Eustacio de Tesalónica: Comentario a la «Descripción del mundo» de Dionisio Periegeta

s. XII

TLG

- Annotations   ·   No Other Contributors   ·   CC BY 4.0 License information Inmaculada Pérez Martín (CSIC), Carmen García Bueno (CSIC), Paula Caballero Sánchez (UMa), Jesús Polo Arrondo (UAM), Juan Signes Codoñer (UCM)

Asia (DP 620-1165) § 620. Ὅτι Ἀσία ἡ χώρα ὠνόμασται ἀπὸ Ἀσίου τοῦ Ἄτυος, ὡς καὶ ἐν τῷ περὶ Εὐρώπης λόγῳ εἴρηται, ἢ ἀπὸ Ἀσίας μητρὸς Προμηθέως, ὡς καὶ Λυκόφρων βούλεται· ἢ διότι πολλὰ ἐξ ὑδάτων τέλματα ἔχει, καὶ διὰ τοῦτο ἰλυώδης τυγχάνει. Ἄσις γὰρ ἡ ἰλὺς, ὡς καὶ παρ᾽ Ὁμήρῳ. Τινὲς δὲ καὶ τὴν Ἀττικὴν ἱστοροῦσιν Ἀσίδα κληθῆναί ποτε. Οἱ δέ φασιν ὅτι Ἄσιος φιλόσοφος τελεστὴς δέδωκε τῷ Τρωῒ πρὸς φυλακὴν τῆς Τροίας Παλλάδιον ἀπὸ ξύλου τετελεσμένον, ἤτοι καταγεγοητευμένον. Ὁ δὲ εἰς τιμὴν ἐκείνου τοῦ ἀνδρὸς τὴν ὑπ᾽ αὐτῷ χώραν, ῎Ηπειρον καλουμένην τὸ πρὶν, Ἀσίαν μετωνόμασεν. Ἐξ αὐτῆς δὲ, ὡς ἀξιολόγου μέρους, καὶ ἡ λοιπὴ χώρα μετέσχε τῆς αὐτῆς κλήσεως. Ἔχουσι δὲ αἱ ἱστορίαι, ὥσπερ Λιβύην κόμμα τι τῆς Λιβύης χώρας, καθὰ προγέγραπται, οὕτω καὶ μέρος τι τῆς ὅλης Ἀσίας οὕτως ἰδίως Ἀσίαν καλούμενον, ὁμωνύμως τῇ ὅλῃ ἠπείρῳ. Καλεῖται γὰρ, φασὶν, Ἀσία ἡ ἐντὸς τοῦ Ταύρου περιέχουσα Λυδοὺς, Κᾶρας, Λυκάονας, Παφλαγόνας, Ἴωνας, Αἰολεῖς καὶ ἄλλους. Οἱ δέ φασιν ὅτι ἐστὶν ἰσθμὸς ὁ ἐπὶ Ἀμισὸν καὶ Θεμίσκυραν, καὶ ἡ ἐντὸς τῆς γραμμῆς ταύτης χώρα ἰδίως Ἀσία λέγεται. Οἱ δέ φασιν, ὅτι Ἀσία πόλις Λυδίας παρὰ Τμώλῳ τῷ ὄρει, ἐν ᾗ τρίχορδος κιθάρα εὑρέθη, καὶ ἀπὸ ταύτης ἡ χώρα καλεῖται· ἢ ἀπὸ Ἀσίου τινὸς Λυδοῦ, ἐξ οὗ ὁ Ἀσίας λειμὼν, ὡς τὸ κοχλίας, ὡς καὶ Ὅμηρος Ἀσίω ἐν λειμῶνι· οὐ κατὰ δοτικὴν τῷ Ἀσιανῷ, ἀλλὰ κατὰ γενικὴν Ἀσίου κοινῶς, ὡς κοχλίου, καὶ Ἰωνικῶς Ἀσίεω, ὡς καὶ παρὰ Ἡροδότῳ εὕρηται, καὶ συγκοπῇ Ἀσίω, ὡς Ἑρμείεω Ἑρμείω, καὶ ἐϋμελίω Πριάμου. § 620-635. Ὅτι ὁ τῆς Λιβύης καὶ Εὐρώπης ὁμοῦ τῶν δύο ῥυσμὸς, ὃ ἔστιν ἑλκυσμὸς καὶ ἔκτασις, ὁ καὶ εἰς κῶνον, ὡς προείρηται, συντελούμενος, σχῆμά ἐστι τῆς Ἀσίας, κώνου δηλαδὴ καταμόνας οὔσης καὶ αὐτῆς ἑτέρωθεν, οὗ τὸ πλατὺ προσήνωται τῷ τῆς Εὐρώπης καὶ τῆς Λιβύης ἴχνει· ὡς τὴν μὲν βάσιν ἐκείνου τὲ καὶ τούτου τοῦ κώνου κοινὴν εἶναι, τὸ δὲ ὀξὺ τούτου τελευτᾶν ἐπ᾽ ἀνατολῆς μυχὸν πάσης, ὅ ἐστι πρὸς [334 M.] τὸν ἑῷον ὠκεανὸν καὶ τὰς ἐκεῖ τοῦ Διονύσου στήλας, ὥσπερ τὸ τοῦ ἑτέρου κώνου ὁμοίως ἀποξυνόμενον τερματοῦται πρὸς τὰ κατὰ δύσιν Γάδειρα καὶ τὰς τοῦ Ἡρακλέος στήλας. Διὸ καὶ ἐξ ἀρχῆς ἐρρέθη σφενδόνῃ ἐοικέναι τὴν γῆν, ἧς τὸ ὀξὺ ἀμφοτέρωσε πρὸς τὰς τοῦ ἡλίου κελεύθους. Διαφορὰν δὲ τοῖς τοιούτοις δυσὶ κώνοις ἐρεῖ, κατά τε τὸ ἐν μεγέθει ποσὸν, μείζων γὰρ κατὰ πολὺ ὁ τῆς Ἀσίας κῶνος, καὶ κατὰ τὸ εἶδος, ἐπειδὴ ἐκεῖ μὲν εἷς πόντος ἀπείριτος τῇ Εὐρώπῃ καὶ τῇ Λιβύῃ μεσολαβεῖται ὁ ἐκ τοῦ ἑσπερίου ὠκεανοῦ, ὃς καὶ τῆς Ἀσίας ἐφ᾽ ἱκανὸν προσάπτεται· ἐν δὲ τῇ Ἀσίᾳ πολύς φησιν ὠκεανὸς, καὶ οὐ μόνος εἷς πόντος. Τρεῖς γάρ, φησι, κόλπους κυμαίνοντας ἐρεύγεται ἔνδοθι βάλλων, Περσικὸν, Ὑρκάνιον τὲ καὶ Ἀράβιον βαθυδίνην. Ἐν δὲ τῷ τόπῳ τούτῳ καὶ ἐπαναλήψει χρᾶται, κατὰ τὸ σχῆμα τὸ λεγόμενον ἐπαναστροφὴ, λέγων οὕτως· τοὺς δύο νοτίους, τὸν δ᾽ εἰς βορέην ὁρόωντα, ἐς βορέην ὁρόωντα καὶ ἐς Λίβα. Λέγει δὲ τὸν Ὑρκάνιον, ὃν καὶ ὡς βόρειον γείτονα τοῦ Εὐξείνου πόντου φησίν. Ἔστι δὲ τὸ ῥηθὲν σχῆμα τῆς ἀναστροφῆς ὅμοιον τῷ Ὁμηρικῷ τῷ·Τοῦ δ᾽ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ᾽ αἴθωνι σιδήρῳ. § 623-625. Ὅτι καὶ ἄλλο τί ἐστι κοινὸν ἀμφοτέροις τοῖς ῥηθεῖσι κώνοις. Ὥσπερ γὰρ ἐν Γαδείροις περὶ τὸ ἑσπέριον ὀξὺ τοῦ κώνου Ἡράκλειαι ἑστᾶσι στῆλαι, οὕτω καὶ ἐν Ἰνδίᾳ πύματον περὶ ῥόον ὠκεανοῦ Ἰνδῶν ὑστατίοις ἐν οὔρεσι στῆλαι Θηβαίου Διονύσου, ἐλθόντος μέχρι καὶ ἐκεῖ, ὅτε καὶ ὑφ᾽ ἑαυτῷ τὴν χώραν ἐποίησεν, ὡς καὶ ἐν τῷ τέλει λεχθήσεται τῆς Περιηγήσεως. Καὶ ὅρα ὅπως ἐξ Ἑλλάδος ἦσαν κατά τινας οἱ τὴν γῆν περιεληλυθότες ἕως τερμόνων, ὁ Ἡρακλῆς τε δηλονότι καὶ ὁ Διόνυσος. Καὶ ἔστι τοῦτο οὐ μόνον Ἑλλάδος ἀλλὰ καὶ Θηβῶν μάλιστα ἐγκώμιον. Ἐκεῖθεν γὰρ ὁ τοιοῦτος Διόνυσος τὲ καὶ Ἡρακλῆς. Καίτοι τινὲς ἄλλους τινὰς βούλονται τοῦτο ποιῆσαι, καὶ οὐ τοὺς Ἑλλαδικοὺς Ἡρακλῆ τε καὶ Διόνυσον. § 625-626. Ὅτι ἐν οἷς λέγει ὡς ὁ Γάγγης ὁ Ἰνδικὸς ποταμὸς λευκὸν ὕδωρ Νυσσαῖον ἐπὶ πλαταμῶνα κυλίει, οὐ κυρίως ἔοικε χρῆσθαι τῇ λέξει, ἀλλ᾽ ἁπλῶς ἐπὶ γῆς πλάτους λέγει τὸν πλαταμῶνα. Κυρίως δὲ ὁ πλαταμὼν ἐπὶ θαλάσσης λέγεσθαι εἴωθεν, ἐχούσης καὶ πέτρας [335 M.] ὑποκειμένας. Τάχα δὲ τοιοῦτός ἐστι καὶ ὁ τόπος, δι᾽ οὗ ῥέει ὁ Γάγγης. Νύσσαι δὲ, φασὶ, διάφοροι, Αἰθιοπικὴ, Ἀραβικὴ, Εὐβοϊκὴ, περὶ ἣν λέγεται καὶ τὸ τῆς ἀμπέλου τεράστιον, βότρυν ἐκφερούσης καθημέριον. Εἰσὶ δὲ καὶ ἄλλαι Νύσσαι, ὡς οἱ τὰ Ἐθνικὰ γράψαντες λέγουσι. Φασὶ δὲ τοὺς περὶ τὴν Νυσσαίαν Ἰνδικὴν ταύτην ὁδὸν ὄντας καὶ τοὺς περὶ τὸ Νυσσαῖον ὄρος τοῦτο οἰκοῦντας ἀνθρωποφάγους εἶναι. Περὶ δὲ ταύτης τῆς Νύσσης καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. § 636-637. Ὅτι τὸν ἤδη ῥηθέντα μέσον τοῦ Εὐξείνου Πόντου καὶ τοῦ Ὑρκανίου πλατύτατον ἰσθμὸν, ἤτοι τὸν περὶ τὴν Ἰβηρίαν τὴν ἑῴαν, ἄσπετον τὲ λέγει καὶ μακροῖς ὧδε τιταινόμενον πεδίοις. Καὶ σημείωσαι καὶ ἐνταῦθα ὅτι ὁ ἰσθμὸς ἁπλῶς μὲν οὕτω ῥηθεὶς γῆν δηλοῖ στενοχωρουμένην μεταξὺ δύο θαλασσῶν, εἰ δὲ πρόσκειται τὸ μακρός ἢ πλατύς ἢ ἀθέσφατος ἤ τι τῶν τοιούτων ὁποῖα πολλὰ ἐπινοεῖται ὁ Διονύσιος, τότε διὰ τὰς τοιαύτας προσθήκας ἰσθμὸς νοηθήσεται καὶ ὁ μὴ στενός. Τὸ δ᾽ αὐτὸ νοητέον καὶ ἐπὶ πορθμοῦ, εἴγε παρὰ τοῖς πολλοῖς πορθμὸς λέγεται ὁ περὶ Σικελίαν, οὐ μόνον ὁ βόρειος ὁ ἑπταστάδιος, ἀλλὰ καὶ ὁ νότιος, ὁ χιλίοις καὶ πεντακοσίοις σταδίοις μετρούμενος, καὶ εἰς χάσμα τοσοῦτον ἀνοιγόμενος. § 638-651. Ὅτι ὁ Ταῦρος τὸ ὄρος ἀρξάμενος ἐκ τῆς Παμφυλίας, ὡς οὗτος δοξάζει, ἄχρι καὶ Ἰνδῶν παρήκει, διὰ πάσης ἥκων Ἀσίας· ἄλλοτε μὲν, φησὶ, λοξὸς καὶ ἀγκύλος, καὶ, ὡς ἐρεῖ κατωτέρω, πολλὰς ἔχων στροφάλιγγας, ἄλλοτε δὲ ὀρθότερος ἴχνεσιν. Εἶτα αἰτιολογῶν τὴν κλῆσιν τοῦ ὄρους φησί· Ταῦρον δὲ αὐτὸν κικλήσκουσιν, οὕνεκα λοφούμενος ταυροφανὴς καὶ ὀξυκάρηνος ὁδεύει, οὔρεσιν ἐκταδίοις, ὅ ἐστι μακροῖς, πολυσχιδὴς ἔνθα καὶ ἔνθα. Τὸ δὲ ὀξυκάρηνος γράφεται καὶ ὀρθόκραιρος, καὶ ἔστι προσφυὲς τῇ κλήσει τοῦ ταύρου. Ἐπίθετον γὰρ τοῦ ταύρου καὶ ἁπλῶς βοὸς τὸ ὀρθόκραιρος, ὡς δηλοῖ τὸ βοῶν ὀρθοκραιράων. Λέγει δὲ ὅτι ὁ Ταῦρος οὗτος οὐ μίαν ἐπωνυμίαν ἔλαχεν, ἀλλ᾽ ἐν ἑκάστῃ στροφάλιγγι ἔχει ὄνομα. Εἶτα δεικνύων πάλιν τὸ παχυμερὲς τῆς Pεριηγήσεως λέγει· τὰ δὲ τοιαῦτα ἐκείνοις ἂν μέλοιτο οἳ κατὰ χώραν [336 M.] οἰκοῦσιν. Ὅμοιον δέ φασι τὸ σχῆμα τοῦτο τῷ τοῦ Ἡσιόδου, τῷ οἱ δὲ ἕκαστα ἴσασιν οἳ ὅσοι περιναιετάωσιν. Καὶ τοὺς ἐκ τοῦ Ταύρου δὲ καναχηδὰ ῥέοντας ποταμοὺς ἀπειρεσίους εἰπὼν ἐπάγει, τίς ἂν πάντα ὀνόματα εἴποι; καὶ ἔθνη δὲ διΐξεσθαι λέγει οὐ πάντα, ἀλλ᾽ ὅσα εἰσὶν ἀρίδηλα, εὐχόμενος τὰς Μούσας ἰθύντατον ἴχνος ἄγειν καὶ μὴ σκολιὸν, εἰ καὶ πολλαὶ τοῖς περιηγουμένοις τόποις εἰσὶν αἱ στροφάλιγγες. Ὅρα δὲ ὅτι κατὰ μίμησιν τοῦ Σαμία μία ναῦς, εἶπε καὶ οὗτος τὸ ἐπωνυμίαν μίαν ἔλαχεν. Ἐξ Ὁμήρου δὲ ἄμφω εἴληπται, εἰπόντος ἐν Ὀδυσσείᾳ Σαμία μία. Ὁ δὲ Γεωγράφος οὕτω περὶ τοῦ Ταύρου φησί· διέζωκεν ὁ Ταῦρος μέσην τὴν Ἀσίαν, ἀπὸ ἑσπέρας ἐπὶ τὴν ἕω τετραμμένος, οὗ τελευταῖον τὸ Ἰμάϊον τῇ Ἰνδικῇ θαλάσσῃ συνάπτον. Ὅτι δὲ μέρος τι τοῦ ὄρους τοῦ Ταύρου καὶ Κράγος λέγεται, αὐτὸς ὁ Διονύσιος ἐρεῖ ἐν τοῖς ἐφεξῆς, ἔνθα καὶ ἄλλαι τῆς τοῦ τοιούτου Ταύρου κλήσεως αἰτίαι παρατεθήσονται, ἀρέσκουσαι τοῖς παλαιοῖς. Ἀρριανὸς δέ φησιν οὕτως, ὁ Ταῦρος τὸ ὄρος ἀπείργει τὴν Ἀσίαν, ἀρχόμενος ἀπὸ Μυκάλης τοῦ καταντικρὺ Σάμου τῆς νήσου ὄρους, ἀποτεμνόμενος δὲ τὴν Παμφυλίων καὶ Κιλίκων γῆν, ἔνθεν μὲν ὡς εἰς Ἀρμενίους παρήκει, ἀπὸ δὲ Ἀρμενίων ὡς ἐπὶ Μήδους. Ὅτι τὰ τέσσαρα κέντρα τοῦ κόσμου ἐνταῦθα περιλαμβάνων συντομώτατα κατὰ ἰδέαν γοργότητός φησιν, ὡς οἱ ἐκ τοῦ Ταύρου ποταμοὶ ῥέουσιν οἱ μὲν πρὸς βορέην, οἱ δ᾽ ἐπὶ νότον, οἱ δ᾽ ἐπὶ ῥιπὴν εὔρου καὶ ζεφύρου. Asia del Norte (DP 652-880) § 652-653, 659-662. Ὅτι περὶ τὴν προϊστορηθεῖσαν Μαιῶτιν αὐτοί τέ εἰσιν οἱ Μαιῶται, οἱ τῆς Μαιώτιδος δηλονότι παρώνυμοι, ἢ καὶ τυχὸν ἐξ ὧν ἡ Μαιῶτις λίμνη κέκληται· καὶ οἱ Σαυρομάται δὲ πρὸς αὐτῇ κεῖνται, ὕλην ναίοντες ἀπείριτον, δι᾽ ἧς μέσης ὁ Τάναϊς συρόμενος ἐς μέσα πίπτει τῆς Μαιώτιδος· ὃς Εὐρώπην Ἀσίας ἀποτέμνεται, εἰς δύσιν μὲν Εὐρώπην, εἰς δ᾽ αὐγὰς τὴν Ἀσίαν. Περὶ δὲ τούτων εἴρηται ὅσα ἔδει ἐν τοῖς φθάσασιν. § 654-658. Ὅτι τοὺς Σαυρομάτας, φῦλον δέ εἰσι Σκυθικόν, ἐνυαλίου Ἄρεος ἐσθλὸν γένος λέγει, ἢ διὰ τὸ πολεμικοὺς εἶναι, ἢ διότι ἐξ Ἀμαζόνων γενεαλογοῦνται, αὗται δὲ ἐξ Ἄρεος. Φησὶ γὰρ ὅτι ἐκ φιλότητος ἰφθίμων Ἀμαζονίδων ἐγένοντο, ἣν ἐκεῖναί ποτε τοῖς Σαυρομάταις ἐμίγησαν, πλανηθεῖσαι πάτρηθεν ἐκ [337 M.] Θερμώδοντος ἐς Σκυθίαν· διὸ καὶ παῖδες μεγαλήτορες αὐτῶν ἐξεγένοντο. Ἐπλανήθησαν δὲ, φασὶν, αἱ Ἀμαζόνες, ἢ ὅτε κατὰ τῆς Ἑλλάδος ἐστράτευσαν περιοδεύσασαι τὰ βόρεια καὶ διὰ τοῦ Ἴστρου περαιωσάμεναι, ἀφ᾽ ὧν ὡς ἐξ Ἄρεος καταγομένων καὶ ὁ Ἄρειος πάγος ἐν Ἀθήναις ὠνόμασται, οἷα μέχρι καὶ ἐκεῖ ἐλθουσῶν· ἢ ὅτε Ἡρακλῆς αὐτὰς ἐκ τῆς Ἀσίας ἐφυγάδευσεν ἐπιστρατευσάμενος διὰ τὸν τῆς Ἱππολύτης ζωστῆρα. Ἡρόδοτος δὲ περὶ τούτων τοιαῦτά φησιν· Ἕλληνες νικήσαντες Ἀμαζόνας ἐπὶ Θερμώδοντι, καὶ ζωγρήσαντες ὅσας ἠδύναντο, ἀπέπλεον διὰ τοῦ Εὐξείνου· αἱ δὲ ἐν τῷ πελάγει ἐπιθέμεναι κατέκοψαν τοὺς ἄνδρας. Εἶτα φερόμεναι κατὰ κῦμα καὶ ἄνεμον ἀφικνοῦνται εἰς τὴν Μαιῶτιν, καὶ ἐξελθοῦσαι καὶ ληϊζόμεναι τὴν Σκυθικὴν τὴν μὲν ἀρχὴν ἐδόκουν ἄνδρες εἶναι, γνωσθεῖσαι δέ ποτε κατειργάσθησαν εἰρηνικῶς, καὶ ζευχθεῖσαι τοῖς ἐγχωρίοις νεανίαις διέβησαν τὸν Τάναϊν, καὶ τριῶν ἡμερῶν ὁδὸν ὁδεύσασαι πρὸς ἥλιον ἀνίσχοντα κατέμειναν ἐν τῇ νῦν χώρᾳ τῶν Σαυροματῶν. Τὸ δὲ Ἀμαζονίδες οὐχ ὑποκοριστικὸν, ἵνα μὴ τὰς ἰφθίμους τῷ ὑποκορισμῷ ταπεινοῖ, ἀλλὰ κατὰ παραγωγήν. Τοιοῦτον δὲ ἐφάνη καὶ πρὸ τούτων καὶ τὸ Ἀσίδα γῆν, καὶ τὸ Σικελικὴν πορθμίδα, καὶ εἴ τι ἄλλο τοιοῦτον· τὸν δὲ Παφλαγονικὸν ποταμὸν Θερμώδοντα πάτραν τῶν Ἀμαζόνων εἶπε, διότι πάλαι ποτὲ περὶ τοὺς Παφλαγονικοὺς αὗται κατῴκουν τόπους, ὡς αἱ ἱστορίαι φασίν. § 663-665. Ὅτι αἱ τοῦ ῥηθέντος Τανάϊδος πηγαὶ ἐν τοῖς Καυκασίοις μορμύρουσιν ὄρεσιν, αὐτὸς δὲ πλατὺς ἐπιτρέχει ἔνθα καὶ ἔνθα τοῖς Σκυθικοῖς πεδίοις. Νοητέον δὲ νῦν, φασὶ, Καύκασον τμῆμά τι τοῦ προειρημένου Ταύρου βορειότατον, περὶ τὴν Κρονίαν ἀνῆκον θάλασσαν, οὗ μέρη καὶ τὰ πρὸ τούτων γραφέντα Ῥιπαῖα ὄρη. Τὸν δὲ τοιοῦτον Καύκασον, περὶ ὃν καὶ ὁ τοῦ Προμηθέως πλάττεται ἀνασκολοπισμὸς, οἱ παλαιοὶ μὴ ἐγκεῖσθαί φασι τῷ τῆς Περιηγήσεως πίνακι· ὁ δὲ Γεωγράφος φησὶν αὐτὸν διήκειν μέχρι τῶν Τιβαρηνῶν. Σημείωσαι δὲ ὅτι ὁ μὲν Διονύσιος λέγει τοῦ τοιούτου Καυκάσου ἐκπίπτειν τὸν Τάναϊν, ὁ Γεωγράφος δὲ ἀδήλους λέγει καὶ τοῦ Τανάϊδος τὰς ἀρχὰς, καθὰ καὶ τὰς τοῦ Νείλου, λέγων καὶ πόλιν παρ᾽ αὐτῷ εἶναι ὁμώνυμον τῷ ποταμῷ. Ἄλλοι δέ φασιν αὐτὸν ἐκ λίμνης τινὸς ὡς ἐξ ἀρχῆς εἰς λίμνην τὴν Μαιῶτιν ῥέοντα δυσὶ στόμασιν εἰσβάλλειν εἰς αὐτήν. § 666-677. Ὅτι περὶ τοὺς τόπους τοὺς κατὰ τὸν Τάναϊν καὶ τὸν ἐκεῖ βόρειον Καύκασον, βορέου χειμαίνοντος, [338 M.] παγετὸν ἂν ἴδοις ἀπὸ κρυμοῦ παγέντα. Εἶτα ἐνδιαθέτως ὁ Διονύσιος οἷον οἰκτιζόμενος τοὺς ἐν τῷ τοιούτῳ τόπῳ διὰ τὸν ἀπείριτον παγετὸν, ἔτι δὲ καὶ αὐξητικῶς τὸν χειμῶνα ἐκφράζων φησὶ, σχέτλιοι ἐκεῖνοι φῶτες· ἀεὶ γὰρ αὐτοῖς ψυχρά τε χιὼν καὶ κρυμὸς δυσαής. Καὶ δὴ ὅταν ἐξ ἀνέμων πλεῖον κρύος ἔλθῃ, καὶ ἵππους ἄν τις θνήσκοντας ὀφθαλμοῖς ἴδοιτο καὶ ἡμιόνους, τὸ δὲ ὑπερβολικὸν, καὶ οἶς : ὄϊς Μ. ἀγραύλους, ὧν καθ᾽ Ἡσίοδον οὐδὲ τὸ κατὰ Ληναιῶνα ψύχος καθικνεῖται διὰ τὸ δασὺ τῶν τριχῶν. Οὐδὲ μὴν οὐδ᾽ αὐτοί, φησιν, οἱ αὐτόθι ἄνδρες ὑπὸ ψύχους ἀπήμαντοι μένουσιν· ἀλλὰ γὰρ ὑποζεύξαντες ἀπήνας, ἁμαξόβιοι γὰρ οἱ ἐκεῖ, πλανῶνται εἰς ἑτέραν χώραν, λείπουσι δὲ γαῖαν ἀήταις χειμερίοις. Τοῦτο δὲ καὶ εἰς παροιμίαν ἐπὶ ἐρημωθείσης οἰκουμένης κεῖται, ὡς τὸ τὴν δεῖνα πόλιν ἐρήμην οἱ ἄνεμοι καταπνέουσι. Σημείωσαι δὲ καὶ ὅτι τὴν χιόνα ἐριῶδες ὕδωρ ἀστείως οἱ παλαιοί φασι, τοῦ σοφοῦ βασιλέως Δαβὶδ ἀφορμὴν ἐνδόντος αὐτοῖς, ὅτε εἴπῃ διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον. Ὅρα δὲ καὶ ὅτι φανερῶς ἐνταῦθα τὸ σχέτλιοι οὐκ εἰς ὕβριν ἀλλ᾽ ἐπὶ οἴκτῳ εἴρηται. § 669. Ὅτι δὲ ἡ τῶν πλανήτων τούτων νομάδων χώρα δυσχείμερός ἐστιν ὡμολόγηται. Διόπερ οὐδὲ ὄνους τρέφει· δύσριγον γὰρ τὸ ζῶον. Ῥήγνυνται δὲ κατὰ τὴν ἱστορίαν καὶ χαλκαῖ ὑδρίαι χειμῶνος ἐκεῖ, καὶ διάπλοι τινὲς ἁμαξεύονται, καὶ τὰ καύματα δὲ σφοδρὰ θέρους ἐκεῖ φασί τινες γίνεσθαι. Ὁ μέντοι Διονύσιος ἔοικε μὴ οὕτω δοξάζειν, ἀλλὰ διηνεκῶς τὴν χώραν ἐκείνην ψύχεσθαι. Φησὶ γάρ· αἰεί σφι ψυχρή τε χιὼν κρυμός τε δυσαής. Οὕτω δὲ καὶ Ἡρόδοτος δυσχείμερον εἰπὼν τὴν Σκυθικὴν ἐπάγει, ὅτι τοὺς μὲν ὀκτὼ μῆνας ἐκεῖ ἀφόρητος οἷος γίνεται κρυμὸς, ὅτε ὕδωρ μὲν ἐκχέας πηλὸν οὐ ποιήσεις, πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν· ἡ δὲ θάλασσα πήγνυται καὶ ὁ Βόσπορος ὁ Κιμμέριος. Τοὺς δὲ λοιποὺς, φησὶ, τέσσαρας μῆνας ψύχεα αὐτόθι ἐστί. Τάχα οὖν ἡ μὲν ἐνδοτέρα Σκυθικὴ ἡ πρὸς βορέαν τοιαύτη ἐστὶν, οἵαν φησὶν ὁ Ἡρόδοτος, ἡ δὲ λοιπὴ πάσχει ὡς εἰκὸς καὶ καύματα. Σκυθῶν δὲ ἡ τοιαύτη πᾶσα γῆ, περὶ ὧν ἱστορεῖ Ἀρριανὸς, ὅτι σιτοφάγοι ποτὲ καὶ ἀρωτῆρες ὄντες καὶ οἰκίας οἰκοῦντες καὶ πόλεις ἔχοντες, ἐπειδὴ ὑπὸ Θρᾳκῶν ἐπλήγησαν, μετέβαλον τὰ πρότερον ἤθη, καὶ ἀρὰς ἐπηράσαντο μεγάλας, μήποτε οἰκίαν ἔτι δείμασθαι, μήτε ἀρότρῳ γῆν ἀναρρῆξαι, μήτε πόλεις δομήσασθαι, μήτε κτῆμα κειμήλιον ἐπικτήσασθαι, ἀλλ᾽ οἴκους μὲν ποιήσασθαι ἁμάξας, τροφὴν δὲ κρέα θήρεια, πόμα δὲ ταὐτὸ καὶ τροφὴν τὸ γάλα, θρέμματα [339 M.] δὲ κεκτῆσθαι μόνα, ἅπερ ἄγεσθαι αὐτοῖς ἔμελλεν ἄλλην γῆν ἐξ ἄλλης ἀμείβουσι· καὶ ἀπὸ τοῦδε ἀντὶ γεωπόνων γενέσθαι νομάδας. Ἐλλόγιμον δὲ ἄνδρα ἡ τῶν Σκυθῶν ἤνεγκε γῆ τὸν Ἀνάχαρσιν, οὗ μέμνηται καὶ Ἡρόδοτος, λέγων ὅτι ὁ Εὔξεινος παρέχεται ἔθνη ἀμαθέστατα, καὶ ἐξ οὐδενὸς τῶν ἐντὸς τοῦ Πόντου ἀνὴρ ἐλλόγιμος λέγεται, παρὲξ τοῦ Σκυθικοῦ, ὅθεν ὁ Ἀνάχαρσις. Λέγονται δὲ οἱ νομάδες οὗτοι Σκύθαι καὶ μέχρι τῆς Θρακικῆς χερρονήσου ἐλάσαι ποτὲ, κατατρέχοντες τὴν Εὐρώπην, ὅτε ὁ Δαρεῖος ἐκεῖ στρατεύσας ἠρέθισεν αὐτούς. § 680-686. Ὅτι Σαυρομάτας ἐπέχουσι Σινδοὶ, οἱ καὶ Ζικχοὶ κατά τινας. Λέγει δὲ τὸ ἐπέχουσιν ἀντὶ τοῦ διαδέχονται, καὶ μετ᾽ αὐτοὺς τὴν γῆν ἔχουσιν. Ὅμηρος δὲ ἐπέχειν λέγει τὸ κατά τινος ἔχειν καὶ ἐπικεῖσθαι, καὶ δοτικῇ συντάσσει, οἷον· δαιμονίη, τί μοι ἐπέχεις; Ὁμοίως μετὰ Σαυρομάτας εἰσὶ καὶ οἱ ἐν Ὀδυσσείᾳ πλατύτερον ἱστορηθέντες Κιμμέριοι, καὶ οἱ Ὀρέται δίχα τοῦ ς· οἱ γὰρ μετὰ τοῦ ς Ὀρέσται ἔθνος εἰσὶν Εὐρωπαῖον, Μολοσσικὸν, ἀπὸ τοῦ Ἀγαμεμνονίδου Ὀρέστου καλούμενοι. Ἐκεῖ δὲ, φησὶ, καὶ οἱ Κερκέτιοι, ὧν ἡ χώρα Κερκετὸς λέγεται, παρακειμένη τῷ προειρημένῳ Καυκάσῳ. Ἐκεῖ δὲ καὶ οἱ ἀλκήεντες Ἀχαιοὶ, οὓς ἐκ Τροίας, φησὶ, νότου καὶ ζεφύρου πνοαὶ νοσφισάμεναι, ἤγουν νόσφι καὶ χωρὶς καὶ μακρὰν ἀπαγαγοῦσαι καὶ ἀφορίσασαι ἤγαγον ἐκεῖ, ἑπομένους Ἀρητιάδῃ βασιλεῖ, ἤγουν τῷ Πελοπίδῃ Ἀγαμέμνονι, ὃν Ἀρητιάδην λέγει, τουτέστιν ἐξ Ἄρεος καταγόμενον, διὰ τὴν τοῦ Ἄρεος Ἱπποδάμειαν, ἣν ὁ τοῦ Ἀγαμέμνονος πρόγονος Πέλοψ εἰς γυναῖκα ἠγάγετο. Οἱ δὲ ἕπεσθαι τοὺς τοιούτους φασὶν Ἀχαιοὺς Ἀρητιάδῃ βασιλεῖ ἤτοι τῷ πολεμικῷ Ἀχιλλεῖ, συλληστεύοντας αὐτῷ πολεμαρχοῦντι, ἢ μᾶλλον Ἰαλμένῳ φασὶν αὐτοὺς ἀκολουθῆσαι τῷ υἱῷ Ἄρεος, Ἀσπληδονίων βασιλεῖ· ἦσαν δὲ Ὀρχομένιοι. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι ἀπὸ τῆς Ἰάσονος στρατείας τῆς εἰς Κόλχους οἱ μὲν Φθιῶται Ἀχαιοὶ τὴν ἐν Ἀσίᾳ Φθίαν ᾤκησαν, Λάκωνες δὲ τὴν Ἡνιοχίαν χώραν, ὧν ἦρχε Ῥέκας τὲ καὶ Ἀμφίστρατος, ἡνίοχοι Διοσκούρων, ἀφ᾽ ὧν τὸ ἐκεῖ ἔθνος οἱ Ἡνίοχοι, καὶ ἡ χώρα ἡ Ἡνιοχία. Οἱ δὲ τὸν Πομπήϊον Ἀρητιάδην βασιλέα ἐνόησαν, ὃς ἔχων Σκύθας συμμάχους, μεθ᾽ ὧν ἦσαν καὶ οἱ τοιοῦτοι Ἀχαιοὶ, ἐπολέμησε Καίσαρι κατὰ τὸν ἐμφύλιον πόλεμον. Τὸ δὲ Ἀρητιάδης ἀπὸ τοῦ Ἄρης Ἄρητος ἰαμβικοῦ γίνεται. Πάσχει γὰρ καὶ τοιαύτην ἰαμβικὴν κλίσιν ὁ Ἄρης. Τὸ δὲ νοσφισάμενοι λέξις ἐστὶν Ὁμηρική. Οἱ δὲ ὕστερον ἐπὶ τοῦ ἰδιοποιεῖσθαι καὶ ἀποκερδαίνειν τιθέασι τὸ νοσφίζεσθαι. § 687-688. [340 M.] Ὅτι μετὰ τοὺς Ἀχαιοὺς οἱ προρρηθέντες Ἡνίοχοι καὶ οἱ Ζύγιοι, ἔθνος ἀγριώτατον, ὡς ἡ ἱστορία φησὶν, Πελασγῶν ἔκγονοι. Ἱστορεῖ δὲ Χάραξ τοὺς Ἀργοναύτας οὐ μιᾷ νηῒ, κατὰ τὸν πολὺν περὶ τῆς Ἀργοῦς λόγον, ἀλλὰ πολλοῖς πλοίοις εἰσπλεῦσαι τὸν Εὔξεινον· καί τινας αὐτῶν ἀποπλανηθῆναι, καὶ ἐν μιᾷ τῶν νηῶν εἶναι τοὺς τῶν Τυνδαριδῶν ἡνιόχους, ἤτοι τοὺς τῶν Διοσκούρων, ἀφ᾽ ὧν κληθῆναι τὰ ἔθνη τοὺς Ἡνιόχους, καὶ τοὺς Τυνδαρίδας, ναὶ μὴν καὶ τὴν Διοσκουρίδα χώραν, τὸν τοῦ Εὐξείνου μυχὸν, ἤγουν τὸν ἔσχατον πρὸς τῇ Κολχικῇ Τραπεζοῦντι πλοῦν. Ὅθεν καὶ ἡ παροιμία ἐς Φᾶσιν, ἔνθα ναυσὶν ἔσχατος δρόμος, τουτέστιν εἰς αὐτὴν τὴν Κολχίδα γῆν, ἀπὸ μέρους, ἔνθα τὸ ἔσχατον τοῖς ἐκεῖ πλέουσιν· ἐπείτοιγε ἄλλως πολλὰ στάδια, φασὶ, καὶ πολὺς πλοῦς ἐκ τοῦ Φάσιδος εἰς τὸν μυχὸν τοῦ Εὐξείνου καὶ εἰς τὴν Διοσκουρίδα, ἧ συνεχής ἐστιν ἡ Τραπεζοῦς, κτίσμα Σινωπέων, μέγα ἐμπόριον, περὶ ἣν ἡ Τραπεζουσία χώρα. Καὶ ἡ Τυνδαριδῶν δὲ χώρα πρὸς αὐτῷ ἐστι τῷ τοῦ Πόντου μυχῷ, ἤτοι τοῦ Εὐξείνου. Περὶ ὧν καὶ διὰ τί Τυνδαρίδαι λέγονται, ἀνωτέρω εἴρηται. § 688-693. Ὅτι ἀκολούθως τῷ Ἡροδότῳ γνωματεύει καὶ οὗτος, μετήλυδας εἶναι τῆς Αἰγύπτου τοὺς Κόλχους, ὃ ἔστιν ἀποίκους ἢ μετοίκους. Πίστις δὲ τοῦ λόγου τούτου, ὅτι τὲ οὐλόκρανοι, τουτέστιν οὐλότριχές εἰσι κατὰ τοὺς Αἰγυπτίους καὶ μέλανες. Ἔτι δὲ καὶ τὰ παρ᾽ αὐτοῖς Αἰγύπτια ἔθη, ὧν ἓν καὶ τὸ περιτέμνεσθαι, καὶ τὸ λινᾶς ἐσθῆτας ἀμπέχεσθαι· καὶ ἡ ζωὴ δὲ, φασὶ, καὶ ἡ γλῶσσα ἐμφερὴς ἦν τοῖς Κόλχοις καὶ τοῖς Αἰγυπτίοις. Ὁ δὲ Γεωγράφος φησί, Κόλχοι μετὰ Ἡνιόχους, ὑπὸ τοῖς Καυκασίοις καὶ Μοσχικοῖς ὄρεσι. Καλοῦνται δὲ Κόλχοι ἀπὸ Κόλχου υἱοῦ Φάσιδος. Τούτων δὲ ὑπερκεῖσθαι λέγονται οἱ Θοᾶνες, ἄνδρες οὐδὲν μὲν βελτίους τῶν προσοίκων Φθειροφάγων τῷ πίνῳ, πλουτοῦντες δὲ τῷ χρυσῷ. Χρυσὸν γὰρ παρ᾽ αὐτοῖς οἱ χείμαρροι καταφέρουσιν, ὃν ὑποδέχονται οἱ ἐκεῖ μαλλωταῖς <δοραῖς>, ἀφ᾽ ὧν τὸ χρυσόμαλλον ἐμυθεύθη δέρας, οὗ χάριν καὶ ὁ τῶν Ἀργοναυτῶν ἐγένετο πλοῦς. Καίτοι ὁ Χάραξ τὸ χρυσοῦν δέρμα μέθοδον εἶναι λέγει χρυσογραφίας μεμβράναις ἐμπεριειλημμένην, δι᾽ ἣν ὡς λόγου ἀξίαν τὸν τῆς Ἀργοῦς καταρτισθῆναι στόλον φησί. Καὶ ταῦτα μὲν τοιαῦτα. Ὁ δὲ Διονύσιος τοὺς Κόλχους τοπογραφῶν κατοικεῖν φησιν αὐτοὺς περὶ τὸν ῥηθέντα μυχὸν τοῦ Εὐξείνου πόντου, μετὰ τοὺς εἰρημένους Τυνδαρίδας, ἐγγὺς τοῦ προειρημένου Καυκάσου, ὃς περὶ τὸν Ὑρκάνιον κόλπον οὔρεσιν ἠλιβάτοις αὔξεται· ἔνθα, φησὶ, [341 M.] καὶ ὁ Φᾶσις Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται ἄχνην. Εἰς γὰρ τὸν Εὔξεινον πόντον ἐκβάλλει καὶ ὁ Φᾶσις ποταμὸς, ὃς ἐκτείνει μὲν τὴν παραλήγουσαν, καλεῖται δὲ οὕτως ἀπὸ Φάσιδος, οὗ υἱὸς Κόλχος ἱστόρηται. Καταρρέει δὲ εἰς τὴν Κολχίδα τραχὺς καὶ βίαιος, περατὸς ἑκατὸν γεφύραις κατὰ τὸν Γεωγράφον διὰ σκολιότητα. Ἐμβάλλουσι δὲ εἰς αὐτὸν ποταμοὶ Γλαῦκος καὶ Ἵππος. Ἐπίκειται δὲ καὶ πόλις ὁμώνυμος. Οἱ δὲ περὶ αὐτὸν τόποι Φασιανὴ λέγεται χώρα ὑπό τε Διοδώρου καὶ ἄλλων. Καὶ οἱ Φασιανοὶ δὲ τὸ ὄρνεον ἐκεῖθεν παρονομασθῆναι δοκοῦσιν, ὡς αὐτόθι πλεονάσαντες. Ὁ δὲ Καύκασος καὶ Κάσπιος ὑπὸ τῶν ἐκεῖ καλεῖται, ὡς ὁ Γεωγράφος φησίν· ὃς λέγει καὶ ὅτι τὰ πρὸς θάλασσαν αὐτοῦ Κεραύνια ὄρη καλοῦνται ὁμωνύμως δηλονότι τοῖς Ἰλλυρικοῖς· καὶ ὅτι ὑπέρκειται ὁ Καύκασος οὗτος τοῦ Κασπίου πελάγους, διατειχίζων τὸν αὐτόθι ἰσθμὸν, καὶ ἀφορίζων πρὸς μὲν νότον Ἀλβανοὺς καὶ Ἴβηρας, πρὸς δὲ ἄρκτον Σαρμάτας. Τὸ δὲ Κιρκαῖον πεδίον διὰ τὴν τοῦ Κολχικοῦ βασιλέως Αἰήτου ἀδελφὴν Κίρκην οὕτω καλεῖται, τὰς βοτάνας ἐκεῖθεν συλλέγουσαν. Περὶ τούτου πεδίου καὶ ὁ Γεωγράφος φησὶν, ὅτι περί που τὴν Ἀλβανῶν γῆν Κίρκης ἱερὸν, ἔνθα καὶ φιάλη τις Ὀδυσσέως δείκνυται, καὶ Κιρκαῖον ὄρος πολύρριζον, νησίζον θαλάσσῃ καὶ ἕλεσιν. Ἰστέον δὲ ὅτι κατὰ τὸν Λυκόφρονα ἔστι Κιρκαῖόν τι ὄρος καὶ περί που τὰ τῆς Ῥώμης ὅρια. § 694. Ὅτι τὸ Ἀρμένιον ὄρος, ἀφ᾽ οὗ ῥέειν ὁ Φᾶσις ἄρχεται, ὁ μὲν τὰ Ἐθνικὰ γράψας περὶ τὴν ἀρχὴν τῆς Ὑρκανίας εἶναι οἴεται, ἄλλοι δὲ τοῦ Ταύρου φασὶν ἀπόσπασμα εἶναι τὸ Ἀρμένιον, παρατεῖνον ἕως καὶ εἰς Ἀρμενίαν, τὴν οὕτω κληθεῖσαν ἢ ἀπὸ τοῦ ῥηθέντος Ἀρμενίου ὄρους, ἢ ἀπό τινος Ἀρμένου Ῥοδίου ἀνδρός. Κατὰ δὲ ἄλλους Ἀρμενία ἡ χώρα λέγεται ἐπωνύμως Ἀρμένου ἥρωος ἐξ Ἀρμενίου πόλεως Θετταλικῆς, συστρατεύσαντος ἐκεῖ τῷ Ἰάσονι. ὅτι δὲ καὶ εἰς τοὺς τοιούτους τόπους ἦλθεν ὁ Ἰάσων, ὅτε εἰς τὸ χρυσόμαλλον ἐπέπλευσε δέρμα, πολλὰ τεκμήρια παρὰ τοῖς παλαιοῖς. Τὸ δὲ Ἀρμένιον ὄρος λέγεται καὶ πληθυντικῶς τὰ Ἀρμένια. Ἰστέον δὲ ὅτι Ἡρόδοτος τοὺς Ἀρμενίους Φρυγῶν ἀποίκους φησὶ, λέγων καὶ ὅτι πολυπρόβατοί εἰσι. Καὶ Εὔδοξος δὲ ἐν Γῆς Περιόδῳ φησίν· Ἀρμένιοι τὸ γένος ἐκ Φρυγίας, καὶ τῇ φωνῇ πολλὰ φρυγίζουσι. Παρέχονται δὲ καὶ λίθον τὴν γλύφουσαν καὶ τρυπῶσαν τὰς σφραγῖδας. Κἀκεῖνο δὲ ἰστέον, ὅτι τὴν Ἀρμενίαν χώραν εἰς τέσσαρα διελεῖν λέγεται Ἰουστῖνος ὁ βασιλεὺς, [342 M.] καὶ πρώτην μὲν, φησὶν, ἔθετο τὴν ἐνδοξοτάτην Ἑπτάπολιν, ἧς μητρόπολις Βαζανὶς, ἡ πρὶν Λεοντόπολις· ταύτης δέ ἐστι καὶ ἡ Θεοδοσίου πόλις, καὶ ἡ Κολώνεια καὶ ἡ Τραπεζοῦς δὲ καὶ ἡ Κερασοῦς ἐκ τοῦ Πολεμωνιακοῦ κόλπου. Δευτέραν δὲ ὁ αὐτὸς ἔταξεν Ἀρμενίαν ἐν πέντε πόλεσιν, ὧν καὶ ἡ Σεβάστεια. Τρίτην δὲ Ἀρμενίαν κατέστησεν Ἑξάπολιν, τήν ποτε καλουμένην δευτέραν Ἀρμενίαν, ἧς ἡγεῖται ἡ Μελιτηνή. Περὶ ταύτην τὴν Ἀρμενίαν καὶ ἡ Κόμανα ἡ καὶ Χρυσῆ ὀνομαζομένη, καὶ ἡ Κουκουσσός. Ἐπέστησε δὲ καὶ τετάρτην