ Ταυρικὴ χερρόνησος, μεγάλη οὖσα, καὶ ὥς φασί τινες τῇ Πελοποννήσῳ ἐοικυῖα καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος, παρακειμένη δυσμικὴ τῷ στόματι τῆς Μαιώτιδος. Οἱ δὲ ἐνταῦθα Σκύθαι Ταυροσκύθαι λέγονται ἀπὸ τοῦ ἐκεῖ Ταύρου ὄρους, ὅπερ οἶδε καὶ Ἡρόδοτος, ἱστορῶν καὶ αὐτὸς ὄρη Ταυρικὰ, Σκυθικά. Περὶ δὲ Κιμμερίων ζήτει ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ ὑπὸ ψυχρῷ ποδὶ Ταύρου ἔχει τι ἀστεῖον καὶ αἰνιγματῶδες κατὰ τὴν ὁμωνυμίαν τῶν λέξεων. § 170. Ὅτι τὸ τῆς περιηγήσεως ἐνταῦθα χρήσιμον ἐκτιθέμενος λέγει· Ἐρῶ σοι τὸ τῆς γῆς ἁπάσης εἶδος, ὄφρα καὶ οὐκ ἐσιδὼν ἔχοις εὔφραστον ὁπωπὴν, ἤγουν θεωρίαν, ἐκ δὲ τοῦδε γεραρός τε καὶ αἰδοιέστερος εἴης, τοῖς ἀγνοοῦσι τάδε πάντα περιηγούμενος· ὡς εἶναι τὸ τῆς περιηγήσεως τέλος τὴν τοῦ μαθητοῦ γνῶσιν, εἶτα καὶ τὴν πρὸς ἄλλους ἀγνοοῦντας ἀπ᾽ αὐτοῦ διδασκαλίαν, τούτων δὲ τέλος αὖθις τὴν ἐκ τῶν διδασκομένων τιμήν. Ὅρα δὲ τὸ αἰδοιέστερος, ποιητικώτερον ὂν καὶ τῷ μέτρῳ χρήσιμον. Κεῖται δὲ ἡ λέξις καὶ παρὰ Πινδάρῳ· ἐκεῖνος δὲ καὶ ἀφθονέστερον λέγει καὶ ἄλλα τοιαῦτα.