Ἀρμενίαν ὑπὸ σατράπαις οὖσαν, συγκειμένην ἐκ διαφόρων, καὶ λεγομένην Τζοφανὴν καὶ Βαλβιτηνὴν καὶ τοιαῦτά τινα βάρβαρα ὀνόματα. § 695-698. Ὅτι πρὸς ἀνατολὴν καὶ βορέαν τοῦ Ἀρμενίου ὄρους ὁ ἰσθμός ἐστιν ὁ μεταξὺ Κασπίας καὶ Εὐξείνου θαλάσσης, περὶ ὃν οἱ ἑωθινοί εἰσιν Ἴβηρες, Ὑρκανίοις ὡς εἰκὸς πολέμιοι, ἐκ τῶν κατὰ Πυρήνην μετοικισθέντες ἑσπερίων Ἰβήρων· ἣν δὴ Πυρήνην καὶ Πυρηναῖον οἴδαμεν ὄρος λέγεσθαι. Ἐπαναλαμβάνει δὲ καὶ τὸν τοιοῦτον ἰσθμὸν διὰ τὸ πολὺ τοῦ χάσματος καὶ ἀξιόλογον. Οὗτος γάρ ἐστιν ὃν καὶ ὅρον Ἀσίας καὶ Εὐρώπης ἐνόμισάν τινες, ὡς προγέγραπται. Τοὺς δὲ Ἴβηρας τούτους Ἀρμενιστὶ καὶ Μηδιστὶ ὁ Γεωγράφος ἐσκευάσθαι φησί. Λέγει δὲ καὶ ὅτι τούτων οἱ ὀρεινοὶ μαχιμώτεροι. Σημείωσαι δὲ ὅτι ἡ τοῦ ἰσθμοῦ ἐνταῦθα ἐπανάληψις ὁμοῦ καὶ ἐπανάληψίς ἐστι καὶ ἐπαναστροφή. Φησὶ γάρ· ἐπικέκλιται ἰσθμὸς, ἰσθμὸς Κασπίης τὲ καὶ Εὐξείνοιο. Τοῦτο μὲν γὰρ, καθὸ μὲν τοῦ πρώτου νοήματος λήγοντος εἰς τὸ ἰσθμός ὁ δεύτερος στίχος ἀπὸ τῆς αὐτῆς ἄρχεται λέξεως, ἐπαναστροφὴν ποιεῖ, σχῆμα ῥητορικόν· διότι δὲ χάριν σαφηνείας ἀναγκαίως ὁ ἰσθμὸς ἐδισσεύθη, ἐπανάληψις γέγονεν. § 700-704. Ὅτι περὶ τὸν ῥηθέντα ἰσθμὸν κεῖται καὶ τὸ μέγα φῦλον τῶν Καμαριτῶν, οἳ οὕτω λέγονται ἀπὸ πλοίων στρογγύλων ληστρικῶν, οἷς ἐχρῶντο, ἃ ἐκαλοῦντο καμάραι παρ᾽ Ἕλλησιν. ῏Ησαν δὲ ἀκάτια λεπτὰ, στενὰ καὶ κοῦφα, ἀνθρώπους εἰς εἴκοσι καὶ πέντε δεχόμενα, σπάνια δὲ καὶ εἰς τριάκοντα. Οὗτοι οἱ Καμαρῖται τὸν Βάκχον Ἰνδῶν ἐκ πολέμου, φησὶ, δεξάμενοι ἐξένισαν, καὶ ταῖς Λήναις, ὃ ἔστι ταῖς Βάκχαις, συνεχόρευσαν, τὰ ἐκείνων φορήματα, ζώματα δηλαδὴ καὶ νεβρῖδας, ἐπὶ στήθεσι βαλόντες, εὐοῖ Βάκχε λέγοντες. Ὑμνητικὸν δὲ ἦν τοῦτο τὸ λόγιον τῷ Διονύσῳ ἐπιφωνούμενον, ὥσπερ καὶ τὸ εὐάν· ὅθεν καὶ τὸ εὐόζειν παράγεται, καὶ ὁ Διόνυσος [343 M.] Εὔϊος λέγεται. Ταῦτα δὲ οἱ μὲν ἐδάσυνον, ὡς ἐνθουσιαστικὰ πρωτόθετα ἐπιρρήματα, οἱ δὲ ἐψίλουν, ἀντὶ τοῦ εὖ οἱ, τουτέστιν αὐτῷ, ἐκλαμβανόμενοι τὴν τοῦ Περιηγητοῦ ταύτην φωνὴν, καὶ ἐξ αὐτῆς τὸ εὐάν προάγοντες, τάχα μὲν ἐν μιᾷ λέξει, τάχα δὲ καὶ ὡς ἐκ δύο σύνθετον, τοῦ εὖ καὶ τοῦ αν. Ἰστέον δὲ ὅτι αἱ Βάκχαι αἱ τοῦ Διονύσου ὀπαδοὶ εἰς ἀμπέλους ἀλληγοροῦνται· τροφοὶ γὰρ αὗται τοῦ εἰς οἶνον ἐκλαμβανομένου Διονύσου. Αἱ δὲ Διονυσιακαὶ νεβρῖδες τὴν τῶν σταφυλῶν ἐν χρόᾳ αἰνίττονται πολυείδειαν· πολύχροοι γὰρ καὶ αἱ νεβρῖδες καὶ ποικίλαι τοῖς στίγμασιν· ἢ καὶ τὸ τῶν μεθυόντων ὑπεμφαίνουσιν ἀγενές· δειλὸν γὰρ ὁ νεβρὸς, τὸ τῆς φυζακινῆς ἐλάφου νεογνὸν, οὗ δορὰ ἡ νεβρίς· ἢ καὶ διότι ποικίλοι τὰ εἰς νοῦν διὰ τὸ εὐμετάβολον οἱ μεθύοντες, ποικίλον δὲ καὶ ἡ νεβρὶς διὰ τὸ πολύστικτον. § 706-716. Ὅτι ὥσπερ Ἡσίοδος ἐν τοῖς περὶ τοῦ πλέειν λέγει, ὅτι λέξω οὔτε τι ναυτιλίης σεσοφισμένος, οὔτε τι νηῶν· οὐ γάρ ποτε νηῒ ἔπλευσα, καὶ τὰ ἑξῆς, διδοὺς νοεῖν ὅτι ὡς Μουσῶν ὑποφήτης οἶδε πάντα· οὕτω καὶ οὗτός φησιν, ὅτι ῥᾷόν σοι καταγράψομαι καὶ τὴν Κασπίαν θάλασσαν, οὔτε ἰδὼν αὐτὴν, οὔτε νηῒ περάσας. Εἶτα πλατύνων θεατρικῶς τὸ νόημά φησιν, οὐ γάρ μοι βίος ἐστὶ μελαινάων ἐπὶ νηῶν, οὐδέ μοι ἡ ἐμπορία πατρώιος, οὐδ᾽ ἐπὶ Γάγγην ἔρχομαι, οὐδὲ τὰ καὶ τὰ ποιῶ, οἷάπερ ἄλλοι ψυχῆς, φησὶν, οὐκ ἀλέγοντες, ἵνα πολὺν ὄλβον ἕλωνται. Τοῦτο δὲ γνωμικῶς καὶ παροιμιακῶς ἐπὶ τῶν τοῦ πλοῦ ἀφειδούντων λέγεται. Ἀλλά με, φησὶ, Μουσῶν φέρει νόος, τουτέστιν αἱ ἐκ τῶν μαθήσεων γνώσεις, αἳ δύνανται δίχα πλάνης πολλὴν ἅλα μετρήσασθαι, οὔρεα τὲ ἤπειρον τὲ καὶ αἰθερίαν ὁδὸν ἀστέρων. Καὶ σημείωσαι ὅτι ὁ Διονύσιος τοιοῦτον βουλόμενος ἔσεσθαι καὶ τὸν αὐτοῦ ἀκροατὴν τὴν παροῦσαν πραγματείαν ἐνεστήσατο, ὑφ᾽ ἧς καὶ ἐκεῖνος ὡς οἷα ὑπὸ Μουσῶν φερόμενος τῷ Διονυσίῳ τούτῳ ἔσται ὅμοιος. Ὅρα δὲ καὶ ὅτι τὸ περιηγήσασθαι ἐνταῦθα καταγράψασθαι εἶπε καὶ μετρήσασθαι, εἰπών καταγράψομαι θάλασσαν καὶ πολλὴν ἅλα μετρήσασθαι. Τούτῳ δὲ πάντως ὅμοιον καὶ τὸ γῆν μετρήσασθαι, ἐξ οὗ τὸ γεωμετρεῖν συντέθειται. Ὁμηρικὴ δὲ ἡ λέξις, ληφθεῖσα ἐκ τοῦ ὄφρα τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. § 714. Ὅτι ἔοικε καὶ Ἐρυθραῖός τις εἶναι Καύκασος, εἴγε φησὶν ὁ Διονύσιος, Καυκασίας κνημῖδας Ἐρυθραίων Ἀριηνῶν· κάλλιον δὲ γράφειν Καυκασίας κνημῖδας [344 M.] Ἐρυθραίων τ᾽ Ἀριηνῶν, ἵνα λέγῃ, ὅτι οὐκ ἐρευνῶ τὸν βόρειον Καύκασον καὶ τὴν Ἀριανὴν χώραν, περὶ ἧς ἐν τοῖς ἑξῆς λεχθήσεται. Καὶ ὅρα ὅπως τοὺς τῶν ὀρέων κνημοὺς, ἤτοι πόδας, κνημῖδας εἶπεν ὑποκοριστικῶς ἢ μᾶλλον παρωνύμως, κατὰ ἰδίαν δριμύτητα, ὥς που καὶ τὸν πορθμὸν πορθμίδα εἶπε, καὶ τὴν Κασπίαν δὲ θάλασσαν Κασπίδα ὁμοίως ἐρεῖ. § 718-722. Ὅτι ὁ Διονύσιος μὲν περίδρομον ἢ περίτροχον ἀμφιέλικτον τὸ τῆς Κασπίας θαλάσσης σχῆμά φησιν, ὡς οἷα κυκλοτερὲς, καὶ τῷ ὠκεανῷ αὐτὴν συμμιγνύειν. Φησὶ γάρ· ὀξὺ δ᾽ ἐπ᾽ ἄρκτους ἑλκομένη ἐπιμίσγεται τῷ ὠκεανῷ. Καὶ οὕτω μὲν ὁ Διονύσιος, ὅς γε καὶ στόμα ἔοικε παραδιδόναι, καθ᾽ ὃ δηλαδὴ εἰς αὐτὴν ὁ ὠκεανὸς ἀπερεύγεται, ὡς καὶ ἐν ἀρχαῖς τοῦ βιβλίου φαίνεται· Πτολεμαῖος δὲ οὔτε στόμα αὐτῆς τοιοῦτον οἶδεν, ὅς γε καὶ περιοδεύεσθαί φησι κύκλῳ αὐτὴν τοῖς πεζεύουσι, καὶ οὐδὲ κυκλοτερῆ αὐτὴν ἱστορεῖ, ἀλλὰ σφενδόνῃ ἐοικυῖαν ὑποτίθεται, ὁποῖον ὁ Διονύσιος τὸ τῆς οἰκουμένης ἔθετο σχῆμα. Διχῆ τοίνυν οὕτω διαφερομένων τῶν σοφῶν, τὰ μὲν περὶ τοῦ σχήματος τῆς θαλάσσης ταύτης μεμενήκασιν ἴσως αὐτοῖς ἀκατάλλακτα, ἡ δὲ λοιπὴ διαφορὰ, ὡς ἐν ἀρχαῖς ἐρρέθη, συμβεβίβασται παρὰ τῶν παλαιῶν διαιτηθεῖσα καλῶς. Εἰ γὰρ ἐξ ἀδήλων πηγῶν ὁ ὠκεανὸς τὸ Κάσπιον ἀναδίδωσι πέλαγος, σώζοιτο ἂν καὶ ὁ τοῦ Πτολεμαίου καὶ ὁ τοῦ Διονυσίου λόγος, ὡς ἐν τοῖς φθάσασι γέγραπται. Καθὸ μὲν γὰρ ἐξ ὠκεανοῦ τὸ Κάσπιον ὕδωρ, ἀληθεύει ὁ Διονύσιος, ἐρεύγεσθαι εἰπὼν αὐτόθι τὸν ὠκεανόν· εἰ δὲ ἄδηλοι αἱ πηγαὶ καὶ οὐ φαίνεται τὸ στόμα, ἀληθεύει καὶ ὁ Πτολεμαῖος. § 721. Ὅτι τὴν Κασπίαν θάλασσαν ὁ Διονύσιος πόρον ἀμείλιχον λέγει, ἔτι δὲ καὶ μεγάλην θάλασσαν. Διὰ τί δὲ μεγάλην; ὅτι οὐκ ἂν, φησὶν, ἐκείνην νηῒ περάσειας τριτάτης ἐπὶ κύκλα σελήνης, ὃ ἔστιν ἐπὶ μῆνας τρεῖς, δηλονότι κατὰ τὴν κύκλῳ περίοδον. Ἄλλως γὰρ εὐπέρατός ἐστι, μῆκος μὲν πλόον ἔχουσα τοῖς ἐρέσσουσι πεντεκαίδεκα ἡμερῶν, εὖρος δὲ ὀκτὼ ἡμερῶν, ὅπου ἐστὶν εὐρυτάτη ἑαυτῆς, κατὰ τὸν Ἡρόδοτον. Ἐντεῦθεν δὲ σημείωσαι καὶ ὅτι οὐκ ἀκριβῶς ἐστι κυκλοτερὴς ἡ Κασπία θάλασσα, ὡς τάχα ὁ Περιηγητὴς ὑποτίθεται, ἀλλὰ ἑτερομήκης, ὡς καὶ ὁ Πτολεμαῖός φησιν. § 723-725. Ὅτι πολλὰ καὶ ἄλλα θαύματα ἡ Κασπία ἐν ἀνδράσιν αὔξει, φύει δὲ καὶ κρυστάλλους λίθους, καὶ ἴασπιν ἠερόεσσαν, ὃ ἔστιν ἀερώδη, σκοτεινὴν, ἐχθρὰν ἐμπούσαις καὶ ἄλλοις εἰδώλοις. Δοκεῖ γὰρ ἀλεξίκακος εἶναι ἡ λίθος αὕτη καὶ ἀποτροπιαστικὴ φασμάτων, ὧν [345 M.] ἕν ἐστι καὶ ἡ Ἔμπουσα, δαιμόνιόν τι περὶ τὴν Ἑκάτην, ἑνὶ ποδὶ δοκοῦν διοικεῖσθαι· ὅθεν καὶ παρονομάζεται, ὡς εἴ τις εἴποι, μονόπους ποδὶ ζώου, ὡς τοῦ ἑτέρου ποδὸς χαλκοῦ ὄντος κατὰ τὸν μῦθον. Ἐν δὲ τοῖς ἑξῆς ἐρεῖ καὶ ἑτέραν ἴασπιν ὑδατόεσσαν. Ὅτι δέ τινα δαιμόνια ὕλας πτοοῦνταί τινας, πολλοῖς δοκεῖ, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται. § 728. Ὅτι Σκύθαι Κρονίας ἁλὸς ἄγχι εἰσί. Περὶ ὧν οἷοι τὸν βίον εἰσὶν, ἤδη προγέγραπται. Καλεῖσθαι δὲ λέγονται Σκύθαι ἢ παρὰ τὰ σκύτη ἃ περιβέβληνται, ἢ παρὰ τὸ σκύζεσθαι ἤτοι ὀργίζεσθαι· ὀργίλοι γάρ εἰσιν· ἢ ἀπὸ Σκύθου υἱοῦ Ἡρακλέος, καθὰ καὶ ἀλλαχοῦ γέγραπται. ῏Ησαν δὲ Σκύθαι καὶ Θρᾴκιον ἔθνος, οἳ καὶ Νομαῖοι ἐλέγοντο. § 730. Ὅτι Οὖννοι, ἢ Θοῦννοι μετὰ τοῦ θ στοιχείου, Κάσπιον ἔθνος εἰσὶ Σκυθικόν. Μάλιστα δὲ προσθετέον τοῖς γράφουσιν Οὖννοι δίχα τοῦ θ. Φέρεται γοῦν καὶ ἐν τῇ τοῦ Σιμοκάτου οἰκουμενικῇ ἱστορίᾳ Οὔννους τοὺς πρὸς τῷ βορρᾷ τῆς ἕω, οὓς Τούρκους Πέρσαι καλοῦσιν, οὕτω ποτὲ πολυχρύσους γενέσθαι, ὡς καὶ κλίνην χρυσῆν σφυρηλατεῖν καὶ τραπέζας καὶ θρόνους καὶ βήματα, εἰσπραττομένους ἐκ τῶν Μήδων ἠρεμίας προφάσει τεσσαράκοντα χιλιάδας χρυσῶν· ὕστερον μέντοι φορολογηθῆναι τοὺς τοιούτους Οὔννους ὑπὸ Βαβυλωνίων ἱστοροῦσιν. Οὐ μόνον δὲ ὁ Σιμόκατος, ἀλλὰ καὶ πολλοὶ πίστεως ἄξιοι τοὺς Οὔννους ἔθνος ἱστοροῦσι Σκυθικὸν ἀξιόλογον. § 730-733. Ὅτι ὥσπερ οἱ ῥηθέντες Οὖννοι Σκύθαι εἰσὶν, οὕτω καὶ οἱ Κάσπιοι μετ᾽ αὐτοὺς ὄντες ἔθνος λόγου ἄξιον· ἀφ᾽ ὧν καὶ ἡ θάλασσα Κασπία καλεῖται, ὡς καὶ ἀπὸ τῶν Ὑρκανίων Ὑρκανία· παρ᾽ οἷς καὶ τῶν φύλλων ἀπορρέειν μέλι ἡ ἱστορία φησὶ, καὶ ἡ ἄμπελος πολυφορεῖ, καὶ ἡ συκῆ δὲ οὕτω λέγεται πλουτεῖν τῷ καρπῷ, ὡς ἐνίας καὶ εἰς μεδίμνους ἑξήκοντα πληθύνειν τὸν καρπόν. Ἐκεῖ δὲ καὶ τὸ ἔθνος οἱ Ἀλβανοὶ, ποιμενικοὶ καὶ μετρίως πολεμικοὶ, μεταξὺ Ἰβήρων καὶ Κασπίας· ὧν Κυκλώπειος, φασὶν, ὁ βίος, τούτεστιν εὐδαίμων καὶ ἄπονος, οἷς ἡ γῆ πολλαχοῦ ἅπαξ σπαρεῖσα τοῦ λοιποῦ δὶς καὶ τρὶς ἄσπαρτον φέρει καρπόν. Ἁπλοῖ δέ εἰσι καὶ οὐκ οἴδασι νόμους, οὐδὲ ἀριθμοὺς οἴδασι πλείω τῶν ἑκατόν. Γλῶσσαι δὲ αὐτῶν κατὰ τὸν Γεωγράφον ἓξ καὶ εἴκοσιν. Ἐκεῖ δὲ καὶ οἱ Καδούσιοι κατὰ τὸν Διονύσιον, ὧν τραχεῖα ἡ γῆ, ἄνδρες δεινοὶ πετροβατεῖν, καὶ ἀκοντισταὶ ἄριστοι, ὡς ὁ Γεωγράφος ἱστορεῖ, καὶ οἷοι ἐν τοῖς τραχέσι πεζοὶ ἀντὶ ἱππέων διαμάχεσθαι. Τούτοις δὲ ἀγχιγείτονες [346 M.] Μάρδοι καὶ Ὑρκάνιοι καὶ Ἄπυροι, οὓς Ταπύρους φησὶν ὁ Γεωγράφος, ἀρχομένους ἀπὸ τοῦ τ, οἳ ἐκ γυναικὸς δύο ἢ τρία ἀνελόμενοι τέκνα ἐκδιδόασι τοῦ λοιποῦ τὰς γυναῖκας ἑτέροις. § 734. Ὅτι Μάρδος ὁ ποταμὸς Δερκεβίων τὲ καὶ ἀφνειῶν Βάκτρων ἐστὶ πόμα, εἰς Ὑρκανίαν μὲν βάλλων θάλασσαν, μέσος δὲ ἀμφοτέρων τούτων τῶν ἐθνῶν ἑλισσόμενος. § 737.Ὅτι Παρνησοῦ τινος ὄρους Βακτρίου ἐνταῦθα ὁ Διονύσιος μέμνηται· καὶ ζητητέον εἴτε οὕτω γραπτέον αὐτὸ, ὁμωνύμως τῷ Εὐρωπαίῳ Παρνασῷ, εἴτε καὶ Παρπαμισὸν ὀνομαστέον αὐτό· οὕτω γὰρ πολλὰ τῶν ἀντιγράφων ἔχουσι. Μεμνήσεται δέ που καὶ ὁ Περιηγητὴς ὄρους Παρπαμισοῦ. § 739-745. Ὅτι πέραν Ἀράξου πρὸς ἀνατολὰς οἱ Μασσαγέται τοξικώτατοι καὶ κακοξεινότατοι, ἔθνος μέγα καὶ ἄλκιμον, παρ᾽ οἷς Κῦρος ἐτελεύτησε, βασιλευούσης Τομύριδος· ὧν ὑπογράφων τὴν ἀγριότητά φησιν, ὅτι αὐτοῖς οὐ σίτου ἐστὶ μελίφρονος ἐδωδὴ, οὐ μὴν οὐδὲ οἶνος μεταδήμιος, ἤτοι ἐνδήμιος, ἀλλ᾽ ἵππων αἵματι μίσγοντες λευκὸν γάλα ζῶσι. Διὸ καὶ εὔχεται ὁ Διονύσιος ἐνδιαθέτως, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη σαφέστερον, ὅτι μήτ᾽ αὐτὸς ἐγὼ, μήθ᾽ ὅστις ἐμοὶ ἑταῖρος ἐμπελάσαι αὐτοῖς. Μάλα γάρ τε κακοξεινότεροι ἄλλων. Καὶ ὅρα ὅτι τῶν ἄλλων μελίφρονα οἶνον λεγόντων, οὗτος σῖτον ἔφη μελίφρονα. Σημείωσαι δὲ ὅτι καὶ οὗτος τοῦ κακοξεινότερος τὴν προπαραλήγουσαν ἀντὶ μακρᾶς ἐδέξατο· καθὰ καὶ ὁ Ποιητὴς ἐν Ὀδυσσείᾳ, ἔνθα καὶ ἐρρέθη τὰ εἰκότα. Ἰστέον δὲ ὅτι ἠδύνατο μὲν ἐκφυγεῖν τὴν κακομετρίαν ὁ Διονύσιος, σχηματίσας ὥσπερ καὶ πρὸ τούτου ἐκ τοῦ αἰδοῖος τὸ αἰδοιέστερος Ἰωνικῶς, οὕτω καὶ ὧδε ἐκ τοῦ κακόξεινος τὸ κακοξεινέστερος· ἀλλ᾽ ἔοικε θελῆσαι μᾶλλον συγχωλᾶναι τῷ Ὁμηρικῷ μέτρῳ, ἤπερ ἄλλως ὀρθὸν προαγαγεῖν τὸ ἔπος καὶ ἄσφαλτον. Φασὶ δὲ ἄριστον εἶναι παρὰ τοῖς Μασσαγέταις θάνατον, ὅταν γηράσαντες συγκατακοπῶσι κρέασι προβάτων καὶ βρωθῶσιν. Ἀμπέχονται δὲ φωκῶν δέρματα, καὶ ἥλιον δεσπότην ἐπιγράφονται, καὶ ἵππον αὐτῷ θύουσιν, ὡς ταχίστῳ, φασὶ, τὸ πάντων τῶν θνητῶν τάχιστον. Χρυσὸς δὲ αὐτοῖς καὶ χαλκὸς ἄπλετος. Σιδήρῳ δὲ χρῶνται οὐδὲν, ὅτι μηδὲ ἔχουσιν. Ἀράξης δὲ καλεῖται ὁ ῥηθεὶς ποταμὸς, ὡς ἀπαράξας τὴν συνέχειαν τῶν ἐκεῖ ὀρῶν καὶ διεκδὺς, καθάπερ καὶ ὁ Πηνειὸς ὁ νῦν Σαλαμβρίας καλούμενος τὴν Ὄσσαν τοῦ Ὀλύμπου ἀπέρρηξε· διὸ καὶ κατὰ τὴν ἱστορίαν τοῦ Γεωγράφου Ἀράξης ἐκλήθη ποτὲ καὶ ὁ Πηνειὸς, ὡς καὶ αὐτὸς ἀπαράξας τῆς Ὄσσης τὸν Ὄλυμπον, ὅτε [347 M.] σεισμῷ τὰ Τέμπη τὰ Θετταλικὰ ῥαγέντα διέστησαν. Τοῦ δὲ Μασσαγετικοῦ τούτου Ἀράξου μέμνηται καὶ Αἰσχύλος, καὶ ἀρέσκεται καὶ ἐκεῖνος ἀπὸ τοῦ ἀράσσειν καλεῖσθαι αὐτόν. Ἡρόδοτος δέ φησι μείζονα μὲν αὐτὸν εἶναι τοῦ Ἴστρου, ῥέοντα ἐκ Ματιανῶν, καὶ νήσους ἔχειν μεγάλας συχνὰς, στόμασι δὲ τεσσαράκοντα ἐκδιδόναι εἰς ἕλη καὶ τενάγη, ἑνὶ δὲ προρρέειν εἰς τὴν Κασπίαν. § 746-748. Ὅτι Ὦξος ὁ ποταμὸς, ὃν καὶ ἱερὸν οὗτος καλεῖ, ἐκ τοῦ Ἠμωδοῦ ὄρους διὰ τῆς Σουγδιάδος γῆς ἑλισσόμενος εἰς τὴν Κασπίδα βάλλει. Καὶ ὅρα τὸ Κασπίδα παρωνύμως καὶ αὐτὸ λεχθὲν κατὰ τὴν τοῦ Διονυσίου συνήθειαν. Ὄρος δὲ τὸ Ἠμωδὸν Ἰνδικὸν πρὸς ταῖς τοῦ Διονύσου στήλαις, ὅπερ τινὲς προπαροξυτόνως ῎Ημωδον λέγουσι, καθὰ καὶ τὸ Ἰμάϊον, ὅπερ ἐστὶ τμῆμα τοῦ Ταύρου. Προϊὼν δὲ ὁ Διονύσιος πληθυντικῶς Ἠμωδὰ ὄρη ἐρεῖ τὸ αὐτό. Ἡ δὲ Σουγδιὰς γῆ καὶ Σουγδιανὴ λέγεται, ὅπου ἱστοροῦσι τὴν ἀνάλωτον εἶναι πέτραν, ἣν Ἀλέξανδρος εἷλε πολλῇ σπουδῇ τῶν Μακεδόνων, οὓς πτηνοῖς στρατιώταις εἴκαζον οἱ βάρβαροι σὺν γέλωτι, ὁπηνίκα τὴν ἀρχὴν τῇ ἁλώσει ἐπέβαλλον. Ἰστέον δὲ ὅτι ἐνταῦθά που περὶ τὸν Ὦξον, ὡς ἡ ἱστορία φησὶ, στρατεύοντος Ἀλεξάνδρου, οὐ μακρὰν τῆς αὐτοῦ σκηνῆς πηγὴ ὕδατος εὕρηται, καὶ ἄλλη ἐλαίου πλησίον αὐτῆς· καὶ ὁ μάντις Ἀρίστανδρος ἔφη, ὅτι πόνων τέ ἐστι σημεῖον τοῦ ἐλαίου ἡ πηγή· ἀθλούντων γὰρ ἄλειμμα τὸ ἔλαιον, ἀλλὰ καὶ νίκην ἐπὶ τοῖς πόνοις σημαίνει. § 749-751. Ὅτι μετὰ τὸν Ὦξον ὁ Ἰαξάρτης ποταμὸς, ὅπου οἱ Σάκαι τόξα ἔχοντες, ἃ οὐκ ἂν τις ἄλλος ἐλέγχοι τοξευτής· οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν. Τοῦτο δὲ παρῳδία ἐστὶ τοῦ παρ᾽ Ὁμήρῳ ἀνεμώλια βάζειν. Καὶ τὸ ἐλέγχοι δὲ ἐξ Ὁμήρου ὁ Διονύσιος εἴληφεν, εἰπόντος μὴ σύ γε μῦθον ἐλέγξῃς, ἀντὶ τοῦ ἀργὸν καὶ ἄπρακτον ποιήσῃς. Τοῦτο δὲ τὸ ἔθνος τοὺς Σάκας καὶ σακέων φασί τινες εὑρετὰς, παρωνυμουμένων αὐτοῖς. Ἡ δὲ ἱστορία φησὶ καὶ μεγάλα ἰσχῦσαί ποτε τοὺς Σάκας, καὶ μέχρι Εὐξείνου κατακτήσασθαι γῆν ἀρίστην, καί τινα γῆν Ἀρμενίαν ἀπ᾽ αὐτῶν κληθῆναι Σακασηνήν· ἀπολέσθαι δέ φασιν ἄρδην αὐτοὺς ὑπὸ Περσῶν πανηγυρίζοντας ἀπὸ λαφύρων. Τινὲς δὲ τοῦτο οὕτως ἱστόρησαν, ὅτι τὸν Κῦρον οἱ Σάκαι ἡττήσαντες, εἶτα ἐξ ὑποστροφῆς ἐκείνου ἡττηθέντες διὰ μέθην ἀπώλοντο, καὶ διὰ τοῦτο ἀπεδείχθη πανήγυρις ἱερὰ Περσικὴ τὰ Σάκαια. Καὶ Κῦρος δὲ τὴν ἡμέραν, καθ᾽ ἣν ἐκείνους κατέκοψεν, ἀνιερώσας πατρίῳ θεῷ Σακαίαν ἀνηγόρευσεν. Ἡρόδοτος δὲ λέγει ὅτι Πέρσαι πάντας τοὺς Σκύθας καλοῦσι Σάκας. [348 M.] § 752. Ὅτι Φροῦροι Σκυθικὸν ἔθνος βαρυτόνως, πρὸς ἀντιδιαστολὴν τοῦ φρουροί, ὅπερ ὀξυνόμενον δηλοῖ τοὺς φύλακας. Τινὲς δὲ Φρῦνοι γράφουσιν ὁμωνύμως τῷ ζώῳ. Φρῦνοι γὰρ, καθὰ καὶ ὁ Φίλων γράφει, οἱ βάτραχοι. Τὸ δὲ Τόχαροι, ἔθνος δὲ ὅμοιον καὶ αὐτό, τινὲς ὀξύνουσι, τριγενὲς εἶναι λέγοντες. § 752-757. Ὅτι Σῆρες ἔθνος βάρβαρον Σκυθικὸν, ἐξ ὧν τὰ Σηρικὰ ὑφάσματα λέγονται. Οὗτοι βόας μὲν, φησὶν, ἀναίνονται καὶ ἴφια μῆλα, αἰόλα δὲ ξαίνοντες ἐρήμης ἄνθεα γῆς εἵματα τεύχουσι πολυδαίδαλα τιμήεντα, ἐοικότα κατὰ χροιὰν λειμωνίδος ἄνθεσι πόας· οὕτω λεπτὰ, ὥστε οὐκ ἂν ἐκείνοις ἐρίσειεν ἔργον ἀραχνάων. Φασὶ δὲ καὶ τὴν βύσσον ἀπὸ βοτάνης συνάγεσθαι. Σημείωσαι δὲ οὖν ὅτι ἐξ ἀνθῶν οἱ Σῆρες ποιοῦσι τὰ ὕφη· διὸ οὐδὲ τοὺς λειμῶνας ἐῶσι καταβόσκεσθαι. Ὅτι δὲ ἀπροσμιγεῖς ἀνθρώποις εἰσὶ καὶ ἀνομίλητοι οἱ Σῆρες, δῆλον ἐκεῖθεν· τῶν πωλουμένων τὸ τίμημα σακκίοις ἐπιγράψαντες ὑποχωροῦσιν· εἶτα ἐλθόντες οἱ ἔμποροι καὶ θέντες τὴν τιμὴν ἀναχωροῦσιν, ἐφ᾽ οἷς ἔρχονται οἱ Σῆρες, καὶ εἰ μὲν ἀρέσκονται, λαμβάνουσι τὴν τιμὴν, εἰ δὲ μή, τὰ ἴδια. Φασὶ δὲ μακροβιωτάτους εἶναι τοὺς Σῆρας, παρατείνοντας πέρα καὶ διακοσίων ἐτῶν. Σημείωσαι δὲ ὅτι ὅμοια τῇ ἱστορίᾳ τῶν Σηρῶν γίνεται καὶ ἔξω τῶν Ἡρακλείων στηλῶν. Ἔμποροι γὰρ ἐκεῖ ἀπὸ Καρχηδόνος ἐρχόμενοι καὶ τὰ φορτία ἐξελόντες, ὥς φησιν Ἡρόδοτος, ὑποτύφουσι καπνόν· καὶ αὐτοὶ μὲν ἀνάγονται τοῦ αἰγιαλοῦ, οἱ δὲ ἐπιχώριοι ἐγγίσαντες σκέπτονται τὸν φόρτον καὶ τίθενται χρυσὸν καὶ ἀναχωροῦσιν. Οἱ δὲ Καρχηδόνιοι ἐκβάντες τῶν νηῶν λογίζονται τὴν ἀξίαν, καὶ καταλλάσσουσιν ἀπροσαύδητοι, καὶ ἐξισώσαντες τὸ συναλλασσόμενον ἀπαλλάσσονται. Δικαίους οὖν συναλλάσσειν αἱ ἱστορίαι καὶ τούτους καὶ τοὺς Σῆρας παραδιδόασιν. § 759-760. Ὅτι ἐν Σκύθαις δυσήνεμος ἐκτέταται χθὼν, χειμερίοις ἀνέμοις λελειμμένη καὶ χαλάζαις, ὡς καὶ ἀνωτέρω γέγραπται. Παρέφρασε δὲ ὧδε τὸ ἀνωτέρω ῥηθὲν, τὸ λείπουσι δὲ γαῖαν ἀήταις χειμερίοις, ἐν τῷ εἰπεῖν χθὼν χειμερίοις ἀνέμοις λελειμμένη. § 762.Ὅτι δυτικώτεροι Κόλχων καὶ Φάσιδος Εὐξείνου περὶ χεῖλος ἰλαδὸν οἱ Βύζηρες, ἀφ᾽ ὧν καὶ λιμὴν Βυζηρικὸς, καὶ οἱ Βέχειρες, Ποντικὸν ἔθνος καὶ Σκυθικὸν, ἔτι δὲ καὶ οἱ Μάκρωνες καὶ οἱ Μοσύνοικοι καὶ οἱ Τιβαρηνοὶ καὶ οἱ Χάλυβες, περὶ ὧν κάτω λελέξεται. § 764. Ὅτι ἡ Χαλκὶς ἄρουρα κατὰ τὸ Θρᾴκιον τοῦ Πόντου κεῖται στόμα, ἤγουν ἡ γῆ τῶν Χαλκηδονίων. [349 M.] ῟Ης Χαλκίδος τὸ ἐθνικὸν οἱ Χαλκιδεῖς. Ἐρεῖ οὖν αὐτὸς ἐν τοῖς ἑξῆς, Χαλκιδέες παρὰ στόμα γαῖαν ἔχουσιν, οὖδας ἐς ἀντιπέραν Βυζάντιον εἰσορόωντες. Τούτους τυφλοὺς ὁ χρησμὸς ἐκάλεσε, διότι οἱ τὴν Χαλκίδα κτίσαντες Μεγαρεῖς ἐνταῦθα πρῶτα πλεύσαντες, καὶ ἀφέντες κατασχεῖν τὴν περὶ τὸ Βυζάντιον γῆν, εἵλοντο τὴν λυπροτέραν περαίαν. Καὶ Μεγάβυζος δὲ μαθὼν ὅτι ἑπτακαίδεκα ἔτεσιν, ὥς φησιν Ἡρόδοτος, πρότεροι Βυζαντίων οἱ Καλχηδόνιοι τὴν χώραν ἔκτισαν, τυφλοὺς αὐτοὺς εἶπε τοῦτον τὸν χρόνον εἶναι. Οὐ γὰρ ἂν εἰ ἔβλεπον, τοῦ καλλίονος τόπου παρόντος, ἀνθείλοντο τὸν αἰσχίονα. Ἔστι δὲ καὶ περὶ Εὔβοιαν, ὡς προερρέθη, Χαλκὶς, ἡ πρότερον Εὔβοια καλουμένη· ὅθεν καὶ Χαλκιδικὰ ποτήρια παρὰ τῷ Κωμικῷ. Καὶ οἱ ἐν τῇ Σικελικῇ δὲ Κύμῃ Χαλκιδεῖς τούτων ἄποικοι τῶν ἐν τῇ Εὐβοίᾳ Χαλκιδέων. Ἱστορεῖται δὲ καὶ σιδήρου καὶ χαλκοῦ μέταλλα εἶναι κατὰ τὴν Εὐβοϊκὴν Χαλκίδα, καὶ ὅτι ἄριστοι ἐκεῖ σιδηρουργοί· καὶ ὅτι οὐ μόνον ἐκεῖ πρῶτον ὤφθη χαλκεῖα, ἀλλὰ καὶ πρῶτοι χαλκὸν ἐκεῖ ἐνεδύσαντο Κούρητες μετὰ Διός. Εἰσὶ δὲ καὶ ἄλλαι, ὡς προεγράφη, Χαλκίδες· ὧν μία καὶ ἡ Αἰτωλικὴ, ἀφ᾽ ἧς τὸν Ἀχελῷον ῥέειν εἶπεν ὁ Διονύσιος. § 765-766. Ὅτι καὶ οἱ Μάκρωνες ἔθνος Ποντικὸν, Βεχείρων νοτιώτερον. Τούτους νῦν Σάννους φαμὲν, ἰδιωτικώτερον δὲ Τζάνους, ὡς καὶ τὴν Κελσηνὴν Κετζηνήν· καὶ τὴν χώραν δὲ τῶν Σάννων Τζανικὴν λέγουσιν οἱ τὴν φράσιν ἰδιωτεύοντες. § 766-767. Ὅτι τοὺς Μοσυνοίκους περιφράζων ἢ ἐτυμολογῶν ὁ Διονύσιος λέγει μόσυνας ἔχειν δουρατέους, ἤγουν ξυλίνους. Οὗτοι δὲ ἀπὸ θηρείων ζῶσι σαρκῶν καὶ ἀκροδρύων. Λέγει δὲ καὶ ὁ Γεωγράφος ἀπὸ μοσύνων, ὃ ἔστι πύργων, αὐτοὺς ὀνομάζεσθαι. Ξενοφῶν δὲ στέατι δελφίνων χρᾶσθαι τοὺς Μοσυνοίκους ἱστορεῖ, ὡς οἱ Ἕλληνες τῷ ἐλαίῳ, καὶ κάρυα πολλὰ ἔχειν τὰ πλατέα οὐκ ἔχοντα διαφυὴν, ἤτοι σχισμὴν, οὐδεμίαν. Καὶ παῖδας αὐτοῖς εἶναι φησι σιτευτοὺς, τεθραμμένους καρύοις ἑφθοῖς, ἁπαλοὺς καὶ λευκοὺς σφόδρα, καὶ οὐ πολλοῦ δέοντας ἴσους τὸ μῆκος καὶ τὸ πλάτος εἶναι· καὶ οἶνον παρ᾽ αὐτοῖς λέγει εὑρίσκεσθαι, ὃς ἄκρατος μὲν ὀξὺς ἦν ὑπὸ αὐστηρότητος, κερασθεὶς δὲ εὐώδης τὲ καὶ ἡδύς. Λευκοὶ δὲ πάντες, φησὶν, οἱ ἄνδρες καὶ αἱ γυναῖκες. Βαρβαρώτατοι δὲ οἱ ἐκεῖ, ἐν ὄχλῳ μὲν ποιοῦντες ἅπερ ἄν τινες ἐν ἐρημίᾳ ποιήσειαν, ἐν δὲ τῷ [350 M.] ἰέναι μόνοι πράττοντες ἄπερ ἂν μετ᾽ ἀλλήλων ἰόντες· καὶ γὰρ, φησὶ, καὶ ἐγέλων καὶ ἑαυτοῖς διελέγοντο καὶ ὠρχοῦντο ἐφιστάμενοι ὅπη τύχοιεν. § 767-771. Ὅτι οἱ Τιβαρηνοὶ, οὓς ἡμεῖς Τιβρανούς φαμεν, πολύρρηνές εἰσιν, ὃ ἔστι πολυπρόβατοι, πολυθρέμμονες. Οἰκοῦσι δὲ, καθὰ καὶ οἱ Χαλδαῖοι, μέχρι τῆς μικρᾶς Ἀρμενίας, καθὰ καὶ ὁ Γεωγράφος φησίν. Ἐφ᾽ οἷς οἱ Χάλυβές εἰσι, στυφελὴν καὶ ἀπηνέα γῆν οἰκοῦντες, μογεροῦ δεδαηκότες ἔργα σιδήρου, οἳ βαρυγδούποις, φησὶν, ἐπ᾽ ἄκμοσιν ἑστῶτες οὔποτε παύονται καμάτου. Τούτους τοὺς Χάλυβας ἄλλοι Χαλύβους ἐκάλεσαν· ἔθνος δέ εἰσι Ποντικὸν παρὰ τῷ Θερμώδοντι· ἀφ᾽ ὧν σίδηρος, φασὶν, ἐξάγεται ὁ πρὸς τὰ στόματα ἐπαινούμενος, ἤγουν πρὸς τὰ στομώματα. Ὅθεν καὶ Χαλυβικὸς κνώδων, καὶ πλεονασμῷ τοῦ δ Χαλυβδικὸς παρὰ τῷ Λυκόφρονι, ὁ ἐξ ἀρίστου σιδήρου. Ἀρριανὸς δὲ οὕτω φησίν· Χάλυβες πρῶτοι ἀνθρώπων αἰτίαν ἔχουσι χαλκεύσασθαι σίδηρον. Ἐξαίρει δὲ καὶ Αἰσχύλος τὸν τοιοῦτον σίδηρον. Ξενοφῶν δὲ ὀλίγους τὲ αὐτοὺς εἶναι λέγει, καὶ τῶν Μοσυνοίκων ὑπηκόους, καὶ τὸν βίον αὐτῶν τοῖς πλείστοις ἀπὸ σιδηρείας εἶναι. Οἱ δέ φασιν ὅτι οὗτοί εἰσιν οἱ παρὰ τῷ Ποιητῇ Ἁλίζωνοι ἢ Ἁλιζῶνες, ὧν ἦρχεν Ὅδιος καὶ Ἐπίστροφος, ὧν ἡ παραλία μέταλλα ἔχει πολλὰ, ὡς καὶ Ὁμήρῳ δοκεῖ, ἔνθα ὑπεμφαίνει καὶ Ἄλυβας εἶναι αὐτοὺς, λέγων τηλόθεν ἐξ Ἀλύβης ἤ, τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστι γενέθλη· ὡς ἢ μετατεθείσης τῆς γραφῆς ὕστερον ἐφ᾽ Ὁμήρου ἀπὸ τῆς ποτὲ Χαλύβης εἰς Ἀλύβην, ἢ ἀνάπαλιν τῶν πρότερον μὲν ἐπὶ Ὁμήρου Ἀλύβων λεγομένων, μεταπεσόντων δὲ εἰς Χάλυβας ὕστερον, ὥσπερ ἀνάπαλιν οἱ τοιοῦτοι Χάλυβες ἐκ τῆς κλήσεως, φασὶ, ταύτης εἰς Χαλδαίους μετέπεσον, κατά τινα λέξεως παραφθορὰν ἢ παραποίησιν· ἀφ᾽ ὧν καὶ τόπος Χαλδία ἐλέγετο. Χώρα δὲ Ἀρμενίας ἡ Χαλδία, ἧς μέχρις ἡ Ποντικὴ βασιλεία. Τοὺς δὲ ἐκεῖσε Χάλδους λέγεσθαι ἐπικρατεῖ ἡ συνήθεια δισυλλάβως, οὐ Χαλδαίους. Χαλδαῖοι γὰρ τρισυλλάβως οἱ ποτὲ μὲν Κηφῆνες, ἀπὸ δὲ Περσέως Πέρσαι· Χαλδαῖοι κληθέντες ἀπό τινος Χαλδαίου, ὅν φασι τέταρτον ἐπὶ δέκα, ἤγουν τεσσαρεσκαιδέκατον, βασιλέα μετὰ Νῖνον γενόμενον τὴν Βαβυλῶνα οἰκίσαι, καὶ τοὺς συναχθέντας καλέσαι ἀφ᾽ ἑαυτοῦ Χαλδαίους. Λέγονται μέντοι παρά τινων καὶ οἱ περὶ τὴν Κολχίδα Χάλδοι Χαλδαῖοι τρισυλλάβως κατὰ Δικαίαρχον. Ἰστέον δὲ [351 M.] ὅτι οἱ ἐξ Ἀλύβης ἢ ἐξ Ἀλύβων μετατεθῆναι τὴν γραφὴν εἰς Χάλυβας λέγοντες, ἢ ἀνάπαλιν μεταποιηθῆναι ἀπὸ Χαλύβης εἰς Ἀλύβην, παρατιθέασι καὶ ἄλλα ὀνόματα ἀλλαγέντα κατὰ μεταγωγὴν κλήσεως, οἷον οἱ παρ᾽ Ὁμήρῳ, φασὶ, Σίντιες Θρᾷκες Σίντοι ἐκλήθησαν ὕστερον, εἶτα παρὰ Ἀρχιλόχῳ Σάϊοι καὶ πάλιν Σάπαι. Ὥσπερ δὲ τὰ τοιαῦτα ἐθνικὰ ὀνόματα διαφόρως παρεποιήθησαν, οὕτω καὶ τὸ τῶν Φρυγῶν· Βρύγοι γὰρ καὶ Βρίγες καὶ Φρύγες οἱ αὐτοί. § 772-775. Ὅτι μετὰ τοὺς Χάλυβας ἡ τῆς Ἀσσυρίας χθονὸς πρόχυσις ἐκτέταται· ἔνθα καὶ ὁ Θερμώδων, Σκυθικὸς κατά τινας ποταμὸς, ἀπὸ τοῦ Ἀρμενίου ῥέων ὄρους, ταῖς Ἀμαζόσι λευκὸν ὕδωρ προΐησι. Δι᾽ ἃς καὶ ἐνυάλιος ὁ Θερμώδων λέγεται, οὐχ ὅτι αὐτὸς τοιοῦτος, ἀλλ᾽ ὅτι μάχιμοι αἱ τούτου πίνουσαι Ἀμαζόνες, περὶ ὧν εἴρηται μὲν καὶ ἀνωτέρω, καὶ μετὰ ταῦτα δὲ ῥηθήσεται. Λέγει δὲ καὶ ὅτι ὁ αὐτὸς Θερμώδων καὶ τὴν Ἀσωπίδα Σινώπην πλανωμένην ἐδέξατο, ἤγουν τὴν θυγατέρα τοῦ Ἀσωποῦ τὴν Διὸς ἐρωμένην· πλανηθεῖσα γὰρ Διὸς βουλῇ, οὐχ ἑκοῦσα παρῴκησεν ἐκεῖ. Ἐξ ἧς καὶ πόλις διαφανεστάτη ὁμώνυμος αὐτῇ ἡ Σινώπη, ἡ λεγομένη καὶ Σινωπικὴ χερρόνησος, κτίσμα κατά τινας Κριτίου ἀνδρὸς Κῴου, ἧς κατὰ Διόδωρον ἄποικος ἡ Τραπεζοῦς, πόλις Ἑλληνὶς, πρὸς τῇ τῶν Κόλχων χώρᾳ κειμένη. Ὁ δ᾽ αὐτὸς Διόδωρος καὶ Μιλησίων ἄποικον τὴν Σινώπην λέγει, μέγιστον ἀξίωμα ἔχουσαν, ἐν ᾗ καὶ τὰ Μιθριδάτου βασίλεια τοῦ πρὸς Ῥωμαίους διαπολεμήσαντος. Ξενοφῶν δὲ ἱστορήσας καὶ αὐτὸς τοὺς Σινωπεῖς οἰκεῖν μὲν ἐν τῇ Παφλαγονικῇ, Μιλησίων δὲ ἀποίκους εἶναι, φησὶ καὶ ὅτι Κοτυωρῖται καὶ Κερασούντιοι καὶ Τραπεζούντιοι δασμὸν ἔφερον τοῖς Σινωπεῦσι· λέγων καὶ ὅτι Κερασοῦς πόλις Ἑλληνὶς ἐπὶ θαλάσση, Σινωπέων ἄποικος ἐν τῇ Κολχίδι χώρᾳ. Ἡρόδοτος δὲ ἱστορεῖ, ὅτι Κιμμέριοι φεύγοντες εἰς Ἀσίαν τοὺς Σκύθας τὴν χερρόνησον ἔκτισαν, ὅπου νῦν Σινώπη πόλις Ἑλλὰς οἰκεῖται. Ὁ δὲ Γεωγράφος φησὶν, ὅτι ἡ Σινωπῖτις χώρα καὶ σφένδαμνον ἔχει, καὶ ὀροκάρυον φύει, ἐξ ὧν αἱ τράπεζαι τέμνονται. Περὶ δὲ τῆς τοῦ Ἀσωποῦ θυγατρὸς τῆς ῥηθείσης Σινώπης φασὶν, ὅτι αὕτη τὸν Δία καὶ τὸν Ἀπόλλωνα ἠπάτησε, τὴν παρθενίαν αἰτήσασα κατ᾽ ἐπαγγελίαν μισθοῦ συνουσίας, καὶ οὕτω κατασοφισαμένη τοὺς ἐραστὰς δεξιώτατα. Οἱ γὰρ ὑποσχόμενοι παρθενίαν τῇ ἐρωμένῃ πάντως ἑαυτοὺς τοῦ γάμου ἀπέκλεισαν· δόντες μὲν γὰρ οὐ συνελεύσονται, συνελθόντες [352 M.] δὲ ψεύσονται. ῍Η καὶ ἑτέρως· οὔτε δόντες τὴν παρθενίαν συνελεύσονται αὐτῇ· πῶς γὰρ ἔτι, ἐὰν δεῖ παρθένον εἶναι; οὔτε αὖ τὴν παρθενίαν αὐτῆς ἀφαιρούμενοι συνέλθοιεν ἄν· οὐ γὰρ διδόασι τὸν μισθόν. Ἰστέον δὲ ὅτι παρὰ τῷ Διονυσίῳ Συρία μὲν λέγεται ἡ περὶ τὸν Λίβανον καὶ τὸ Κάσιον ὄρος καὶ τὰ ἐκείνων ἀνώτερα ἕως τῶν περὶ Σινώπην, Ἀσσυρία δὲ διὰ τοῦ α αὐτὴ λοιπὸν ἡ περὶ Σινώπην γῆ, ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται. Ἡρόδοτος δὲ οἶδε μὲν καὶ αὐτὸς Συρίαν τὴν παρὰ τῷ Διονυσίῳ, λέγει δὲ καὶ Ἀράβων τὰ περὶ θάλασσαν Συρίους νέμεσθαι. Ἱστορεῖ δὲ καὶ Παλαιστίνους τινὰς Σύρους, καὶ Συρίαν Παλαιστίνην καὶ ἔθνη δέ τινα παρακείμενα τῷ Εὐξείνῳ οὕτως ὀνομάζει, λέγων ὅτι Σύριοι οἱ περὶ Θερμώδοντα ποταμὸν καὶ Παρθένιον, καὶ Μάκρωνες οἱ τούτοις ἀστυγείτονες. Ὁ Γεωγράφος δὲ Ἀσσυρίους μὲν οἶδε τοὺς περὶ τὴν Βαβυλωνίαν καὶ τὴν κύκλῳ, ἔνθα καὶ Νίνος πόλις καὶ Νίσιβις, ὅπου καὶ ἡ πρὸς ἀνατολὰς τῆς Μεσοποταμίας λεγομένη Ἀδιαβηνὴ χώρα, οὕτω καλουμένη διὰ τὸ δυσδιάβατον τῶν ἐκεῖσε ὑδάτων· Σύρους δὲ ἰδίως δίχα τοῦ α τοὺς περὶ Κιλικίαν καὶ Αἴγυπτον καὶ Φοινίκην καὶ τοὺς περὶ Εὔξεινον, ὧν μέρος οἴδαμεν καὶ τοὺς Σινωπεῖς. Διετείνετο γὰρ, φησὶ, τὸ τῶν Σύρων ὄνομα τὸ παλαιὸν ἀπὸ Βαβυλωνίας μέχρι τοῦ Ἰσσικοῦ κόλπου, κἀκεῖθεν ἕως τοῦ Εὐξείνου. Οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ καὶ οἱ πρὸς τῷ Πόντῳ, Λευκόσυροι, φησὶ, λέγονται, ὡς τινῶν καὶ ἐπικεκαυμένων τὴν χρόαν. Καὶ Ἡρόδοτος δὲ οὕτω βούλεται, λέγων, οἱ Σύριοι ὑπὸ Περσῶν καλοῦνται Καππαδόκαι, καὶ πάλιν Καππαδόκαι, οὓς ἡμεῖς Συρίους καλοῦμεν. Ἀρριανὸς δὲ τοὺς περὶ Μεσοποταμίαν Ἀσσυρίους λέγει, ἐν οἷς φησι τοὺς πρὸς Εὐφράτῃ ποταμῷ Ἀσσυρίους, ἔστε ἐπὶ Νῖνον καὶ Βαβυλῶνα, καθ᾽ ὧν Ἀμαζόνες ἐστράτευσαν, Εὐρυπύλης ἡγουμένης αὐτῶν. Καὶ τοὺς Καππαδόκας δὲ οὕτω ποτὲ ἱστορεῖ λέγεσθαι, ἐν οἷς φησι Καππάδοκα παῖδα Νινύου, ἐφ᾽ ὅτῳ Ἀσσύριοι μεταβαλόντες τὸ ὄνομα Καππαδόκαι ὠνομάσθησαν. Ὀππιανὸς δὲ καὶ τοὺς περὶ Τίγριν Ἀσσυρίους καλεῖ, οὓς καὶ πολυγύναικας ἱστορεῖ. Ὅτι δὲ ἄλλοι παρὰ τοὺς Σύρους οἱ Ἀσσύριοι, δηλοῖ καὶ Ξενοφῶν ἐν τοῖς Ἑλληνικοῖς. Ἡρόδοτος δὲ δοκεῖ ἄγειν αὐτοὺς εἰς ταὐτὸν, ἐν οἷς φησιν, ὅτι Ἀσσύριοι ὑπὸ μὲν Ἑλλήνων ἐκαλοῦντο Σύριοι, ὑπὸ δὲ βαρβάρων Ἀσσύριοι ἐκλήθησαν· ὡς εἶναι τὸ μὲν Σύρος καὶ τὸ Σύριος λέξεις Ἑλληνικὰς, βάρβαρον δὲ τὸ Ἀσσύριος. [353 M.] Τοιοῦτον δέ τι βούλεται καὶ ὁ τὴν Σιδωνίαν θάλασσαν, ἤγουν τὴν ἐν τῇ Φοινικικῇ Συρίᾳ, ὀνομάσας Ἀσσυρίων θάλασσαν. Πλούταρχος δὲ καὶ αὐτὸς ὁμοίως τῷ Γεωγράφῳ ἐν παραλλήλῳ τινὶ, ἐν ᾧ τὰ περὶ Μιθριδάτου κεῖται, ἐμφαίνει τοὺς περὶ Σινώπην δύνασθαι Σύρους λέγεσθαι· φησὶ γὰρ ὅτι τὴν Σινώπην Σύροι κατεῖχον, ἀπὸ Σύρου γεγονότος τοῦ Ἀπόλλωνος, ὡς λέγεται, καὶ Σινώπης τῆς Ἀσωπίδος. Ἰστέον δὲ ὅτι κατὰ τοὺς παλαιοὺς παρὰ τῷ Ἐρατοσθένει Ἄσσυρες οἱ Ἀσσύριοι λέγονται, ὡς καὶ πρὸ τούτου ἐρρέθη, ἀπὸ εὐθείας τῆς ὁ Ἄσσυρ. Καὶ ὅτι πρόχυσιν ἐκάλουν οἱ παλαιοὶ κυρίως τὴν καὶ πρόχωσιν λεγομένην, ἔνθα δηλαδὴ ποταμὸς ἐπαγόμενος ἰλὺν ἀποτίθεται, ὡς καὶ ὁ Νεῖλος περὶ τὴν Αἴγυπτον. Οἱ δ᾽ αὐτοὶ λέγουσι καὶ τὸν τόπον τὸν περὶ τὴν Σινωπαίαν Ἀσσυρίαν τοιαύτην πρόχυσιν εἶναι τοῦ Ἅλυος, καὶ δῶρον αὐτοῦ τὴν ἐκεῖ γῆν, ὡς καὶ τοῦ Νείλου τὴν Αἴγυπτον. Οὕτω δὲ καὶ ἄλλα πολλὰ πεδία κατὰ τὸν Ἀρριανὸν ποταμῶν εἰσι ποιήματα, οἷον τὸ Ἕρμου πεδίον καὶ Καΰστρου τὸ Λύδιον καὶ Μαιάνδρου τὸ Καρικόν. Καὶ ὁ Γάγγης δὲ πεδίον τι ἐν Ἰνδίᾳ προσέχωσεν. Ὥστε κυριολεκτεῖ ὁ Διονύσιος, λέγων ὅτι ἐκτετάνυσται μετὰ Χάλυβας Ἀσσυρίης χθονὸς πρόχυσις, τουτέστιν, ἡ τῆς ἐκεῖ γῆς ἐκ τοῦ Ἅλυος πρόχωσις. § 780-782.Ὅτι περὶ τὰς τοῦ Θερμώδοντος κρυμώδεας ὄχθας τέμοις ἂν κρυστάλλου λίθον καθαρὸν, οἷα πάχνην χειμερίαν· εὑρήσεις δὲ καὶ ὑδατόεσσαν ἴασπιν, ἑτέραν οὖσαν τάχα παρὰ τὴν πρὸ μικροῦ ἱστορηθεῖσαν ἠερόεσσαν. Καὶ ὅρα ὅτι λίθου εἶδος ὁ μεταλλευτὸς κρύσταλλος, καθὰ καὶ ὁ μάρμαρος. Κρυμώδεις δὲ τὰς τοῦ Θερμώδοντος ὄχθας καλεῖ, διότι ὡς οἱ παλαιοί φασι καὶ θέρους πήσσεται, τῆς τοποθεσίας τὴν τοιαύτην ἰδέαν διεξαγούσης. Διὸ, φασὶ, καὶ Κρύσταλλός ποτε ὁ Θερμώδων οὗτος ἐκλήθη. § 783. Ὅτι ἐφεξῆς τῷ Θερμώδοντι ὁ Ἶρις ποταμὸς καθαρὸν ῥόον εἰς ἅλα βάλλει. Περὶ τούτου ὁ Ἀρριανὸς ταῦτά φησιν· Αἷμος βασιλεὺς Σκυθῶν, οὗ υἱὸς Ἐρίδιος, ἀφ᾽ οὗ ὁ Ποντικὸς ποταμὸς κληθεὶς Ἐρίδιος ὕστερον εἰς τὸ δεξιώτερον μετωνομάσθη Ἶρις. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι ὁ Θερμώδων ἐκ πολλῶν πληροῦται ποταμῶν, ᾧ πάρισος ἐκ Φαναροίας ῥέει Ἶρις. Ῥέει δὲ, φησὶ, καὶ δι᾽ Ἀμασείας ὁ Ἶρις, παραλαβὼν τόν τε Σκύλακα καὶ ἄλλους ποταμοὺς καὶ τὸν ἐξ Ἀρμενίας ῥέοντα Λύκον. § 784-785. [354 M.] Ὅτι τῷ Ἴριδι ἐπιμορμύρουσι ῥοαὶ Ἅλυος ποταμοῦ, ἑλκόμεναι πρὸς βορρᾶν, ἀπὸ τῶν Ἀρμενίων ὀρῶν, ἐγγὺς τῆς Καράμβιδος, ἄκρας Παφλαγονικῆς, περὶ ἧς εἶπε καὶ ἀλλαχοῦ. Νομίζεται δὲ κληθῆναι Ἅλυς ἀπὸ τόπου τοῦ κατὰ τὴν Ξιμηνὴν, ἔνθα ὀρυκτοὶ ἅλες εὑρίσκονται· καὶ εἰ τοῦτο ἀληθὲς, σκοπητέον μή ποτε δασύνεσθαι ὁ Ἅλυς ὀφείλει, ὡς ἀπὸ τῶν τοιούτων ἁλῶν. Οἱ μέντοι ψιλοῦντες τὴν λέξιν παρὰ τὴν ἄλην, ὃ ἔστι τὴν πλάνην, ἐτυμολογοῦσιν αὐτὸν, ὡς περὶ πολλὴν γῆν ἀλώμενον. Ὁ δὲ Γεωγράφος φησὶ ῥέειν αὐτὸν μεταξὺ Παφλαγόνων καὶ Σύρων, ἤτοι Καππαδόκων. Ἡρόδοτος δέ φησιν ὅτι ὁ Ἅλυς ὥριζε μέν ποτε τὴν Μηδικὴν ἀρχὴν καὶ τὴν Λυδικὴν, ῥέει δὲ ἐξ Ἀρμενίου ὄρους διὰ τῆς γῆς τῶν Κιλίκων· παραμειβόμενος δὲ Ματιανοὺς μὲν ἐν δεξιᾷ, ἑτέρωθεν δὲ Φρύγας, ῥέει πρὸς βορρᾶν, ἔνθεν μὲν Συρίους Καππαδόκας ἀφεὶς, ἐξ εὐωνύμων δὲ Παφλαγόνας. Λέγει δὲ καὶ ὅτι Θαλῆς ὁ Μιλήσιος ἔσχισέ ποτε τὸν Ἅλυν τῷ Κροίσῳ διὰ βαθείας διώρυχος εἰς εὐδιάβατον. § 787-792. Ὅτι ἐπὶ τοῖς ῥηθεῖσι ποταμοῖς οἱ Παφλαγόνες τὲ παράλιοι νέμονται, ἀπὸ Παφλαγόνος οὕτω κληθέντες υἱοῦ Φινέως· καὶ οἱ Μαριανδυνοὶ, ὅπου καὶ ἡ κατὰ τὸν Πόντον Ἡράκλεια, ἐπώνυμος μὲν Ἡρακλέος, Μιλησίων δὲ κτίσμα κατὰ τὸν Γεωγράφον. Ξενοφῶν μέντοι φησὶν ὅτι ἡ ἐν τῷ Πόντῳ Ἡράκλεια Μεγαρέων ἄποικος. Ἐνταῦθα διὰ τοῦ πεδίου ῥέει ποταμὸς, Λύκος ὄνομα, εὖρος ὡς δύο πλέθρων. Οἱ δὲ Μαριανδυνοὶ οὕτω καλοῦνται ἀπό τινος Αἰολέως Μαριανδύνου οὕτω καλουμένου. Καὶ τὸ ἐθνικὸν δὲ Μαριάνδυνος μὲν λέγεται προπαροξυτόνως κατὰ τοὺς Αἰολεῖς, ὥς φησιν ὁ γράψας τὰ Ἐθνικὰ, ἡ δὲ κοινὴ χρῆσις ὀξύνει αὐτὸ, κατὰ τὸν τύπον τῶν εἰς νος ἐθνικῶν. Οὐ παραλήγεται δὲ τῷ η, ὡς τὰ ὅμοια ἐθνικὰ, διὰ τὸ ἀκολουθῆσαι τῇ γραφῇ τοῦ ὁμωνύμου κυρίου ὀνόματος. Περὶ δὲ τὴν τῶν Μαριανδυνῶν γῆν βοτάνη φύεται δηλητηριώδης τὸ ἀκόνιτον, περὶ οὗ μῦθός φησιν, ὅτι ὁ Κέρβερος ὁ χαλκεόφωνος Ἀΐδου κύων ἀνελκόμενος ἐξ ᾅδου ὑπὸ μεγαλόφρονος Ἡρακλέος, καὶ λυττήσας δεινὸν ἐκεῖ ἀπὸ στόματος ἔβαλε σιαλώδη χυμὸν ἢ χυλὸν, ὃν δεξαμένη ἡ γῆ αὐτόθι πῆμα ἐφύτευσε τὸ ἀκόνιτον. Ὄνομα δὲ φαρμάκου τοῦτό ἐστι, πρὸς ὃ οὐκ ἔστι κονίσασθαι καὶ οἷον παλαῖσαι καὶ ἀντιπαλαμήσασθαι· διὰ τοῦτο γὰρ καὶ ἀκόνιτον λέγεται, οἱονεὶ ἀκαταπάλαιστον. Σημείωσαι δὲ διὰ τοῦ σιαλώδεος, ὅτι οὐ μόνον σίελος λέγεται διὰ τοῦ ε, ἀλλὰ καὶ σίαλος διὰ τοῦ α, ὡς καὶ ὕελος καὶ ὕαλος. Διόδωρος δὲ οὕτω περὶ τούτου φησίν, Ἡράκλεια Μεγαρέων ἄποικος, περὶ ἣν [355 M.] Ἀχερουσία χερρόνησος, ὅπου φασὶν Ἡρακλέα τὸν ἐξ ᾅδου Κέρβερον ἀναγαγεῖν. Ἀρριανὸς δὲ οὕτω γράφει περὶ τῶν τοιούτων· ἐπέκεινα Σαγγαρίου ὅμοροι Παφλαγόνων Μαριανδυνοὶ, ἔνθα πόλις Ἡράκλεια πεπόλισται, ὅπου Κιμμέριοι πόαν φαγόντες ἀκόνιτον ἐδυστύχησαν· ἦν γὰρ αὐτοῖς πάτριον τὸ ποηφαγεῖν. Τὸ δ᾽ ἀκόνιτον πάλαι μὲν, φασὶν, ἀσινὲς ἦν, ὕστερον δὲ κακόν τι γέγονε φάρμακον διὰ τὸν ἰὸν, ὃς τῶν ἐχιδνῶν ἀποστάξας, αἳ τῆς τοῦ Κερβέρου κεφαλῆς ἐκπεφύκασιν, ἔβλαψε τὴν πόαν. Καὶ τάχα τις ἀστεϊζόμενος πρὸς τὸν μῦθον καὶ τὸν Ἡράκλειον τοῦτον ἆθλον κάτω βάλλων ἐρεῖ μηδὲν ἀγαθὸν τὸν Ἡρακλῆ ἐνταῦθα καταπράξασθαι. Οὐ γὰρ τοσοῦτον ἀνθρώποις εἶναι πῆμα τὸν Κέρβερον κάτω μένοντα, ὅσον ἄνω γενόμενον. Τότε μὲν γὰρ νεκροῖς ἐνεκάθητο, οὓς οὐκ ἔστι δὶς θανεῖν, ἄνω δὲ φανεὶς καὶ τὸ ἀκόνιτον ἐκφήνας κακὸν μέγα τοῖς ζῶσιν ἐγένετο. Ὑποκάθηται δὲ τῷ λόγῳ τούτῳ καὶ σκῶμμα κατὰ τῶν Ποντικῶν Ἡρακλεωτῶν. Εἰ γὰρ ἐπαινετέα ἡ σιλφιοφόρος Κυρήνη διὰ τὴν εὔχρηστον βοτάνην τὸ σίλφιον, μωμητέοι ἐκ τοῦ ἀνάπαλιν ἄνθρωποι, παρ᾽ οἷς τὸ θανάσιμον φύεται, εἴγε καὶ ὁ θύμος μηδὲν βλάπτων ὅμως ψεκτέαν τὴν θυμοφόρον ποιεῖ γῆν. Χαλκεόφωνον δὲ τὸν Κέρβερον παρατετηρημένως καλεῖ, ὡς τῆς τῶν κυνῶν ὀξείας φωνῆς ἀπηχήσει παρεοικυίας χαλκοῦ. Ἰστέον δὲ ὅτι ἐπεχωρίαζον τοῖς Μαριανδυνοῖς θρήνων αὐληταὶ, ὡς καὶ ἡ παροιμία δηλοῖ, Μαριανδυνοῦ μεμνημένη θρηνητῆρος. Θρηνητικοὶ δὲ καὶ οἱ Κᾶρες, ἀφ᾽ ὧν καὶ Καρικὰ θρηνώδη αὐλήματα. Τοιοῦτοι δὲ καὶ οἱ Φρύγες, ἔτι δὲ καὶ οἱ Μυσοί. Διὸ καὶ Αἰσχύλος φησὶ, βόα τὸ Μύσιον, ἤγουν θρήνει. Μυθεύεται δὲ παῖς Τιτίου ὁ Μαριανδυνὸς, ὃς τὴν ὀδυρτικὴν αὐλῳδίαν ηὔξησε, καὶ ἐδίδαξε τὸν Μαρσύου τοῦ αὐλητοῦ πατέρα, ἐξ οὗ καὶ Μαριανδυνοὶ αὐλοὶ ἐπιτήδειοι τοῖς θρηνοῦσιν. Οὗτος κυνηγετῶν, φασὶν, ἀπώλετο, καὶ οἱ Μαριανδυνοὶ ἐν ἀκμῇ θέρους ἐθρήνουν αὐτόν. § 793-796. Ὅτι μετὰ τοὺς Μαριανδυνοὺς ἡ τῶν Βιθυνῶν λιπαρὰ γῆ, ὅπου καὶ ὁ Ῥήβας ἐρατεινὸν προΐησι ῥέεθρον, ὁδεύων παρὰ τοῖς τοῦ Πόντου στόμασιν, ἤτοι ἐγγὺς τοῦ Ποντικοῦ στόματος· οὕτω καὶ ἀνωτέρω τὸ στόμα τοῦ Κερβέρου πληθυντικῶς στόματα εἶπεν· οὗπερ ποταμοῦ κάλλιστον, φησὶν, ἐπὶ χθονὶ σύρεται ὕδωρ. Ὃν καὶ ἐπαναλαμβάνει, ὡς εἴπερ καὶ αὐτὸς ἄξιος ἦν λόγου πολλοῦ. Ῥέειν δέ φασι καὶ αὐτὸν ἐκ τοῦ Μυσίου Ὀλύμπου, καθὰ καὶ τὸν Σαγγάριον, ὃς δὴ Σαγγάριος καὶ ναυσίπορός ἐστι καὶ μέγιστος τῶν ἐν Βιθυνίᾳ ποταμῶν, εἰσβάλλων εἰς τὸν Εὔξεινον. Τοὺς δὲ Βιθυνοὺς καὶ ναυτικωτάτους ἱστοροῦσι γενέσθαι ποτὲ, [356 M.] καὶ τὴν αὐτῶν γῆν πάμφορον τὲ καὶ εὔδενδρον εἶναί φασι, καὶ λιθοτομίας ἔχουσαν πολλαχοῦ, καὶ κρυστάλλους ἐν ὄρεσι φύουσαν, καὶ ἄλλα πολλὰ ἔχουσαν ἀγαθά. Ἡρόδοτος δὲ λέγει Θρᾷκας διαβάντας εἰς Ἀσίαν κληθῆναι Βιθυνοὺς, καὶ εἶναι παρ᾽ αὐτοῖς χρηστήριον Ἄρεος. Λέγεται δὲ καὶ ὅτι τὴν ἀπὸ Βοσπόρου γῆν ἕως ἐπὶ Ῥήβαντα Βιθυνοί ποτε κατέσχον. Τὴν δὲ αὐτοῦ ἐπέκεινα ἐπὶ Πόντον ὀρεινὴν οἱ Θυνοὶ ἔσχον ἄχρι ποταμοῦ Κάλητος· ὡς εἶναι ὁμόρους τούς τε Θυνοὺς καὶ τοὺς Βιθυνοὺς, οὕτω καλουμένους ἀπό τινων ἀδελφῶν ἐπιφανῶν Θυνοῦ καὶ Βιθυνοῦ, παίδων Φινέως κατὰ ποίησιν, ἤτοι ποιητῶν καὶ θετῶν, καθά φησιν Ἀρριανὸς, ὃς καὶ γνήσιον παῖδα Φινέως ἱστορεῖ Παφλαγόνα, ἐξ οὗ χώρα Παφλαγονία. Καὶ γῆν λέγει Ῥηβαντίαν τὴν πρὸς τῷ Ψιλλίῳ ποταμῷ, καὶ δημιουργόν τινα ἱστορεῖ παρὰ Βιθυνοῖς Δαίδαλον καλούμενον, οὗ ἔργον ἐν Νικομηδείᾳ γενέσθαι θαυμαστὸν ἄγαλμα Στρατίου Διός. Λέγει δὲ ὁ αὐτὸς Ἀρριανὸς καὶ ὅτι ἄλλοι Ὀδρύσου παῖδάς φασι τὸν Θυνὸν καὶ τὸν Βιθυνὸν, ὧν ἡ χώρα ὁμώνυμος. Σημείωσαι δὲ ὅτι τὸ μὲν γῆν Ῥηβαντίαν παρὰ τῷ Ἀρριανῷ ἀφορμὴν δίδωσι τοῦ φανερῶς νοεῖν ὅτι περιττοσυλλάβως ὁ Ῥήβας κλίνεται, ὁμοίως τῷ Αἴαντι· τὸ δὲ Ῥηβαῖος ἐθνικὸν κλίσιν ὑπεμφαίνει τινὰ ἰσοσύλλαβον, παρὰ τοῖς παλαιοῖς καὶ αὐτὸ εὑρισκόμενον. § 803-804. Ὅτι οἱ Χαλκιδέες, ὃ ἔστιν οἱ περὶ Χαλκηδόνα, ὡς προερρέθη, οἱ καὶ Δωριεῖς ἱστορούμενοι εἶναι ἀνέκαθεν, περὶ τὸ στόμα οἰκοῦσιν, ἤγουν περὶ τὴν Προποντίδα, ἥτις μετὰ προσθήκης μάλιστα Πόντου στόμα λέγεται. Καὶ ὅρα ὅτι οἱ Χαλκιδεῖς οὗτοι παρώνυμοί εἰσι τῆς ἐνταῦθά που Χαλκίδος, ἀφ᾽ ἧς ἄρουραν ἀνωτέρω Χαλκίδα εἶπε τὰ περὶ Χαλκηδόνα. Κατὰ δὲ τὴν Ἀρριανοῦ ἱστορίαν ἐπώνυμός ἐστιν ἡ τῶν Χαλκηδονίων πόλις τῷ Κρόνου υἱῷ Χαλκηδόνι, ἀφ᾽ οὗ πρῶτα μὲν ὁ ἐκεῖ που ῥέων ποταμὸς ἐκλήθη Χαλκηδὼν, ἔπειτα ἡ πόλις, Δωριέων ἀποικησάντων ὑστέροις χρόνοις, ὁμώνυμος γίνεται τῷ ποταμῷ. Ἱστορεῖ δὲ ὁ αὐτὸς καὶ ὅτι τοῖς Χαλκηδονίοις ἀποφρὰς νομίζεται παντὸς μηνὸς φθίνοντος ἐνάτη, ἤγουν, ὡς τοῖς Ἀττικοῖς ἀρέσκει, αἱ εἰκοσταὶ πρῶται τῶν ὅλων μηνῶν, ἀπαίσιοι αὐτοῖς κρίνονται, διότι ἐν τοιαύταις ἡμέραις ἄλλας τὲ δυστυχίας αὐτοὶ ἔπαθον, καὶ Φαρνάβαζος δὲ ὁ Πέρσης τοὺς αὐτῶν παῖδας ἐκτεμὼν εἰς τὸν Δαρεῖον ἀνέπεμψε. Κατασκῆψαι δέ φησιν αὐτοῖς καὶ νόσον ἐκ θεομηνίας, τὸ αὐτοὺς τὰ σφῶν ἀποτέμνειν αἰδοῖα, διότι θυσιῶν τινων κατημέλησαν. Ἱστορεῖται δὲ καὶ τὴν ἐν ἀριστερᾷ τοῦ Εὐξείνου Πόντου Μεσημβρίαν Χαλκηδονίων [357 M.] εἶναι κτίσμα καὶ Βυζαντίων, ἡττηθέντων ἔν τινι μάχῃ καὶ φυγόντων ἐκεῖ. Οἰκοῦσι δὲ οἱ Χαλκιδέες οὗτοι, καθὰ καὶ προεγράφη, ἐς ἀντιπέραν Βυζαντίου, κληθέντος οὕτω ἀπὸ Βύζαντος υἱοῦ Κεροέσσης, ἥτις ἦν θυγάτηρ Ἰοῦς, ἢ διότι Βύζης ἡγεῖτο τοῦ τῶν Μεγαρέων στόλου, οἳ καὶ ἔκτισαν τὸ Βυζάντιον κατὰ χρησμὸν τοιοῦτον· Ὄλβιοι οἳ κείνην πόλιν ἀνέρες οἰκήσουσιν, ἀκτῆς Θρηικίης στενυγρὸν παρ᾽ ἄκρον στόμα Πόντου, ἔνθ᾽ ἰχθῦς ἔλαφος τὲ νομὸν βόσκουσι τὸν αὐτόν. Τὸν δὲ Βύζαντα, οὗ ἐπώνυμον τὸ Βυζάντιον ἄστυ, δικαιότατόν φασιν ἀνθρώπων γενέσθαι, καὶ ἐπάρξαι τῆς παραλίας ἁπάσης Θρᾴκης ἕως καὶ εἰς Αἷμον τὸ ὄρος. Εἰσὶ δὲ καὶ Λίβυες Βύζαντες, καὶ πόλις ἐκεῖ Βυζάντιον. Τινὲς δὲ Γύζαντας ἐκείνους καλοῦσιν. Ἐν δὲ τῷ Θρᾳκικῷ Βυζαντίῳ ἱστορεῖται φυλάσσεσθαί ποτε τὸν πλοῦτον τοῖς Ἀθηναίοις, διὰ τὴν ὀχυρότητα τοῦ πολιχνίου. Ὀνομασθῆναι δέ ποτε αὐτὸ καὶ Ἀντωνινίαν, ἕως περιῆν Σεβῆρος καὶ ὁ ἐκείνου παῖς Ἀντωνῖνος. Παρὰ δὲ τοῦ μεγάλου Κωνσταντίνου κληθῆναι αὐτὸ Ἄνθουσαν. Κωμῳδοῦνται δὲ εἰς μέθην οἱ παλαιοὶ Βυζάντιοι. Πολέμου γοῦν ἐπικειμένου ποτὲ, οὐκ ἄλλως ἔσχεν ὁ στρατηγὸς ῥᾷον ἐπὶ τοῖς τείχεσιν ἔχειν αὐτοὺς, εἰ μὴ τὰ καπηλεῖα ἐγγὺς τῶν τειχέων ἤγαγεν. Ἰστέον δὲ ὅτι τὸ Βυζάντιον ἄστυ καὶ διὰ ει διφθόγγου ὤφειλεν ἔχειν, ὥς τινές φασι, τὴν παραλήγουσαν, τῷ λόγῳ τῶν κτητικῶν· ἀλλ᾽ ὁ Διονύσιος ἀποβαλὼν τὸ ε ψιλὸν διὰ μόνου διχρόνου ἐκφέρει αὐτὸ, τῷ λόγῳ τῶν τοπικῶν· ὡς καὶ πρὸ τούτου τὸ Κυρβάντιον ἄστυ ἐπὶ Σαμοθρᾴκης. Πολλὰ δὲ καὶ ἄλλα ὀνόματα τὸ τοιοῦτον ἔπαθον πάθος, ὥσπερ καὶ τὸ τραπέζιον σχῆμα, καθὰ προγέγραπται, καὶ τὸ Ποσιδήϊον, καὶ τὸ Ἰκόνιον, καὶ τὸ ἀλγινόεις παρὰ τῷ Ὀππιανῷ, καὶ ἄλλα παρ᾽ ἄλλοις. Καὶ γὰρ καὶ τὸ τραπέζιον, ὡς ἐρρέθη, διὰ διφθόγγου ὤφειλεν ἔχειν τὴν παραλήγουσαν, καὶ τὸ Ποσιδήϊον δὲ καὶ τὸ ἀλγινόεις οὐκ ὤφειλον διὰ διχρόνου μόνου ἔχειν τὴν δευτέραν μετὰ τὴν ἄρχουσαν συλλαβὴν, καὶ τὸ Ἰκόνιον ὡς ἀπὸ εἰκόνος ἀπαιτεῖ διὰ διφθόγγου τὴν ἄρχουσαν γράφεσθαι. Ἰστέον δὲ ὅτι ὥσπερ τὸ Βυζάντιον δόκει παραλόγως διὰ τοῦ ι γράφεσθαι, οὕτω καὶ παρὰ Ἀπολλωνίῳ τὸ Ὑάντιος [358 M.] Ὀγχηστὸς, ἡ τοῦ Ὕαντος πόλις. Οὕτω δὲ καὶ τὸ Ἄβας Ἄβαντος Ἀβάντιον, ἐξ οὗ καὶ τὸ Ἀβαντιὰς Μάκρις. Ἀλλὰ ταῦτα μὲν ἔχει ἀπολογίαν τὸ τοπικὸν, ἀληθῶς δὲ παράλογα τὸ Αἰπύτιον παρὰ τύμβον, καὶ τὸ Ποιάντιον ἀγλαὸν υἱόν· ταῦτα γὰρ κτητικὰ ὄντα κυρίων ὀνομάτων, τοῦ Αἰπύτου καὶ τοῦ Ποίαντος, καὶ ὀφείλοντα δίφθογγον ἔχειν τὴν παραλήγουσαν, ὅμως διὰ μέτρου ἀνάγκην μονοφθόγγῳ παραλήγεται. Κἀκεῖνο δὲ ἰστέον, ὅτι λέγονται μεγάλως ἰσχῦσαι καὶ οἱ Βυζάντιοι· πτοηθῆναι δέ ποτε τοὺς Φοίνικας ἐπιπλέοντας, καὶ ἀπολιπεῖν τὴν σφετέραν, φυγόντες εἰς τὸν Εὔξεινον, καὶ μετὰ τῶν Χαλκηδονίων οἰκίσαι τὴν Μεσημβρίαν πόλιν, ὡς καὶ ἀνωτέρω εἴρηται. § 805a. Ὅτι μετὰ τοὺς Χαλκηδονίους Χαλκιδέας οἱ Βέβρυκες κεῖνται, οἳ οὕτως καλοῦνται ἀπὸ Βέβρυκός τινος ἡρωϊκοῦ ἀνδρὸς, ἢ ἀπὸ Βεβρύκης γυναικός. Τούτους τοὺς Βέβρυκας ἱστορεῖται μείζω δοκεῖν ἔχειν τὰ σώματα ἢ καθ᾽ ἡλικίαν ἀνθρώπου, παρ᾽ οἷς καὶ ὁ Βέβρυξ ἐκεῖνος Ἀράντας, ᾧ τὸ μὲν μῆκος εἰς ὀκτὼ λέγεται πήχεις, εὖρος δὲ, ὡς Ἀρριανός φησιν, ὅσον τοσῷδε μήκει ἐς κουφότητα ξύμμετρον, ἤγουν ὅσον ἦν ξύμμετρον πρὸς τοὺς ὀκτὼ πήχεις τοῦ μήκους, εἰς τὸ κούφως βαίνειν τὸν ἄνθρωπον. Κατὰ δὲ τοῦ τοσούτου ἀνδρὸς νικηφόρος γέγονεν εἰς μονομαχίαν συστὰς νεανίας ἐτῶν ἑπτακαίδεκα. Τὴν δὲ ῥηθεῖσαν Βεβρύκην τοῦ Αἰγύπτου μὲν ἀδελφόπαιδά φασι, μίαν δὲ τῶν θυγατέρων τοῦ Δαναοῦ, ἀδελφὴν τῆς Ὑπερμνήστρας. Φείσασθαι δὲ λέγουσι καὶ αὐτὴν Ἱππολύτου τοῦ αὐτανεψιοῦ νυμφίου, ὡς καὶ τὴν Ὑπερμνήστραν τοῦ Λυγκέως, καὶ φυγεῖν σὺν ἐκείνῳ, καὶ πολλὰ δυνηθῆναι διὰ τὸ διδάσκειν τοὺς βαρβάρους τὴν Αἰγυπτίαν σοφίαν. Διὸ καὶ Βεβρύκην ἢ Βεβρυκίαν ἀπ᾽ αὐτῆς κληθῆναι τὴν χώραν εἰς ἣν ἔφυγε. Πίνδαρος οὖν διὰ τοῦτο ὀκτὼ καὶ τεσσαράκοντα ἱστορεῖ τὰς Δαναΐδας, ὡς τὰς δύο μὴ συναριθμεῖν ταῖς λοιπαῖς θέλων, οἷον μὴ πεισθείσας τῷ πατρὶ, καὶ διὰ τοῦτο ἀπαλιφείσας τῆς ἐκείνου πατρότητος. Ἰστέον γὰρ ὅτι κατὰ τὴν παλαιὰν ἱστορίαν πεντήκοντα παίδων τῶν τοῦ Αἰγύπτου πεντήκοντα νεανίσιν αὐτανεψιαῖς συνευνασθέντων, θυγατράσι Δαναοῦ, ἡ Βεβρύκη μὲν καὶ ἡ Ὑπερμνήστρα μόναι τῶν συνεύνων ἐφείσαντο, αἱ δὲ λοιπαὶ τοὺς λοιποὺς διεχρήσαντο. § 805b. [359 M.] Ὅτι μετὰ τοὺς Βέβρυκας ἡ Μυσία καὶ τὰ τῆς Μυσίδος γῆς ὄρη, ἔνθα Μύσιος ποταμὸς ὁ Κίος προϊεὶς ἱμερόεντα ῥέεθρα, καὶ πόλις ὁμώνυμος ἡ Κίος. Περὶ δὲ τὸν Κίον ποταμὸν ἡ θρυλουμένη ἁρπαγὴ τοῦ Ὕλα συνέπεσεν. Ἑταῖρος δὲ Ἡρακλέος ὁ Ὕλας. Νύμφη γὰρ, φησὶν, ἐκεῖ ὑδρευόμενον τὸν Ὕλαν καθήρπασεν ὃν καὶ ἀνακαλούμενος ὁ πελώριος Ἡρακλῆς οὐδὲν ἤνυσεν, ἀλλὰ μακρὰ καὶ κενὰ βοήσας ἀπηλλάγη, ὡς καὶ Θεόκριτος ἱστορεῖ. Ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἀνακαλουμένων τοὺς μὴ ἀκούοντας, Ὕλαν καλεῖς. Φασὶ δὲ καὶ τὴν Προυσιάδα πρότερον Κίον καλεῖσθαι, ἣν ὕστερον Δημήτριος κατέσκαψεν. Ὁ δὲ Γεωγράφος λέγει ὅτι ὑπὲρ τὴν Προυσιάδα Κίος πόλις, ἣν ἔκτισε Κίος Ἡρακλέος ἑταῖρος καὶ σύμπλους ἐπανελθὼν ἐκ Κολχίδος, ἔνθα τὰ κατὰ τὸν Ὕλαν γενέσθαι φασί. Περὶ δὲ Μυσῶν καὶ προείρηται μὲν ἤδη, καὶ εὐθὺς δὲ κατωτέρω πάλιν εἰρήσεται. § 809-814. Ὅτι μετὰ τὴν Μυσίαν ὁ τῆς μικρᾶς Φρυγίας ἄσπετος ἀγκὼν, ἤγουν ἀγκάλη, ἐπιτρέχων εἰς Ἑλλήσποντον πρὸς ἑσπέραν, ὑπὸ τοὺς τῆς Ἴδης πόδας, ἐνδότερον δὲ ἐπ᾽ ἀνατολὰς ἡ εὐρυτέρα Φρυγία, ὃ ἔστιν ἡ μεγάλη, ἧς Μίδας ἐβασίλευσε, παρὰ τῷ προειρημένῳ Σαγγαρίῳ ποταμῷ, οὗπερ αἱ πηγαὶ περί τινα λέγονται εἶναι κώμην Σαγγίαν καλουμένην. Ταύτην δὲ τὴν μεγάλην Φρυγίαν καὶ ἱππόβοτον λέγει καὶ λιπαράν. Ὀλβιωτάτους δὲ τοὺς Φρύγας καὶ Ἀρριανὸς ἱστορεῖ, λέγων καὶ ὅτι “λέγονται Φρύγες παλαιότατοι ἀνθρώπων γενέσθαι, καὶ ὅτι μαίνονται τῇ Ῥέᾳ, καὶ πρὸς Κορυβάντων κατέχονται, ἤγουν κορυβαντιῶσι δαιμονῶντες. Ὅταν δὲ κατάσχῃ αὐτοὺς τὸ θεῖον, ἐλαυνόμενοι καὶ μέγα βοῶντες καὶ ὀρχούμενοι προθεσπίζουσι τὰ μέλλοντα, θεοφορούμενοι καὶ μαινόμενοι. Ἔστι δὲ, φασὶ, Φρυγία καί τις τόπος Εὐρωπαῖος περὶ τὴν Οἴτην τὸ τῆς Τραχῖνος ὄρος, οὕτω κληθεῖσα παρὰ τὸ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα καυθέντα. Τὸ δὲ πόδας Ἴδης ἐξ Ὁμήρου ληφθὲν Πινδάρῳ μὲν δέδωκεν ἀφορμὴν σφυρὰ ὄρους εἰπεῖν, τῷ δὲ Λυκόφρονι πτέρναν πύργου, καὶ ἄλλοις κνημοὺς ὄρους. Ἰστέον δὲ ὅτι Διονύσιος μὲν Ἀσιανῶν ἐνταῦθα Φρυγῶν μέμνηται, ἄλλοι δέ φασι καὶ ἑτέρους Εὐρωπαίους εἶναί ποτε Φρύγας, ἐξ ὧν περαιωθέντων οἱ κατὰ τὴν Ἀσίαν ἐγένοντο· ὥσπερ καὶ Μυσοὶ οὐ μόνον Εὐρωπαῖοι, οἵ γε καὶ πέραν Ἴστρου ἦσαν, ἀλλὰ καὶ Ἀσιανοὶ, ὧν μέρος καὶ οἱ Ὀλυμπηνοὶ Μυσοὶ, λεγόμενοι οὕτως, ὥς που προείρηται παρὰ τὸν μυσὸν, ὅστις ἐστὶν ἡ ὀξύα κατὰ [360 M.] τὴν τῶν Μυσῶν ἢ Λυδῶν γλῶσσαν· πολὺ γὰρ τὸ τοιοῦτον φυτὸν παρὰ τοῖς Μυσοῖς. Οὕτω δέ φασι δύσεργον εἶναι διορίσαι Μυσοὺς καὶ Φρύγας διὰ τὸ ἀδιάφορον τῆς οἰκήσεως, ὥστε τάχα καὶ τὴν παροιμίαν ἐντεῦθεν διεκπεσεῖν τὴν λέγουσαν, “πόρρω τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα. Ὡσαύτως δὲ συγκέχυνται οἱ Λυδοὶ καὶ Μαίονες, οἱ καὶ Μῄονες παρὰ τῷ Ποιητῇ. Ἀρριανὸς δέ φησιν ὅτι “Θυνὸς καὶ Μυσὸς υἱοὶ ἦσαν Ἀργανθώνης, ἥτις καλόν τι χρῆμα νύμφης ἦν, ἀφ᾽ ὧν Θυνὸς μὲν Θυνίαν οἰκίσας ἀφ᾽ ἑαυτοῦ ὠνόμασε, Μυσοὶ δὲ ἐπὶ τῷ Μυσῷ ὠνομάσθησαν. Ἡρόδοτος δέ φησι καὶ αὐτὸς πρώτους ἀνθρώπων τοὺς Φρύγας εἶναι, ὡς καὶ ὁ Κωμικὸς ἐμφαίνει, ἔνθα τὸν ἀρχαῖον βεκκεσέληνον λέγει, ἀπό τε τῶν Ἀρκάδων τῶν πρὸ τῆς σελήνης μυθευομένων εἶναι καὶ ἀπὸ τοῦ βέκου. Βέκος δὲ ὁ ἄρτος Φρυγιστί. § 815-818. Ὅτι ὑπὸ ταῖς πλευραῖς τῆς μικρᾶς Φρυγίας ἡ Ἴλιος, μεταξὺ τῆς Ἴδης καὶ τῆς θαλάσσης. Ταύτην τὴν πόλιν ἀγλαὸν ἄστυ παλαιγενέων ἡρώων λέγει, καὶ ἔργον μέν φησι γενέσθαι Ποσειδῶνος καὶ Ἀπόλλωνος κτισάντων, ὑπὸ Ἀθηνᾶς δὲ καὶ ῞Ηρας ἀπολέσθαι, ὃ ἔστιν ὑπό τε φρονήσεως καὶ ὑπὸ ἡραίας ἤγουν βασιλικῆς ἀνδρώδους δυνάμεως· ἢ καὶ ἄλλως ἀστείως, ὅτι ἄνδρες μὲν τὴν πόλιν ἵδρυσαν, γυναῖκες δὲ κατέρριψαν. Ὅτι δὲ ἐξήλειπται ἀφανισθεῖσα ἡ παλαιὰ Ἴλιος, ὡς μηδὲ θεμελίους ὑπολειφθῆναι αὐτῆς, ἀριδήλως ἡ παλαιὰ ἱστορία φησίν. Ἰστέον δὲ ὅτι ἐπαναλαμβάνει καὶ τὴν Ἴλιον κατὰ συνήθειαν ποιητικὴν, οὐ μόνον διὰ τὸ σεμνὸν ἄλλως τῆς πόλεως, ἀλλὰ καὶ διὰ τὸ θρήνων ἄξια παθεῖν αὐτήν. Διὸ καὶ ὁ Λιβάνιός που Αἰγαίου μὲν πελάγους καὶ ἄλλων τινῶν τόπων πρὸς ὄνομα ψιλὸν καὶ μόνον ἁπλῶς οὕτως μέμνηται, τῆς Τροίας δὲ οὐχ οὕτως, ἀλλὰ τὴν τὰ δεινότατα παθοῦσαν Πριάμου πόλιν φησὶν, οἰκτισάμενος ὡς ἐκ παρόδου αὐτήν. Ἰστέον δὲ ὅτι καὶ τρεῖς ἀναγράφονται Φρυγίαι παρὰ τοῖς παλαιοῖς. Μία μὲν ἡ μεγάλη, ἧς ὁ Μίδας ἄρξαι λέγεται, περὶ ἣν καὶ ἡ Πισιδία καὶ τὸ Ἀμόριον καὶ τὰ Σύνναδα καὶ ἡ Λαοδίκεια. Ταύτης δὲ τῆς μεγάλης ἐστὶ καὶ ἡ παρώρειος Φρυγία, περὶ ἣν τὸ Φιλομήλιον· καὶ αὕτη μὲν μία Φρυγία. Δευτέρα δὲ καὶ ἑτέρα Φρυγία ἡ μικρὰ ἡ ἐν Ἑλλησπόντῳ καὶ περὶ Ὄλυμπον. Καὶ τρίτη ἡ λεγομένη [361 M.] Ἐπίκτητος, ἐν ᾗ τὸ Κοτυάειον καὶ τὸ Δορύλαιον, ὡς ὁ Γεωγράφος ἱστορεῖ, τὸ καὶ Δορυλάειον, κατὰ δὲ τὴν ὀρθογραφικὴν τέχνην καὶ Δορύλλειον, διὰ διφθόγγου, ὥσπερ καὶ Δοκίμειον, πόλις καὶ αὐτὸ Φρυγίας· οὕτω δὲ καὶ Σύλλειον, ἐν δυσὶ λλ ἢ καὶ δι᾽ ἑνός. Ἔστι δὲ καὶ αὐτὸ κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα πόλις Φρυγίας, ἢ κατά τινας, ὥς φησι, Παμφυλίας. Δῆλον δὲ ὅτι καὶ Σύλαιον τὸ τοιοῦτον γράφεται. § 820-823. Ὅτι μετὰ τὴν μικρὰν Φρυγίαν καὶ τὴν Ἴλιον ἡ τῶν Αἰολέων παραπέπταται γῆ, Αἰγαίου περὶ χεῖλος, ὑπὲρ τὸν μέγαν ἤτοι πλατὺν Ἑλλήσποντον, ὃ ἔστι νοτιώτερον τοῦ Ἑλλησπόντου. Καὶ ἐνταῦθα γὰρ τὴν ὑπέρ πρόθεσιν ἐπὶ τῶν νοτιωτέρων τέθεικεν, ὡς αὐτῷ σύνηθες. Ἄλλως γὰρ ὑπὲρ τὴν Φρυγίαν πρὸς τὰ βόρεια οὐ κεῖνται Αἰολεῖς, ἀλλὰ κατὰ τὴν παλαιὰν ἀναγραφὴν Φρυγῶν ἔχονται Καππαδόκαι πρὸς βορρᾶν δηλαδή. Τούτοις δὲ πρόσουροι Κίλικες καθήκοντες ἐπὶ τὴν θάλασσαν, περὶ ἣν καὶ ἡ Κύπρος. Τούτων δὲ ἔχονται Ἀρμένιοι, αὐτῶν δὲ Ματιανοὶ, τούτων δὲ οἱ Κισσιανοί. Λέγει δὲ ὁ Διονύσιος καὶ ὅτι μετὰ τοὺς Αἰολεῖς, ὧν ἐστι καὶ ἡ Σμύρνα, ἡ τῶν Ἰώνων γῆ κεῖται, ἀγχίαλος καὶ αὐτή. Ταύτης ἀρχὴ κατὰ τὸν Γεωγράφον ἡ Φώκαια πέρας οὖσα τῆς Αἰολίδος. Ἰστέον δὲ ὅτι ὥσπερ τὴν Ἰάδα ἐν τοῖς φθάσασιν ἔγνωμεν τὴν αὐτὴν οὖσαν τῇ παλαιᾷ Ἀτθίδι, ὡς Ἰώνων καλουμένων πάλαι ποτὲ τῶν Ἀττικῶν ἀπὸ Ἴωνος καὶ τῆς χώρας Ἰάδος λεγομένης, οὕτω καὶ ἡ Δωρὶς ἡ αὐτὴ τῇ Αἰολίδι ἐστίν. Ἐκαλοῦντο γάρ ποτε κατὰ τὸν Γεωγράφον Αἰολεῖς κατ᾽ ἐπικράτειαν ἔθνους πάντες οἱ ἐκτὸς τοῦ κατὰ Πελοπόννησον ἰσθμοῦ, πλὴν Ἀθηναίων καὶ Μεγαρέων καὶ Δωριέων τῶν περὶ Παρνασσόν. Διὸ καὶ Πίνδαρος πολλαχοῦ, καίτοι Δωριστὶ γράφων, Αἰολίδα τὴν ἑαυτοῦ λέγει μολπήν. Αἰολεῖς δὲ ἐκεῖνοι ἐλέγοντο ἀπὸ τῶν τοῦ Αἰόλου παίδων, ὥσπερ καὶ Δωριεῖς ἀπὸ τῶν τοῦ Δώρου, καὶ Ἴωνες ἀπὸ Ἴωνος τοῦ Ξούθου ἀνδρὸς Ἀττικοῦ, ὃν καὶ Εὐριπίδης κτίστορα ἱστορεῖ Ἀσιάδος χθονός. Οἱ δὲ περὶ τὴν Ἀσίαν Αἰολεῖς οὕτως ἐκλήθησαν, οὐ μόνον ὡς ὄντες τῶν ῥηθέντων Εὐρωπαίων Αἰολέων ἄποικοι, ἀλλὰ καὶ ὅτι ἀπὸ αἰόλων, ὃ ἔστιν ἐκ ποικίλων τινῶν καὶ μιγάδων ἀνθρώπων, ἡ αὐτόθι ἀποικία ἐκείνοις συνεκροτήθη. § 823-829. Ὅτι διὰ μέσης τῶν Ἰώνων γῆς ὁ Μαίανδρος λιπαραῖς δίναις εἰς ἅλα κατέρχεται, μεταξὺ τῆς Πριήνης καὶ τῆς Μιλήτου, Ἰωνικῆς πόλεως, ἀποίκου Ἀθηναίων [362 M.] κατὰ Ἡρόδοτον· ὧν ἡ μὲν Πριήνη καὶ Κάδμη ποτὲ ἐκλήθη, ἣν Αἴπυτος ὁ Νηλέως ἔκτισεν, ἀφ᾽ ἧς εἷς τῶν ἑπτὰ σοφῶν ὁ Βίας· ἡ δὲ Μίλητος κτίσμα Νηλέως ἀνδρὸς Πυλίου αὐτόθι μετοικήσαντος, κατὰ δὲ Ἡρόδοτον Νηλεὺς ὁ Κόδρου ἔκτισεν αὐτήν. Φησὶ γάρ· Νηλέῳ τῷ Κόδρου ἐπισπόμενος ἐπὶ τὴν Μιλήτου κτιστύν. Ἔρια δὲ ὁ τόπος οὗτος φέρει ἀγαθὰ, ὅθεν καὶ εἰς παροιμίαν κεῖται τὰ Μιλήσια στρώματα. Καὶ Θεόκριτος δὲ τάπητας μαλακωτέρους ὕπνου εἰπὼν ἐπάγει· φαίη ἂν ἡ Μίλητος καὶ ὁ τὴν Σαμίαν καταβόσκων· ὡς τῆς Σάμου καὶ τῆς Μιλήτου ἀγαθῶν οὐσῶν εἰς ἐρίων φοράν. Περὶ δὲ τῆς πόλεως ταύτης καὶ τοιαῦτα γέγραπται· Μίλητος πόλις Ἰώνων ἐπιφανής. Ἐκλήθη δέ ποτε καὶ Λελεγὶς διὰ ἐποίκους Λέλεγας, καὶ Πιτύουσα δὲ ἀπὸ τῶν ἐκεῖ πιτύων, καὶ διότι ἐκεῖ πρῶτον πίτυς ἔφυ. Ἐκεῖθεν ἦν Θαλῆς ὁ Μιλήσιος, καὶ ῥήτωρ Αἰσχίνης, ὃν ἡ παρρησία ἔβλαψε, καὶ Φωκυλίδης, καὶ Τιμόθεος ὁ κιθαρῳδὸς, εἰς ὃν ἐπίγραμμα φέρεται τόδε· Πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν Τιμόθεον, κιθάρας δεξιὸν ἡνίοχον. ῏Ην δέ ποτε καὶ Κρητικὴ Μίλητος. Λέγεται δὲ καὶ τὴν τῆς Καλυψοῦς νῆσον Μίλητον κληθῆναί ποτε. Φέρεται δὲ λόγος, καὶ μέγιστον κατασκευασθῆναι ναὸν ἐν Μιλήτῳ χωρὶς ὀροφῆς μείναντα διὰ τὸ μέγεθος. Ταύτης δὲ ἱστοροῦνται πολλαὶ ἀποικίαι, ὅπουγε καὶ περὶ τὰ Νειλῶα στόματα τεῖχος ἦν Μιλησίων λεγόμενον, ὅπερ αὐτοὶ ἐτείχισαν ναυσὶ τριάκοντα πλεύσαντες· καὶ ὅπου δὲ τελευτᾶ ὁ Ἴστρος περὶ τὸν Εὔξεινον, Ἰστριανοὶ κατοικοῦσι Μιλησίων ἄποικοι, ὥς φησιν Ἡρόδοτος. Τούτων δὲ βορειοτέρα ἡ Ἔφεσος, ἡ καὶ Τραχεῖά ποτε κληθεῖσα καὶ Ὀρτυγία καὶ Πτελέα· πόλις δὲ Ἰώνων καὶ ἡ Ἔφεσος, κατὰ δὲ Ἡρόδοτον Λυδίας, ἣν καὶ παραλίαν ὁ Διονύσιος λέγει, καὶ μεγάλην πόλιν Ἀρτέμιδος, καὶ ναὸν ἐκεῖ φησιν εἶναι, ὃν Ἀμαζόνες ἐποίησαν ἐν πρέμνῳ, ὃ ἔστιν ἐν κορμῷ πτελέας, περιώσιον ἀνδράσι θαῦμα. Λέγει δὲ ἴσως τὸν περίπυστον ἐκεῖνον, τὸν ὕστερον καυθέντα πρός τινος θελήσαντος οὕτως ἑαυτῷ περιποιήσασθαι τὸ ἐπ᾽ ὀνόματι ἀοίδιμον, κἂν οὐκ ἔσχε τυχεῖν ἐκεῖνος οὗ ἤθελεν· ἀραὶ γὰρ ἐτέθησαν, μηδένα τῶν ἁπάντων τὸ ἐκείνου περιφέρειν ὄνομα, ὡς ἂν ἐπιλησθείη παντάπασι καὶ μὴ ἔχοι ὃ βούλεται. Λέγεται δὲ καὶ ὅτι Κροῖσος τῇ Ἐφέσῳ ἐπιθέμενος ἐπολιόρκει, ἀμηχανοῦντες δὲ οἱ πολῖται ἀνέθεσαν τὴν πόλιν τῇ Ἀρτέμιδι, ἐξάψαντες ἐκ τοῦ ναοῦ τῆς Ἀρτέμιδος σχοινίον εἰς τὸ τεῖχος. [363 M.] Ὅτι δὲ αἱ Ἀμαζόνες πολλοὺς ἐν Ἀσίᾳ κατέσχον τόπους ποτὲ, δηλοῦσι καὶ κρῆναί τινες Ἀμαζόνων ὁμώνυμοι, ναὶ μὴν καὶ πόλεις, οἷον ἡ Ἔφεσος αὕτη, ἡ Ἀναία, ἡ Μύρινα, ἡ Αἰολικὴ Κύμη. Ἔστι δὲ καὶ Ἐλαία τόπος πρὸς τῇ Νικομηδείᾳ κατὰ τὸν Ἀρριανὸν ἀπὸ Ἐλαίας Ἀμαζόνος. Καὶ πρὸς τῷ Πόντῳ δὲ Θίβα, τόπος διὰ τοῦ ι ἔχων τὴν παραλήγουσαν, ἀπὸ μιᾶς τῶν ὑφ᾽ Ἡρακλέος ἀναιρεθεισῶν Ἀμαζόνων σχοῦσα τὴν κλῆσιν, ὧν αἱ διάφοροι, τουτέστιν αἱ ὑπερέχουσαι καὶ ἀξιολογώτεραι, κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν, εἰσὶν αὗται πρὸς ὄνομα, Τράλλα, Ἰσοκράτεια, Θίβα, Πάλλα καὶ ἄλλαι. Καὶ ἡ Σμύρνα δὲ Ἀμαζὼν οὖσα καὶ αὐτὴ κατασχεῖν τὴν Ἔφεσον λέγεται, ἀφ᾽ ἧς καὶ Σμύρνα τόπος Ἐφέσου. Καὶ αὐτὴν δὲ τὴν Ἔφεσον Σμύρναν κληθῆναί ποτε λέγουσι. Φασὶ δὲ τὴν τῆς Ἐφέσου πόλιν ἐν κοίλῳ τόπῳ οἰκισθεῖσαν τὴν ἀρχὴν καὶ χειμῶνι κατακλυσθεῖσαν ὑπὸ Λυσιμάχου μετατεθῆναι ἔνθα νῦν ἐστι, καὶ Ἀρσινόην κληθῆναι ἀπὸ Ἀρσινόης τῆς ἐκείνου γυναικός. Φέρεται δὲ καὶ Δούριδος καλὸν ἐπίγραμμα εἰς τὸν τοιοῦτον κατακλυσμὸν, ἐν ᾧ καὶ ἀοιδοτάτην τῶν Ἰάδων πόλεων τὴν Ἔφεσον ἐκεῖνος λέγει· ἀρχὴ δὲ τοῦ ἐπιγράμματος αὕτη· Ἠέριαι νεφέλαι, πόθεν ὕδατα πικρὰ πιοῦσαι νυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε; καὶ τὰ ἑξῆς. Τὴν δὲ Ἔφεσον τὸ κύριον ὄνομα, γυνὴ γὰρ ἡ Ἔφεσος, ἀφ᾽ ἧς ἡ πόλις ὀνομάζεται, πρόσπολον Ἀρτέμιδός φασι, καὶ θυγατέρα αὐτῆς τὴν Ἀμαζὼ ἱστοροῦσιν, ἀφ᾽ ἧς αἱ Ἀμαζόνες. Οἱ δέ φασι τὰς Ἀμαζόνας ὑπὸ Ἡρακλέος διωκομένας, ὅτε κελεύοντος Εὐρυσθέως ἐπὶ τὸν τῆς Ἱππολύτης ἐστάλη ζωστῆρα, καταφυγεῖν ἐπί τινα βωμὸν Ἀρτέμιδος, κἀκεῖ τυχεῖν ἀφέσεως, καὶ τὸν τόπον ἐκεῖθεν Ἔφεσον κληθῆναι κατὰ παραγραμματισμὸν, ἀντὶ τοῦ Ἄφεσον. Ἔθνος δὲ γυναικεῖον αἱ Ἀμαζόνες πρὸς τῷ Θερμώδοντι, διὸ καὶ ἀπὸ μητέρων ἐγενεαλογοῦντο, καθάπερ Ἀρριανὸς ἱστορεῖ. Ἐκαλοῦντο δέ ποτε καὶ Σαυρομάτιδες, διὰ τὸ ἐν τῇ Σαυροματικῇ ποτε Σκυθίᾳ οἰκῆσαι, καθὰ προγέγραπται ἐν τοῖς περὶ Σαυροματῶν· ἢ οἱονεὶ σαυροπάτιδες, διὰ τὸ σαύρας πάσασθαι, ὅ ἐστι γεύσασθαι· τοιούτων γὰρ ἤσθιον κρεῶν. Διὸ καὶ Ἀμαζόνες ἐκαλοῦντο κατά τινας, οὐ μόνον ὡς μονόμαζοι· ἐπεκαίοντο γὰρ βρέφοθεν τὸν δεξιὸν μαζὸν, ὡς ἂν μὴ ἐπικωλύῃ τὴν τοξείαν, ἀλλὰ καὶ οἷα μὴ μάζαις ἀλλὰ κρέασι θηρίων ἐπιτρεφόμεναι. Καὶ ταῦτα μὲν τοιαῦτα. Τὸν δὲ ῥηθέντα Μαίανδρον [364 M.] σκολιόν φασι ῥέειν, ἀφ᾽ οὗ καὶ τὰς τῶν ποταμῶν σκολιότητας πάσας Μαιάνδρους καλεῖσθαι. Ἱστορεῖται δὲ ὅτι τὴν ἀνωτέρω εἰρημένην Πριήνην πρὸς τῇ θαλάσσῃ οὖσαν τὰς ἀρχὰς μεσόγεων πεποίηκεν ὁ Μαίανδρος μακρῷ προσχώματι· φησὶ γὰρ ὁ Γεωγράφος· οὕτω γὰρ ὁ Μαίανδρος πολὺν χοῦν κατάγων καὶ ὅπη τύχῃ τοῦ αἰγιαλοῦ προστιθεὶς πεποίηκε τὴν Πριήνην μεσόγεων τεσσαράκοντα σταδίων προσχώματι, ἐπὶ θαλάττῃ πρότερον οὖσαν. § 830-838. Ὅτι μετὰ τοὺς Ἴωνας οἱ Μῄονες, ὧν καὶ Ὅμηρος μέμνηται, ἤγουν οἱ Λυδοὶ, ἐπ᾽ ἀνατολὰς, ἔθνος χώραν ἀγαθὴν οἰκοῦν καὶ πολυαργυρωτάτην, ὥς φασιν οἱ παλαιοὶ, ἔνθα ὁ ἠνεμόεις Τμῶλος τὸ ὄρος, ὅθεν ὁ Πακτωλὸς ῥέων χρυσὸν ὁμοῦ δίνῃσιν ἐφελκόμενος κελαρύζει. Χρυσορρόας γὰρ ἱστορεῖται ὁ Πακτωλὸς ποταμὸς, ἢ ὡς αὐτὸ τοῦτο χρυσοῦ κατασύρων ψήγματα, ἢ ὡς λιπαίνων τὴν ἐγχώριον γῆν, καὶ πλουτοποιὸς τοῖς ἐκεῖ γινόμενος. Καὶ ὅρα καὶ ἐνταῦθα τὸ κελαρύζειν, οὐ πάνυ προσφυὲς ὂν μεγαλειότητι ποταμίου ῥεύματος, ὡς οὐδὲ ἐν τοῖς πρὸ τούτου ἐπὶ τοῦ Κηφισοῦ. Ὁ δὲ Πακτωλὸς καταφέρεσθαι λέγεται εἰς τὸν Ἕρμον, καθὰ καὶ Ἡρόδοτος ἱστορεῖ, λέγων Πακτωλὸς ψῆγμα χρυσοῦ καταφέρων ἐκ τοῦ Τμώλου εἰς τὸν Ἕρμον ποταμὸν ἐκδιδοῖ. Ὁ δὲ Ἕρμος ῥέων διὰ τῆς Σαρδιανῆς ἐκδίδωσιν εἰς τὴν τῆς Φωκαίας θάλασσαν. Λίαν δὲ καὶ τὴν τῶν Λυδῶν ἐξυμνεῖ ὁ Διονύσιος ὡς εὐδαίμονα, θεῖον τὲ ἔδαφος αὐτὴν ἀποκαλῶν καὶ λέγων κύκνων λιγυρὰν ὄπα ἔαρος ὥρᾳ ἀκούεσθαι ἐν ταῖς τοῦ Πακτωλοῦ πλευραῖς, οἳ καθ᾽ ὕλην ἔνθα καὶ ἔνθα νέμονται αὐξομένης ἐπὶ πόας, καὶ ὅτι πολλοὶ μὲν λειμῶνες ἐν Ἀσίᾳ θάλλουσιν, ἔξοχα δὲ κατὰ τὸ Μαιάνδριον πεδίον. Διό τινες καὶ τὸ παρ᾽ Ὁμήρῳ Ἀσίω ἐν λειμῶνι ἐντεῦθεν νοοῦσιν, ὡς τάχα τῆς Μῃονίας Ἀσίας λεγομένης. Μεθ᾽ ἣν καὶ ἔθνος τι οἱ Μυσοὶ κατὰ τὸν Γεωγράφον, ἄλλο παρὰ τοὺς Ὀλυμπηνούς. Φησὶ γὰρ ἐκεῖνος· Μυσοὶ μετὰ Λυδοὺς, καὶ πόλις Φιλαδέλφεια. Λέγει δὲ ὁ Διονύσιος καὶ τὸν Κάϋστρον ἥσυχα καχλάζοντα ἢ παφλάζοντα ἐπιρρέειν ὕδατι ἀγλαῷ εἰς τὸν Μαίανδρον. Κάϋστρος δὲ ὀνομάζεται ἀπὸ τοῦ παρακεῖσθαι τῇ κατακεκαυμένῃ χώρᾳ, ἐξ ἧς κατὰ τὸν Γεωγράφον οἶνος ἐλλόγιμος ἀρετῇ ὁ κατακεκαυμενίτης. Τὴν δὲ χώραν ταύτην οἱ μὲν Μυσίαν καλοῦσι διὰ τοὺς ἐκεῖ ῥηθέντας Μυσοὺς, οἱ δὲ Μῃονίαν διὰ τοὺς Μῄονας· ἥτις τεφρώδης λέγεται εἶναι τὴν ἐπιφάνειαν καὶ ἄδενδρος, πλὴν ἀμπέλου. Ἀπὸ δὲ τοῦ Καΰστρου καλεῖται καὶ πεδίον Καΰστριον τὸ καὶ Καϋστριανὸν, ᾧ συνεχὲς τὸ Κιλβιανόν. Λέγονται δὲ οἱ Λυδοὶ καὶ Μαίονες καὶ [365 M.] Μῄονες, ὡς δηλοῖ καὶ Ἡρόδοτος, λέγων ὅτι ὁ δῆμος Λύδιος ἀπὸ Λυδοῦ τοῦ Ἄτυος, πρότερον Μῄων καλούμενος· παρ᾽ οἷς καὶ αἱ Σάρδεις τὸ τῶν Λυδῶν βασίλειον, ἅς φασιν Ὕδην λέγεσθαι παρὰ τῷ Ποιητῇ. Ταύτας ἑλεῖν οἱ Κιμμέριοι λέγονται δίχα τῆς ἀκροπόλεως, ὅτε τὴν πολλὴν τῆς Ἀσίας κατέδραμον. § 839-845. Ὅτι ἀποσεμνύνων τὴν γῆν τῶν Λυδῶν ὁ Διονύσιος ὡς καὶ καλλιγύναικά φησιν ὅτι οὐ μὴν οὐδὲ τὰς Λυδὰς μέμψαιτό τις γυναῖκας, αἳ χρυσοῦν ἅμμα κατὰ ὀσφύος βαλοῦσαι, ἤγουν ζώνῃ χρυσῇ ζωσάμεναι, κύκλον χοροῦ θηητὸν ἑλίσσουσι, χοροστασίας τελοῦσαι τῷ Διονύσῳ. Εἶτα ἐνθουσιῶν οἷον ὁ ποιητὴς πανηγυρικώτερον ἐπὶ τῇ τῆς χώρας εὐδαιμονίᾳ καὶ ἀφελείᾳ λόγου γοητεύων τὸν ἀκροατὴν, ἢ καὶ ὡς εἰπεῖν τοῖς ἔπεσι χορεύων καὶ ἐπορχούμενος ἐπάγει, σὺν καὶ παρθενικαὶ νεοθηλέες οἷα τὲ νεβροὶ σκαίρουσιν, τῇσι δὲ, ἤγουν ταύταις, περισμαραγεῦντες ἀῆται ἱμερτοὺς δονέουσι περὶ στήθεσσι χιτῶνας. Τὸ δὲ νεοθηλέες τοῖς νεβροῖς συντακτέον, παρθένοις γὰρ τοιαύταις οὐ πάνυ προσφυὲς τὸ ὄνομα. Χαιρόντων δὲ τὸ σκαίρειν· τὸ μέντοι σπαίρειν κινδυνώδης λέξις ἐστὶν, ὥσπερ καὶ τὸ ἀσπαίρειν. Τὸ δὲ σμαραγεῖν ἰδοὺ καὶ ἐπὶ ἀνέμων ὀνοματοπεποίηται· ὅθεν καὶ Ζεὺς ἐρισμάραγος, ἤτοι ἀὴρ πολύηχος. Ἐνταῦθα δὲ οὐ μόνον ὡς δεξιὰς χοροποιοὺς ὁ Διονύσιος, ἀλλὰ καὶ ὡς ἀγαθὰς ὑφαίνειν τὰς Λυδὰς ἐπαινεῖ. Ὅτι δὲ καὶ πλούσιοι πάλαι ποτὲ οἱ Λυδοὶ δῆλον, παρ᾽ οἷς πρώτοις καὶ νομίσματα χρυσοῦ καὶ ἀργύρου ἐκόπη· καὶ τρυφὴν δὲ πολλὴν εἶχον, ὅθεν καὶ παίγνια πολλὰ ἐξεῦρον αὐτοί. Λέγονται δὲ καὶ ἀνδρεῖοί ποτε γενέσθαι καὶ ἀλκιμώτατοι, καὶ ἀγαθοὶ εἶναι ἱππεύειν. Διὸ καὶ παρὰ Λύδιον ἅρμα θέειν λέγονται παροιμιακῶς οἱ ἐν ἡνιοχείᾳ ἡττώμενοι. § 846. Ὅτι ὥσπερ Πάμφυλος καὶ Παμφύλιος τὸ ἐθνικὸν, καὶ Σύρος καὶ Σύριος, οὕτω καὶ Λυδὸς καὶ Λύδιος. Διαβάλλονται δὲ οἱ Λυδοὶ ἐπὶ πονηρίᾳ, ὅθεν καὶ ἡ παροιμία Λυδοὶ πονηροὶ, δεύτεροι δ᾽ Αἰγύπτιοι, καὶ τρίτοι Κᾶρες. Αἱ δὲ Λυδαὶ πορνεύεσθαι πᾶσαι λέγονται, καὶ δῶρα πλείω διδόναι ἢ λαμβάνειν. Οὕτω δέ φασι καὶ παρ᾽ Ἀρμενίοις παρθένους ἐπιφανεῖς ἀνιερωθείσας θεᾷ τινι λεγομένῃ Ἀναΐτιδι καταπορνεύεσθαι, εἶτα πρὸς γάμον ἐκδίδοσθαι, μηδενὸς ἀπαξιοῦντος ταῖς τοιαύταις συνοικεῖν. § 847-850. Ὅτι Λύκιοι τὸ ἔθνος κατά τινας καλεῖται ἀπὸ Λύκου τοῦ Πανδίονος διαβάντος εἰς τὴν Ἀσίαν. Κεῖνται δὲ, φησὶν, οἱ Λύκιοι πρὸς θάλασσαν· ἔνθα καὶ ὁ Ξάνθος ποταμός ἐστιν, ἄλλος παρὰ τὸν Τρωικὸν, τὸν καὶ Σκάμανδρον, καὶ πόλις ὁμώνυμος. Περὶ ὧν ἐρρέθη τι καὶ [366 M.] ἐν τῇ τῶν Πατάρων ἱστορίᾳ. Περὶ δὲ Λυκίαν καὶ τὰ τοῦ βαθυκρήμνου Ταύρου οὔρεα φαίνεται μέχρι Παμφύλων ἤτοι Παμφυλίων· διχῶς γὰρ ἡ τοῦ ἔθνους φέρεται γραφὴ, ὡς προείρηται· οὗ Ταύρου τὰ πρὸς τὴν θάλασσαν, ὡς οἱ παλαιοί φασι, προτομῇ ταύρου εἰκάζονται, διὸ καὶ ταῦρον τὸ ὄρος κληθῆναι λέγουσιν. Οἱ δὲ καὶ διὰ τὸ μέγεθος Ταῦρόν φασιν αὐτὸν λέγεσθαι· ταῦροι γὰρ καὶ βόες παρὰ τοῖς παλαιοῖς τὰ μεγάλα καὶ βίαια, ὅθεν καὶ τὸ βου ἐπιτατικὸν μόριον κατά τινας εἴληπται ὡς ἐκ τοῦ βοός. Τὸν δὲ ἐνταῦθα Ταῦρον τὸ ὄρος καὶ Κράγον φησὶ φημίζεσθαι, ἀπὸ Κράγου τινὸς ἐπιφανοῦς ἀνδρὸς, ὃς αὐτόθι θανὼν τιμᾶται. Ἐν τούτῳ δέ φασιν οἱ παλαιοὶ τῷ Κράγῳ θεῶν ἀγρίων ἄντρα εἶναι. Ὁ δὲ Γεωγράφος περὶ τοῦ Κράγου καὶ ταῦτά φησιν· “ὁ Κράγος ὄρος ἐστὶν ἔχον ἄκρας ὀκτὼ καὶ πόλιν ὁμώνυμον, ἔνθα μυθεύεται τὰ περὶ Χιμαίρας, καὶ φάραγξ ἐκεῖ Χίμαιρα ἀπὸ τοῦ αἰγιαλοῦ ἀνατείνουσα. Πρὸ δὲ αὐτοῦ κεῖται ὁ Ἀντίκραγος. Ἱστορεῖται δὲ καὶ ὄρος εἶναι περὶ Λυκίαν, τίκτον πῦρ αὐτόματον· τοῦτο δὲ μέχρι καὶ εἰσάρτι φαίνεται. § 852-853. Ὅτι ἐν Ἀσπένδῳ τῇ Παμφυλικῇ πόλει, ἔνθα ποταμὸς Εὐρυμέδων ῥέει, συῶν θυσίαις ἱλάσκεται Ἀφροδίτη, ὅ ἐστι θεραπεύεται, Μόψου τινὸς προκατάρξαντος τοῦ ἔθους, ὃς εὐξάμενος θύσειν ὃ ἂν παραπέσῃ τῇ θήρᾳ σῦν ἑλὼν ἔθυσε, κἀκεῖθεν τὸ ἔθος ἐκράτησεν. Ἀργείων δὲ κτίσμα ἡ Ἄσπενδος, εὐανδροῦσά ποτε κατὰ πολύ· εἶχε δὲ καὶ ἐλαιῶνα. Φησὶ γὰρ ὁ Γεωγράφος· Ἄσπενδος ἐλαιόφυτος, καὶ Σίδη, Παμφυλικαὶ πόλεις, κατέχουσαι χωρία γεώλοφα. Ὁ δὲ Ἀρριανὸς ἱστορεῖ κακωθῆναι τοὺς Ἀσπενδίους ὑπὸ Ἀλεξάνδρου, διότι δοῦναι τῇ στρατιᾷ ὑποσχόμενοι πεντήκοντα τάλαντα εἰς μισθὸν, καὶ τοὺς πεντήκοντα ἵππους, οὓς ἔτρεφον τῷ βασιλεῖ, οὐκ ἔδωκαν. Ἄλλα τὲ οὖν αὐτοὺς ἐλύπησεν ὁ βασιλεὺς καὶ τάλαντα ἑκατὸν ἔλαβεν ἀντὶ τῶν πεντήκοντα. Ἰστέον δὲ ὅτι Ἄσπενδος μὲν διὰ τοῦ ε πόλεως ὄνομα, διὰ δὲ τοῦ ο ἄσπονδος ὁ μὴ σπενδόμενος· ἵνα μὴ συνεμπέσωσιν ἡ πόλις καὶ τὸ ἐπίθετον. § 854. Ὅτι ἡ Παμφυλία ἡ χώρα ἢ ἀπὸ γυναικὸς Παμφύλης ἢ ἀπὸ Παμφύλου τινὸς, οὗ καὶ Λυκόφρων μέμνηται. Ἡρόδοτος δέ φησιν ὅτι Παμφύλιοί εἰσι τῶν ἐκ Τροίας ἀποσκεδασθέντων μετὰ Ἀμφιλόχου καὶ Κάλχαντος. § 854-855. Ὅτι Παμφυλίδες πόλεις Κώρυκος, Πέργη καὶ Φάσηλις προπαροξυτόνως, ἥ ποτε Φάρσαλος, ἀφ᾽ ἧς Θεοδέκτης κάλλει διαφέρων καὶ ποιήσας τέχνην ῥητορικὴν καὶ λόγους ἀγαθοὺς γράψας καὶ τραγῳδίας πεντήκοντα. Περὶ τούτων ὁ Γεωγράφος φησί· Κώρυκος καὶ Φάσηλις [367 M.] Παμφύλων τόποι. Ἀλλαχοῦ δέ φησι· Κώρυκος αἰγιαλὸς περὶ Λυκίαν. Εἶτα Φάσηλις λίμνη καὶ πόλις ἀξιόλογος ἔχουσα τρεῖς λιμένας. Ταύτης ὑπέρκειται τὰ Σόλυμα· καὶ Τερμησσὸς πόλις Πισιδικὴ ἐπικειμένη τοῖς στενοῖς τοῖς περὶ τὴν Φασηλίδα θάλασσαν, ἅπερ Ἀλέξανδρος ἀνοίξας διήγαγε τὴν στρατιάν. Ἔνθα καὶ Κλίμαξ ὄρος, φησὶν, ἐπικείμενον τῷ Παμφυλίῳ πελάγει. Ἐνταῦθα νηνεμίας μὲν γυμνοῦται τοῖς παροδεύουσιν ὁ αἰγιαλὸς, πλημμύροντος δὲ τοῦ πελάγους ὑπὸ τῶν κυμάτων καλύπτεται τὸ πολύ. Μέσον δὲ Φασήλιδος καὶ Ἀτταλείας Θήβη πόλις καὶ Λυρνησσὸς, ὁμώνυμοι ταῖς Τρωικαῖς. Τὴν δὲ Ἀττάλειαν ὁμώνυμον ὁ Γεωγράφος εἶναι λέγει τοῦ κτίσαντος, ὃς καὶ Κώρυκον πολίχνιον ᾤκισεν. Ἐν ἄλλοις δέ φησιν ὁ αὐτὸς, ὅτι Κώρυκος ἄκρα Κιλικίας, μετὰ τὴν ἄκραν τὸ Ἀνεμούριον, ὑπὲρ ἧς ἄντρον τὸ Κωρύκιον, ἐν ᾧ ἀρίστη κρόκος φύεται. Ἰστέον δὲ ὅτι ἡ παροιμία ἡ λέγουσα τοῦ δ᾽ ἆρ᾽ ὁ Κωρυκαῖος ἠκροάζετο, οὐκ ἀπὸ ταύτης τῆς Κωρύκου εἴρηται, ἀλλ᾽ ἀπὸ νησίου τινὸς καὶ λιμένος ὄντος πλησίον τῆς Τέω νήσου καὶ τῶν Ἐρυθρῶν, ἔνθα λῃστήριον ἦν τῶν ἐκεῖ Κωρυκαίων ὠτακουστούντων περιέργως τὰ κατὰ τοὺς ἐμπόρους καὶ οὕτως ἐπιβουλευόντων αὐτοῖς. Ὅθεν καὶ ἡ παροιμία ἐπὶ τῶν περιεργαζομένων καὶ μανθανόντων τὰ ἀπόρρητα. § 856-857. Ὅτι τοὺς Λυκίους πρὸς θάλασσαν εἶπεν εἶναι, διαστέλλων πρὸς τοὺς Λυκάονας, οὓς Λυκάονας πρὸς ἀνατολὴν λέγει ὡς ἠπειρώτας μέσην χθόνα οἰκεῖν, καὶ ἀγκυλοτόξους ἐπονομάζει, καὶ ἴδριας ἐν πολέμῳ καλεῖ. Τούτων τῶν Λυκαόνων ἐστὶ καὶ τὸ Ἰκόνιον τῇ εἰκόνι τῆς Γοργόνος παρονομαζόμενον, ἣν αὐτόθι ἀναστηλῶσαι λέγεται ὁ Περσεύς. Λέγονται δὲ Λυκάονες ἀπὸ Λυκάονος τινὸς Ἀρκάδος, πόλιν αὐτόθι κτίσαντος, κατὰ χρησμὸν, ἐπὶ ἐμφανείᾳ λύκου ἀκάμαντος φέροντος ἐνὶ γναθμοῖς ἀνδρομέην παλάμην, τό ῥα οἱ τέκμηρεν Ἀπόλλων. Ἰστέον δὲ ὅτι διττοί εἰσιν οἱ Λύκιοι, ὡς καὶ Ὁμήρῳ δοκεῖ, οἱ μὲν Τρωικοὶ, καθὰ καὶ ὁ Γεωγράφος φησὶν, οἱ δὲ πρὸς τῇ Καρίᾳ. Ἄδηλον δὲ πότεροι τοὺς ἑτέρους ἀπῴκισαν. Οὕτω δέ φησιν ὁ Γεωγράφος καὶ ἐπὶ τῶν Κιλίκων. Περὶ τούτων μέντοι ἀλλαχοῦ φησιν ὁ αὐτὸς Γεωγράφος, ὅτι Κίλικες οἱ ἐν Τροίᾳ μεταστάντες εἰς [368 M.] Συρίαν ἀπετέμοντο παρὰ τῶν Σύρων τὴν νῦν Κιλικίαν· Ἡρόδοτος δὲ τοὺς πρὸς τῇ Καρίᾳ Λυκίους ἐκ Κρήτης γενέσθαι ἱστορεῖ, λέγων καὶ ὅτι Τερμίλαι ἐκαλοῦντο, ἐπὶ δὲ Λύκου τοῦ Πανδίονος ἀνδρὸς Ἀθηναίου ἐκλήθησαν Λύκιοι. Εἶχον δέ ποτε τόξα κρανέϊνα, καὶ ὀϊστοὺς καλαμίνους ἀπτέρους, καὶ αἰγὸς δέρματα περὶ τοὺς ὤμους, καὶ περὶ ταῖς κεφαλαῖς πίλους ἐστεφανωμένους πτεροῖς. § 858-860. Ὅτι τὸ τῶν Πισιδέων πεδίον, οὓς καὶ Σολύμους τινές φασι, λιπαρὸν λέγει, ὧν πόλις καὶ ἡ Σέλγη, ἣν καὶ κτίσμα λέγει λαοῦ Ἀμυκλαίων καὶ μεγαλώνυμον καλεῖ. Φασὶ γὰρ δισμυρίανδρον τὴν πόλιν ταύτην γενέσθαι ποτέ. Ἀπὸ Πισίδου δέ τινος ὀνομασθῆναι λέγονται οἱ Πισίδαι, δι᾽ ἑνὸς ς ἐκφερόμενοι, καὶ ποτὲ μὲν ἐν συστολῇ, ποτὲ δὲ ἐν ἐκτάσει τὴν ἄρχουσαν ἔχοντες. Λέγεται δὲ ὑπὸ Κάλχαντος πρότερον ἡ Σέλγη κτισθῆναι, εἶτα ὑπὸ Λακεδαιμονίων. Ἀξιολογώτατοι δὲ Πισιδέων οἱ Σελγεῖς, καὶ δι᾽ ἐρυμνότητα τῆς πόλεως οὐδέποτε ὑπ᾽ ἄλλοις γενόμενοι, Ἀλεξάνδρῳ δὲ πρεσβευσάμενοι, καὶ κατὰ φιλίαν εἰπόντες δέχεσθαι τὰ προστάγματα. Ἱστορεῖται δὲ καὶ πάνυ ποτὲ τὴν πόλιν ταύτην εὐνομηθῆναι, Λακώνων, ὡς εἴρηται, μετοικησάντων εἰς αὐτήν· ὅθεν καὶ ἀσελγεῖς φασι κατὰ στέρησιν καλεῖσθαι τοὺς αἰσχροὺς καὶ οὐ ζῶντας εὐνόμως μηδὲ ἐοικότας τοῖς Σελγεῦσι κατὰ ἤθους χρηστότητα. Καίτοι ἄλλοι τὸ ἀνάπαλιν φαυλοτάτους τοὺς ἐκεῖ ἱστοροῦσιν, ὅθεν κατ᾽ ἐπίτασιν λέγεσθαι τὴν ἀσέλγειαν ἐπὶ τῶν οὐ καθαρῶς ζώντων, ἀλλὰ τοῖς Σελγεῦσιν ἐοικότων. Κρείττων δὲ ἡ πρώτη ἐπιβολὴ τῆς ἐτυμότητος· τάχα γὰρ οὐκ ἂν ὁ Διονύσιος μεγαλώνυμον εἶπε τὴν Σέλγην, εἰ φαύλους τοὺς πολίτας ἔτρεφεν. § 859. Ὅτι πόλεις Πισιδέων καὶ ἡ Λύρβη καὶ ἡ Τερμησσὸς ὑπερκειμένη τῆς Κιβύρης, μεγίστης διοικήσεως· ἔνθα ἴδιόν φησιν ὁ Γεωγράφος τὸν σίδηρον ῥᾳδίως τορεύεσθαι. Ταύτην τινὲς διὰ τοῦ λ γράφουσι Τελμησσὸν, καὶ λέγουσιν ὅτι Τελμησσὸς ἡ πόλις πλεονασμὸν ἔπαθεν ἐπεντεθέντος τοῦ λ· ἐκλήθη γὰρ ἀπὸ Τεμησσοῦ τοῦ Ἀπόλλωνος, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν. Σημείωσαι δὲ ὅτι κρείττων ἡ διὰ τοῦ ρ προεκτεθεῖσα γραφή. Φέρεται γὰρ ἐν τοῖς Ἐθνικοῖς, τὴν μὲν διὰ τοῦ λ Τελμησσὸν πόλιν εἶναι τῆς Καρίας ἢ Λυκίας, τὴν δὲ Τερμησσὸν τῆς Πισιδίας. Λέγει δὲ καὶ ὁ Γεωγράφος· Τελμησσὸς πολίχνη Λυκίων, καὶ Τελμησσὶς ἄκρα. Εἶτα ὁ Ἀντίκραγος. Αὕτη δὲ ἡ Τερμησσὸς καὶ μείζων λέγεται, πρὸς ἀντιδιαστολὴν ἑτέρας ἀποίκου αὐτῆς, καλουμένης μικρᾶς Τερμησσοῦ. § 861. Ὅτι μετὰ τὰς Πισιδέων πόλεις πρὸς αὐγὰς ἡ τοῦ Ἰσσικοῦ ἤτοι τοῦ Παμφυλίου πελάγους ἐστὶ καμπὴ [369 M.] σκολιουμένη, ὡς καὶ ἀλλαχοῦ προείρηται, καὶ οἷον περίδρομος ἐπὶ πολὺ ἔσω βαίνουσα, οὐκ ἀρνουμένη > ἀρνυμένη δὲ οὐδὲ τὸν Εὔξεινον, ὡς οἱ παλαιοὶ γράφουσιν, ἀλλὰ πρὸς αὐτὸν ἐν τῷ κάμπτεσθαι νεύουσα· διὸ καὶ ὥσπερ ὁ Ὑρκάνιος, οὕτω καὶ αὐτὸς ὁ Παμφύλιος γείτων τοῦ Εὐξείνου λέγεται, καίτοι ἄλλως ἐπὶ μακρὸν ἀφεστηκώς. Ἰστέον δὲ ὅτι μακρὸς ἐπὶ ἀνατολὴν περισυρόμενος τὴν τῶν Κιλίκων γῆν ὁ Ἰσσικὸς οὗτος κόλπος, καὶ προκείμενον ἔχων ἔγγιστα τὸν Ταῦρον τὸ ὄρος ἀποτελεῖ τὰ κατὰ τὸν Διονύσιον λεγόμενα τῆς Ἀσίας στενά. Ταῦτα δὲ λέγεται ἀνοῖξαι Ἀλέξανδρος εἰς εὐρυχωρίαν τῷ στρατῷ παράγων ἐκεῖ, κάλλιόν τι καινοτομήσας αὐτὸς καὶ τῆς περὶ τὸν Ἄθω Ξερξικῆς ἀλαζονείας πάνυ τι χρησιμώτερον. Ἀρριανὸς δὲ λέγει καὶ εὐτυχῆσαι τηνικαῦτα τὸν Ἀλέξανδρον· ἄλλως γὰρ μὴ οὔσης ὁδοῦ ἐν τῇ κατὰ Φασήλιδα θαλάσσῃ, ὅτι μὴ τῶν ἀπ᾽ ἄρκτου ἀνέμων πνεόντων· εἰ γὰρ νότοι κατέχοιεν, ἄπορόν ἐστι διὰ τοῦ αἰγιαλοῦ διελθεῖν· Ἀλεξάνδρῳ σκληροὶ βορέαι ἐπιπνεύσαντες οὐκ ἄνευ τοῦ θείου εὐμαρῆ τὴν ὁδὸν παρέσχον. Λέγεται δὲ καὶ κατὰ τὴν Περσίδα πολλὰ εἶναι στενὰ, ἃ βίᾳ μὲν διῆλθε δ᾽ ὅμως ὁ Μακεδὼν Ἀλέξανδρος, ἄλλα τὲ σπεύδων καὶ τὰ γαζοφυλάκια δὲ κατασχεῖν, ἃ πολλοῖς χρόνοις ἐξεπεπλήρωτο. Περὶ δὲ τῶν τῆς Ἀσίας στενῶν εἴρηταί τι καὶ ἐν τοῖς πρὸ μικροῦ ῥηθεῖσι περὶ Φασήλιδος. § 867-873. Ὅτι ὁ Παμφύλιος, ὁ καὶ Ἰσσικὸς, κόλπος τὴν Κιλίκων γῆν, ὡς εἴρηται, περισύρεται, καὶ ὅτι εἰς αὐτὸν ὁ Πύραμος τὲ ποταμὸς εἰσβάλλει καὶ ὁ Πίναρος καὶ Κύδνος ὁ ἀπὸ τοῦ Ταύρου ὄρους τοῦ ὑπερκειμένου τῆς Ταρσοῦ ῥέων σκολιὸς καὶ μέσην τὴν Ταρσὸν διϊών· περὶ οὗ καὶ κατωτέρω ῥηθήσεται. Ψυχρὸν δέ φασι καὶ ταχὺ τὸ ῥεῦμα τοῦ Κύδνου, καὶ ἐπικουρεῖ παχυνευροῦσι κτήνεσι καὶ ἀνθρώποις. Εἰς τοῦτον, ὡς καὶ Ἀρριανὸς ἱστορεῖ, ἔρριψεν ἑαυτὸν ἱδρῶν Ἀλέξανδρος καὶ καύματι ἐχόμενος, ἐπιθυμήσας τοῦ ὕδατος, ὁπηνίκα καὶ σπασμῷ ἐσχέθη καὶ θέρμαις ἰσχυραῖς καὶ ἀγρυπνίᾳ συνεχεῖ· ὅτε καὶ ἐκάθηρεν αὐτὸν Φίλιππος ὁ Ἀκαρνὰν ἰατρὸς, τῶν ἄλλων ἰατρῶν οὐκ οἰομένων εἶναι βιώσιμα. Ὁ δὲ Πύραμος σκολιός τε ῥέει, ὡς εἴρηται, καὶ καταπίπτων εἰς βαθεῖαν φάραγγα ψόφον προβάλλει βροντῇ παραπλήσιον, καὶ χοῦν δὲ πάνυ πολὺν, ὡς ὁ Γεωγράφος ἱστορεῖ, κατάγει ἐπὶ τὴν θάλασσαν. Διὸ καὶ χρησμὸς ἐξέπεσεν ἐν ὑπερβολῇ τοιοῦτος· Ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος εὐρυδίνης ἠϊόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται. Ἡ δὲ Ταρσὸς ἐν πεδίῳ μὲν ἵδρυται, Ἀργείων δέ ἐστι κτίσμα, πλανηθέντων ἐκεῖ κατὰ ζήτησιν Ἰοῦς τῆς τοῦ Ἰνάχου θυγατρός. Ἱστορεῖται δὲ ἐπιπολάσαι ποτὲ τῇ πόλει ταύτῃ πολλὴν εὐχέρειαν τοῦ ἀποσχεδιάζειν τοὺς ῥήτορας πρὸς τὴν δεδομένην ὑπόθεσιν, εὐπορῆσαι δὲ καὶ [370 M.] πολλῶν ἀνδρῶν ἐλλογίμων, καὶ ἄλλα πολλὰ σχεῖν ἀγαθά. Ὁ δὲ Διονύσιος ἐπαναλήψει καὶ ἐνταῦθα διὰ τὸ τοῦ τόπου ἔνδοξον χρησάμενος λέγει καὶ αἰτίαν δι᾽ ἣν ἡ τῶν Κιλίκων αὕτη πόλις οὕτω καλεῖται, ὅτι δηλονότι ὁμώνυμός ἐστι τῷ τοῦ Πηγάσου ταρσῷ, ἐκεῖ καταρρυέντος ἄνωθεν καὶ τὸν ἀναβάτην Βελλεροφόντην συγκατενεγκόντος, μελαγχολήσαντα πρὸς τῷ γήρᾳ, ὡς καὶ Ἀριστοτέλης ἱστορεῖ, καὶ πλανώμενον ἐκεῖ περὶ τὸ Ἀλήϊον πεδίον. Ὅτε γὰρ ἐς Διὸς ὁ Βελλεροφόντης ἀφικνεῖτο, ἐποχούμενος τῷ πτερῷ τῷ Πηγάσου, τότε καὶ ὁ Πήγασος κάτω ἠνέχθη χόλῳ Διὸς, καὶ ὁ ἱππεὺς συγκατηνέχθη· καὶ ὁ ἵππος αὐτοῦ ἐνταῦθα τὸν τοῦ ποδὸς ταρσὸν ἐπαφείς, ἐκεῖ γὰρ ὤκλασε, τῷ τόπῳ ἔλιπε τὸ ὄνομα. Ἄλλοι μέντοι τὸ ὄνομα τῆς πόλεως ὑπόμνημα τῆς τοῦ Βελλεροφόντου χωλείας εἶναί φασιν, ὡς τὸν τοῦ ποδὸς ταρσὸν ἐκεῖ χωλανθέντος, ὅτε τοῦ Πηγάσου κατέπεσεν. Οἱ δὲ Ταρσὸν κληθῆναί φασι τὴν πόλιν, διὰ τὸ μετὰ τὸν κατακλυσμὸν ἢ μετὰ τὴν πρώτην τῶν ὑδάτων σύστασιν, προχωρούντων τῶν ῥευμάτων εἰς τὴν θάλασσαν, τὰ ἐκεῖ ἀναξηρανθῆναι πρῶτον Ταυρικὰ ὄρη· διὸ καὶ τὴν πόλιν Τερσίαν τότε κληθῆναι, ὡς ἀπὸ τοῦ τέρσω τὸ ξηραίνω, ὕστερον δὲ Ταρσόν. Ἐρατοσθένης δέ φησι τὴν κλῆσιν τῇ πόλει εἶναι ἀπὸ Διὸς Τερσίου τοῖς ἐκεῖ καλουμένου. Οἱ δέ φασι Τερσὸν ταπρῶτα διὰ τοῦ ε στοιχείου ὀνομασθῆναι τὴν πόλιν, διὰ τὸ τοὺς ἐκεῖ πρώτους συναγαγόντας καρπὸν χλωρὸν τερσῆναι, ὃ ἔστι ξηρᾶναι, καὶ εἰς χειμῶνος ἀποθέσθαι τροφήν. Ἐκεῖ δέ πού φασιν εἶναι καὶ τὸ Ἀλήιον πεδίον, οὗ καὶ Ὅμηρος μέμνηται, ἐν ᾧ μετὰ τὴν κατάπτωσιν, ὡς ἐρρέθη, ἐπλανᾶτο Βελλεροφόντης, τοῦ τε Πηγάσου καταπεσὼν καὶ τῶν φρενῶν ἐκπεσὼν, ὅθεν καὶ μονώτην εἵλετο βίον, ἀνθρώπων ἀπάνευθε περὶ τὸ πεδίον ἀλώμενος, ἤγουν πλανώμενος, ὅπερ ἐκ τῆς τοιαύτης αὐτοῦ ἄλης, ὃ ἔστι πλάνης, ἐτυμολογηθὲν, ὡς καὶ Ὁμήρω φαίνεται δοκεῖν, ἐκκλήθη Ἀλήιον· ἢ ἀπό τινος πόλεως καλουμένης Ἄλης, ὥς τινες λέγουσιν, ἢ παρὰ τὸ στερεῖσθαι ληίων. Ἔστι δὲ, φασὶ, τὸ πεδίον τοῦτο μεταξὺ Κύδνου ποταμοῦ καὶ Πινάρου. Τὸν δὲ μνημονευθέντα Πίναρον πλωτόν τέ φασιν εἶναι ἐκ μέσου πεδίου ἀνιόντα καὶ οὕτω βιαίως τοῦ βυθοῦ ἐξανατέλλειν, ὥστε τῷ καθιέντι ἀκόντιον εἰς τὸ τῆς γῆς βάθος ἀντιπράττειν τὸ ὕδωρ, καὶ μόλις τὸ καθιέμενον βαπτίζεσθαι. Διττὴ δὲ ἡ γραφὴ τοῦ Ταρσοῦ, διά τε τοῦ ε, ὡς προερρέθη, ἀπὸ τοῦ τέρσω καὶ διὰ τοῦ α ἀπὸ τοῦ ἔταρσον δευτέρου ἀορίστου. Λέγεται δὲ ταρσὸς καὶ ἐπὶ πτέρυγος ὀρνέων, [371 M.] καὶ ἐπὶ εἰρεσίας τριήρεων. Καὶ ὁ τῶν τυροποιούντων δὲ καλαθίσκος ταρσὸς καλεῖται καὶ ἀπ᾽ αὐτοῦ ταρρός ὡς πυρρός πυρσός. Ἄποικος δὲ Ἀργείων ἡ Ταρσὸς, κτίσμα Σαρδαναπάλου, ὃν καὶ ἐν αὐτῇ τεθάφθαι φασί τινες. § 872. Ὅτι ἐὰν καὶ νῶτα γῆς, ὥσπερ καὶ θαλάσσης, οἱ ῥήτορες λέγουσι, δηλοῦντες τὴν αὐτῆς ἐπιφάνειαν, ἀλλ᾽ αὖθίς ποτε καὶ ὑπτίαν αὐτὴν κεῖσθαί φασιν, ὅτε περὶ πεδιάδων λέγουσι. Δῆλον δὲ ὅτι καὶ λαγόνας γῆς καὶ κενεῶνάς φασιν, ὅτε μὴ τὸ φαινόμενον αὐτῆς ἀλλὰ καὶ τὸ ἐν βάθει δηλῶσαι βούλονται. § 874. Ὅτι Κίλικες τὸ ἔθνος, καθά φησιν Ἀρριανὸς, ἀπὸ Κίλικος τοῦ Ἀγήνορος, ὃς ἐκ Φοινίκης κατὰ ζήτησιν Εὐρώπης σταλεὶς καὶ πολλὴν γῆν πλανηθεὶς οὐδενὶ μὲν ἴχνει τῆς παιδὸς ἐνέτυχε, τὴν δὲ πολλὴν τῆς Κιλίκων γῆς κατασχὼν ἀφ᾽ ἑαυτοῦ τὴν ἐπωνυμίαν τῇ χώρᾳ δέδωκεν. Ἡρόδοτος δὲ λέγει ὅτι πρὸ τούτου Ὑπαχαιοὶ ἐκαλοῦντο οἱ Κίλικες. Πειρατικοὶ δὲ οἱ Κίλικες, οἳ καὶ τῷ κατὰ Σαμοθρᾴκην ἱερῷ ποτε προσπεσόντες τάλαντα πλείω χιλίων ἀπήνεγκαν. Ὁ δὲ Γεωγράφος φησὶν, ὅτι Κιλικία ἡ μὲν τραχεῖα, ᾗ ἡ παραλία στενὴ μέχρι καὶ περὶ Ἰσαυρίαν καὶ Πισιδίαν, καὶ οἱ αὐτὴν οἰκοῦντες Τραχειῶται λέγονται, ἡ δὲ πεδιὰς ἀπό τε Σόλων καὶ Ταρσοῦ μέχρι καὶ Ἰσσοῦ. § 875a. Ὅτι πολλαὶ πόλεις Κιλίκων, αἱ μὲν ἐν ἠπείρῳ, αἱ δὲ ἀγχίαλοι· ὧν μία καὶ ἡ Ἀγχιάλη, Ἀγχιάλης κτίσμα τῆς Ἰαπετοῦ θυγατρὸς, ὅπου καὶ ποταμὸς Ἀγχιαλεύς. Ταύτης τῆς Ἀγχιάλης υἱὸς Κύδνος, ἀφ᾽ οὗ Κύδνος ὁ ἐν Ταρσῷ ποταμὸς, οὗ αἱ ἐκβολαὶ μετὰ τὴν Ἀγχιάλην πόλιν. Τινὲς δὲ Σαρδαναπάλου κτίσμα καὶ αὐτὴν τὴν Ἀγχιάλην φασὶν, ἐπιγράφοντες ὅτι Σαρδανάπαλος Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἐν ἡμέρᾳ μιᾷ. Ὁ δὲ Διονύσιος Ἀγχιάλειαν ταύτην λέγει, ὡς καὶ ὁ Γεωγράφος τὴν Θεσσαλονίκην Θεσσαλονίκειαν. Ἔστι δὲ καὶ Θρᾳκικὴ Ἀγχιάλη κατὰ τὸν Γεωγράφον. § 875b. Ὅτι Κιλίκων ἐστὶ πόλις καὶ ἡ Λυρνησσὸς, ἄλλη παρὰ τὴν Τρωϊκὴν, καὶ ἡ Μαλλὸς, ἐφ᾽ ὕψους μὲν κειμένη, κληθεῖσα δὲ οὕτως ἀπό τινος Μάλλου κτίσαντος αὐτήν, ἢ ἀπὸ μαλλῶν, ἤγουν στεμμάτων, ἃ κόρακος ἁρπάσαντός ποθεν καὶ καταθέντος ἐνταῦθα, ἐκτίσθη ἡ πόλις κατὰ χρησμὸν ὑπὸ Μόψου καὶ Ἀμφιλόχου τῶν ὑμνουμένων μάντεων, οἳ καὶ Μαλλὸν ἐκάλεσαν τὴν πόλιν ἐκ τῶν τοιούτων μαλλῶν. Ἰστέον δὲ ὅτι ἔστι καὶ ἔθνος μαχιμώτατον Ἰνδικὸν οἱ Μαλλοὶ πληθυντικῶς, ἔνθα παρὰ βραχὺ ἐκινδύνευσεν ἂν εἰς ζωὴν ὁ μέγας Ἀλέξανδρος. § 875c. Ὅτι πόλις Κιλικίας καὶ οἱ Σόλοι, ἡ νῦν Πομπηιούπολις. [372 M.] Λέγονται δὲ Σόλοι κατά τινας ἀπὸ Σόλωνος. Οἱ δὲ Ἀχαιῶν καὶ Ῥοδίων κτίσμα τὴν πόλιν φασί. Τούτων οἱ πολῖται οὐ Σόλιοι, ἀλλὰ Σολεῖς. Φασὶ δὲ καὶ τὸν σολοικισμὸν ἐντεῦθεν λαβεῖν τὴν ἀρχὴν, ὡς ἀνδρῶν ποτε Ἀττικῶν οἰκησάντων ἐκεῖ, καὶ τὴν εὐγενῆ παρακοπέντων Ἀττικὴν γλῶτταν, καὶ ἐξαγροικισθέντων διὰ τὸν ἐν Σόλοις οἰκισμόν· ὅθεν καὶ πάντας τοὺς τοιούτους σολοίκους λέγεσθαι, ὃ ἔστι βαρβάρους, κατὰ τοὺς ἐν Σόλοις οἰκήσαντας. Εἰσὶ δὲ Σόλοι καὶ περὶ Κύπρον, ὧν οἱ πολῖται Σόλιοι λέγονται. § 877-880. Ὅτι μετὰ τὴν Κιλικίαν ἡ Κομμαγηνὴ Καππαδοκία ἐστὶ, ναὶ μὴν καὶ ἡ περὶ τὴν στρεπτικὴν θῖνα τοῦ Ἰσσικοῦ κόλπου Συρία, τουτέστιν ἡ Φοινίκη, ἡ διήκουσα ἄχρι καὶ τοῦ Κασίου ὄρους, ὅπερ ὄρος καὶ ἀγχίαλόν φησι καὶ βαθύκρημνον, περὶ ὃ ἡ τοῦ Ἰσσικοῦ κόλπου περιφέρεια εἰς δύσιν ἐστραμμένη παύεται τοῖς ἐκ τῶν βορείων δηλαδὴ ἕως ἐπὶ τὰ ἐκεῖσε ἥκουσιν. Ἰστέον δὲ ὅτι τὴν Κομμαγηνὴν Κομμαγεηνὴν λέγει κατὰ πλεονασμὸν τοῦ ε, διὰ μέτρου ὀρθότητα. Σημείωσαι δὲ ὅτι περὶ τὴν Κομμαγηνὴν Καππαδοκίαν καὶ ἡ Μελιτηνὴ κεῖται, καὶ τὸ λεγόμενον Ἀμανὸν ὄρος. Τοῦ Ταύρου δὲ κόμμα καὶ αὐτό. Κἀκεῖνο δὲ σημείωσαι, ὅτι ἀξιόλογος ἡ Κομμαγεηνὴ χώρα, ὅπουγέ τινες εἰς πέντε διαιροῦντες τὴν ὅλην Συρίαν μέρη αὐτῆς ἐτίθεντο τὴν Κομμαγεηνὴν καὶ τὴν Σελευκίδα καὶ τὴν κοίλην Συρίαν, καὶ τελευταῖον τὴν παραλίαν Φοινίκην, καὶ τὴν Ἰουδαίαν ἐν μεσογαίῳ. Asia del Sur (DP 881-1165) § 882. Ὅτι τὰς χώρας γαίας λέγει ἐν τῷ γαιάων Ἀσίης· καὶ παρακατιών φησι γαῖαν ἑκάστην, ἤτοι χώραν. [373 M.] Οὕτω δὲ ποιεῖ καὶ Ὅμηρος ἐν τῷ οὐδέ τις ἐφαίνετο γαιάων. Αὐτὴ μέντοι ἡ γῆ τὸ στοιχεῖον οὐ πληθύνεται διὰ τὸ μοναδικόν. § 882-886. Ὅτι ἐπιστρέφων τὸν ἀκροατὴν εἰς προσοχὴν λέγει· ὁ δὲ λόγος ἔστω σοι ἐν φρεσὶ, μηδ᾽ ἀνέμοις φορέοιτο, καὶ οἷον ἀνεμώλιος εἴη, καὶ ὑπὸ ἁρπυίαις γένοιτο ἡ τῶν πονηθέντων ἔργων χάρις. Εἶτα ἐπάγει καὶ ὧδε τὸ χρήσιμον τοῦ προσέχειν τῇ περιηγήσει, τὸ ἔχειν δηλαδὴ τὸν ἀκροατὴν ἐπιστημόνως καὶ ἄλλοις ἀγορεύειν ποταμοὺς πολίων τὲ θέσιν καὶ γαῖαν ἑκάστην· ἐφ᾽ οἷς ἑαυτὸν συνιστῶν κατὰ ἰδέαν λαμπρότητος ὡς εὖ περιηγούμενόν φησιν, ὅτι οὐκ ἄν τις ἔμοιγε ὡς ψευδομένῳ ἐπιμωμήσεται. § 889. Ὅτι τὸ ἐν ἀρχῇ λόγου καὶ πρὸ ὀλίγου ἐν πρώτοις λέγει· φησὶ γοῦν οἶσθα ἐμοῦ ἐν πρώτοις ἀκούσας. § 891. Ὅτι πλευρὰν εἰπὼν θηλυκῶς καὶ πλευρὸν οὐδετέρως, λέγει καὶ πέζαν τὴν αὐτὴν πλευρὰν, ἀπορῶν ἑτέρου καιρίου ὀνόματος· τὴν δ᾽ αὐτὴν καὶ κρηπῖδα ἔφη ἐν τοῖς πρὸ τούτου. Ἔστι δὲ πλευρὰ γραμμὴ ἐν σχήματι ἀγώνιος. Siria y Fenicia (DP 897-922) § 897-902. Ὅτι τὴν Κοίλην Συρίαν ἐπώνυμον οὕτω καλεῖσθαί φησι, τουτέστι Κοίλην φερωνύμως λέγεσθαι, διότι αὐτὴν μέσην καὶ χθαμαλὴν κειμένην ἔχουσιν ὄρη μεγάλα δύο, τό τε ἑσπέριον Κάσιον πρὸς τῇ Θαλάσσῃ κείμενον καὶ ὁ ἠῶος Λίβανος, ὑφ᾽ ὧν περιέχεται. Οὕτω καὶ Ὅμηρος τὴν Λακεδαίμονα κοίλην λέγει διὰ τὸ περιειλῆφθαι κυκλόθεν ὄρεσιν. Ὁ μέντοι Γεωγράφος οὕτω φησί· Λίβανος καὶ Ἀντιλίβανος ὄρη δύο ὡς ἂν παράλληλα, ποιοῦντα τὴν Κοίλην καλουμένην Συρίαν, τελευτῶντα ἐγγὺς τῶν Ἀραβικῶν ὀρῶν τῶν ὑπὲρ τῆς Δαμασκηνῆς χώρας εἰς ἄλλα ὄρη γεώλοφα καὶ καλλίκαρπα, μικρὸν ὕπερθεν τῆς θαλάσσης ἀρχόμενα, Λίβανος μὲν τῆς κατὰ Τρίπολιν, Ἀντιλίβανος δὲ τῆς κατὰ Σιδῶνα. Καὶ ὁ μὲν Γεωγράφος ταῦτα. Ὁ δὲ Διονύσιος τὴν Κοίλην Συρίαν καὶ πολύπολιν λέγει καὶ πολλοὺς καὶ ὀλβίους ἄνδρας ἔχουσαν. Καὶ χρᾶται ἐπαναλήψει καὶ ἐπ᾽ αὐτῆς εἰπών ἐς νότον ἕρπει, ἐς νότον ἀντολίην τε. Ὁ δὲ Γεωγράφος λέγει καὶ ὅτι πᾶσα ἡ ὑπὲρ Σελευκίδα ἐπὶ Αἴγυπτον καὶ Ἀραβίαν ἀνίσχουσα χώρα Κοίλη Συρία λέγεται, ἰδίως δὲ ἡ τῷ Λιβάνῳ καὶ Ἀντιλιβάνῳ ἀφωρισμένη. Συρία δὲ ἀπὸ Σύρου κέκληται· φασὶ γὰρ ὅτι Λιβύης υἱὸς ὁ Ἀγήνωρ, οὗ καὶ Τυροῦς Φοῖνιξ καὶ Σύρος καὶ Κίλιξ, ἀφ᾽ ὧν αἱ χῶραι, καὶ Κάδμος, οὗπερ ἡ Καδμεία ἐπώνυμος. § 905-906. Ὅτι τῆς Κοίλης Συρίας οἱ μὲν ἐπ᾽ ἠπείρῳ, ἤγουν οἱ ἠπειρωτικοὶ, αὐτὸ τοῦτο Σύριοι, τουτέστι [374 M.] Σύροι καλοῦνται, οἱ δὲ περὶ θάλασσαν, Σύροι ὄντες καὶ αὐτοὶ, ὅμως καὶ Φοίνικές εἰσι τὴν ἐπωνυμίαν, γένος Ἐρυθραῖοι. Λέγει δὲ καὶ Ἡρόδοτος τούτους ἐκ τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης ὑπερβάντας οἰκεῖν τῆς Συρίας τὰ περὶ θάλασσαν, καὶ τοῦτο τὸ χωρίον μέχρι Αἰγύπτου Παλαιστίνην καλεῖσθαι· ὅθεν δοκοῦσιν, ὡς καὶ ὁ Διονύσιος παραδηλοῖ, ἐπωνύμως ἤτοι φερωνύμως οὕτω λέγεσθαι, ὡς ταὐτὸν ὂν Φοίνικας τὲ καὶ Ἐρυθραίους εἰπεῖν, ὥσπερ καὶ φοινικοῦν χρῶμα καὶ ἐρυθρόν. Καὶ μὴν ἄλλοι Φοίνικας αὐτοὺς καλεῖσθαί φασιν ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος, ὡς εἴρηται ἤδη. Λέγεται δὲ κατὰ τοὺς παλαιοὺς Φοινίκη πᾶσα ἡ ἀπὸ Ὀρθωσίας μέχρι Πηλουσίου παραλία στενὴ καὶ ἁλιτενής. Ἰστέον δὲ ὅτι ἡ Κοίλη Συρία πρὸς ἀντιδιαστολὴν ἑτέρας λέγεται· διὸ καὶ ἐν τοῖς ἑξῆς ὁ Διονύσιος ἐρεῖ, ὅτι τὴν Κοίλην Συρίαν διαδέχεται ἡ ἑτέρα Συρία ἑλκομένη μέχρι Σινώπης, ὅπου, ὡς προγέγραπται, τοὺς Ἀσσυρίους εἶναί φασιν. Ὅρα δὲ ὅτι ὥσπερ τοὺς τῆς Φρυγίας κατοίκους οὐ μόνον Φρύγας, ἀλλὰ καὶ Φρυγίους ἄνδρας φαμὲν, ὅθεν καὶ ἄστυ Φρύγιον, καὶ τοὺς ἐν Λυδίᾳ Λυδοὺς καὶ Λυδίους, καὶ τοὺς ἐν Ἀραβίᾳ Ἄραβας καὶ Ἀραβίους, οὕτω καὶ τοὺς τῆς Συρίας Σύρους τὲ καὶ Συρίους λέγομεν. Τοῦ δὲ Σύρος ἐστὶ καὶ θηλυκὸν εἰς ρα· λέγεται γὰρ καὶ ἡ Σύρα γλῶσσα. § 907. Ὅτι Φοίνικες πρῶτοι νηυσὶν ἐπειρήσαντο θαλάσσης, καθὰ δηλοῖ καὶ Ὅμηρος ναυτικωτάτους αὐτοὺς ἱστορῶν, πρῶτοι δὲ τῆς κατὰ θάλασσαν ἐμπορίας ἐμνήσαντο, καὶ βαθὺν οὐρανίων ἀστέρων πόρον ἐφράσαντο· οὐχ ὅτι αὐτοὶ τὸν οὐρανὸν πόλοις, ὃ ἔστι κύκλοις, ἔτεμον, τοῦτο γὰρ Αἰγυπτίων εὕρεμα, ὡς προείρηται, δι᾽ ἀστρονομίαν, ἀλλ᾽ ὅτι τοῖς ἠστροθετημένοις ἤδη καὶ παρ᾽ Αἰγυπτίων ἠστρολογημένοις προσέσχον δι᾽ ἐμπορίαν οἱ Φοίνικες. Ναυτικώτατοι δὲ Φοινίκων Σιδώνιοι. Ὁ δὲ Γεωγράφος οὕτω περὶ τούτων φησίν. Ὥσπερ Αἰγυπτίων εὕρεμα ἡ γεωμετρία ἐκ τῆς χωρομετρίας, ἣν ὁ Νεῖλος ἐργάζεται συγχέων τοὺς τῆς γῆς ὅρους ἐν ταῖς ἀναβάσεσιν, οὕτως ἐκ Φοινίκων εἰς Ἕλληνας ἡ ἀστρονομία ἥκειν πεπίστευται καὶ ἡ ἀριθμητική· φιλόσοφοι γὰρ περὶ ἀστρονομίαν καὶ ἀριθμητικὴν οἱ Σιδώνιοι ὡς ἐμπορικοὶ καὶ ναύκληροι, ἀπὸ λογιστικῆς καὶ νυκτιπλοίας ἀρξάμενοι, τουτέστιν ὡς λογαριάζοντες μὲν τοὺς φόρτους, ἄστροις δὲ σημαινόμενοι τὸν ἐν νυκτὶ πλοῦν ἀρχὴν ἐντεῦθεν ἔσχον εἰς ἀστρονομίαν καὶ ἀριθμητικήν. Ἀρριανὸς δὲ ἐν τοῖς περὶ Ἀλεξάνδρου φησὶν ὅτι Φοίνικες μὲν πρὸς τὴν ὀλίγην ἄρκτον μελετῶσι τὰς πορείας, οἱ δὲ ἄλλοι ἄνθρωποι πρὸς τὴν μείζω. Λέγει [375 M.] δὲ ἐκεῖνος ὀλίγην μὲν τὴν Κυνόσουραν, μεγάλην δὲ τὴν Ἑλίκην, ἀφ᾽ ἧς καὶ οἱ Ἀχαιοὶ ἑλίκωπες, ὥς τινες οἴονται. Ἡρόδοτος δὲ στοχάζεται καὶ τὰ γράμματα μὴ ὄντα πρὸς τοῖς Ἕλλησιν ἐκεῖθεν παραδοθῆναι ὑπὸ τῶν μετὰ Κάδμου εἰς τὴν Ἑλλάδα ἐλθόντων Φοινίκων, ὅθεν καὶ Φοινίκια καλεῖσθαι. § 910a. Ὅτι πόλις Φοινίκης Ἰόπη, κληθεῖσα οὕτως ἢ ἀπὸ τῆς Ἰοῦς ἢ ἀπὸ Ἰόπης, θυγατρὸς μὲν Αἰόλου, γυναικὸς δὲ Κηφέως, ἀφ᾽ οὗ καὶ Κηφῆνες οἱ Αἰθίοπες. § 910b. Ὅτι Γάζα πάλαι μὲν Φοινίκης, νῦν δὲ Παλαιστίνης. Ἐκλήθη δέ ποτε καὶ Ἄζα, ἢ ἀπὸ Ἄζωνος υἱοῦ Ἡρακλέος, ἢ ὅτι Ζεὺς κτίσας αὐτὴν ἀπέλιπεν αὐτόθι τὴν ἑαυτοῦ γάζαν· καλοῦσι δὲ οὕτως οἱ Πέρσαι τὰ χρήματα. § 910c. Ὅτι Ἐλαῒς πόλις Φοινίκης οὕτω λέγεται διὰ τὸ ἐλαιοφόρος εἶναι. § 911. Ὅτι νῆσός ποτε ἦν ἡ Τύρος, ὡς καὶ Ἀρριανὸς λέγει· Τύρος ἡ τότε ἔτι νῆσος. Ὠνόμασται δὲ ἀπὸ Τύρου τοῦ Φοίνικος, ἢ ἀπὸ γυναικὸς Τυροῦς, ἧς καὶ Ἀγήνορος ἡ Εὐρώπη, ἧς ἡ χώρα ἐπώνυμος. Συνῆπται δὲ ἡ Τύρος χώματι πρὸς τὴν ἤπειρον, ὃ κατεσκεύασε πολιορκῶν Ἀλέξανδρος, ὅτε κατὰ ἐνύπνιον Σάτυρος ὁραθεὶς ἐχρηστηρίασε τῷ βασιλεῖ κατὰ ὀνείρου λοξότητα, ὅτι σὰ Τύρος, τουτέστι σὴ Δωρικῶς, καὶ ὑπὸ τὴν σὴν ἐξουσίαν ἔσται ἡ Τύρος. Τιμῶσι δὲ τὸν Ἡρακλέα ὑπερβαλλόντως οἱ Τύριοι, καί εἰσι πολύτεχνοι καὶ κατὰ τοὺς Σιδωνίους καλλίτεχνοι. Ἔστι δὲ, φασὶ, καὶ πορφύρα καλλίστη ἡ Τυρία. Ὁ δὲ Γεωγράφος φησὶ καὶ ὅτι μεγίστη ἐστὶ μετὰ Σιδῶνα ἡ Τύρος, καὶ ὅτι ἀρχαιοτάτη, καὶ δύο λιμένας ἔχει, τὸν μὲν κλειστὸν, τὸν δὲ ἀνειμένον, καὶ ὅτι πολυστέγους οἰκίας ἔχει, καὶ ὅτι σεισμοί ποτε γενόμενοι μικρὸν ἀπέλιπον τοῦ ἄρδην αὐτὴν ἀφανίσαι, καὶ ὅτι ἀτυχήσασα ἐν τῇ ὑπὸ τοῦ Ἀλεξάνδρου πολιορκίᾳ ὅμως ὕστερον ἑαυτὴν ἀνέλαβε διὰ τῆς ναυτιλίας, καθ᾽ ἣν ὑπερτεροῦσι πάντων οἱ Φοίνικες. Ἔστι δὲ καὶ περὶ τὸν Περσικὸν κόλπον νῆσος, ὥσπερ καὶ Ἄραδος. Λέγεται δὲ καὶ ὅτι ἱερὸν Ἡρακλέος ἐν τῇ Τύρῳ ἦν πλουσίως ἐσκευασμένον, καὶ στῆλαι δύο κατὰ τὸν Ἡρόδοτον, ἡ μὲν χρυσοῦ ἀπέφθου, ἡ δὲ σμαράγδου λίθου λάμποντος τὰς νύκτας. § 911-914. [376 M.] Ὅτι τὰς περὶ Φοινίκην πόλεις μετ᾽ ἐπιθέτων ἐκφράζει, οἷα εὐπόρως ἔχων τοῦ ὀνομάζειν· λέγει γὰρ Τύρον ὠγυγίην, Βηρυτὸν ἐρατεινὴν, Βύβλον ἀγχίαλον, Σιδῶνα ἀνθεμόεσσαν, Τρίπολιν λιπαράν. Περὶ μὲν οὖν τῆς Τύρου εἴρηται τὸ ἀρκοῦν. Ἡ δὲ Σιδὼν, περὶ ἣν χαρίεντα λέγει ποταμὸν ῥέειν τὸν Βοστρηνὸν, πολυτέχνους ἔχει πολίτας καὶ καλλιτέχνους. Ὅτι δὲ τοιοῦτοί εἰσιν οἱ Σιδώνιοι, δηλοῦσι καὶ οἱ παρὰ τῷ Ποιητῇ παμποίκιλοι πέπλοι, Σιδωνίων ἔργα γυναικῶν, καὶ ὁ τοῦ Εὔνεω κρατὴρ, ὃς κάλλει ἐνίκα πᾶσαν ἐπ᾽ αἶαν. Τούτους δὲ τοὺς Σιδωνίους ἀποίκους εἶναί τινές φασι Σιδωνίων τῶν ἐν τῷ Περσικῷ κόλπῳ, οἱ δὲ παλαιοὶ ἐναντιολογίας ἱστοριῶν αἰτιῶνται ἐνταῦθα. Οἱ μὲν γὰρ τοὺς καθ᾽ ἡμᾶς Φοίνικας τὲ καὶ Σιδωνίους ἀποίκους φασὶ τῶν πρὸς τῶν ὠκεανῷ Σιδωνίων τὲ καὶ Φοινίκων, προστιθέντες καὶ διὰ τί Φοίνικες λέγονται· διότι, φασὶ, καὶ ἡ θάλασσα ἐρυθρὰ, ὡς ταὐτὸν ὂν Φοίνικας εἰπεῖν καὶ ἐρυθρούς. Οἱ δὲ ἀνάπαλιν ἀποίκους ἐκείνους τούτων τῶν καθ᾽ ἡμᾶς ἱστόρησαν. Περὶ δὲ τῆς Σιδῶνος ταύτης τῆς περὶ τὴν Συριακὴν Φοινίκην φέρεται ἱστορία, ὅτι θυγάτηρ Ἰοῦς ἡ Λιβύη, ταύτης δὲ καὶ Ποσειδῶνος Ἀγήνωρ καὶ Βῆλος καὶ Ἐνυάλιος, Βήλου δὲ Σίδη καὶ Αἴγυπτος καὶ Δαναὸς, ὧν τῆς Σίδης μὲν παρώνυμος ἡ Σιδὼν, τοῦ Αἰγύπτου δὲ ὁμώνυμος ἡ χώρα, ἐκ Δαναοῦ δὲ οἱ Ἕλληνες Δαναοί. Προείρηται δέ που καὶ ὅτι ὁ Διονύσιος Ὁμήρῳ ἀκολουθῶν τῆς Σιδῶνος τὴν μὲν ἄρχουσαν ἐκτείνει, τὸ δὲ ο τῶν πλαγίων συστέλλει, κἂν οἱ ὕστερον αὐτὸ διφοροῦντες ἐκτείνωσιν. Ὅτι δὲ καὶ σοφοὶ τὰ εἰς ἀστρονομίαν καὶ ἀριθμητικὴν οἱ Σιδώνιοι ὡς ἐμπορικοὶ καὶ ναυκληρικοὶ, ἀνωτέρω εἴρηται· λέγεται δὲ καὶ ψάμμος ὑαλῖτις εἶναι τοῖς Σιδωνίοις ἐπιτηδεία εἰς χύσιν. Ἡ δὲ Βηρυτὸς κτίσμα ἐστὶ Κρόνου, ἐκ μικρᾶς μεγάλη γενομένη καὶ ἰσχυρά· διὸ καὶ οὕτως ἐκλήθη· βηρουτί γὰρ τὴν ἰσχὺν οἱ Φοίνικες λέγουσιν. Οἱ δέ φασι διὰ τὸ εὔϋδρον οὕτω κληθῆναι αὐτὴν, βήρ γὰρ παρὰ τοῖς ἐκεῖ τὸ φρέαρ καλεῖται· φασὶ δὲ αὐτὴν ὑπὸ τοῦ τυράννου Τρύφωνος κατασπασθεῖσαν ἀναληφθῆναι ὑπὸ Ῥωμαίων, ἤτοι ἀναστῆναι καὶ καινισθῆναι. Ὀξύνεται δὲ τὸ Βηρυτός ὡς τρισύλλαβον, καθὰ καὶ τὸ κωκυτός καὶ γωρυτός, καὶ μακρὸν ἔχει τὸ υ παρὰ Διονυσίῳ. Ἡ δὲ Βύβλος κτίσμα καὶ αὐτὴ Κρόνου, Ἀδώνιδος ἱερὰ, Κινύρου βασίλειον ἀρχαιότατον, ἀπὸ Βύβλου τινὸς στρατηγοῦ ἢ ἀπὸ Βύβλης γυναικὸς οὕτω κληθεῖσα, ἢ διὰ τὸ πάσης ἀρχαίας βίβλου κατὰ τοὺς παλαιοὺς τὴν [377 M.] φυλακὴν ἀσινέα ἐν αὐτῇ γενέσθαι, ἢ καὶ διότι Ἴσις τὸν Ὄσιριν κλαίουσα ἐκεῖ τὸ τῆς κεφαλῆς ἀπέθετο διάδημα ἐκ βύβλου ὂν Αἰγυπτίας. Φυτὸν δὲ ἡ βύβλος κατὰ τοὺς παλαιοὺς φυόμενον ἐν τοῖς Αἰγυπτιακοῖς ἔλεσι, ῥάβδος ψιλὴ, ὥς φασιν ἐκεῖνοι, ἐπ᾽ ἄκρῳ χαίτην ἔχουσα, φυομένη πολλὴ καὶ ἐν τοῖς κάτω μέρεσι τοῦ Δέλτα, ἧς κρείττων, φασὶν, ἡ λεγομένη ἱερατική. Τῆς δὲ βύβλου τὸ κάτω ὅσον ἐπὶ πῆχυν τρώγεται, ὥς φησιν Ἡρόδοτος, πνιγὲν μάλιστα ἐν κλιβάνῳ διαφανεῖ. Ζητητέον δὲ μή ποτε ἀπὸ τῆς τοιαύτης βύβλου, ὡς πεφυκυίας ὑφαίνεσθαι ἢ πλέκεσθαι ἢ ἄλλως πως συντίθεσθαι, καὶ αἱ τῶν γραμμάτων φύλακες πτύχες βύβλοι ἐλέγοντο, διὰ τὸ τυχὸν ἐκ τοῦ τοιούτου φυτοῦ τὰς τοιαύτας τότε κατασκευάζεσθαι, καὶ ἡ κλῆσις παρέμεινε καὶ εἰς ἡμᾶς, ἐναλλαγέντος τοῦ υ εἰς τὸ συγγενὲς δίχρονον. Ἐγίνετο δὲ καὶ πέδιλα ἐκ τοῦ φυτοῦ τῆς βύβλου· οἱ γοῦν Αἰγύπτιοι ἱερεῖς βύβλινα λέγονταί ποτε φορεῖν ὑποδήματα, καὶ πλοίων δὲ ναυπηγουμένων αἱ ἁρμονίαι βύβλῳ παρεβύοντο, καὶ ἱστία δὲ πλοίοις ἐγίνοντο βύβλινα, καὶ τὴν ἐν Ἀβύδῳ δὲ τοῦ Ξέρξου γέφυραν, ὡς Ἡρόδοτός φησιν, Φοίνικες μὲν λευκολίνῳ ἐγεφύρουν, Αἰγύπτιοι δὲ βύβλῳ. Αἴλιος δὲ Διονύσιος ἐν τοῖς περὶ Ἀττικῶν λέξεων ὑπογράφει σαφέστερον τὴν τοῦ φυτοῦ φύσιν τῆς βύβλου, ἔνθα περὶ φιλύρας φησὶν, ὅτι φυτὸν ἡ φιλύρα φλοιὸν ἔχον βύβλου, παπύρῳ ὅμοιον, ἐξ οὗ τοὺς στεφάνους πλέκουσι. Καὶ ταῦτα μὲν περὶ Βύβλου. Ἡ δὲ Τρίπολις, ᾗτινι συνεχὲς κεῖσθαι ἱστόρηται τὸ τοῦ Θεοῦ λεγόμενον Πρόσωπον, οὕτω καλεῖται διὰ τὸ ἔχειν ἀποικίαν ἐκ τριῶν πόλεων, Τύρου καὶ Σιδῶνος καὶ Ἀράδου, περὶ ἧς ἐν τοῖς περὶ νήσων εἴρηται. Εἰσὶ δὲ καὶ ἄλλαι Τριπόλεις διάφοροι. § 914. Ὅτι πόλεις Φοινίκων καὶ ἡ Ὀρθωσὶς καὶ ἡ Μάραθος. Ἰστέον δὲ ὅτι τὴν Ὀρθωσίδα Ὀρθωσίαν οὕτως ἄλλοι φασὶ, καὶ ἴσως χαίρων τῷ τοιούτῳ τύπῳ ὁ Διονύσιος ὥσπερ τὸν πορθμὸν εἶπε πορθμίδα, καὶ τὰς Ἀμαζόνας Ἀμαζονίδας, καὶ τὴν Ἀσίαν Ἀσίδα, καὶ τοὺς τῶν ὀρῶν κνημοὺς κνημῖδας, καὶ τὴν Κασπίαν Κασπίδα, οὕτω καὶ τὴν Ὀρθωσίαν Ὀρθωσίδα φησί. Μάραθος δὲ οὐ μόνον ἡ περὶ Φοινίκην αὕτη πόλις, περὶ ἣν καὶ ποταμὸς ῥέει Μαραθίας λεγόμενος, ἀλλὰ καὶ Εὐρωπαία ἑτέρα ἐν τῇ τῶν Ἀκαρνάνων γῇ, ἐξ ἧς ὁ μουσικὸς Διόδωρος. § 915. Ὅτι Λαοδίκεια ἡ τῆς Φοινίκης ἀπὸ Λαοδίκης ὠνόμασται, ἀδελφῆς Ἀντιόχου, ὡς μικρὸν κατωτέρω [378 M.] ῥηθήσεται· οἱ δὲ ἀπὸ Λαοδίκης φασὶ, μητρὸς ἢ θυγατρὸς Σελεύκου τοῦ Νικάτορος. Ἔστι δὲ καὶ ἑτέρα Λαοδίκεια Λυδίας, ἣν Ἀντίοχος ἔκτισε, παῖς Ἀντιόχου τοῦ τῆς Στρατονίκης, χρησμοῦ δοθέντος ἐν ὀνείροις τῇ γυναικὶ αὐτοῦ ποιῆσαι τοῦτο. Τὴν δὲ ἐν Φοινίκῃ Λαοδίκειαν Λευκὴν ἀκτὴν φασί ποτε κληθῆναι καὶ Ῥάμανθαν, διότι ποιμήν τις βληθεὶς κεραυνῷ ἀνεβόα ῥαμάνθας, τουτέστιν ἀφ᾽ ὕψους ὁ θεός· ῥαμάν γὰρ ἐγχωρίοις τὸ ὕψος, ἀθάν δὲ ὁ θεός. Διάφοροι δὲ Λαοδίκειαι, ὧν εὐοινοτάτη αὕτη ἡ Συριακή. Διφορεῖται δὲ ἡ πόλις αὕτη· καὶ γὰρ τετρασυλλάβως Λαοδίκη λέγεται, καὶ κατὰ παραγωγὴν Λαοδίκεια, ὡς Ἀπάμη Ἀπάμεια, Εὐρώπη Εὐρώπεια, καὶ ὅσα τοιαῦτα. § 916a. Ὅτι ὥσπερ παρὰ τῷ Ὁμήρῳ ἐν Ὀδυσσείᾳ τὸ ἐν τοῖς Φαίαξι Ποσιδήϊον διὰ τοῦ ι ἔχει τὴν τετάρτην ἀπὸ τοῦ τέλους, ἤγουν τὴν σι συλλαβὴν, οὕτω καὶ ἐνταῦθα παρὰ τῷ Διονυσίῳ λέγοντι περιφραστικῶς ὅτι Ποσιδήϊα ἔργα, ἤγουν Ποσιδήϊον, ἔστι περὶ τὰ ἐν Ἀντιοχείᾳ ἱερὰ τέμπεα, ὅ ἐστι περὶ τὰ τῆς Δάφνης ἀλσώδη δάση καὶ κοιλώματα, περὶ ἧς μετ᾽ ὀλίγον εἰρήσεται. Ποσίδειον δὲ λέγεται τετρασυλλάβως κατὰ τὸ ἐντελὲς τὸ τοῦ Ποσειδῶνος τέμενος, τὴν μὲν παραλήγουσαν ἔχον διὰ διφθόγγου, τῷ λόγῳ τῆς περιοχῆς, τὴν δὲ προπαραλήγουσαν διὰ τοῦ ι, τῇ ἀπελεύσει τοῦ τῆς διφθόγγου ἑνὸς στοιχείου, ᾧ λόγῳ καὶ Ὀππιανὸς τοῦ ἀλγινόεις ἀπισχνάνας τὴν δίφθογγον εἰς μονόφθογγον διὰ τοῦ ι γράφει, ὡς προερρέθη, τὴν προπαραλήγουσαν. Διαλυθὲν δὲ ἐκ τετρασυλλάβου τὸ τοιοῦτον ἐντελὲς Ποσίδειον εἰς πεντασυλλαβίαν γέγονε Ποσιδήϊον. Ἡ δὲ ῥηθεῖσα τῆς διφθόγγου συστολὴ, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη, καὶ ἐν ἄλλοις γέγονεν, ἐν οἷς καὶ ὁ λιμὸς ἀπὸ τοῦ λέλειμμαι, καὶ ἡ ἰδέα ἐκ τοῦ εἴδους, καὶ αἱ χιράδες αἱ τῶν χειρῶν ῥαγάδες, καὶ τὰ χίμετλα τὰ ἐν τῷ χειμῶνι ὡς ἐπὶ τὸ πολὺ γινόμενα ἀποκαύματα. § 916b. Ὅτι κατὰ τὴν ἱστορίαν ὑπέρκειται τῆς Ἀντιοχείας τεσσαράκοντα σταδίους ἡ ᾀδομένη Δάφνη, κατοικία μὲν μετρία, ἄλσος δὲ μέγα ἔχουσα συνηρεφὲς, οὗ κύκλος ὀγδοήκοντα σταδίων, διαρρεόμενον πηγαίοις ὕδασιν, ἔνθα ἐπανηγύριζον οἱ ἐγχώριοι· ὅπου καὶ τέμενος ἄσυλον. Ἀρριανὸς δὲ περὶ τούτων οὕτω γράφει· Ἐν Δάφνῃ τῇ πρὸς Ἀντιοχείᾳ ἄλσος τι ἱερὸν Ἀπόλλωνος, καὶ αὐτὴ ἐκείνη ἡ δάφνη δείκνυται, ἥν τινες γῆθεν ἀνασχεῖν λέγουσιν ἐπὶ τῇ Δάφνῃ τοῦ Λάδωνος, ἣ φεύγουσα τὸν ἐραστὴν Ἀπόλλωνα ηὔξατο τὸν ὑπὸ γῆν ἀφανισμὸν, καὶ ἔτυχε τῶν [379 M.] εὐχῶν. Ἄλλοι δὲ περὶ αὐτῆς οὕτω φασί· Δάφνη ἐν Ἀντιοχείᾳ, ἥ ποτε πόλις Ἡρακλείας, εἰς ἣν πολλὰς κυπαρίττους ἐφύτευσε Σέλευκος ὁ Νικάτωρ, ἧς ἐγγὺς τὸ τοῦ Ἐπιφανοῦς Ἀντιόχου βουλευτήριον. Ταύτην οὕτω σεισμὸς ἐκάκωσεν ἐπὶ Τραϊανοῦ, ὥστε τοὺς Ἀντιοχέας κτίσαντας ἐπιγράψαι· οἱ ζήσαντες ἀνέστησαν θεῷ σωτῆρι. Σημείωσαι δὲ ὅτι αὕτη μὲν ἡ Δάφνη ἑνικῶς λέγεται, πρὸς δὲ τῷ Πηλουσιακῷ τοῦ Νείλου στόματι χωρίον τι πληθυντικῶς Δάφναι λέγονται παρὰ τῷ Ἡροδότῳ. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας προάστειον ἐπισημότατον τῆς ἑῴας Ἀντιοχείας τὴν Δάφνην ταύτην εἰπὼν λέγει καὶ ἄλλην εἶναι Δάφνην, χωρίον Λυκίας, καὶ λιμένα Δάφνην ἐν τῷ στόματι τοῦ Πόντου, ἐν δεξιᾷ ἀναπλέοντι, καὶ προάστειον δὲ αὐτόθι που ἐν ἀριστερᾷ ἐπὶ τὸν Ἀνάπλουν ἀνιοῦσιν. § 918. Ὅτι ἐν μέσαις ταῖς περὶ Φοινίκην πόλεσίν ἐστι καὶ ἡ Ἀπάμεια, ποτὲ μὲν κώμη οὖσα καὶ Φαρνάκη καλουμένη, πόλις δὲ ὕστερον γενομένη, ἐν μεσογαίῳ κειμένη, πρὸς νότον Ἀντιοχεῦσιν, ἥτις καὶ Χερρόνησός ποτε ἀπὸ τῆς περιοχῆς τῶν ἐκεῖ ὑδάτων ἐκλήθη. Καὶ Πέλλα δὲ ὠνομάσθη παρὰ τῶν αὐτόθι Μακεδόνων διὰ τὴν ἐν Μακεδονίᾳ Πέλλαν, τὴν τοῦ Φιλίππου πατρίδα. Ἐν ταύτῃ δὲ ἐλέφαντας πεντακοσίους ὁ Σέλευκος ἔτρεφε καὶ τὸ πλέον τῆς στρατιᾶς. Φασὶ δὲ καὶ ἐν Μήδοις Λαοδίκειαν εἶναι καὶ Ἀπάμειαν καὶ ἄλλας Μακεδονικὰς πόλεις. Ὥσπερ δὲ ἡ Ἀπάμεια, ἣν ὁ ἐπιφανὴς Νικομήδης ἔκτισεν, ὠνομάσθη ἀπό τινος γυναικὸς Ἀπάμας, οὕτω καὶ ἡ παρὰ τῷ Διονυσίῳ αὕτη Ἀπάμεια. Ἱστοροῦσι γὰρ τοιαῦτα οἱ παλαιοί· Ἀντιόχεια ἡ ἐπὶ Δάφνῃ καὶ Ἀπάμεια ἡ ἐν Συρίᾳ πρὸς νότον Ἀντιοχείας ἐν μεσογαίῳ κειμένη, ἔτι δὲ Λαοδίκεια καὶ Σελεύκεια, κτίσματα Σελεύκου εἰσὶ τοῦ Νικάτορος, αἵτινες καὶ ἀδελφαὶ διὰ τὴν πρὸς ἀλλήλας ὁμόνοιαν ἐκαλοῦντο. Καὶ ἡ μὲν μεγίστη, φασὶ, τῷ τοῦ Σελεύκου πατρὶ τῷ Ἀντιόχῳ ἐπωνομάζετο, ἡ δὲ ἐρυμνοτάτη αὐτοῦ ἐπώνυμος ἦν, Ἀπάμεια δὲ τὸ τῆς γυναικὸς ἔφερεν ὄνομα, Λαοδίκεια δὲ τὸ τῆς μητρός. Περὶ δὲ Ἀντιοχείας ἄλλοι καὶ οὕτω φασίν· Ἀντιόχῳ τῷ Σελεύκου τρεῖς ἐπεφάνησαν κατ᾽ ὄναρ γυναῖκες, κτίσαι πόλιν ἑκάστη λέγουσα. Ὁ δὲ ὑπολαβὼν αὐτὰς τὴν γυναῖκα εἶναι καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν, κτίζει ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσσης Νύσσαν, ἀπὸ δὲ τῆς μητρὸς Ἀντιοχίδος Ἀντιόχειαν. Ἔτι δὲ [380 M.] περὶ Ἀντιοχείας καὶ ταῦτα λέγεται, ὅτι καὶ Θεούπολις ἤρξατο καλεῖσθαι ἐπὶ Ἰουστινιανοῦ, ἀνεψιοῦ Ἰουστίνου τοῦ Θρᾳκός· καὶ ὅτι περὶ τὸ Σίλπιον ὄρος κεῖται, ὅπου καὶ τόπος ἐστὶν ἡ Ἰώπολις, ἀπὸ Ἰοῦς τελευτησάσης ἐκεῖ, ἥτις καὶ Ἴσις ὕστερον ἐκλήθη, ὡς καὶ ὁ υἱὸς αὐτῆς Ἔπαφος Ἄπις· καὶ ὅτι τετραπόλεως αὐτῆς οὔσης καὶ τετειχισμένης τείχει κοινῷ τε καὶ ἰδίῳ κατὰ ἕκαστον κτίσμα· τὸ μὲν πρῶτον Σέλευκος ὁ ἐπικαλούμενος Νικάτωρ συνῴκισεν, εἰς ὃν τότε τὸ τῆς Ἀσίας περιελήλυθε κράτος, τὸ δεύτερον δὲ οἱ οἰκήτορες ἔκτισαν, τὸ δὲ τρίτον Σέλευκος ὁ Καλλίνικος, καὶ τὸ τέταρτον ὁ Ἐπιφανὴς Ἀντίοχος. Εἰσὶ δὲ Ἀντιόχειαι περί που τὰς ιδ` δεκατέσσαρας, ὡς οἱ ἱστοροῦντες ἐκτίθενται· ἐξ ὧν αὕτη ἡ τῆς Κοίλης Συρίας προκαθημένη οὐ πολὺ κατὰ τὸν Γεωγράφον ἐλείπετο δυνάμει καὶ μεγέθει Σελευκείας τῆς ἐπὶ τῷ Τίγρει καὶ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτῳ. § 919-920. Ὅτι πρὸς ἀνατολὰς τῆς Ἀπαμείας κατασύρεται ὑγρὸς Ὀρόντης, ἄσπετος, ὃς ἐκ Κοίλης Συρίας ἔχων τὰς ἀρχὰς, καὶ ὑπὸ γῆν ἐνεχθεὶς, εἶτα τὸ ῥεῦμα ἀναδοὺς καὶ διὰ τῆς Ἀπαμέων γῆς προελθὼν εἰς Ἀντιόχειαν καὶ πλησιάσας τῇ πόλει μέσην ὁρίζει τὴν Ἀντιοχέων γῆν, οὐχ ὅτι μέσην τέμνει τὴν πόλιν, ὡς τὴν Ταρσὸν ὁ Κύδνος, ἀλλ᾽ ὅτι τὰ ἐκεῖ παραρρέει. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι Ὀρόντης ἐν Συρίᾳ καταδὺς εἰς τὸ μεταξὺ Ἀπαμείας καὶ Ἀντιοχείας χάσμα, ὃ καλοῦσι Χάρυβδιν, ἀνατέλλει πάλιν ἐν τεσσαράκοντα σταδίοις, καὶ καταφέρεται πρὸς θάλασσαν τὴν κατὰ Σελεύκειαν, Τυφὼν μὲν καλούμενος πρότερον διὰ τὸν ἐπὶ τῷ Τυφῶνι μῦθον, ὃς ἐν Ἰλιάδι γέγραπται, μεταβαλὼν δὲ καὶ τὸ τοῦ γεφυρώσαντος αὐτὸν μεταλαβὼν ὄνομα, ὃς Ὀρόντης ἐκαλεῖτο, οὗ τάχα πρὸς ἀντιδιαστολὴν ὑγρὸν Ὀρόντην ὁ Διονύσιος τὸν ποταμὸν ἐπωνόμασεν, ἢ καὶ ἄλλως ἁπλούστερον, ὡς καὶ τὸν ἐν Πελοποννήσῳ ποταμὸν Ἰάονα ὑγρὸν εἶπεν. Ἄλλοι δέ φασιν ὅτι ὁ Καῖσαρ Τιβέριος ἐκ Δράκοντος αὐτὸν Ὀρόντην μετωνόμασεν, ὃ σημαίνει Ῥωμαϊστὶ τὸν ἀνατολικόν. § 921-922. Ὅτι πᾶσα ἡ περὶ Ἀντιόχειαν χώρα λιπαρά τε καὶ εὔβοτος, καὶ ἀγαθὴ μῆλα τρέφειν, καὶ δένδρεσι καρπὸν αὔξειν· μητρόπολις δὲ ἦν αὕτη Συρίας, καὶ ἐν αὐτῇ τὸ βασίλειον ἦν τοῖς ἄρχουσιν. ῏Ην δὲ καὶ αὐτὴ τῆς Σελευκίδος μοίρας. Ἰστέον δὲ ὅτι μερίς ἐστι Συρίας ἀρίστη ἡ λεγομένη Σελευκὶς καὶ καλουμένη Τετράπολις, διὰ τὰς ἐν αὐτῇ ἐξεχούσας [381 M.] τέσσαρας πόλεις, αἳ ἦσαν Ἀπάμεια καὶ Λαοδίκεια, περὶ ὧν ἀνωτέρω εἴρηται, καὶ Ἀντιόχεια αὕτη καὶ Σελεύκεια ἡ ἐν Πιερίᾳ ὄρει, ὃ προσεχὲς τῷ Ἀμανῷ ἐστιν· ἣν Σελεύκειαν ἡ ἱστορία ἔρυμά φησιν εἶναι ἀξιόλογον καὶ βίας κρεῖττον. Ὅτι δὲ πολλαὶ Ἀντιόχειαι καὶ εἴ τι ἄλλο ἔδει ῥηθῆναι ὡς ἐν συνόψει προγέγραπται. Arabia (DP 923-1081) § 924-926. Ὅτι νοτιώτερον τῆς Συρίας ἡ Ἀραβία, καὶ ὅτι ὁ Ἀράβιος κόλπος μέσος εἱλεῖται Συρίας καὶ Ἀραβίας, τυτθὸν ἐπὶ τὴν ἀνατολὴν τετραμμένος, ἤτοι παρεκκλίνων καὶ παρεκνεύων ἄχρι Σελάνων· οὕς τινες ὀξύνουσιν ὁμοίως τῷ Ἀλανοί Γερμανοί καὶ τοῖς τοιούτοις ἐθνικοῖς· ἔθνος γὰρ καὶ οἱ Σελανοὶ Ἀράβιον. Καὶ ὅρα ἕως ποῦ παρατείνειν βούλεται τὴν Συρίαν, ἣν καὶ φθάσας ἔφη ἐς νότον ἕρπειν. Διὸ καὶ τοὺς Ἄραβας Σύρους ἐκάλουν τινὲς διὰ τὴν ἐκ τοῦ ὁμορεῖν ἐπιμιξίαν αὐτῶν· συναφὲς γὰρ τῇ Ἀραβίᾳ τὸ νότιον πέρας τῆς Συρίας. § 927-929. Ὅτι περὶ Ἀραβίαν, ἣν καὶ ἐρατεινὴν καλεῖ, οἱ ὄλβιστοι Ἄραβες, τουτέστιν οἱ εὐδαίμονες· ὄλβος γὰρ ἡ εὐδαιμονία. Ἡ τοιαύτη δὲ χώρα καὶ εὐδαίμων Ἀραβία λέγεται. Τούτων δὲ ἡ γῆ δισσῇ, φησι, θαλάσσῃ ἔζωσται, Περσίδι τὲ Ἀραβίῃ τε, ὧν μέση κεῖται ἡ τῶν Ἀράβων γῆ. Σημείωσαι δὲ ὅτι τὸ ἔζωσται καὶ ἐν ἄλλοις φθάσας εἶπεν ἐπὶ ὁμοίας σημασίας· καὶ ὅτι ἐν τῷ ὀλβίστων Ἀράβων φανερῶς δι᾽ ἑνὸς ρ ἡ τοῦ Ἄραψ ἐστὶ γραφὴ, ὡς καὶ ἐν τῷ ἁβροβίων Ἀράβων· εἰ καὶ ἐν ἄλλοις τόποις πολλὰ τῶν ἀντιγράφων πολὺν τὸν ῥοῖζον ἐκ τῆς τοῦ ἀμεταβόλου ἐξηχοῦσι διπλώσεως. Εἴποι δ᾽ ἄν τις τάχα διὰ τὸ μέτρον ἐκπεσεῖν ἄρτι τὸ ἓν ἀμετάβολον, ὅθεν καὶ συσταλῆναι τὴν ἄρχουσαν. Βούλονται γὰρ πολλοὶ ἀναδιπλοῦν τὸ ρ, ὡς ἀπὸ τῆς α στερήσεως καὶ τοῦ ῥάπτω ῥάψω, κἀντεῦθεν τὴν τῶν Ἀράβων κλῆσιν οἷον συρράπτουσιν, ὡς μὴ ῥαπτομένων ἱμάτια, περιτυλισσομένων δὲ ὑφάσματα· καὶ διὰ τοῦτο κατ᾽ ἀνάγκην φασὶν ἐν τῷ Ἄραψ κεῖσθαι τὸν τοῦ ρ διπλασιασμὸν, ὡς καὶ ἐν τῷ ἄρρηκτος καὶ ἄρρητος καὶ ἀρραγής καὶ ἐν τοῖς ὁμοίοις. Ἡσίοδος μέντοι ἐν τῷ κούρην Ἀράβοιο, ἐξ οὗ καὶ ἡ Ἀραβία κεκλῆσθαι δοκεῖ, δι᾽ ἑνὸς ἀμεταβόλου καὶ συστολῆς τῆς ἀρχούσης καὶ αὐτὸς ἐμφαίνει δεῖν γράφειν τοὺς Ἄραβας. Καὶ ὁ τὰ Ἐθνικὰ δὲ γράψας ἐν ἑνὶ ἀμεταβόλῳ γράφει αὐτούς. Τυχὸν δὲ ἀντιγράφων αὐθάδεια τὴν τοῦ ρ διπλόην ἐξ αὐτονομίας παρεισήνεγκεν, ὅπου καὶ τὴν ἄρχουσαν τῆς παρά προθέσεως παρὰ τούτῳ τῷ ποιητῇ πολλὰ τῶν παλαιῶν ἀντιγράφων διὰ δύο ἀμεταβόλων προήγαγον, ὡς καὶ ἐν τῷ παραλίην Ἔφεσον· ὡς εἴπερ μὴ εἶχε καὶ χωρὶς τῆς τοῦ ἀμεταβόλου διπλόης ἐκτείνεσθαι [382 M.] ἡ τῆς παρά προθέσεως παραλήγουσα, καθάπερ καὶ παρ᾽ Ὁμήρῳ ἐν τῷ αἴσιμα παρειπών. § 929-930. Ὅτι καὶ ἐνταῦθα τὸ ἑκάστη ἀντὶ τοῦ ἑκατέρα τέθεικεν, εἰπὼν περὶ τῆς Περσίδος καὶ Ἀραβίας θαλάσσης ἄνεμον δὲ ἔλαχεν ἑκάστη, Ἀραβία ζέφυρον, Περσὶς εὖρον. Τὸ δὲ ὀρθὸν ἦν ἑκατέρα εἰπεῖν, εἰ μὴ τὸ μέτρον ἐκώλυσεν. § 934-939. Ὅτι πολὺ καταχέει τῆς εὐδαίμονος Ἀραβίας ἐγκώμιον, ἐνδιατρίβων αὐτῇ, καὶ τούς τε Ἄραβας ἁβροβίους καλεῖ, ὡς καὶ πρὸ ὀλίγου ὀλβίστους, καὶ αὐτὴν μεγίστην λέγει, καὶ ἀγλαά φησι καὶ πολύολβα φῦλα νέμεσθαι αὐτήν. Ἄλλο δὲ, φησὶ, μέγα θαῦμα ἔξοχον ἔλαχεν. Ποῖον ἐκεῖνο; ἀεὶ ὑπὸ θύοις λαρὸν ὄδωδεν ἢ σμύρνης ἢ εὐώδους καλάμου ἢ θεσπεσίου πεπαινομένου λιβάνου ἢ κασίας ἢ θύου, ὅπερ ἐστὶ, φασὶν, εἶδος δένδρου εὐώδους. Καὶ μὴν ἄλλως θῦον γενικῶς ἅπαν ἄρωμα λέγεται. Διὸ καὶ αὐτὸς φθάσας ἔφη, κηώεσσα θύοις ὕπο, τουτέστι τοῖς ἀποτελοῦσιν εὐωδίαν θυμιάμασιν. Ἰστέον δὲ ὅτι ὁ τοῦ λιβάνου δένδρου καρπὸς λιβανωτὸς λέγεται παρὰ τοῖς παλαιοῖς, καὶ ὅτι οὕτω πολὺς αὐτόθι λιβανωτὸς, ὥστε χίλια τάλαντα λιβανωτοῦ οἱ Ἀράβιοι ἦγον τῷ βασιλεῖ ἑκόντες· οὐ γὰρ κατήκουσαν τοῖς Πέρσαις, ὥς φησιν Ἡρόδοτος, ἐπὶ δουλοσύνῃ, ἀλλὰ ξένοι ἐγένοντο. Λέγει δὲ ὁ αὐτὸς καὶ ἐν μόνῃ τῇ Ἀραβίᾳ φύεσθαι λιβανωτὸν καὶ σμύρνην καὶ κασίαν καὶ κιννάμωμον καὶ λήδανον, ὅπερ, φησὶν, Ἀράβιοι καλοῦσι λάδανον. Ὅρα δὲ ὅπως γενικῇ συντάσσει τὸ ὄζει, εἰπὼν ὄδωδε θύου ἢ σμύρνης καὶ τὰ ἑξῆς. Σκοπητέον δὲ εἴτε ὁ ἐνταῦθα εὐώδης κάλαμος ὁ αὐτός ἐστι ταῖς παρὰ τῷ Γεωγράφῳ Ἰνδικαῖς καλάμοις, ἃς μελιτοποιεῖν ἐκεῖνός φησιν, εἴτε καὶ διαφέρει μάλιστα ἐκείνων οὗτος ὡς εὐώδης μὴ τοιούτων. Ἰστέον δὲ ὅτι κατὰ τὴν παλαιὰν ἱστορίαν, Ἀλέξανδρος διενοεῖτο μετὰ τὴν ἐξ Ἰνδῶν ἐπάνοδον βασίλειον ἑαυτοῦ τὴν Ἀραβίαν ποιῆσαι, καὶ ὅτι εἰσὶ καὶ Σκηνῖται Ἄραβες περὶ τὰ πέραν Εὐφράτου ἕως Κοίλης Συρίας. § 939. Ὅτι ὁ Διονύσιος ἐπιτόμῳ ἐγκωμίῳ τὴν Ἀραβίαν σεμνύνας κατὰ τὸ προσεχὲς ἐπάγει μῦθον, ὅτι ὄντως ἐκεῖ Ζεὺς τὸν Διόνυσον ἐλύσατο παρὰ μηροῦ εὐραφέος· ἀφ᾽ οὗ καὶ Εἰραφιώτης, ὡς προερρέθη, ἐκλήθη κατά τινας. Τοῦτο δὲ Ἀρριανὸς ἐπὶ Σαγγαρίῳ μυθοπλαστεῖ, λέγων ὅτι πρὸς ταῖς ὄχθαις τοῦ Σαγγαρίου ἔρρηξε τοὺς δεσμοὺς τοῦ Διὸς ὁ Διόνυσος ἤδη τρόφιμος ὤν. Ὁ δὲ Διονύσιος οἷς εἶπεν ἀκολούθως ἐπάγει γενεθλιακὴν διασκευὴν, λέγων, ὡς ἐν ἐκφράσει, οἷα εἰκὸς ἦν τότε τῷ τοιούτῳ τόκῳ ἐπισυμβῆναι. Πάντα γὰρ, [383 M.] φησὶν, ἦσαν εὐώδη τηνικαῦτα, μῆλα δὲ λασίοις ἐβαρύνετο μαλλοῖς, αὐτομάτῳ δὲ κατέρρεον ὕδατι λίμναι, ὄρνιθες δὲ ἀοικήτων ἀπὸ νήσων, τῶν περὶ τὸ Ἐρυθραῖον τάχα πέλαγος, ἦλθον φύλλα φέρουσαι ἀκηρασίων κιναμώμων· καὶ πολὺς ὄλβος ἐπεχέθη τοῖς ἐκεῖ· διόπερ εἰσέτι νῦν λιβάνῳ μὲν κομῶσιν αἱ ἄρουραι, τὰ δὲ ὄρη χρυσῷ, οἱ δὲ ποταμοὶ θυηλαῖς, οἱ δὲ ἐνοικοῦντες μάλα πίονα δῆμον ἔχουσι, χρυσέοις πέπλοις ἀγαλλόμενοι μαλακοῖς. Λέγει δὲ καὶ ὅπως νεβρῖδα τὲ ἐτανύσατο κατωμαδίην ἢ ἐπωμαδίην ὁ Διόνυσος, καὶ κισσῷ ἐστέψατο, ἀκροχάλιξ δὲ οἴνῳ μειδιόων, οἷα φιλομειδὴς, καὶ αὐτὸς πλεκτοὺς ἀνεσείσατο θύρσους, ὃ ἔστι κλάδους τινὰς, οἳ καὶ αὐτοὶ Διονύσου φόρημα ἦσαν. Σημείωσαι δὲ ὅτι εἰπὼν ὁ Περιηγητὴς ἀπὸ ἀοικήτων νήσων ἄγεσθαι ὑπὸ ὀρνίθων τὸ κινάμωμον ἐμφαίνει καὶ αὐτὸς μὴ γινώσκεσθαι τὴν γῆν τὴν φέρουσαν τὸ κινάμωμον, ὥσπερ φησὶ καὶ Ἡρόδοτος. Ἐκεῖνος δὲ ἀφηγεῖται καὶ ὅπως οἱ μὲν ὄρνιθες τὰ κάρφη τοῦ κιναμώμου φέρουσιν εἰς τὰς οἰκείας νεοσσιὰς, καὶ πηλῷ προσπλάττουσιν ἐν ἀβάτοις κρημνοῖς· οἱ δὲ Ἄραβες κρέα μεγάλα προρρίπτουσι, καὶ οἱ ὄρνεις ἀνάγουσιν αὐτὰ, καὶ αἱ νεοσσιαὶ βαρύνονται, καὶ κάτω φέρονται, καὶ τὸ κινάμωμον συλλέγεται. Παρὰ δὲ Ἀριστοτέλει φαίνεται ὁμωνύμως τοῖς φερομένοις κάρφεσι λέγεσθαι κινάμωμα καὶ τὰ ὄρνεα τὰ φέροντα τὰ τοιαῦτα κάρφη, ἐξ ὧν καὶ τὰς νεοττιὰς αὐτὰ ποιοῦνται ἐν τόποις ἀβάτοις, ἃς οἱ ἐγχώριοι καταβάλλουσι μόλυβδον ὀϊστοῖς προσαρτῶντες καὶ τοξεύοντες, καὶ οὕτω συνάγουσιν ἐκ τοῦ φορυτοῦ, φησί, τὸ κινάμωμον. Τὸ δὲ ἐτάνυσε νεβρῖδα οὐκ ἀντὶ τοῦ ἐνεδύσατο νοητέον, ἀλλ᾽ ἀντὶ τοῦ ἐφόρησεν, ἐξεκρέμασεν, ἤτοι ἐνήψατο. Ἐνάπτεσθαι δὲ καὶ καθάπτεσθαι λέγομεν τὰ μὴ ζώνῃ διαλαμβανόμενα, μηδὲ τὸ σῶμα ὅλον ἐνδύοντα, ἀλλὰ μέρος τι σκέποντα καὶ ἄφετα ἐξαρτώμενα, οἷον πήραν λεοντῆν ἢ παρδαλέην· Ἀρριανὸς δὲ καὶ διφθέρας καθάπτεσθαι λέγει. Οὕτω γοῦν καὶ νεβρῖδα, ὃ ἔστι δέρμα νεβροῦ, ἤτοι νεογνοῦ ἐλάφου πολύστικτον, ὁ Διόνυσος ἐνάπτεται τοῖς ὤμοις. Ποιεῖ δὲ τοῦτο ἢ διὰ τὸ τῶν μεθυόντων πολύτροπον, ὡς φθάσαντες εἴπομεν, οὗ σύμβολον τὸ πολύστικτον, ἢ διὰ τὸ τῶν σταφυλῶν πολύχροον, ἢ καὶ διὰ τὴν ἐκ τῆς μέθης ἀσθένειαν. Καὶ γὰρ καὶ ὁ νεβρὸς ἀπόλεμον καὶ εἰς φυγὴν ἑτοιμότατον. Τὸ δὲ ἀπὸ κισσοῦ στεφάνωμα τὸ τοῦ οἴνου συμβολικῶς κισσητὸν ἤτοι ἐπιθυμητὸν αἰνίττεται, εἴγε τὸ κισσᾶν ἐπὶ τοῦ ἐπιθυμεῖν τίθεται. Οἱ δὲ θύρσοι τὸ τῶν μεθυόντων ἕτοιμον εἰς πληγὰς ὑπεμφαίνουσι, πλεκτοὶ λεγόμενοι παρωνύμως τῇ τῶν διαμαχομένων συμπλοκῇ. [384 M.] Ἀκροχάλιξ δὲ οἴνῳ ὁ ἄκρως κεχαλασμένος, ἢ ὁ τῷ ἀκράτῳ χαλασθεὶς τοῦ φρονεῖν, ὁποῖόν τι καὶ ὁ χαλίφρων παρὰ τῷ Ποιητῇ, ἢ ὁ ὀρθοῦσθαι μὴ ἔχων, ἀλλὰ κάτω χαλώμενος, ὁποῖοι οἱ ἔξοινοι. Τοῦ δὲ κιναμώμου τὴν βλάστην, φρύγανον δὲ, ὥς φησιν ὁ Πορφύριος, ἐστὶν Ἀραβικόν, ὁμοίαν φασὶν εἶναι ἀμπέλῳ, οὗπερ ὁ ὀσφραινόμενος κλαυθμυρίζεται ὑφ᾽ ἡδονῆς· φιλοῦσι δὲ αὐτὸ αἱ κατὰ χώραν αἶγες. Διὸ καὶ ἡ παροιμία ἐπὶ τῶν λίαν φιλίως πρός τι διακειμένων, ἡ αἲξ τὸ κινάμωμον. Ἰστέον δὲ ὅτι ἀπὸ τοῦ τῶν Ἀράβων ἔθνους, μὴ πάνυ ὡς ἔοικεν εὐδοκιμούντων τὰ εἰς ᾠδὴν, πεπαροιμίασται τὸ Ἀράβιος αὐλητής, ὃς κατὰ τὴν παροιμίαν δραχμῆς μὲν ηὔλει, τεττάρων δ᾽ ἐπαύετο. Λέγεται δὲ τοῦτο ἐπὶ τῶν ἀπαύστως διαλεγομένων καὶ ἀδολεσχούντων, καὶ μόλις παυομένων τοῦ πολυλογεῖν, ἢ ἐπὶ τῶν ἀμούσων καὶ βαρβάρων ἐν τῷ αὐλεῖν. § 954. Ὅτι Ἀράβων πρῶτοι ὑπὲρ κλιτὺν Λιβάνου, τουτέστι πρὸς νότον τοῦ Λιβάνου, ἀφνειοὶ Ναβαταῖοι, ἀπό τινος Ναβάτου καλούμενοι. Ναβάτης δὲ, φασὶν, Ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. Μετὰ δὲ Ναβαταίους Χαβλάσιοι καὶ Ἀγρέες, οὓς ὁ τὰ Ἐθνικὰ γράψας Ἀγραίους λέγει. Μεθ᾽ οὓς ἡ Χάτραμις γῆ, κατὰ δὲ ἄλλους Χατραμῖτις, κατέναντι Περσίδος γῆς. Καμηλοκόμοι δὲ καὶ οὗτοι, καὶ οἱ περὶ τὸ πλευρὸν τῆς Ἐρυθρᾶς θαλάσσης κείμενοι Σάβαι, ὅπου καὶ οἱ Μινναῖοι, ἔθνος καὶ αὐτὸ παράλιον. Τοὺς δὲ Σάβας καὶ Σαβαίους ἄλλοι φασὶ λέγοντες ὅτι Ναβαταῖοι καὶ Σαβαῖοι τὴν εὐδαίμονα Ἀραβίαν νέμονται, καὶ ὅτι εὐδαιμονεστάτη ἐστὶν ἡ τῶν Σαβαίων γῆ ἔθνους μεγίστου invertir?, παρ᾽οἷς καὶ σμύρνα καὶ λίβανος καὶ κινάμωμον καὶ βάλσαμον. Καὶ ὅτι τεσσάρων ἐθνῶν μεγίστων κατοικούντων τὴν Ἀραβίαν ἓν ἐκεῖσέ ἐστι καὶ τὸ τῶν Μινναίων πρὸς Ἐρυθρὰν, ὧν πόλις μεγίστη Κάρνα· ἐχόμενοι δὲ Σαβαῖοι. Ἡ δὲ Ναβαταία χώρα πολύανδρος, φασὶ, καὶ εὔβοτος. Μητρόπολις δὲ Ναβαταίων ἡ Πέτρα. Λέγονται δὲ καὶ σώφρονες οἱ Ναβαταῖοι καὶ κτητικοὶ, ὥστε ὁ μὲν τὴν οὐσίαν μειώσας δημοσίᾳ ζημιοῦται, τῷ δὲ αὐξήσαντι κεῖνται τιμαί. Εἰσὶ δὲ καὶ ὀλιγόδουλοι, καὶ διακονοῦνται τὸ πλέον ὑπὸ συγγενῶν, καί εἰσιν αὐτοδιάκονοι καὶ ἀντιδιάκονοι. Ὁ δὲ τῶν Ἐθνικῶν ἀναγραφεὺς λέγει ὅτι καὶ Δαχαρηνοὶ τὸ τοιοῦτον ἔθνος ἐκλήθη, ὃ ἔστιν ἀρσενικοί. § 962-969. Ὅτι ἀντιπέραν τῆς εὐδαίμονος Ἀραβίας πρὸς ζέφυρον λυπρὸν οὖδας Ἐρεμβῶν, ἤτοι τῶν ἐν ἀρχῇ [385 M.] τοῦ βιβλίου ῥηθέντων Τρωγλοδυτῶν· οἳ, φησὶν, οὐχ ὡς οἱ ἀντιπαρακείμενοι ἁβρόβιοι Ἄραβες ζῶσιν, ἀλλὰ τὸν βίον ὑπὸ πέτραις κατωρυχέεσι, μᾶλλον δὲ καταρρωγέσι, τίθενται, γυμνοὶ καὶ κτεάνων ἐπιδεεῖς καὶ αὐαλέοι τὸν χρῶτα, διὰ τὸ καύματι θάλπεσθαι, οἷα θῆρες ἀλώμενοι, ἄλγεα ἔχοντες. Καὶ ἐπάγει γνωμικόν οὐ γὰρ ἐν ὄλβῳ ἴσην μοῖραν ἐν ἀνδράσι θήκατο θεός· ὅπερ ὅμοιόν ἐστι τῷ οὐ πᾶσι πάντα δέδωκε θεός. § 970-975. Ὅτι πρὸς αὐγὰς τοῦ Λιβάνου ὡς πρὸς Μεσοποταμίαν ἡ ἑτέρα Συρία μηκύνεται, ἤγουν ἡ παρὰ τὴν Κοίλην Συρίαν ἑλκομένη καὶ μέχρι Σινώπης, ἣν ἁλίκλυστον λέγει διὰ τὸ χερρόνησον εἶναι· ἐφ᾽ ἧς ἑτέρας ταύτης Συρίας οἱ Καππαδόκαι μεσήπειροι, οὓς προπαροξυτόνως Καππάδοκας ὁ Γεωγράφος λέγει, ὡς ἀπὸ εὐθείας τῆς ὁ Καππάδοξ· οἳ, ὡς προϊστόρηται, καὶ Λευκόσυροι λέγονται πρὸς ἀντιδιαστολὴν τῶν ἑτέρων μελαγχρόων Σύρων. Ὁ δὲ Διονύσιος τοὺς Καππαδόκας καὶ ἐπιστήμονας ἱπποσύνης φησὶν, ὃς καὶ τοὺς ἁλὸς ἄγχι τῆς τοῦ Εὐξείνου παρὰ τὸν Θερμώδοντα οὐ Σύρους, ἀλλὰ Ἀσσυρίους φησὶν, ὡς καὶ ἐν τοῖς περὶ Σινώπης προγέγραπται. Καὶ ὅρα ὅτι ἐνταῦθα σαφέστατα ὁ Διονύσιος ἐφάνη δύο δοξάζων Συρίας, ὧν τρίτην ἑτερώνυμον ἔχει τὴν Ἀσσυρίαν, ἣν, ὡς ἔκ τε τῶν προλαβόντων ἐδηλώθη καὶ ὡς ἐκ τῶν ἄρτι λεχθέντων φαίνεται, μετὰ τοὺς Χάλυβας εἶναι ἱστορεῖ, καὶ ἐμπεριγράφει αὐτὴν περὶ τὴν θάλασσαν τοῦ Εὐξείνου πόντου παρὰ τὸ στόμα τοῦ Θερμώδοντος. Ὡς εἶναι κατ᾽ αὐτὸν μίαν μὲν Συρίαν τὴν Κοίλην, ὑπερεκπίπτουσαν πρὸς νότον καὶ ἕως Ἀραβίας, ὡς καὶ αὐτὸς ἱστόρησεν, ἧς μέρος καὶ ἡ παραλία Φοινίκη κατὰ τὸν αὐτὸν Διονύσιον, εἰπόντα ὅτι τῶν Σύρων οἱ μὲν ἐν ἠπείρῳ, οἱ δὲ ἁλὸς ἐγγὺς, ἐπωνυμίην Φοίνικες, ἑτέραν δὲ δευτέραν Συρίαν, τὴν ὑπὲρ Λίβανον ἕως Σινώπης, περὶ ἣν μέσην οἱ Καππαδόκαι· τρίτους δ᾽ἐκεῖθεν περὶ τὴν τοῦ Εὐξείνου θάλασσαν κεῖσθαι τοὺς Ἀσσυρίους. Φησὶ γάρ Ἀσσύριοι ἁλὸς ἄγχι παρὰ στόμα Θερμώδοντος. Εἰ μὴ ἄρα τις καὶ τούτους Σύρους βούλεται λέγειν, ἀδιάφορον ἡγούμενος τὸ τῶν Ἀσσυρίων καὶ Σύρων ὄνομα κατά τινας. Ὅτι δὲ περὶ Ἀσσυρίων ἄλλοις ἄλλα ἱστόρηται, ἱκανῶς ἀλλαχοῦ προείρηται· καὶ ὅτι δὲ ὑπό τινων εἰς πλείους μοίρας ἡ Συρία διῃρεῖτο, προεγράφη καὶ αὐτὸ ἐν τοῖς περὶ τῆς Κομμαγηνῆς χώρας. Ἄλλοι δὲ εἰς τρία διῄρουν αὐτὴν, Κοιλοσύρους καὶ Σύρους καὶ Φοίνικας. Καὶ [386 M.] τοιαῦτα μὲν καὶ ταῦτα. Ἐν δὲ Καππαδοκίᾳ ἱστορεῖται μάγους εἶναι, οἳ Πύραιθοι ὠνομάζοντο, ὡς πῦρ αἴθοντες καὶ δι᾽ αὐτοῦ μαντευόμενοι. Ὅτι δὲ ἀπό τινος Καππάδοκος οἱ Καππαδόκαι οὗτοι καλοῦνται, προείρηται καὶ αὐτό. Ὁ δὲ Γεωγράφος λέγει καὶ ὅτι τὴν Καππαδοκίαν Πέρσαι μὲν εἰς δύο σατραπείας διεῖλον, Μακεδόνες δὲ ὕστερον εἰς δύο βασιλείας, ὧν τὴν μὲν ἰδίως Καππαδοκίαν ὠνόμασαν καὶ μεγάλην Καππαδοκίαν καὶ πρὸς τῷ Ταύρῳ Καππαδοκίαν, τὴν δὲ ἑτέραν πρὸς τῷ Πόντῳ Καππαδοκίαν ἐκάλεσαν. Mesopotamia (DP 976-1013) § 976-986. Ὅτι πρὸς ἀνατολὰς τῆς Καππαδοκίας ὁ Εὐφράτης ποταμὸς ἀπειρέσιος ἀπὸ τοῦ Ἀρμενίου ῥέει ὄρους μακρὸς, ἐπὶ νότον τὰ πρῶτα, εἶτα ἑλίξας ἀγκῶνας πρὸς ἀνατολὰς καὶ μέσην τὴν Βαβυλῶνα περάσας εἰς τὴν Περσίδα θάλασσαν ἀπερεύγεται, παρὰ τὴν Τερηδόνα, πόλιν Περσικὴν, ῥέων διὰ τῆς μεγάλης Ἀρμενίας ἕως τῆς μικρᾶς. Μετὰ δέ γε τὸν Εὐφράτην εἰς αὐγὰς ὁ Τίγρις ῥόον ἴσον ἐλαύνων, ἤγουν ἐπ᾽ εὐθείας, κατὰ δὲ ἄλλους καὶ αὐτὸς ὁμοίως ἀγκωνιζόμενος, καὶ οὕτω μετ᾽ οὐ πολὺ διάστημα εἰς ἴσον τῷ Εὐφράτῃ γινόμενος, κοινοῦται τὸ ῥεῦμα καὶ συγκαταβαίνει εἰς τὴν θάλασσαν. Τὸ δὲ μέσον τούτων διάστημα Μέσην, φησὶ, καλοῦσι ποταμῶν, ὃ ἔστι Μεσοποταμίαν· ὡς καὶ τὴν ἀκρόπολιν διαλελυμένως ἡ ποίησις ἄκρην πόλιν φησὶ, καὶ τὴν Λευκόπετραν Λευκὴν πέτραν, καὶ τὴν Νεάπολιν Νέαν πόλιν. Διΐστανται δὲ ἀλλήλων οἱ ποταμοὶ οὗτοι ὅσον ἂν, φησὶν, εἰς ἕβδομον ἦμαρ ἴφθιμος καὶ κραιπνὸς, ὃ ἔστι ταχὺς, ἀνὴρ ὁδίτης ἀνύσειεν. Ἑπτὰ γὰρ, φησὶν, ἡμερῶν ἡ μέση τῶν ποταμῶν ὁδός ἐστιν εὐζώνῳ ἀνδρὶ, τουτέστιν ἀπερίττῳ καὶ ἐλαφρῷ εἰς ὁδόν. Φασὶ δὲ οἱ παλαιοὶ τὴν συναγωγὴν τῆς Μεσοποταμίας ἐπὶ συχνὸν προπίπτουσαν μῆκος πλοίῳ πως ἐοικέναι. Τὰς δὲ τῶν δύο τούτων ποταμῶν πηγὰς διέχειν ἀλλήλων φασὶ περὶ χίλια πεντακόσια στάδια. Ὤκιστος δὲ, φησὶ, ποταμῶν ὁ Τίγρις, καὶ οὐκ ἂν ἐκείνου ἐν πᾶσι ποταμοῖς θοώτερον, ὃ ἔστιν ὀξύτερον, ἴδοις. Διὸ, φασὶ, καὶ Τίγρις καλεῖται, ἤγουν ταχὺς ὡς βέλος· Μῆδοι γὰρ τίγριν καλοῦσι τὸ τόξευμα. Οὕτω δὲ καὶ Ἄκις ποταμὸς Σικελικὸς παρὰ Θεοκρίτῳ, διότι, φασὶν, ἀκίδι τὸ τάχος τοῦ ῥεύματος ἐκείνου ἔοικε. Κατὰ δέ τινας παρὰ τὸν τίγριν τὸ ζῶον ἡ κλῆσίς ἐστι τούτῳ τῷ ποταμῷ, οὗ ἡ γενικὴ τίγριος παρὰ τῷ Ἀριστοτέλει. Μυθεύεται γὰρ ὅτι Σύλαξ ποτὲ καλούμενος ὁ ποταμὸς οὗτος, ὃ ἔστι κατωφερὴς, ὕστερον ἐκλήθη Τίγρις δι᾽ αἰτίαν τοιαύτην· μαίνεται Διόνυσος ῞Ηρας προνοίᾳ, [387 M.] καὶ φοιτῶν ὅπη τύχοι γίνεται καὶ πρὸς τῷδε τῷ ποταμῷ, καὶ θέλων εἰς τὸ πέραν διαβῆναι ἀπόρως ἔχει. Οἰκτίζεται δὲ αὐτὸν ὁ πατὴρ Ζεὺς, καὶ πέμπει ζῶον τίγριν, ὃς τοῦ πόρου τῷ Διονύσῳ καθηγησάμενος αὐτῷ μὲν ποιεῖ τὸ θυμῆρες, τῷ δὲ ποταμῷ ἀφ᾽ ἑαυτοῦ καλεῖσθαι ἀφίησι. Καὶ ἄλλως δὲ δίχα τῆς μυθικῆς ταύτης ἐπιβολῆς τὴν πρὸς τὸ ζῶον ὁμωνυμίαν ὁ ποταμὸς ἔχει διὰ τὸ τοῦ ῥεύματος ὀξύ. Θηρίον γὰρ ὁ τίγρις οὐ μόνον ἐλέφαντος πολὺ ἀλκιμώτερος, ἀλλὰ καὶ τὴν ὠκύτητα οὐ ῥᾴων εἰκασθῆναι. Διὸ καὶ ὁ τῷ Ἰουλιανῷ δοθεὶς ἀπατηλὸς χρησμὸς παρὰ θηρὶ ποταμῷ ὑπέσχετο ποιήσειν τὰ θρυλούμενα, ἤγουν παρὰ τῷ θηριωνύμῳ Τίγρει. Ὅτι δὲ διὰ τοῦ ι ἔχει τὴν γραφὴν ἡ λήγουσα, ἡ κλίσις δηλοῖ· Τίγριος γάρ ἐστι καὶ παρὰ τῷ Διονυσίῳ ἡ γενικὴ, ὡς τοῦ ὄφιος, ὡς δοκεῖν ἐντεῦθεν εἶναι τὴν Ἀττικὴν γενικὴν Τίγρεως, ὡς Θύμβρεως. Ὁ μέντοι Ἀρριανὸς διὰ τοῦ δ κλίνει Τίγριδος, καθὰ καὶ ὁ γράψας τὸ δρᾶμα τῆς Σωσάννης, οἶμαι ὁ Δαμασκηνός, ὡς ἐκ τῆς ἐπιγραφῆς φαίνεται. Οὕτω δὲ καὶ τὸ Ἄπις τὸ κύριον ἐν τοῖς περὶ Ἀρκάδων λόγοις οἱ μὲν διὰ τοῦ δ ἔκλιναν Ἄπιδος, ὡς Πάριδος, οἱ δὲ κατὰ τὴν τοῦ ὄφεως κλίσιν αὐτὸ μετεχειρίσαντο, κλίνοντες Ἄπεως. Τινὲς δὲ διὰ τοῦ η κλίνουσι, Τίγρης Τίγρητος, τῷ λόγῳ τῶν εἰς ης ἰαμβικῶν. Ἄλλοι δὲ καὶ τὴν ἄρχουσαν μετὰ τοῦ π προφέρουσι, καὶ εὕρηται τοιαύτη γραφὴ παρά τε τῷ Ἰουλιανῷ καὶ παρὰ τῷ Ἀρριανῷ δὲ ἐν τοῖς περὶ Ἀλεξάνδρου. Πολλὰ γὰρ τῶν παλαιῶν ἀντιγράφων ἔχουσιν οὕτω· Τῶν ποταμῶν τοῦ Εὐφράτου καὶ τοῦ Πίγρητος, οἳ τὴν μέσην σφῶν Ἀσσυρίαν ἀπείργουσιν, ὅθεν καὶ Μεσοποταμία πρὸς τῶν ἐπιχωρίων κληΐζεται, ὁ Πίγρης πολύ τι ταπεινότερός ἐστιν Εὐφράτου. Ἔστι δὲ Τίγρις καὶ Παφλαγονικὸς ποταμὸς, περὶ οὗ φησι Ξενοφῶν, πρῶτον μὲν Θερμώδοντα, εὖρος τριῶν πλέθρων, δεύτερον δὲ Τίγριν τρίπλεθρον ὡσαύτως, τρίτον δὲ Ἅλυν. Κλίνει δὲ καὶ αὐτὸς τοῦτον διὰ καθαροῦ τοῦ ο. Καὶ Ἡρόδοτος δέ φησιν ὅτι οὐχ εἷς μόνος Τίγρις, ἀλλὰ καὶ δεύτερος καὶ τρίτος, οὐχ ὁ αὐτὸς μὲν, οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων, ὁ αὐτὸς δὲ ὀνομαζόμενος. § 987-990. Ὅτι ἡ Θωνῖτις λίμνη ἐστὶ νιτρώδης κατὰ μέσον [388 M.] τοῦ Τίγριος, εἰς ἣν αὐτὸς μετὰ πολλοῦ φερόμενος τοῦ ψόφου, καὶ κατὰ μυχὸν τῆς λίμνης, ὡς οἱ παλαιοί φασιν, εἰς βέρεθρον ἐμπεσὼν, καὶ ἐπὶ πολὺ ἐνεχθεὶς ὑπόγεως, καὶ αὖθις ἀνίσχων, καὶ διασώσας τὸ ῥεῖθρον ἀμιγὲς διὰ τὴν ἄγαν ὀξύτητα, παραρρέει τὸ σῆμα τῆς Σεμιράμιδος, καὶ ἐν δεξιᾷ ἔχων τὴν Μεσοποταμίαν ἐξίησιν εἰς τὸν Περσικὸν κόλπον. Ὁ δὲ Γεωγράφος φησὶ καὶ Ἀρσηνὴν καλεῖσθαι τὴν νιτρῖτιν ταύτην Θωνῖτιν, καὶ πολλοὺς ἔχειν ἰχθύας, ῥήττειν δὲ τὰς ἐσθῆτας καὶ διαξέειν, καὶ ἄποτον ἔχειν τὸ ὕδωρ. Λέγει δὲ καὶ οὕτω σφοδρῶς διαβάλλειν αὐτόθι τὸν Τίγριν, ὥστε τὴν λίμνην, ἁλμυρὰν οὖσαν καὶ ἄνιχθυν, γλυκεῖαν ἐν τούτῳ τῷ μέρει γίνεσθαι καὶ ἰχθύων πλήρη. § 992. Ὅτι δευτερεύουσι μετὰ τοὺς Ἰνδικοὺς ποταμοὺς Εὐφράτης καὶ Τίγρις, καὶ ὅτι μείζων Εὐφράτης Τίγριος ῥέοντος ἀπὸ Νιφάτου ὄρους, καὶ πλείω διέξεισι χώραν. Ἐνεχθεὶς δὲ ἐπὶ Σελεύκειαν τὸ τῶν βασιλέων χειμάδιον, ἐν Ἐκβατάνοις γὰρ θερίζειν ἐκεῖνοι λέγονται, συνάπτει τῷ Εὐφράτῃ πλησίον, καὶ ποιεῖ τὴν ῥηθεῖσαν Μεσοποταμίαν πρὸς αὐτόν. Μετὰ δὲ τὸν ῥηθέντα Νιφάταν Ἄβος ὄρος, ἐξ οὗ ὁ Εὐφράτης τὲ ῥέει καὶ ὁ προειρημένος Ἀράξης. Ῥέειν δέ φησιν ὁ αὐτὸς Γεωγράφος τὸν Εὐφράτην διὰ μέσης τῆς Βαβυλῶνος, ἐν ᾗ καὶ ὁ θαυμαστὸς κρεμαστὸς κῆπος, περὶ οὗ ῥηθήσεται. Καὶ Ἡρόδοτος δέ φησιν ὅτι τὸ μέσον τῆς Βαβυλῶνος ὁ Εὐφράτης διείργει, ὃς ῥέει μὲν ἐξ Ἀρμενίων μέγας ὢν καὶ βαθὺς καὶ ταχὺς, ἐξίησι δὲ εἰς τὴν Ἐρυθρὰν θάλασσαν. Ὁ δὲ αὐτὸς καὶ ναυσὶ περατὸν τὸν Εὐφράτην ἱστορεῖ, καὶ ὅρον αὐτὸν εἶναι Κιλικίας καὶ Ἀρμενίας φησί. Τὴν δὲ εἰρημένην Βαβυλῶνα μεγάλην ποτὲ γενομένην ὕστερον ἐρημωθῆναί φασι. Φασὶ δὲ καὶ τὴν παρὰ τῷ Τίγρει Νῖνον, πολὺ μείζω τῆς Βαβυλῶνος οὖσαν, ἀφανισθῆναι καὶ αὐτὴν, καταλυθέντων τῶν Περσῶν, ἧς τοῦ μεγέθους σημεῖον τὸ τῆς κτίσεως ἐργῶδες. Λέγεται γὰρ Νῖνος οἰκοδομῆσαι αὐτὴν ὁ τῶν Ἀσσυρίων βασιλεὺς, μυριάδων δεκατεσσάρων συνεχῶς αὐτὴν ἐργαζομένων ἐπὶ ἔτη ὀκτώ. Σοφοὶ δὲ οἱ Βαβυλώνιοι, καὶ, ὡς Ἡρόδοτος λέγει, παρ᾽ αὐτῶν οἱ Ἕλληνες ἔμαθον πόλον καὶ γνώμονα καὶ τὰ δώδεκα μέρη τῆς ἡμέρας. § 992-993. Ὅτι καινὸν σχῆμα τὸ ὅση δὲ Εὐφράτου καὶ Τίγριος ἐντὸς, ταύτην μέσην φασὶ ποταμῶν. ῏Ην γὰρ τὸ ἀκόλουθον οὕτως εἰπεῖν, ὅση δέ ἐστιν Εὐφράτου καὶ Τίγριος ἐντὸς, αὕτη λέγεται μέση ποταμῶν. Σημείωσαι [389 M.] δὲ ὅτι ὁ Γεωγράφος ἱστορεῖ καὶ Εὐρωπαίαν Μεσοποταμίαν εἶναι, ἣν Κελτοὶ νέμονται καὶ Λυσιτανοί. § 994-1004. Ὅτι ἐπαινῶν τὴν Μεσοποταμίαν γῆν φησιν ὡς οὔτε τοὺς νομοὺς ἐκείνης ἀνὴρ βουκόλος μέμψεται, ἢ μήλοις ἀγραύλοις ἐφεπόμενος. Ἄλλαι δὲ πάντως νομαὶ βουσὶν ἀγαθαὶ, καὶ ἄλλαι μήλοις, ὡς καὶ ἡ τῶν Λαιστρυγόνων γῆ δηλοῖ παρὰ τῷ Ποιητῇ· λέγει δὲ καὶ ὅτι οὐδὲ μὴν ὕλην παντοίην φυτοεργὸς ἀνὴρ ἀθερίσατο καρπῶν. Ἄροσίς τε γὰρ, φησὶν, ἐκεῖ ἀγαθὴ, καὶ πόαν αὔξει πολλὴν, καὶ οἱ νομοὶ εὐανθεῖς, καὶ ἡ τῶν ἀνδρῶν φύτλη καλλίστη καὶ ἀθανάτοις ὁμοία· ταὐτὸν δὲ εἰπεῖν θεοειδὴς, διὰ τὸ ἀξιοθέατον καὶ εὔδαιμον. Καὶ τὴν τῶν Ἀρμενίων δὲ καὶ Ματιανῶν χθόνα πρὸς βορέαν τῆς Μεσοποταμίας οὖσαν καὶ ὄρεσι περιειλημμένην λιπαρὰν καλεῖ, καὶ τοὺς ἐκεῖ ἄνδρας ἀφνειούς τε λέγει καὶ Ἄρεος εὖ δεδαῶτας καὶ πίονας, ὡς καὶ τὸν Ἀραβικὸν δῆμον πίονα εἶπεν. Ἐξ Ὁμήρου δὲ ἡ τοιαύτη ἀφορμὴ, λιπαροὺς πόδας τοὺς τῶν ἡρώων λέγοντος. Τὸ δὲ ἀθερίσατο Ὁμηρικὴ λέξις ἐστὶ, καὶ ἐρρέθη ἐν τοῖς εἰς τὸν Ὅμηρον. Δηλοῖ δὲ τὸ ἀποδοκιμάσαι καὶ ἀπορρῖψαι. § 995. Ὅτι τὸν ποιμένα περιφράζων οὕτω φησίν· ὃς σύριγγι κερώνυχα Πᾶνα γεραίρων μήλοις ἀγραύλοισιν ἐφέσπεται. Κερώνυχα δὲ τὸν ὀξύκερών φασιν οἱ παλαιοὶ, ὡς τοῦ ὄνυχος ἐνταῦθα τὴν ὀξύτητα δηλοῦντος, καθὰ καὶ ὅτε ἀκρωνυχίαν ὄρους φαμέν. Οὐ φιλοῦσι δὲ ἐκεῖνοι τὴν ἐπίθετον ταύτην λέξιν ὡς καὶ σκληρὰν καὶ οὐδὲν ἀστεῖον ἔχουσαν. § 1005-1008. Ὅτι πρὸς νότον τῆς Μεσοποταμίας ἡ Περσικὴ μητρόπολις Βαβυλὼν, ἱερὰ πόλις, τεῖχος περιβεβλημένη χαλκοῦν κατά τινας, καὶ ποταμῷ περιρρεομένη. Ταύτην, φησὶ, πᾶσαν τείχεσιν ἀρραγέεσσι Σεμίραμις ἐστεφάνωσεν, ὅπουγέ τινες, ὡς εἴρηται, καὶ χαλκοῦν αὐτῇ τεῖχος ἱστόρησαν, καὶ ἄλλα πολλὰ θαυμάσια δίχα τῶν ἀνωτέρω ἐκτεθειμένων περὶ αὐτῆς ἐξέθεντο. Καὶ ἐπὶ τῇ ἀκροπόλει δὲ, φησὶ, βωμὸν τῷ Βήλῳ ἡ Σεμίραμις ἵδρυσε, χρυσῷ καὶ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα. Βῆλος δὲ ἦν βασιλεὺς Βαβυλῶνος, υἱὸς Διὸς, ἀφ᾽ οὑ καὶ πύλαι Βαβυλῶνος Βηλίδες, ἢ καὶ ὁ Ζεὺς αὐτὸς κατά τινας. Διὸ καὶ Ἡρόδοτος ἱερὸν εἶναι αὐτόθι λέγει Βήλου Διός. Ὁ αὐτὸς δὲ τῇ Βαβυλωνίᾳ χώρᾳ τοσαύτην προσμαρτυρεῖ δύναμιν, ὥστε αὐτὴ μὲν, φησὶ, τέσσαρας [390 M.] μῆνας τοῦ ἐνιαυτοῦ τρέφει τὸν μέγαν βασιλέα, ἡ δὲ λοιπὴ πᾶσα Ἀσία τοὺς λοιποὺς ὀκτὼ μῆνας. Θεόκριτος δὲ ἀσφάλτῳ δείμασθαι τὴν Σεμίραμιν τὸ τῆς Βαβυλῶνος τεῖχός φησιν. Ἕτεροι δὲ Σελεύκειάν ποτε καλεῖσθαι τὴν τοιαύτην Βαβυλῶνά φασι, καὶ κτίσμα εἶναι Βαβυλῶνός τινος ἀνδρὸς σοφωτάτου, παιδὸς Μήδου, καὶ ἀρχαιοτέραν τὴν πόλιν ταύτην τῆς Σεμιράμιδος λέγουσιν ἔτεσι χιλίοις ὀκτακοσίοις. Ἰστέον δὲ ὅτι συνετὴν μὲν γυναῖκα καὶ τὴν Σεμίραμιν ἡ ἱστορία ἔχει, συνετωτέραν δὲ αὐτῆς τὴν Νίτωκριν, Βαβυλῶνος καὶ αὐτὴν βασιλεύσασαν. Τοὺς δὲ Πέρσας, ὧν μητρόπολις ἡ Βαβυλὼν, Κηφῆνάς ποτε καλεῖσθαί φησιν ὁ Ἀρριανός. Ἄλλοι δὲ καὶ τοιαῦτά τινα ἱστοροῦσιν, ὅτι Νίνου τοῦ Σύρων βασιλέως τὴν Νινευῒ κτίσαντος, ἡ τούτου γυνὴ τὸν ἄνδρα ὑπερβαλλομένη Βαβυλῶνα ἐν τῷ πεδίῳ κτίζει ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου καὶ λίθων λαξευτῶν τριπήχεων μὲν τὸ πλάτος, ἑξαπήχεων δὲ τὸ μῆκος, καὶ περίμετρον αὐτῇ διεγράψατο στάδια τριακόσια ὀγδοήκοντα καὶ πέντε. Τὸ δὲ τεῖχος εἰς ὕψος ἀνέτεινε πεντήκοντα πήχεων, οὗ τὸ πάχος εἰς τριάκοντα πήχεις διέστησεν, ὡς καὶ τέθριππα ἐπ᾽ αὐτοῦ ἐναντιοδρομεῖν ἀλλήλοις· καὶ πύργους ταῖς πύλαις ἐπέστησεν ὑψηλοὺς, χαλκᾶς τε τὰς πύλας ποιήσασα εἰς ὕψος τὲ ἀνατεινομένας πολὺ καὶ εἰς πλάτος ἀξιόλογον. Ἔκτισε δὲ καὶ δεξαμενὴν μεγάλην, ᾗ κῆπον ἐπήγειρε θαυμαστὸν ἐπιλεγόμενον κρεμαστὸν, ὃς τετράπλευρος μὲν ἦν, ἑκάστην δὲ πλευρὰν εἶχε τετράπλεθρον. Καὶ ἦν ἓν καὶ αὐτὸς τῶν ἑπτὰ κοσμικῶν θεαμάτων. Ἔστι δὲ καὶ ἄλλη Βαβυλὼν Λιβυκή. Ἡρόδοτος δὲ περὶ τῆς Περσικῆς Βαβυλῶνος καὶ ταῦτά φησιν, ὅτι τῆς Ἀσσυρίας ὀνομαστότατον πόλισμα καὶ ἰσχυρότατον ἡ Βαβυλὼν, ἔνθα καὶ τὰ βασίλεια, οὖσα δὲ τετράγωνος κεῖται ἐν μεγάλῳ πεδίῳ, καὶ μέτωπον ἕκαστον αὐτῆς εἴκοσι καὶ ἑκατὸν σταδίων· ὥστε εἶναι κατ᾽ αὐτὸν τὴν περίοδον τῆς πόλεως στάδια τετρακόσια ὀγδοήκοντα. Πύλαι δὲ πέριξ τοῦ τείχους ἑκατὸν, χάλκεαι πᾶσαι, ὥσπερ καὶ οἱ σταθμοὶ καὶ τὰ ὑπέρθυρα. Καὶ σημείωσαι ὅτι οὐ μόνον ἑκατόμπυλοι Θῆβαι, ἀλλ᾽ ἰδοὺ τοιαύτη καὶ ἡ Βαβυλών. § 1009-1012. Ὅτι Βαβυλὼν ἡ Περσικὴ πολλοὺς ἀκροκόμους ἐπηρεφέας φέρει φοίνικας· ἰδιότης δέ ἐστι τοῦτο τοῦ φυτοῦ. Καὶ λέγονται ἐπηρεφεῖς μὲν, οἷα ἐπικλίνοντες τοὺς κλάδους εἰς ὄροφον, ἀκρόκομοι δὲ ὡς οὐ κάτωθεν ἀλλ᾽ ἐν ἄκρῳ ἄνω κομῶντες· τοιοῦτον γὰρ τὸ δένδρον. Καὶ ὅρα ὅτι τῶν Καρῶν ἀκροκόμων λεχθέντων [391 M.] παρὰ τῷ Ποιητῇ, οὗτος ἐπὶ φοίνικος τοῦ φυτοῦ τὴν λέξιν ἔθετο, παραξέσας αὐτὴν κατὰ λόγον δριμύτητος. Φέρει δὲ, φησὶν, ἡ Βαβυλὼν καὶ χρυσοῦ τι χαριέστερον ἄλλο. Ποῖον ἐκεῖνο; ὑγρᾶς βηρύλλου γλαυκὴν λίθον, φυομένην ἐκεῖ ἐν προβολαῖς ὀφιήτιδος ἔνδοθι πέτρης. Τόπος γάρ τις ἐκεῖ ὀφίτην ἐκβάλλων μάρμαρον λίθον, ᾧ ἡ βήρυλλος ἐνθαλαμεύεται. Τὸ δὲ ὀφιήτης πλεονασμὸν ἔχει τοῦ η, καὶ ἔστιν ὅμοιον τῷ πολιήτης. Σημείωσαι δὲ ὅπως τὴν γλαυκὴν βήρυλλον ὑγρὰν ἔφη, ὡς τῶν γλαυκῶν σωμάτων ὑγρῶν εἶναι δοκούντων διὰ τὸ διαφανὲς, ὅπουγε καὶ θαλάσσης ἐπίθετον τὸ γλαυκόν. Media (DP 1014-1038) § 1016. Ὅτι ἐν τῷ ἀλλ᾽ ὁπότ᾽ Ἀρμενίων ὀρέων προπάροιθεν ὁδεύσῃς, νοοῦμεν ἐκ τῆς συναλοιφῆς, ἤγουν ἐκ τοῦ κουφισμοῦ, ψιλοῦσθαι τῆς Ἀρμενίας τὴν ἄρχουσαν· εἰ καί τινες ἐφίενται δασύνειν αὐτήν. § 1017-1029. Ὅτι μετὰ τοὺς Ἀρμενίους εἰς αὐγὰς τὰ Μηδικὰ εἰσὶ τέμπεα, ὃ ἔστιν ἀπὸ μέρους ἡ τῶν Μήδων χώρα, οὕτω κληθεῖσα κατὰ τὸν Γεωγράφον ἢ ἀπὸ Μήδου υἱοῦ Μηδείας, ἥτις λειπόπατρις δι᾽ ἔρωτα γέγονεν, ἢ ἀπὸ αὐτῆς δὴ τῆς φυγάδος Μηδείας τῆς Αἰήτου θυγατρὸς, ᾗτινι ὁ Διονύσιος ὁμώνυμον τὴν γῆν ταύτην φησί· δεῖ δὲ μᾶλλον εἰπεῖν παρώνυμον. Ἀφεῖσα γὰρ τὴν Ἀττικὴν ἡ Μήδεια ἐκεῖ παρὰ τοῖς Μήδοις ἔμεινεν, οὐχ ἑκὰς Κόλχων, ἀλλὰ δηλαδὴ ἐγγὺς κατὰ τὴν γειτνίασιν τὴν τοῦ ἀντικρύ· ᾧ λόγῳ καὶ ὁ Ἰσσικὸς, ὁμοίως δὲ καὶ ὁ Ὑρκάνιος γείτονες τοῦ Εὐξείνου πόντου λέγονται. Κόλχων γε μὴν, φησὶν, εἰς γῆν οὐκ ἦν αὐτὴν ἐλθεῖν διὰ τὴν τοῦ πατρὸς μῆνιν, ὅτε καὶ τῇ χώρᾳ δέδωκε τὸ ἀπ᾽ αὐτῆς κληθῆναι· αἰδοῖ, φησὶ, λιποῦσα τὸν Πανδιονίδην Αἰγέα καὶ τὰς Ἀθήνας, ὅτε λυγρὰ φάρμακα τῷ τοῦ Αἰγέως υἱῷ τῷ Θησεῖ ἐβουλεύσατο. Διὸ, φησὶν, ἀπ᾽ ἐκείνης τῆς Μηδείας, οἷα σοφῆς φαρμακουργοῦ, ἔτι οἱ Μῆδοι πολυφάρμακοί εἰσι. Τὸ δὲ αἰδοῖ σεμνῶς εἶπεν, οὐ θέλων ἐξυβρίσαι εἰς τὴν ἡρωΐδα. Τῷ ὄντι γὰρ οὐχ ἑκοῦσα ἐκείνη οὐδὲ δι᾽ αἰδῶ, ἀλλὰ πρὸς βίαν ἔλιπε τὰς Ἀθήνας, διωχθεῖσα ὑπὸ τοῦ Αἰγέως, διότι τῷ Αἰγείδῃ Θησεῖ ἐπεβούλευσε κερασαμένη θανάσιμα φάρμακα, ὁπηνίκα ἐκεῖνος ἐκ Τροιζῆνος χρόνιος ἐλθὼν μετὰ τοῦ ξίφους καὶ τῶν πεδίλων τῶν πατρικῶν, ἃ καὶ ὁ Λυκόφρων ἱστορεῖ, ἐνεφανίσθη μὲν ἀγνοοῦντι τῷ πατρὶ Αἰγεῖ παῖς καλὸς καὶ πρέπων εἰς βασιλείαν, μικροῦ δὲ ἂν λαθὼν ὑπὸ τῆς Μηδείας ἀπώλετο, εἰ μὴ ὁ πατὴρ γνωρίσας τὸν ἐκ πολλοῦ ἐπὶ διαδοχῇ τῆς βασιλείας ποθούμενον παῖδα περιεσώσατο, καὶ τὸν διαδεξόμενον εὑρηκὼς ἀπώσατο τὴν Μήδειαν, ἣν δι᾽ ἔρωτα [392 M.] παιδοποιΐας ἐπεισηγάγετο. Φασὶ δὲ αὐτὴν δυναστεύσασαν ἐν Μήδοις, καὶ ἐπικρυπτομένην τὴν ὄψιν, ὁπηνίκα προέρχοιτο, καταδεῖξαι τὸ θηλυστολεῖν τε τοὺς ἐκεῖ καὶ ἐν ταῖς προόδοις κατηρεφεῖς εἶναι τοῖς σκεπάσμασιν. Ἰστέον δὲ καὶ ὅτι ὀπός τις ἀπὸ σιλφίου ὀνομαστὸς παρὰ τοῖς Μήδοις λέγεται γίνεσθαι καλούμενος Μηδικός· καὶ ὅτι οἱ Μῆδοι καὶ Μήδειοι λέγονται προπαροξυτόνως, καθάπερ οἱ παρ᾽ Ὁμήρῳ Κήτειοι, καὶ ὅτι δεινοὶ περὶ τοξείαν εἰσὶ, διὸ καὶ τοξοφόρους αὐτοὺς ἐρεῖ ὁ Διονύσιος· καὶ ὅτι καὶ βοτάνη τις ἡ μάλιστα τοὺς ἵππους τρέφουσα Μηδικὴ καὶ εἰσέτι καλεῖται, ὡς ἐν Μηδίᾳ τάχα πλεονάζουσα. Ὅτι δὲ κατὰ κυριολεξίαν ἀνωτέρω εἴρηται τὸ Μηδικὰ τέμπεα, δηλοῖ ὁ Διονύσιος κατωτέρω εἰπὼν λασίας εἰαμενὰς τὰς ἐν Μήδοις. Πάντως γὰρ ἔνθα λάσιος εἰαμενὴ τεμπώδης ὁ τοιοῦτος τόπος, ἤτοι ἑλώδης ἐστίν. Εἰαμενὴ γάρ ἐστιν οἱονεί τις ῥειαμενὴ, τόπος δηλονότι κατάρρυτος, ἢ καὶ εἰς βοτανῶν ἀνάδοσιν ἐπιτήδειος, παρὰ τὸ ἕω, ὑφ᾽ οὗ δηλοῦται τὸ ἀναδίδωμι. Φασὶ δὲ Μήδοις ἔθος εἶναι, βασιλέα αἱρεῖσθαι τὸν ἀνδρειότατον, καὶ γυναῖκας ἕκαστον ἔχειν οὐκ ἐλάττους τῶν πέντε. Καὶ γυνὴ δὲ, φασὶν, ἄνδρας ἐλάττονας τῶν πέντε τρέφουσα συμφορὰν ἡγεῖται τὸ πρᾶγμα, ἐν καλῷ τιθεμένη πλείστους νέμειν ἄνδρας. Ἰστέον δὲ ὅτι καὶ τὸ ᾀδόμενον Νισαῖον πεδίον ἐκεῖ που περὶ τὴν Μηδικὴν χώραν ἦν, φέρον ἵππους μεγάλους τοὺς λεγομένους Νισαίους. § 1019. Ὅτι βορειότεροι Μήδων οἱ Γηλοὶ καὶ οἱ Μάρδοι, ἔθνος Ὑρκάνιον, λῃσταὶ καὶ τοξόται ἄνδρες. Ἔτι δὲ καὶ οἱ Ἀτροπατηνοὶ, ἀπὸ ἡγεμόνος τινὸς Ἀτροπάτου καλούμενοι, ὧν Ἀτροπατία ἡ χώρα, δευτέρα μερὶς τῆς Μηδίας λεγομένη· πρώτη δὲ Μηδικὴ μερὶς, καθ᾽ ἣν τὰ Ἐκβάτανα. § 1026-27. Ὅτι τὸ ἵκετο ἡ Μήδεια οὐχ ἑκὰς Κόλχων· Κόλχων γε μὴν αἶαν ἱκέσθαι οὐκ εἶχε, σχῆμά ἐστιν ἐπαναστροφῆς. Ἔστι δὲ ἐπαναστροφὴ, ὅταν ἡ τελευταία λέξις τῆς πρώτης ἐννοίας ἀρχὴ γένηται τῆς δευτέρας, ὡς καὶ ἐνταῦθα τῆς μιᾶς ἐννοίας ληξάσης εἰς τὸ Κόλχων, ἀπὸ τούτου ἡ δευτέρα ἤρξατο. Ἐκαλλωπίσατο δὲ καὶ ἀλλαχοῦ τῷ τοιούτῳ σχήματι ὁ Διονύσιος. § 1031. Ὅτι πέτραι τινὲς Μηδικαὶ τὸν ναρκισσίτην φύουσι λίθον, ὃν καὶ ἀφεγγέα καλεῖ, ὡς ναρκίσσῳ τῷ φυτῷ ἐοικότα τὴν χρόαν, καὶ μὴ διαυγάζοντα. Λέγει [393 M.] δὲ καὶ τὰ ποίμνια καλὰ εἶναι τοῖς Μήδοις, ἅδην βεβριθότα μαλλοῖς. Καὶ ὅρα ὅτι τὸ ἅδην δι᾽ ἑνὸς δ καὶ οὗτος ὁμοίως Ὁμήρῳ ἐξήνεγκεν, ὃ καὶ δασύνουσιν οἱ Ἀττικοὶ, ταὐτὸν ὂν τῷ ἅλις. Διὸ καί τις ἔφη, ἀλλὰ τούτων μὲν ἅδην, ἀντὶ τοῦ ἅλις. § 1034-1038. Ὅτι οἱ Μῆδοι ἐπ᾽ ἀνατολὴν τετραμμένοι ἄχρι τῶν Κασπιάδων διήκουσι πυλῶν, αἵτινες μέρος οὖσαι τῆς Μηδείας χώρας κλεῖδες καλοῦνται τῆς Ἀσίας διὰ τὴν ἄγαν στενότητα, ὑπὸ πέτρας οὖσαι βαθυνομένας. Ὄρη δέ εἰσιν αἱ Κάσπιαι πύλαι, μᾶλλον δὲ πέτραι ἀπερρωγυῖαι καὶ κοῖλαι ὡς ἐν τάξει πυλῶν, ἀπὸ τῶν Κασπίων ἀνδρῶν ἢ τῆς Κασπίας θαλάσσης οὕτω καλούμεναι. Πύλαι γὰρ οἷόν εἰσι τοῖς εἰς βορρᾶν δηλαδὴ πρὸς Ὑρκανίους καὶ Κασπίους ἐκ νότου ὁδεύουσι, καὶ τοῖς ἐκεῖθεν αὖθις εἰς νότον πρὸς Πέρσας. Οὕτω δὲ καὶ ὁ τόπος ἐστένωται, ὡς καὶ πύλας ἐπιστῆσαι τῷ τόπῳ, κωλυούσας τὴν τῶν βορείων ἐθνῶν ἐπὶ τὰ ἐξ ἐναντίας διάβασιν. Ὅτι δὲ καὶ ἄλλως αἱ πύλαι στενότατον τόπον δηλοῦσι, καὶ ἐν τῷ περὶ Θερμοπυλῶν λόγῳ διείληπται. Τῷ δὲ πύλας εἰπόντι τὴν τοιαύτην στενοχωρίαν ἀκόλουθον τὰς αὐτὰς καὶ κλεῖδας εἰπεῖν. Τὸ δὲ Κασπιάδων πυλάων παρωνύμως καὶ αὐτὸ εἴρηται, οὐχ ὑποκοριστικῶς, ὁποῖα πολλὰ ὁ Διονύσιος ἐποίησεν. Partia (DP 1039-1055) § 1039-1052. Ὅτι ὑπὸ τὸν πόδα τῶν Κασπίων πυλῶν οἱ Πάρθοι ναίουσιν, ἄνδρες ἀρήϊοι καὶ ἀγκυλότοξοι, καὶ παντοίου πολέμου δαήμονες, ὃ ἔστι τεχνῖται. Εἶτα ἐμμένων τῷ περὶ αὐτῶν λόγῳ καὶ ἐμπλατυνόμενός φησιν· οὐ γὰρ ἀρότρῳ ἰθύνουσιν αὔλακα διασχίζοντες ἄρουραν, οὐδὲ μὴν ἐρετμοῖς ἅλα τέμνουσιν, οὐδὲ νέμουσι βόας· ἐκ δὲ γενέθλης αὐτῆς ἔτι νηπίαχοι τόξοις καὶ ἱπποσύναις μέλονται, ἀεὶ δὲ παρ᾽ αὐτοῖς δοῦπος ὅπλων, καὶ δρόμος ἵππων ἀελλοπόδων. Οὐ γὰρ θέμις αὐτοῖς δόρποιο γεύσασθαι, πρὶν ἐνιδρῶσαι μόχθοις πολέμου. Ἔχουσι δὲ ἐξ ἄγρας βίον δορίκτητον. Οὕτω δὲ ὁ Διονύσιος αὐξήσας τὰ κατ᾽ αὐτοὺς ἐπιπλέκει σύντομον ἐγκώμιον βασιλικὸν, λέγων· ἀλλὰ καίπερ τοιούτους ἐόντας Αὐσονίου βασιλῆος ἐπεπράϋνεν ἀκωκή. Φασὶ γὰρ τὸν Αὔγουστον κακῶς αὐτοὺς διαθέσθαι, τὴν τοῦ Κράσσου ἧτταν ἀναπαλαίσαντα, ὃν στρατηγὸν ὄντα Ῥωμαίων οἱ Πάρθοι ἀνεῖλον ἡττήσαντες. Οὕτω δέ φασι ταπεινωθῆναι αὐτοὺς τότε, ὥστε προστάξαι τὸν Αὔγουστον μὴ ἄλλως αὐτοὺς βασιλέας ἑαυτοῖς ἐφιστᾶν, ἀλλ᾽ ἢ γνώμῃ τῆς συγκλήτου τῶν Ῥωμαίων βουλῆς. [394 M.] Τοὺς δὲ Πάρθους καὶ Παρθυαίους καλοῦσί τινες, καὶ φῦλον εἶναί φασι Σκυθικὸν, μετοικῆσαν ἐπὶ Μήδους ἐκ φυγῆς, διὸ καὶ οὕτω κληθῆναι. Πάρθους γὰρ Σκύθαι τοὺς φυγάδας φασίν. Ἱστορεῖται δὲ καὶ ὅτι οἱ τῶν Παρθυαίων βασιλεῖς πρὸς τῷ ἰδίῳ ὀνόματι καὶ Ἀρσάκαι ἐκαλοῦντο, ἐπὶ τιμῇ ἀρχαίου τινὸς βασιλέως γενναιοτάτου Ἀρσάκου, ὡς ἂν ἐκεῖνος τὲ εἴη ἐν αὐτοῖς ἀοίδιμος καὶ αὐτοὶ τῇ ἐκείνου κλήσει ἐνωραΐζοιντο. Σημείωσαι δὲ ὅτι νόμου γεωγραφικοῦ ὄντος καὶ ἱστορίαις ἀρτύειν τὴν γεωγραφίαν εἰς χειραγωγίαν τῆς ἀληθείας, ὡς καὶ ἐν προοιμίοις εἴρηται, διόλου μὲν ἐφύλαξε τοῦτο καὶ ὁ Διονύσιος, συχνὰ παραπλέκων τῇ περιηγήσει τὰ ἐξ ἱστοριῶν, πλὴν ἐν ἐπιτομῇ καὶ ἐπιτροχάδην, διὰ τὸ καὶ τὴν ὅλην αὐτοῦ περιήγησιν συνοπτικὴν εἶναι καὶ, ὡς οἱ λόγιοί φασιν, ἐπελευστικὴν, τὰ πάνυ πολλὰ εἰς κομιδῆ βραχὺ συναλείφουσαν καὶ ἐγχειρίδιον οἷον οὖσαν περιηγήσεως. Καὶ οὕτω μὲν τὰ πρὸ τούτου. Ἀφ᾽ οὗ μέντοι εἰς τὴν Ἀσίαν διέβη, καὶ τετράπλευρόν τι χωρίον περιέγραψε πλευραῖς τῷ τε Ταύρῳ καὶ τῷ Νείλῳ καὶ τῷ Ἰνδικῷ ὠκεανῷ καὶ τῷ νοτίῳ, τότε δὴ πλατύτερον τοῖς ἱστορουμένοις ἐπεξέρχεται, ὡς δῆλον ἔκ τε τῶν εἰς Ἀραβίαν λεχθέντων καὶ τῶν περὶ Μηδείας ἱστορηθέντων καὶ τῶν νῦν δὲ ἐκτεθέντων. Ἐνηγλαΐσθη μέντοι πρὸ τούτου καὶ τοῖς περὶ Λυδῶν λόγοις καθ᾽ ὁμοίαν διατριβήν. Ἐν τοῖς ἑξῆς δὲ καὶ ἡ Ἰνδία ἱκανὴν αὐτῷ παρέξει λόγου τριβήν. Αἴτιον δὲ τούτου οὐ μόνον τὸ προσπαθῶς δοκεῖν αὐτὸν ἔχειν πρὸς τὴν Ἀσίαν, ἀλλὰ καὶ τὸ κίνδυνον εἶναι, εἰ μὴ οὕτω μεθώδευσε, βραχύστιχον αὐτῷ παντελῶς γενέσθαι τὴν ποίησιν καὶ εἰς μικροτεχνίαν ἐκκλῖναι διὰ τὸ τῆς περιηγήσεως λίαν πάνυ στενὸν καὶ ἐπίτροχον. § 1055. Ὅτι εὕρηται ὧδε τὸ ἀέναος δι᾽ ἑνὸς ν μετὰ ἐκτάσεως τῆς ἀρχούσης. Φησὶ γὰρ καὶ πόρον ἀενάων ποταμῶν. Οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς ἀενάοις ποταμοῖσι κατάρρυτος, καὶ παρὰ Θεοκρίτῳ δὲ εὕρηται τοιαύτη γραφὴ, ἔνθα λέγει εὗρον δ᾽ ἀέναον κρήνην· εἰ μή τις τὴν τῶν ἀντιγράφων αἰτιώμενος φαυλότητα φυλάσσει μὲν τὴν διὰ τῶν δύο νν γραφὴν, θεραπεύει δὲ τὸ πάθος τοῦ μέτρου διὰ συνιζήσεως, ὡς καὶ ἐν τῇ ἀρχῇ τῶν Ἁλιευτικῶν Ὀππιανοῦ. Persia (DP 1056-1079) § 1056-1061. Ὅτι μόνοι οἱ Πέρσαι ἔθνος ἔχουσιν Ἀσίας βασιλεύτατον, καὶ μέγας διὰ τοῦτο ἐλέγετο βασιλεὺς ὁ τῶν Περσῶν, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ. Βασιλικώτατον γὰρ ἦν τὸ τῶν Περσῶν γένος, καλούμενον οὕτως ἀπὸ Πέρσου υἱοῦ τοῦ Μήδου, κατὰ δὲ ἄλλους ἀπὸ Περσέως [395 M.] ἢ ἀπὸ Πέρσου υἱοῦ Περσέως καὶ Ἀνδρομέδας, ὥς φησιν Ἡρόδοτος, λέγων ὅτι Περσεὺς ὁ Δανάης καὶ Διὸς ἀφίκετο παρὰ Κηφέα τὸν Βήλου, καὶ ἔσχε αὐτοῦ θυγατέρα τὴν Ἀνδρομέδαν, καὶ γεννᾷ Πέρσην, ἐξ οὗ τὴν ἐπωνυμίαν ἔσχον οἱ Πέρσαι, πάλαι ποτὲ Κηφῆνες ἀπὸ τοῦ τοιούτου Κηφέως καλούμενοι. Λέγει δὲ ὁ Διονύσιος καὶ ὅτι ἀπείριτον ὄλβον οἱ Πέρσαι περιεβάλοντο, θέμενοι ἐν μεγάροισιν, ὅτε Μῄονας καὶ Σαρδιανοὺς ἐπόρθησαν, καθελόντες τὸν Κροῖσον. Καὶ δεῖγμά φησι τοῦ πλούτου, ὅτι χρύσεα μὲν τοῖς ἀνδράσι τὰ ὅπλα, χρύσεα δὲ τοῖς ἵπποις τὰ χαλινὰ, χρυσοῖς δὲ πεδίλοις τοὺς πόδας ἐκοσμήσαντο. Ταῦτα δὲ πολλῷ πρότερον τοὺς Μῄονας, ἤτοι τοὺς Λυδοὺς, πλουσιωτάτους δείκνυσιν, οὓς οἱ Πέρσαι ληϊσάμενοι παμπλούσιοι γεγόνασιν, ἄλλως μὴ πλουτοῦντες· ὅπουγε καὶ αἱ παρονομαζόμεναι αὐτοῖς Περσικαὶ ἐμβάδες, ὥς τινές φασιν, ὑπόδημα εὐτελὲς ἦν. Ἀσκεῖν δὲ λέγονται καὶ μεγαλοφωνίαν οἱ Πέρσαι, καὶ καῦμα καὶ ψύχος φέρειν καὶ ὄμβρους καὶ χειμάρρων διαβάσεις, ὥστε ἄβροχα φυλάσσειν τά τε ὅπλα καὶ τὴν ἐσθῆτα. Τιμῶσι δὲ τὸ πῦρ, καὶ δι᾽ αὐτὸ καὶ τὸν χρυσὸν οἷα πυροειδῆ ὄντα. Λέγεται δὲ Περσική τις εἶναι ᾠδὴ, ἧς τὰς ὠφελείας ἑξήκοντα διαριθμοῦνται. Τίμιοι δὲ παρὰ τοῖς Πέρσαις οἱ μάγοι, οἳ οὔτε οὐροῦσιν εἰς ποταμὸν, οὔτε νίπτονται, οὔτε λούονται. Ἡρόδοτος δέ φησι καὶ ὅτι Πέρσαι παιδεύουσι τοὺς ἑαυτῶν παῖδας ἀπὸ πενταετοῦς ἕως ἐτῶν εἴκοσι ἱππεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι. Ἱστορεῖ δὲ καὶ νομάδας τινὰς Πέρσας, καὶ συχνὰ εἶναι γένη λέγει Περσῶν. Λέγεται δὲ καὶ σύμβολον εἶναι ἀσπασμοῦ παρὰ Πέρσαις τὸ ἀφελέσθαι τὴν τιάραν τῆς κεφαλῆς. Μεγάλοις δὲ ὄρεσι περίδρομός ἐστιν ἡ Περσὶς, νοτιωτέρα τῶν Κασπίων οὖσα πυλῶν, ἑλκομένη μέχρι τοῦ ὁμωνύμου Περσικοῦ κόλπου. Τὸ δὲ ἀρκτῶον αὐτῆς τοῖς τῶν Μήδων ὄρεσιν ὑποπέπτωκεν, ἅπερ τέμπεα ὁ Διονύσιος ἀνωτέρω ἔφη Μηδικά. § 1069a. Ὅτι Σάβαι ἦσαν μὲν καὶ Ἀραβικοὶ, ὡς προεγράφη, εὕρηνται δὲ καὶ ὧδε Περσικοί. Μεθ᾽ οὓς οἱ Πασαργάδαι, περὶ ὧν κατωτέρω ῥηθήσεται. Ἐν δὲ τοῖς ἑξῆς καὶ Ἰνδικὸν ἔθνος οἱ Σάβαι εὑρίσκονται. ῏Ησαν δὲ καὶ ἔθνος Θρᾳκικὸν Σάβοι, ὅπερ τοὺς Βάκχους δηλοῖ Φρυγίᾳ διαλέκτῳ· ἐξ οὗ καὶ ὁ Διόνυσος ἔοικε Σαβάζιος λέγεσθαι, διότι καὶ Βάκχος ὁ αὐτός. § 1069b. Ὅτι τὸ Τασκοὶ ἔθνους Περσικοῦ ὄνομα βαρυτόνως [396 M.] παρὰ πολλοῖς ἀναγινώσκεται· οἷς ἀγχιτέρμονες οἱ Πασαργάδαι, ἄριστοι Περσῶν κατὰ Ἡρόδοτον, παρ᾽ οἷς Κύρου τάφος πολυτελὴς, πύργος οὐ μέγας ἐν παραδείσῳ, δάσει δένδρων ἀποκεκρυμμένος, κλίνην τὲ χρυσῆν ἔχων ποτὲ καὶ τράπεζαν καὶ πύελον ὕλης ὁμοίας καὶ κόσμον λιθοκόλλητον. Προσεκοσμήθη δὲ καὶ ὑπὸ Ἀριστοβούλου, κελεύσει Ἀλεξάνδρου, ἐσυλήθη δὲ οὐ πολλῷ ὕστερον. Εἶχε δὲ, φασὶ, καὶ ἐπίγραμμα Ἑλληνικὸν Περσικοῖς γράμμασιν, Ἐνθάδ᾽ ἐγὼ κεῖμαι, Κῦρος βασιλεὺς βασιλήων. ῏Ην δὲ καὶ ἕτερον τοιοῦτον, ὦ ἄνθρωπε, ἐγὼ Κῦρος εἰμὶ, ὁ τὴν ἀρχὴν τοῖς Πέρσαις κτησάμενος καὶ τῆς Ἀσίας βασιλεύσας· μὴ οὖν φθονήσῃς μοι τοῦ μνήματος. Καὶ τοῦτο μὲν ἁπλοῦν καὶ γοργόν. Κάλλιον δὲ τὸ ἐπὶ Δαρείῳ, φίλος ἦν τοῖς φίλοις, ἱππεὺς καὶ τοξότης ἄριστος ἐγενόμην, κυνηγῶν ἐκράτουν, πάντα ποιεῖν ἠδυνάμην. Ἰστέον δὲ ὅτι τὸ μὲν ἐθνικὸν οἱ Πασαργάδαι, ἡ δὲ πόλις θηλυκῶς, ὡς δηλοῖ τὸ τὰς δὲ Πασαργάδας ἔκτισεν ὁ Κῦρος. Διερμηνεύεται δὲ ἡ πόλις κατὰ γλῶσσαν Ἑλληνίδα Περσῶν στρατόπεδον. § 1073-1074. Ὅτι Κύρος ποταμὸς Περσικὸς, ἔτι δὲ καὶ Χοάσπης Ἰνδὸν μὲν ὕδωρ ἕλκων, ὡς ἐκ τοῦ Ἰνδοῦ σχιζόμενος ποταμοῦ, παραρρέων δὲ τὰ Σοῦσα, ἐξ οὗ καὶ μόνου ἔπινεν ὁ τῶν Περσῶν βασιλεύς· καὶ ἦν βασιλικὸν ὕδωρ τὸ Χοάσπειον. Περὶ οὗ φησι καὶ Ἡρόδοτος, ὅτι τοῦ ὕδατος τοῦ Χοασπείου ἀφεψημένου πολλαὶ ἅμαξαι ἡμιόνειοι τετράκυκλοι ἕπονται κομίζουσαι ἐν ἀγγείοις ἀργυρέοις. Ἔστι δὲ κατὰ τὸν Γεωγράφον καὶ ἕτερος ποταμὸς μέγας, ἀπὸ Ἀρμενίας ἔχων τὴν ἀρχὴν, Κόρος ποτὲ λεγόμενος, ὕστερον δὲ Κῦρος μετονομασθείς. Τὰ δὲ Σοῦσα οὕτω καλοῦνται διὰ τὸ τόπου ἀνθηρόν· σοῦσα γὰρ ἐγχωρίως τὰ κρίνα. Τῆς δὲ Περσικῆς ταύτης τῶν Σούσων χώρας οἱ ἐγχώριοι οὐ μόνον Σούσιοι, ἀλλὰ καὶ Κίσσιοι λέγονται. Πάνυ δὲ, φασὶ, καυματηρὸς ὁ ἀὴρ τῇ Σουσίδι καὶ οὕτως ἔκπυρος, ὥστε οὐ φθάνουσιν αἱ σαῦραι καὶ οἱ ὄφεις ἐν τῷ διαβαίνειν τὰς ὁδοὺς, ἀλλὰ καταφλέγονται. Καὶ λουτρὰ δὲ, ἤγουν ὕδατα τὰ εἰς τὸ λούσασθαι προτεθέντα ψυχρὰ, ἐκθερμαίνεται παραχρῆμα. Ἐκαλεῖτο δὲ καὶ Μεμνόνειον ἄστυ τὰ Σοῦσα, διὰ τὸ ἐκεῖ ὡς εἰκὸς τιμᾶσθαι τὸν Μέμνονα. Λέγεται δὲ καὶ τοὺς τοῦ βασιλέως Περσῶν θησαυροὺς αὐτόθι κεῖσθαι. Καὶ ὁ τὴν πόλιν ταύτην ἑλὼν ἔδοξεν ἂν κατὰ τὸν τοῦ Ἡροδότου λόγον ἐρίσαι τῷ Διὶ περὶ πλούτου. § 1075-1079. Ὅτι τὸν ἀχάτην {ποταμὸν} ἐπὶ πλευραῖς τε εἶναι τοῦ Χοάσπου φησὶ, καὶ εὐωπὸν αὐτὸν καλεῖ, διὰ [397 M.] τὸ τάχα διειδὲς τοῦ ὕδατος καὶ εὔθετον. Φησὶ γὰρ ὅτι οἷα κύλινδρος ἐπὶ χθονὸς κεῖται, τουτέστιν ὡς σχῆμα κιονειδές· τοιοῦτον γὰρ ὁ κύλινδρος. Ἔοικε γὰρ ὁ ἀχάτης μὴ ἔχειν ἐξοχάς τινας καὶ καμπὰς, μηδὲ εἰς ἀγκῶνας καὶ κλῶνας ἑλίσσεσθαι τὲ καὶ σχίζεσθαι· φαίνεται δὲ καὶ μηδὲ πολὺς εἶναι κατὰ τὸ ἀένναον· χειμάρρου γὰρ, φησὶν, αὐτὸν ποταμοῦ κατασύρουσι χαράδραι. Λέγει δὲ καὶ τοὺς ἐκεῖσε καρποὺς θάλλειν ἄλλους ἐπ᾽ ἄλλοις, λιαροῦ γεγηθότας ἐξ ἀνέμου. Καὶ ἔστιν ἐνταῦθα γλυκεῖα λέξις τὸ γεγηθότας, μετενεχθεῖσα ἐπὶ τὰ ἀναίσθητα· ὡς καὶ ὅτε ὁ Ποιητὴς ἐπὶ ὅπλων τὸ γανοῦσθαι λέγει, καὶ τὴν χθόνα γελᾶν. Καὶ ἔστι τοῦτο μεταγωγὴ πράγματος ἀπὸ τῶν ὁρώντων ἐπὶ τὰ ὁρώμενα. Γεγήθασι γὰρ πάντως καὶ γανόωσι καὶ γελῶσιν οὐ τὰ ὅπλα οὐδὲ ἡ γῆ οὐδὲ οἱ καρποὶ ἀλλ᾽ οἱ βλέποντες αὐτά. Oeste de la India (DP 1082-1106) § 1082. Ὅτι περὶ τὴν Περσικὴν θάλασσαν μέγα ἔθνος οἱ Καρμανοὶ, ἔνθα ποταμὸς ψήγματα καταφέρων χρυσοῦ· καὶ μέταλλα δέ εἰσιν αὐτόθι ἀργύρου καὶ χαλκοῦ καὶ μίλτου· καὶ ὄρη δύο κατὰ τὸν Γεωγράφον, τὸ μὲν ἀρσενικοῦ, ὅπερ ἀρσενίκιον ἡ κοινὴ γλῶσσά φησι, τὸ δὲ ἁλός. Γίνεται δὲ, φασὶν, αὐτόθι καὶ βότρυς πολλάκις δίπηχυς, πυκνόρρωγος τὲ καὶ μεγαλόρρωγος. Εἰς θερμότητα δὲ κατὰ γλῶσσαν ἐγχωρίαν ἡ Καρμανία ἑρμηνεύεται. § 1086-1087. Ὅτι πρὸς ἀνατολὰς τῶν Καρμανῶν ἡ τῶν Γεδρωσῶν ἕλκεται γῆ, γείτων ὠκεανοῦ μεγακήτεος. Τούτων ἡ χώρα Γεδρωσία, ὥστε αὐτοὺς ἀναλογώτερον καλεῖσθαι Γεδρωσιανοὺς κατὰ τὸν Γεωγράφον. Λέγονται δὲ καὶ Γεδρωσηνοί. Ἀκαρπίᾳ δὲ ἡ Γεδρωσία κατέχεσθαι λέγεται πολλάκις, καὶ διὰ τοῦτο τοῖς αὐτόθι τὸν καρπὸν εἰς ἔτη πλείω ταμιεύεσθαι. Ἀρωματοφόρος δὲ ἡ Γεδρωσία, καὶ μάλιστα νάρδου καὶ σμόρνης. Καὶ ὁ στρατὸς τοίνυν Ἀλεξάνδρου ὁδεύων ἐκεῖ τούτοις ἐχρῆτο ἀντὶ ὀρόφου τὲ καὶ στρωμνῆς. Λέγει δὲ καὶ Ἀρριανὸς ὅτι ἐν τῇ ἐρημίᾳ τῶν Γεδρωσῶν πολλὰ δένδρα εἰσὶ σμύρνης, ἔχει δὲ καὶ νάρδου ῥίζαν πολλὴν καὶ εὔοδμον. § 1087-1093. Ὅτι πρὸς αὐγὰς τῆς Γεδρωσίας ὁ Ἰνδὸς μέγιστος ποταμὸς, ὃν Σκύθαι νότιοι παροικοῦσιν, οἱ καὶ Ἰνδοσκύθαι συνθέτως λεγόμενοι. Καὶ σημείωσαι ὅτι οὐ μόνον βόρειοι Σκύθαι, ἀλλ᾽ ἰδοὺ καὶ οὗτοι Σκύθαι νότιοι. Ῥέειν δέ φασι τὸν Ἰνδὸν, καθὰ καὶ τὸν Γάγγην, ἀρξάμενον ἀπό τινος Καυκάσου ὄρους ἀρκτικοῦ ἀνατολικοῦ, [398 M.] λαβρότατον ῥόον ὀξὺν ἐπὶ νότον ὀρθὸν ἐλαύνοντα, κατεναντίον τῆς Ἐρυθρᾶς θαλάσσης, ἤγουν τοῦ Ἐρυθραίου καὶ Αἰθιοπικοῦ ὠκεανοῦ, περὶ τὰ ἑῷα τοῦ Περσικοῦ κόλπου· καὶ σχιζόμενον εἰς δύο στόματα διέχοντα ἀλλήλων στάδια χίλια καὶ ὀκτακόσια, ὡς καὶ Ἀρριανὸς ἱστορεῖ, ἃ δὴ στόματα ποιοῦσι τὴν Παταληνὴν οἷα νῆσον ἀπολαμβανομένην, ἣν καὶ ἐπαναλαμβάνει ὡς λόγου ἀξίαν, λέγων μέσην ἐπιδέδρομε νῆσον, νῆσον ἣν καλοῦσι Παταληνήν. Παραπλησία δὲ, φασὶν, ἐστὶν ἡ νῆσος αὕτη τῷ κατ᾽ Αἴγυπτον Δέλτα. Καὶ δὴ καὶ Δέλτα τινὲς κατ᾽ > καθ᾽ ὁμοιότητα σχήματος ἐκάλεσαν καὶ αὐτήν. Φησὶ γοῦν Ἀρριανός· δίστομός ἐστιν ὁ Ἰνδὸς, καὶ Δέλτα ποιεῖ καὶ οὗτος ἐν τῇ τῶν Ἰνδῶν γῇ, τῷ Αἰγυπτίῳ Δέλτα παραπλήσιον. Πόλις δὲ ἐν αὐτῇ ἀξιόλογος τὰ Πάταλα, ἀφ᾽ ὧν ἡ νῆσος Παταληνή ὀξυτόνως, ὡς οἱ ἀκριβεῖς λέγουσι· τινὲς δὲ καὶ βαρυτόνως Παταλήνην, ὡς Πριήνην, ἀναγινώσκουσιν. Τοῦ δὲ μεγέθους καὶ τῆς ὀξύτητος τοῦ Ἰνδοῦ ποταμοῦ δεῖγμα καὶ τοῦτό φασιν οἱ παλαιοὶ, ὅτι ἐκλιπὼν τὸ οἰκεῖον ῥεῖθρόν ποτε καὶ εἰς πεδία τινὰ κοῖλα ἐκτραπόμενος καὶ οἷον καταρράξας ἠρήμωσε χώραν πλειόνων ἢ χιλίων πόλεων σὺν ταῖς κώμαις. § 1095-1096. Ὅτι πρὸς δύσιν τοῦ Ἰνδοῦ ποταμοῦ Ὠρῖται, διὰ διχρόνου γραφόμενοι, πρὸς ἀντιδιαστολὴν τῶν ἐν τῷ Ὠρεῷ τῆς Εὐβοίας Ὠρειτῶν. Ἐκεῖνοι γὰρ διὰ διφθόγγου γράφονται, διὰ συναίρεσιν. Αὐτόθι δέ εἰσι καὶ Ἄριβες, ὁμοίως τῷ ι καὶ αὐτοὶ διχρόνῳ παραληγόμενοι, οὕς τινες ἐν τρισὶν α Ἄραβας γράφουσι, τάχα σκηνήτας τινὰς ὄντας, ὁποῖοι καὶ ἐν τῇ βαθυτέρᾳ Ἀραβίᾳ εἰσίν. Σκοπητέον δὲ μή ποτε καὶ Ἄρβιες ὀφείλουσι γράφεσθαι οἱ Ἄριβες οὗτοι. Μέμνηται γὰρ τοιούτου ἔθνους Ἰνδικοῦ ὁ Γεωγράφος, λέγων· Ἄρβιες ὁμώνυμοι ποταμῷ Ἄρβει, ὁρίζοντι αὐτοὺς ἀπὸ τῶν Ὠριτῶν. Ὁ δ᾽ αὐτὸς καὶ τοὺς Ὠρίτας ἔθνος λέγει αὐτόνομον. § 1096. Ὅτι τοὺς Ἀραχώτας λινοχλαίνους λέγει, διὰ ἰδιοτροπίαν ἴσως ἱματισμοῦ, ὅπερ καὶ οἱ Μελάγχλαινοι ἔπαθον, ἐξ ἱματίων κληθέντες καὶ αὐτοί. Τοὺς δὲ Ἀραχώτας τινὲς Ἀραχωτούς φασιν ὀξυτόνως, λέγοντες ὅτι μετὰ τὸν Ἰνδὸν οἱ Παροπαμισάδαι, εἶτα πρὸς νότον Ἀραχωτοί· πρὸς ἐσπέραν δὲ τοῖς Παροπαμισάδαις παράκεινται Ἄριοι. § 1097-1106. Ὅτι βούλονταί τινες Παρπάνισον προπαροξυτόνως λέγεσθαι ὄρος Ἰνδικὸν, οὐ μὴν Παρνησὸν, ὡς πολλὰ τῶν ἀντιγράφων ἔχουσι. Πολλοὶ δὲ καὶ ὀξύνουσι, καὶ διὰ τοῦ μ γράφουσι Παρπαμισόν. Ὁ δὲ Γεωγράφος [399 M.] Παροπαμισόν γράφει πεντασυλλάβως, καὶ τοὺς ἐκεῖ Παροπαμισάδας καλεῖ. Τοὺς δὲ ὑπὸ τὰς πτύχας τοῦ τοιούτου ὄρους ὁ Διονύσιος λέγει πάντας ξυνῇ ἐπωνυμίαν εἶναι Ἀριηνούς. Καὶ ἡ χώρα αὐτῶν Ἀριανὴ κατὰ τὸν Γεωγράφον, λέγοντα ὅτι μετὰ τὴν Ἰνδικὴν ἡ Ἀριανὴ μερὶς, ἔνθα καὶ οἱ Ἄρβιες, εἶτα Ὠρῖται, οἷς ἐφεξῆς Ἰχθυοφάγοι. Ἐοίκασι δὲ οὕτω λέγεσθαι ἀπὸ Ἀρίου ποταμοῦ, ὡς παρεμφαίνει Ἀρριανὸς ἐν τοῖς περὶ Ἀλεξάνδρου. Ἡρόδοτος δέ φησιν ὅτι καὶ οἱ Μῆδοί ποτε ἐκαλοῦντο Ἄριοι· ἀφικομένης δὲ τῆς Μηδείας εἰς αὐτοὺς μετέβαλον τὸ ὄνομα, οἶδε δὲ καὶ τούτους τοὺς ἰδίως λεγομένους Ἀρίους, οὓς καὶ λέγει τόξοις ἐσκευάσθαι Μηδικοῖς. Ὁ δὲ Διονύσιός φησι καὶ ὅτι οἱ Ἀριανοὶ φαύλην χθόνα οἰκοῦσιν ὑπὸ λεπτῇ ψάμμῳ πλήθουσαν καὶ ῥώπεσι δασεῖαν, τουτέστι φυτοῖς χθαμαλοῖς καὶ θαμνώδεσιν, ἅπερ ὁ μὲν Ποιητὴς ῥωπήϊα λέγει, ὁ δὲ πολὺς ὄχλος ῥωπάκια. Ἀλλὰ καὶ τοιαύτης οὔσης τῆς ἐκεῖ γῆς, ὅμως εἰσὶ, φησὶν, αὐτοῖς ἄλλαι κέλευθοι ἐπαρκεῖς εἰς ζωήν. Κομίζει γὰρ αὐτοῖς ἡ γῆ ἄλλον ὄλβον ἀκήρατον· πάντη γὰρ λίθος ἐστὶν ἐρυθροῦ κουραλίου, πάντη δὲ ὑπὸ πέτραις αἱ φλέβες ὠδίνουσι χρυσῆς κυανῆς τε καλὴν πλάκα σαπφείρου. Κἀντεῦθεν οἱ ἐγχώριοι ἀποτεμνόμενοι βιοτήσιον ὦνον ἔχουσιν, ἤγουν ἐξωνοῦνται δι᾽ αὐτῶν τὰ εἰς βίον. Ἔστι δὲ τὸ βιοτήσιον ὅμοιον τῷ φιλοτήσιον καὶ νεοτήσιον. Ἰστέον δὲ ὅτι χρυσῆν ὁμοῦ καὶ κυανῆν τὴν σάπφειρον εἶπεν, ἐπειδὴ τοιαύτας πέμπει χρόας. Τὸ δὲ κουράλιον τοῦ τῆς Γοργόνος αἵματος ἀποστάξαι μυθεύεται, ἀφ᾽ ἧς οἷα κόρης οὔσης ἡ κλῆσις τῷ λίθῳ ἐνεκάθισεν. La India (DP 1107-1165) § 1107. Ὅτι ἡ τῶν Ἰνδῶν γῆ, ἔθνους μεγίστου πάντων καὶ εὐδαιμονεστάτου, πασῶν ἐσχάτη παρὰ τοῖς τοῦ ὠκεανοῦ κεῖται χείλεσιν, ἣν ὁ ἥλιος πρώταις ἐπιφλέγει ἀκτῖσιν, ἐπὶ τὴν γῆν ἀνερχόμενος, τουτέστιν ἀνίσχων, ἀνατέλλων· διὸ καὶ θερμότατος παρ᾽ αὐτοῖς ὁ ἥλιος τὸ ἑωθινὸν, ὥς φασιν οἱ παλαιοὶ, καὶ πολλῷ μᾶλλον ἢ ἐν μεσημβρίᾳ κατὰ τὴν Ἑλλάδα. Καὶ διὰ τοῦτο καὶ χρῶμα φέρουσι παραπλήσιον Αἰθίοψι. Καὶ τοῦτο μὲν οὕτως. Ὁ δὲ Διονύσιος πολὺν ἔπαινον κατατείνων τῆς Ἰνδικῆς φησι, διὸ τόν τε χρόα οἱ ἐκεῖ κυανέουσι θεσπέσιον λιπόωντες, τρίχας τὲ πιοτάτας φοροῦσιν ὑακίνθῳ ὁμοίας, ὅπερ ὁ Ποιητής πού φησιν, ὑακινθίνῳ ἄνθει ὁμοίας, ἤτοι μελαίνας. Μέλαν γὰρ καὶ τὸ ἄνθος ὁ ὑάκινθος. Μελανότριχες δὲ καὶ τῶν Ἰνδῶν μάλιστα οἱ μεσημβρινοὶ, καὶ τὴν χρόαν ὅμοιοι τοῖς Αἰθίοψι, διὰ τὸ ἐπιλείπειν τὴν ἐπιπολῆς ἰκμάδα, ἐπικαίοντος τοῦ ἡλίου, ὅθεν οὐδὲ οὐλοτριχοῦσιν. Εἰσὶ δὲ καὶ μακρόβιοι. [400 M.] Καὶ οἱ μὲν, φησὶ, χρυσοῦ μεταλλεύουσι γενέθλην, τὴν χρυσῖτιν ψάμμον μακέλλαις λαχαίνοντες, ὃ ἔστιν ἀνοίγοντες, σκάπτοντες· ἐξ οὗ καὶ τὸ λάχανον· οἱ δὲ ἱστοὺς ὑφαίνουσι λινεργέας, οἱ δὲ ἐλεφάντων λευκοὺς πρισθέντας ἀποξύουσιν ὀδόντας, οὓς ἕτεροι ἐλεφάντων κέρατά φασιν, ἄλλοι δὲ, φησὶ, τῶν Ἰνδῶν ἐπὶ ταῖς τῶν χειμάρρων προβολαῖς ἢ προμολαῖς, ἤγουν ἐκρύσεσιν, ἢ βηρύλλου γλαυκὴν λίθον ἰχνεύουσιν ἢ ἀδάμαντα μαρμαίροντα ἢ χλωρὰ διαυγάζουσαν ἴασπιν ἢ γλαυκὴν λίθον καθαροῦ τοπάζου καὶ γλυκερὰν ἀμέθυσον ὑπηρέμα πορφύρουσαν. Καὶ ὅρα ὅπως ἕκαστον λίθον μετ᾽ ἐπιθέτου προσφυεστάτου ἐξήνεγκε, γλυκέως γράφων καὶ φράζων καλῶς τὰ καλά. Λίθος δὲ τὸ τόπαζον διαφανὴς, ὃς καὶ τοπάζιον τετρασυλλάβως λέγεται, χρυσοειδὲς ἀπολάμπων φέγγος, ὃ μεθ᾽ ἡμέραν οὐ ῥᾷον ἰδεῖν· ὑπεραυγεῖται γὰρ, φασί· νύκτωρ δὲ ὁρῶσιν οἱ συλλέγοντες, καὶ περικαθάψαντες σημεῖα τῷ ὀρύγματι μεθ᾽ ἡμέραν ἀνορύττουσιν. Οὕτω τιμίοις λίθοις καταστρώσας τὴν Ἰνδικὴν ὁ Διονύσιος ἐπάγει ἐπιφωνηματικῶς κατὰ συντομίαν, ὅτι παντοῖον ὄλβον αὔξει, ποταμοῖς οὖσα κατάρρυτος ἔνθα καὶ ἔνθα. Ναὶ μὴν, φησὶ, καὶ οἱ λειμῶνες ἐκεῖ ἀεὶ κομῶσι πετάλοις· ἄλλοθι μὲν γὰρ κέγχρος αὔξεται, ἄλλοθι δὲ ὕλαι θάλλουσιν Ἐρυθραίου καλάμου, τοῦ ἀρωματικοῦ δηλαδὴ, Ἐρυθραίου λεγομένου διὰ τὸ τὴν Ἰνδίαν ἕως καὶ εἰς τὸν Ἐρυθραῖον παρήκειν ὠκεανόν· ὅπερ δῆλόν ἐστι καὶ ἐκ τοῦ τὴν Γαγγῖτιν χώραν κατὰ τὸν Διονύσιον περὶ τὰ τέρματα ἕλκεσθαι τῆς Κωλιάδος γῆς, ἤτοι τῆς Ταπροβάνης, ὅπου τὰ μέγιστα κήτη, ἅπερ αὐτὸς Ἐρυθραίου πόντου εἶπε βοτά. Καὶ οὕτω μὲν ὁ Διονύσιος. Ἕτεροι δὲ καὶ πολυφάρμακον τὴν Ἰνδικὴν ἱστοροῦσι καὶ πολύρριζον καὶ πολυχρώματον καὶ δίκαρπον καὶ διφόρον, καὶ τοὺς ἐκεῖσε ἄνδρας εὐμεγέθεις καὶ πενταπήχεις τοὺς πολλοὺς ἢ ὀλίγον ἀποδέοντας· ὧν καὶ ὁ βασιλεὺς Πῶρος ὑπὲρ πεντάπηχυν ἱστόρηται. Καὶ φιλῳδοὶ δὲ οἱ Ἰνδοὶ λέγονται, καὶ φιλορχήμονες ἀπὸ Διονύσου. Ἐλεύθεροι δὲ πάντες Ἰνδῶν, καὶ οὔτις δοῦλος Ἰνδός. Εἰσὶ δὲ καὶ μελάντεροι τῶν ἄλλων ἀνθρώπων, πλὴν Αἰθιόπων, καὶ τὰ ἐς πόλεμον γενναιότατοι. Φασὶ δὲ καὶ Σηρικὰ παρ᾽ Ἰνδοῖς γίνεσθαι ἔκ τινων φλοιῶν ξαινομένης βύσσου. Ἐπανθεῖν δὲ καὶ δένδροις ἀγρίοις ὡς ἔριον καλλονῇ καὶ ἀρετῇ προφέρον τοῦ ἐκ τῶν προβάτων, ἐξ οὗ, φασὶ, καὶ εὐήτριοι σινδόνες ὑφαίνονται, τουτέστιν εὔμιτοι, ὡς καὶ ἐν Ἰλιάδι γέγραπται, ὅπου ἐπήτριμοι ἐλέγοντο οἱ συχνοί. [401 M.] Λέγεται δὲ καὶ ὅτι ἰχθυοφαγοῦσι πολλοὶ τῶν Ἰνδῶν ὠμοὺς ἰχθύας σιτούμενοι, καὶ ὅτι τὰ ἑῷα τῆς Ἰνδίας ἐρημία ἐστὶ διὰ τὴν ψάμμον, καὶ ὅτι οἱ Ἰχθυοφάγοι πλοῖα ποιοῦνται καλάμινα, καὶ ὅτι ἓν γόνυ καλάμου πλοῖον ἀπαρτίζει, ὥς φησιν Ἡρόδοτος. Περὶ δὲ τοῦ ἀνωτέρω ῥηθέντος καλάμου φασὶ τοιαῦτα οἱ παλαιοί· ῥίζαι καλάμων μεγάλων γλυκεῖαι καὶ τῇ φύσει καὶ τῇ ἑψήσει. Καὶ πάλιν· κάλαμοι ποιοῦσαι μέλι, μελισσῶν μὴ οὐσῶν· τοὺς δὲ φαγόντας ὠμοῦ τούτου μεθύειν. Καὶ ἄλλως δὲ κάλαμοι ἁπλῶς ἕτεροι παράσημοι ἐν Ἰνδίᾳ, ὡς ἐρρέθη, καθὰ καὶ παρὰ τοῖς ἑσπερίοις Αἰθίοψιν, ὧν καλάμων ἕκαστον γόνυ χωρεῖν λέγεται χοίνικας τρεῖς. Λέγεται δὲ νόμον ἄριστον εἶναι παρ᾽ Ἰνδοῖς, τὸν εὑ ρόντα τι ὀλέθριον ἀνάγκην ἔχειν ἐξευρίσκειν καὶ ἄκος τοῦ κακοῦ. § 1118. Ὅτι τοὺς χειμάρρους καὶ οὗτος ἀναύρους λέγει, διὰ τὸ μὴ ὁμοίως τοῖς ἀεννάοις αὔρας ἀποτελεῖν. § 1134. Ὅτι τὸ σχῆμα τῆς Ἰνδικῆς, ὡς καὶ ὁ Γεωγράφος φησὶ, τέσσαρσιν ἥρμοσται πλευραῖς λοξαῖς πάσαις, ῥόμβον ἀποτελούσαις. Ὧν ἑσπερία μὲν ἡ πρὸς τῷ Ἰνδῷ ποταμῷ, νοτία δὲ ἡ πρὸς τὴν Ἐρυθρὰν νεύουσα, ὁ δὲ Γάγγης ἑῴα, εἰς δὲ πόλον ἄρκτων ὁ Καύκασος, ἤγουν κατὰ τὸν Γεωγράφον τὰ τοῦ Ταύρου ἔσχατα. Καὶ σημείωσαι ὅτι κατὰ τὸν Διονύσιον καὶ Ἰνδικός ἐστι Καύκασος, ὡς καὶ ἀνόπιν εἴρηται. Τὸ δὲ πόλον ἄρκτων τὸν ἀρκτῶον δηλοῖ τόπον τοῦ οὐρανοῦ, ὡς ἤδη προγέγραπται. Ὅτι δὲ ὁ Γάγγης καὶ ὁ Ἰνδὸς μέγιστοι ποταμῶν, καὶ αὐτὸ προείρηται. Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν γεωμετρικὸν τετράγωνον σχῆμα ὁ ῥόμβος τὰς διαμέτρους οὐ κατὰ χιασμὸν ἀγομένας ἔχων, ἀλλὰ κατὰ ὀρθόν πως ἀλλήλας διχαζούσας. Μάλιστα δὲ, ὡς ὁ Γεωγράφος φησὶ, ῥόμβος ἐστὶ τετράγωνον σεσαλευμένον, οὐκ ὀρθογώνιον, ἀλλὰ τὰς μὲν δύο ἔχον ὀξείας, τὰς δὲ λοιπὰς ἀμβλείας τὰς ἀπεναντίας ἀλλήλαις, ὡς ἐν τοιαύτῃ καταγραφῇ. Καύκασος. Γάγγης. Ἰνδός. Ἐρυθρά. Τοιούτου δὲ φασὶ σχήματος ἦν καὶ τὸ γέρρον, ἀσπὶς [402 M.] δηλονότι τετράγωνος, οὐκ ὀρθογώνιος. Καὶ ξύλινον δὲ ζωγρεῖον ὄρνιθος, ἤγουν κλωβίον, παρασαλευθὲν τῆς κατὰ φύσιν παραλλήλου θέσεως τῶν πλευρῶν, ῥόμβου σχῆμα ἀποτελεῖ. Καὶ τοιοῦτος μὲν ὁ ῥόμβος τὸ σχῆμα. Εὕρηται δὲ καὶ ἰχθὺς λεγόμενος ῥόμβος, ὡς καὶ Ἀθήναιος ἱστορεῖ, καὶ ἡ τῶν Θετταλῶν γλῶσσα παραλαλεῖ. Ἔστι δὲ ῥόμβος καί τις τροχὸς, ὃν στρέφοντες ἐν ἱμάντι καὶ τύπτοντες ἐκτύπουν, ῥόμβος κατὰ ὀνοματοποιΐαν καλούμενος. Ἀπολλώνιος οὖν ἐν Ἀργοναυτικοῖς λέγει ῥόμβῳ καὶ τυμπάνῳ ὑπὸ Φρυγῶν τὴν Ῥέαν ἱλάσκεσθαι. Ἔστι δὲ καὶ φαρμακίδων τροχὸς ὁ ῥόμβος παρὰ Θεοκρίτῳ, καταγοητευόμενος ἐν τῷ στρέφεσθαι. Τινὲς δὲ ῥύμβον γράφουσι διὰ τοῦ υ, ὡς Εὐριπίδης ἐν Πειρίθῳ αἰθέριον ῥύμβον φησίν, ὃ ἔστι στροφὴν καὶ add R τροχοειδῆ κίνησιν. Ἀπὸ τούτου δὲ καὶ τὰς κινήσεις ῥυμβόνας ὁ Ἀπολλώνιος λέγει· καὶ τάχα καὶ ἡ παρὰ τῷ Αἰλιανῷ κειμένη ἄπορος λέξις, τὸ ἐρυμβόνα, ἐκ τοιούτου τινὸς ἔσχε τὴν ἀρχὴν, ἐν οἷς λέγει ὅτι ἐσπάθα τὰ χρήσιμα καὶ εἰς ἀσωτίαν ἐρυμβόνα τὰ τιμιώτατα. § 1138. Ὅτι οἱ Δαρδανεῖς Ἰνδικὸν ἔθνος· οἱ μέντοι Δάρδανοι Τρωϊκόν. § 1139. Ὅτι ὁ Ὑδάσπης, ποταμὸς δὲ καὶ οὗτος Ἰνδικός, πλωτός ἐστι ναυσὶν, εἰς ὃν Ἀκεσίνης ἐμβάλλει, λοξὸς ἀπὸ σκοπέλων φερόμενος· περὶ οὗ ὁ Γεωγράφος φησὶν, ὅτι Ἀκεσίνης ἐν τροπαῖς θεριναῖς ἀναβαίνει πήχεις τεσσαράκοντα, ὧν οἱ μὲν εἴκοσι πληροῦσι μέχρι χείλους τὸ ῥεῖθρον, οἱ δὲ εἴκοσι ὑπερχέονται εἰς τὸ πεδίον, διὸ καὶ νησίζουσιν οἷον αἱ πόλεις, ὡς καὶ ἐν Αἰγύπτῳ, ἵδρυνται γὰρ ἐπὶ χωμάτων. Ἀρριανὸς δὲ οὕτω φησίν· ὁ Ὑδάσπης εἰς τὸν Ἀκεσίνην ἐμβαλὼν τὸ πᾶν ὕδωρ Ἀκεσίνην παρέχεται καλούμενον. Λέγει δὲ καὶ ὅτι αἱ τριακόντοροι τοῦ Ἀλεξάνδρου τριχῆ τμηθεῖσαι καὶ ἐπὶ ζευγῶν διακομισθεῖσαι συνεπήχθησαν ἐν τῷ Ὑδάσπῃ καὶ ὤφθησαν ναυτικαί. § 1140. Ὅτι καὶ ὁ Κώφης Ἰνδικός ἐστι ποταμὸς, ὃν Ἡρωδιανὸς μὲν καὶ αὐτὸν ἐν τῇ καθόλου βαρυτόνως ἐκφέρει καὶ μετὰ τοῦ ς, ὡς τὸ Χρύσης, Ἀριστοτέλης δὲ ὥς φασιν ἐν πέμπτῳ περὶ Ἀλεξάνδρου τὸν Κωφῆνά φησιν, ὡς τὸν σωλῆνα. Ὁ Γεωγράφος δὲ ὁμοίως τῷ Διονυσίῳ ἐκφέρει, λέγων “Χοάσπης εἰς τὸν Κώφην ἐμβάλλει καὶ πάλιν “μετὰ τὸν Κώφην ὁ Ἰνδὸς, εἶτα ὁ Ὑδάσπης, εἶτα ὁ Ἀκεσίνης, καὶ ὕστατος ὁ Ὕπανις. Τὸν δὲ Ὑδάσπην πλωτὸν νήεσσιν ὁ Διονύσιος λέγει. [403 M.] Οἱ δὲ παλαιοὶ μεταξὺ τοῦ τε Ὑπάνιος καὶ τοῦ Ὑδάσπου ἔθνη μὲν κεῖσθαι λέγουσιν ἐννέα, πόλεις δὲ ᾠκῆσθαι εἰς πεντακισχιλίας. § 1141. Ὅτι εἰ καὶ πολλὰ τῶν ἀντιγράφων Τοξίλους γράφουσι τὸ Ἰνδικὸν ἔθνος, ἀλλ᾽ ὁ Γεωγράφος Ταξίλους γράφει διὰ τοῦ α, καὶ Τάξιλα τὴν κατ᾽ αὐτοὺς πόλιν, μεγάλην αὐτὴν λέγων καὶ εὐδαίμονα καὶ εὐνομωτάτην, καί τινα ἄνδρα Ταξίλην ἱστορῶν αὐτῆς καὶ βασιλέα, καὶ λέγων ὅτι φιλανθρώπως αὐτὸς καὶ οἱ ἐκεῖ δεξάμενοι τὸν Ἀλέξανδρον ἔτυχον πλειόνων ἢ ἔδωκαν. Διὸ καὶ φθονοῦντες οἱ Μακεδόνες ἔλεγον ὡς οὐκ εἶχεν Ἀλέξανδρος οὓς εὐεργετήσει, πρὶν διαβῆναι τὸν Ἰνδόν. § 1143. Ὅτι ἔθνος Ἰνδικὸν οἱ Πευκαλεῖς, ἄγρια φῦλα. Τινὲς δὲ διὰ τοῦ ν γράφουσι Πευκανεῖς. Ἰνδοὶ δὲ καὶ οἱ Γαργαρίδαι, οὓς Διονύσου καλεῖ θεράποντας, ὅπου, φησὶ, χρυσὸν καταφέρουσιν ὁ Ὕπανίς τε ποταμὸς ὁ καὶ ἀνωτέρω ῥηθεὶς, καὶ ὁ Μάγαρσος, λαβρότατοι ποταμῶν, ἀπὸ τοῦ Ἠμωδοῦ ὄρους προρρέοντες ἐπὶ τὴν Γαγγήτιδα χώραν, πρὸς νότον εἰς τὴν προγραφεῖσαν Κωλιάδα νῆσον τετρασυλλάβως, ἢ Κωλίδα τρισυλλάβως κατὰ συγκοπὴν, ἣν καὶ προνενευκέναι εἰς τὸν ὠκεανόν φησιν, ὡς ὑπ᾽ αὐτοῦ νησιζομένην, καὶ δυσέμβατον οἰωνοῖς εἶναι λέγει, διὸ καὶ καλεῖσθαι Ἄορνιν. Τοῦτο δὲ ἢ διὰ τὸ ὕψος· ἠλίβατος γάρ ἐστιν· ἢ διότι αὕτη πρώτη ἐστὶν ἡλίῳ βατή. Διὸ καὶ οὐ φέρουσι τὰ πτηνὰ τὴν τοῦ ἡλίου θέρμην ἐκεῖ πρῶτον ἀνατέλλοντος. Ἰστέον δὲ ὅτι Ἄορνις ὁ τόπος οὗτος λέγεται διὰ τοῦ ι· ἦν δὲ δυνατὸν καὶ διὰ τοῦ ο λέγεσθαι αὐτὴν, εἴγε ὁ Λυκόφρων ἄορνόν τινα λέγει λίμνην. Καὶ περὶ τὴν Ἀδιαβηνὴν δὲ χώραν τὴν ῥηθεῖσαν πρὸ τούτων στόμιον ἱστορεῖταί τι ὀνομαζόμενον Ἄορνον, ὡς ὀρνέοις ἄβατον, ἐξ οὗ πνεῦμα φθοροποιὸν ἀναδιδόμενον, μικρόν τι κουφισθὲν, κατακλᾶται κάτω, ὑφ᾽ οὗ φθείρεται, εἴ τι παρατυχὸν ὀσφρήσεται· κἂν ἐσκεδάννυτο, φασὶ, τὸ τοιοῦτον πνεῦμα ἔξω, οὐκ ἂν ᾠκίσθη ὁ τόπος. Ὅμοιον δέ τι καὶ ἐν Ἱεραπόλει τῆς Ἀσίας πνεῦμα ἱστορεῖται, ὃ πάντα τὰ ὀσφραινόμενα φθείρει, πλὴν τῶν εὐνούχων. Λέγεται δὲ καὶ πέτρα τις Ἄορνος περὶ τὴν Ἰνδίαν, ᾗπερ ὁ Ἡρακλῆς μὲν προσβαλὼν εἰς τρὶς ἀπεκρούσθη, Ἀλέξανδρος δὲ κατὰ μίαν εἷλε προσβολήν. Ταύτης δὲ τῆς Ἀόρνου τὰς ῥίζας ὁ Ἰνδὸς ποταμὸς ὑπορρέειν λέγεται. Τοὺς δὲ ῥηθέντας δύο χρυσοφόρους ποταμοὺς, τὸν Ὕπανιν καὶ τὸν Μάγαρσον, φασὶν ἐξιόντας τῶν Ἠμωδῶν ὀρέων, ἅπερ ἀνωτέρω Ἠμωδὸν ἔφη ὄρος ὁ Διονύσιος, ἀφανίζεσθαι, καὶ κρυβέντας ἐφ᾽ ἱκανὸν ἀναβλύζειν ἐκδιδομένους. Πολὺς δὲ ἐν ταῖς ἱστορίαις ὁ Ἰνδικὸς Ὕπανις. Ἀρίστη τὲ γὰρ, φασὶν, ἡ [404 M.] πέραν αὐτοῦ καὶ οἱ χρυσωρύχοι μύρμηκες αὐτοῦ που λέγονται εἶναι, καὶ ἄλλα δὲ πολλὰ τῷ τόπῳ προστερατεύονται. Φασὶ δὲ καὶ τὸν Ἀλέξανδρον μέχρις αὐτοῦ ἐλθόντα περαιτέρω κωλυθῆναι προελθεῖν, μαντείοις τὲ προσέχοντα καὶ διὰ τὸ ἀπαγορεῦσαι τὴν στρατιάν. Οἱ δὲ καὶ περαιτέρω τοῦ Ὑπάνιδος ἐκεῖνόν φασι προελθεῖν μέχρι καὶ εἰς Γάγγην, ὅντινα Γάγγην μέγιστον τῶν κατὰ τὴν οἰκουμένην ποταμῶν ἱστοροῦσιν, ἐκ τῶν Ἠμωδῶν ὀρέων καταφερόμενον. Μεθ᾽ ὃν δεύτερον εἶναι λέγουσι τὸν Ἰνδὸν, καὶ τρίτον καὶ τέταρτον Ἴστρον καὶ Νεῖλον. Φασὶ δὲ καὶ δέκα πέντε ποταμοὺς τοὺς ἀξιολογωτάτους εἰσβάλλειν εἰς τὸν Ἰνδὸν, ὧν ὕστερον εἶναι τὸν Ὕπανιν· οὓς πάντας ὁ Ἰνδὸς παραλαβὼν, ὥς φησιν Ἀρριανὸς, καὶ τῇ ἐπωνυμίᾳ κρατήσας ἐκδιδοῖ ἐς θάλασσαν. Τὸ δ᾽ αὐτὸ πάσχειν λέγουσι καὶ τὸν Τίγριν ὑπὸ ἄλλων πολλῶν ποταμῶν, διὸ καὶ ἐν τῇ ἐκβολῇ Πασιτίγριν καλεῖσθαι, οἷα μὴ ἁπλοῦν, ἀλλ᾽ ὡς εἰπεῖν παντοῖον Τίγριν. Ἰστέον δὲ ὅτι κατὰ τὸν Ἡρόδοτον καὶ Σκυθικὸς ποταμός τίς ἐστι λεγόμενος Ὕπανις, ἀνατέλλων ἐκ λίμνης μεγάλης, ἥτις λέγεται μήτηρ Ὑπάνιος, καθὰ δηλαδὴ καὶ ἡ Μαιῶτις μήτηρ τοῦ Εὐξείνου. Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι πέριξ τοῦ Σκυθικοῦ τούτου ποταμοῦ νέμονται ἵπποι ἄγριοι λευκοί· καὶ ὅτι κρήνη ἐκδίδωσιν εἰς αὐτὸν οὕτω πικρὰ, ὥστε κιρνᾷ τὸν Ὕπανιν, καὶ ταῦτα οὐκ ὀλίγον ὄντα ποταμόν. Τὸν δὲ Ἰνδὸν ποταμὸν εὐρύνεσθαί πού φασι καὶ ὑπὲρ πεντήκοντα σταδίους, ὅτε πληρωθείη, τὸ δὲ ἐλάχιστον εἰς ἑπτά. Τοῦτον λέγεται ζεῦξαι πλοίοις Ἀλέξανδρος, Ἡφαιστίωνος γεφυρώσαντος. Ἀρριανὸς δέ φησιν ὅτι ἵνα μὲν στενότατος ὁ Ἰνδὸς, τεσσαράκοντα σταδίους διέχουσιν αὐτῷ αἱ ὄχθαι, ἵνα δὲ πλατύτατος καὶ ἑκατόν. Τὸ δὲ Ἠμωδὸν ὄρος, ὃ καὶ πληθυντικῶς λέγεται τὰ Ἠμωδὰ, καὶ πρὸς αὐτῷ ἐστι τῷ ὠκεανῷ, τινὲς τῶν παλαιῶν προπαροξύνουσιν, ὡς προείρηται. Πολλὴ δὲ ἐλάτη καὶ πεύκη καὶ κέδρος παρὰ τὰ Ἠμωδὰ, καὶ στελέχη ναυπηγήσιμα. § 1153. Ὅτι ὁ Θηβαῖος Διόνυσος τοὺς κελαινοὺς Ἰνδοὺς ὀλέσας ἀντιστάντας αὐτῷ δύο στήλας ἔστησε περὶ τὰ τῆς γῆς τέρματα, καὶ αὖθις καγχαλόων, ὃ ἔστι χαίρων, εἰς Θήβας ἐπανῆλθε. Καὶ ὅρα ὅτι ὥσπερ κυανέους ἀλλαχοῦ εἶπε τοὺς Αἰθίοπας, οὕτως ἐνταῦθα κελαινοὺς εἶπε τοὺς Ἰνδούς. Δύνανται δὲ πάντως καὶ οὗτοι κυάνεοι λέγεσθαι, εἴπερ, ὡς ὁ Διονύσιος φθάσας ἔφη, χρόα κυανέουσιν. Εἶτα διηγεῖται καὶ ὅπως θυμαίνοντος αὐτοῦ, ἤγουν θυμουμένου, αἱ μὲν νεβρῖδες ταῖς βάκχαις εἰς ἀσπίδας ἠλλάσσοντο, εἰς δὲ σίδηρον οἱ προρρηθέντες θύρσοι, οἱ ζωστῆρες δὲ καὶ οἱ τῆς ἐλίνου ἤτοι τῆς ἀμπέλου ἕλικες εἰς δρακόντων σπειρήματα, [405 M.] ὃ ἔστι σπείρας, ὁλκούς· ὅθεν καὶ σπειροῦν λέγεται τὸ σπαργανοῦν, καὶ σπεῖρον ὀνομάζεται τὸ εἰς τοῦτο χρησιμεῦον ὕφασμα. Τὸν δὲ χῶρον ὃν ὁ Διόνυσος θυμαίνων ἐπάτησε θηητὸν καὶ τιμήεντα καλεῖ καὶ ἱερὸν, λέγων καὶ ὅτι ὁ τοιοῦτος τόπος Νυσσαία ὁδὸς ἐκλήθη, ἥτις περὶ τὸν Γάγγην ἐστὶν, ἀπὸ τῆς Ἀραβικῆς Νύσσης κληθεῖσα, ἀφ᾽ ἧς καὶ αὐτὸς ὁ Διόνυσος κληθῆναι δοκεῖ. Νύσσα δὲ κατὰ τὸν Γεωγράφον πόλις ἐν Ἰνδίᾳ, κτίσμα Διονύσου, καὶ ὄρος αὐτόθι Μηρὸς, ὅθεν παρὰ τοῖς μύθοις μηροτραφὴς ἐνομίσθη Διόνυσος. Ἡρόδοτος δὲ περί που τὴν Αἴγυπτον τὸν μῦθον τοῦτον τελεσφορεῖ, λέγων ὅτι ὁ Ζεὺς τὸν Διόνυσον εἰς τὸν μηρὸν ἐνερράψατο, καὶ ἤνεγκεν εἰς Νύσσαν τὴν ὑπὲρ Αἰγύπτου οὖσαν. Ἄμπελος δὲ, ὥς φησιν ὁ Γεωγράφος, αὐτόθι οὐ τελεσίκαρπος. Ἀπορρέει γὰρ ὁ βότρυς πρὶν ἢ περκάσει, διὰ τοὺς ἄρδην ὄμβρους. Εἰσὶ δὲ καὶ ἄλλαι Νύσσαι, ὧν μία καὶ περὶ Θρᾴκην, ἧς μνημονεύει Ὅμηρος ἐν τοῖς περὶ Λυκούργου τοῦ Ἠδωνοῦ. Καὶ περὶ τὰς Τράλλεις δὲ Νύσσα τίς ἐστι, καὶ κώμη αὐτόθι Νυσσαέων, καὶ ἄντρον Χαρώνειον, οὗ πλησίον οἱ ἱερεῖς ἐγκοιμώμενοι διατάττουσιν ἐξ ὀνείρων τοῖς νοσοῦσι τὰς θεραπείας. Τοῖς δ᾽ ἄλλοις ἀδύνατος ὁ τόπος ἐστὶ καὶ ὀλέθριος. Ἀρριανὸς δὲ λέγει καὶ ὅτι κισσὸς ἄλλῃ τῆς Ἰνδικῆς γῆς μὴ φυόμενος παρὰ Νυσσαίοις φύεται, καὶ ὅτι εἰς τὸ Νυσσαῖον ὄρος τὸν Μηρὸν ἐλθόντες οἱ Μακεδόνες ἡδέως τὸν κισσὸν εἶδον, καὶ στεφάνους σπουδῇ ἀπ᾽ αὐτοῦ ἐποιοῦντο, καὶ ὅτι Νυσσαίων πρέσβεις τὸν Ἀλέξανδρον ἐν ὅπλοις ἰδόντες κεκονιμένον ἐκ τῆς ὁδοῦ ἐθάμβησαν τὲ τὴν ὄψιν καὶ πεσόντες εἰς γῆν ἐπὶ πολὺ σιγὴν εἶχον. Ἰστέον δὲ ὅτι ἔλινος ἡ ἄμπελος κεῖται μὲν καὶ παρ᾽ ἄλλοις, δοκεῖ δὲ γίνεσθαι παρὰ τὸ ἐλινύειν, ὃ ἔστιν ἀργεῖν καὶ σχολάζειν, οὗπερ ὁ οἶνος Διόνυσος αἴτιος. Εἰδέναι δὲ χρὴ καὶ ὅτι τινὲς ταῦτα τὰ περὶ Διονύσου, καθὰ καὶ τὰ περὶ Ἡρακλέος, ἄπιστά φασι καὶ μυθώδη καὶ κολακείας ἀναπλάσματα. Πάντων γὰρ, φασὶ, τὰ κατὰ τὸν δεσμὸν τοῦ Προμηθέως ὑποθεμένων ἐν τῷ ἀρκτώῳ γενέσθαι Καυκάσῳ, οἱ Μακεδόνες κολακείᾳ τῇ πρὸς τὸν Ἀλέξανδρον μετέθηκαν τῷ λόγῳ τὸν Καύκασον εἰς τὴν ἑῴαν θάλασσαν, καλέσαντες Καύκασον ὄρη τινὰ ἐκεῖ Ἰνδικά. Οἱ δ᾽ αὐτοὶ κόλακες καί τι σπήλαιον ἱερὸν ἐν Παροπαμισάδαις τῷ Ἀλεξάνδρῳ δεικνύοντες Προμηθέως δεσμωτήριον αὐτὸ ἀπέφαινον, καὶ τὸν Ἡρακλέα ἐλθεῖν ἐκεῖ ἔλεγον εἰς λύσιν τοῦ Προμηθέως, ἐναγόμενοι πρὸς τὸν λόγον καὶ ἀπὸ τοῦ ἰδεῖν αὐτόθι βοῦς ἐγκεκαυμένας ῥόπαλον, τὸ τοῦ Ἡρακλέος παράσημον· ὥστε τούτῳ τῷ λόγῳ ἐφ᾽ ἑκατέρους τέρμονας γῆς ἐλθεῖν τὸν Ἡρακλέα, καὶ εἶναι καὶ τὸν Ἀλέξανδρον [406 M.] διὰ τοῦτο κατὰ τοὺς κόλακας οὐκ ἀπεοικότα οὔτε τοῦ Ἡρακλέος, ἀλλ᾽ οὐδὲ μὴν οὐδὲ τοῦ Διονύσου, διὰ τὸ καὶ αὐτὸν ὁμοίως ἐκείνοις ἀποδημῆσαι. Καὶ οἱ μὲν παλαιοὶ ταῦτα. Εἰ δέ τι χρὴ προσπαῖξαι τοῖς κόλαξιν, εὐφυέστερον ἦν εἰς κολακίαν τὸ μὴ τοιαῦτα πλάττειν, ἀλλὰ μᾶλλον ἀποστενοῦν τῷ Ἡρακλεῖ καὶ τῷ Διονύσῳ τὰς ἐκδημίας, ὡς ἂν δοκοίη ὁ κολακευόμενος Ἀλέξανδρος εἰς τοιούτους ἀφικέσθαι τόπους, εἰς οὓς οὐδὲ Ἡρακλῆς οὐδὲ Διόνυσος, οἱ τοῦ Διός. Οἱ δ᾽αὐτοὶ κόλακες κατὰ τοὺς παλαιοὺς Καύκασον ὠνόμασαν ὁμοῦ τόν τε Παροπαμισὸν καὶ τὸ Ἠμωδὸν καὶ τὸ Ἰμάϊον, τὰ Ἰνδικὰ ὄρη. Ὅρα δὲ κόμπον Ἑλληνικὸν, ὡς καὶ φθάσαντες εἴπομεν, ἐὰν ἐξ Ἑλλάδος ἦσαν Ἡρακλῆς καὶ Διόνυσος, οἱ τοὺς τῆς γῆς ἀνδραγαθίαις περιελθόντες τέρμονας. Ἀρριανὸς δὲ τάδε γράφει περὶ τῆς εἰς Ἰνδοὺς τοῦ Διονύσου στρατείας· Διόνυσον πολεμῆσαι Ἰνδοῖς λόγος, ὅστις δὴ οὗτος ὁ ἐπὶ Ἰνδοὺς στρατεύσας Διόνυσος. Οὐ γὰρ δὴ ῥᾷον εὑρεῖν δοκεῖ οὔτε τὸν Θηβαῖον τὸν τῆς Σεμέλης τῆς Κάδμου, οὔτε ὃν Ἀθηναῖοι ἐν ταῖς τελεταῖς Διὸς καὶ Κόρης παῖδα σέβουσιν, οὐ μὴν οὐδ᾽ ἄλλον οὐδαμοῦ Διόνυσον ἀρήϊα ὅπλα ἐνδεδυκότα.