Eustacio de Tesalónica: Comentario a la «Descripción del mundo» de Dionisio Periegeta

s. XII

TLG

- Annotations   ·   No Other Contributors   ·   CC BY 4.0 License information Inmaculada Pérez Martín (CSIC), Carmen García Bueno (CSIC), Paula Caballero Sánchez (UMa), Jesús Polo Arrondo (UAM), Juan Signes Codoñer (UCM)

Libia y Egipto (DP 174-269) § 175-179. Ὅτι τὸ τῆς Λιβύης εἶδος ἄλλοι μὲν εἰς ὀρθογώνιόν τι καταγράφουσι τρίγωνον, ὁ δὲ Διονύσιός φησιν αὐτὸ τραπεζίῳ ἐοικέναι, σχήματι γεωμετρικῷ τετραπλεύρῳ, ἔχοντι τὴν ἄνω πλευρὰν ἐλάττονα τῆς ὑποτεινούσης, ὡς ὑπόκειται· Καὶ γὰρ τῆς Λιβύης στενοῦται μὲν ὀξυνόμενα τὰ πρὸς τοῖς Γαδείροις, τουτέστι τὰ ἑσπέρια, εὐρύνεται δὲ τὰ πρὸς ἕω καὶ Αἴγυπτον. Καὶ οὕτω μὲν οἱ τῶν παλαιῶν ἀκριβέστεροι, οἳ καὶ συντρέχουσι τῷ τοῦ Διονυσίου σκοπῷ, λέγοντος ὅτι ἡ Λιβύη ἐς μυχὸν μὲν ὀξύνεται ὠκεανοῦ τὸν πρὸς τοῖς Γαδείροις, τὸν οὖρον δὲ αὐτῆς τὸν εὐρύτερον Ἀραβίης τεκμαίρεται ἄγχι θαλάσσης· ἄλλοις δέ τισι δοκεῖ πλατεῖαν μὲν εἶναι ὑποτείνουσαν γραμμὴν τὴν βορείαν παραιγιαλῖτιν, ἀπ᾽ ἐναντίας δὲ αὐτῆς στενοτέραν ὑπερτείνουσαν, τὴν πρὸς τῇ Αἰθιοπίᾳ νοτίαν ὠκεανῖτιν πλευρὰν, ὡς εἶναι τὸ σχῆμα τοιοῦτον· Οἷς οὐ πάνυ ἄν τις ἀρέσκοιτο, τῷ Διονυσίῳ προσέχειν θέλων καὶ τῇ φύσει τοῦ πράγματος. Φασὶ δὲ οἱ παλαιοὶ ὅτι τὸ τραπέζιον σχῆμα κατὰ μετρικὴν ἀνάγκην ἐνταῦθα ἔχει ἐν τῇ παραληγούσῃ τὸ δίχρονον· ἄλλως γὰρ διὰ διφθόγγου, φασὶν, ἐκφέρεται. Οὐ γὰρ ὑποκορίζεται ἀπὸ τῆς τραπέζης, ἀλλ᾽ ἀπὸ τοῦ τραπεζεὺς γίνεται, ὡς τάχα τῶν πάλαι τραπεζέων τοιουτοσχήμοσι χρωμένων τραπέζαις διὰ τὸ στερρὸν τῆς βάσεως. Λιβύη δὲ ἡ χώρα λέγεται, ἢ ἀπὸ γυναικὸς ὁμωνύμου, Λιβύης δηλαδὴ τῆς Ἐπάφου, ἢ διὰ τὸ τοῦ τόπου αὐχμηρὸν, κατὰ παραγραμματισμόν τινα, οἱονεὶ λιφύη τις οὖσα, ὡς ἐλλιπὴς ὑετοῦ. Οἱ δὲ παρὰ τὸν ἄνεμον τὸν λίβα, ὡς ἐκεῖθεν πνέοντα. Ὅπερ δοκεῖν ἔοικε καὶ τῷ Διονυσίῳ, καθάπερ ἔστι τεκμήρασθαι ἀπὸ τῆς παρηχήσεως αὐτοῦ τῆς τοιαύτης ἐς λίβα μὲν Λιβύην, ἐς δ᾽ αὐγὰς Ἀσίην. Νικίας δέ τίς φησι τὰς τρεῖς ἠπείρους ἀπό τινων κληθῆναι ἀνδρῶν, Εὐρώπου, Ἀσίου καὶ Λίβυος, ὥσπερ καὶ ἄλλοι μυρίοι τόποι ἀπό τινων προσώπων ἀξίων λόγου ἐκλήθησαν· οἷον ἀπὸ [247 M.] Περσέως ἡ Περσὶς, καὶ Κρήτη ἀπὸ Κρητὸς, καὶ Ἀφρικὴ ἀπὸ Ἄφρα τινὸς συνεκδημήσαντος τῷ Ἡρακλεῖ ἐπὶ τὰς Γηρυόνου βοῦς, καὶ ἄλλοι ἀπ᾽ ἄλλων. Σημειωτέον δὲ ὅτι καὶ μέρος τι τῆς Λιβύης τῆς χώρας ἐστὶν ἰδίως οὕτω καλούμενον Λιβύη· παρὰ γοῦν τοῖς παλαιοῖς εὑρίσκομεν τὸ ἀμφοτέρας Λιβύας· τοῦτο δὲ τάχα ἐμφαίνει καὶ τριχῶς τὴν Λιβύην λέγεσθαι, τήν τε ὅλην χώραν καὶ μέρος τι αὐτῆς εἰς δύο Λιβύας ὑποδιαιρούμενον, ὥσπερ καὶ τὴν Ἀρμενίαν καὶ τὴν Καππαδοκίαν εἰς πολλὰς Καππαδοκίας καὶ Ἀρμενίας οἱ παλαιοὶ κατατέμνουσι. Τοιοῦτον δέ τι καὶ περὶ τῆς Ἀσίας ἐν τοῖς ἑξῆς ῥηθήσεται. Ἐπὶ μέντοι τῆς Εὐρώπης ἔμπαλιν γέγονεν· ἐκείνης γὰρ μέρος τι ἐξῃρέθη τοῦ λέγεσθαι Εὐρώπη, ὡς ἐν τοῖς περὶ Εὐρώπης λεχθήσεται. Θηροτρόφον δὲ τὴν Λιβύην ἱστοροῦσι καὶ ἔρημον τὴν πολλήν. Ἔλαφος δὲ καὶ ὗς ἄγριος ἐν αὐτῇ οὐκ ἔστιν, ὡς οἱ παλαιοὶ λέγουσι. Δοκεῖ δὲ καὶ ἡ τοῦ τετρώρου χρῆσις ἐκεῖθεν εὑρεθῆναι. Φησὶν οὖν Ἡρόδοτος, ὅτι τέσσαρας ἵππους ζευγνύναι παρὰ Λιβύων Ἕλληνες ἔμαθον. Τοσοῦτον δὲ, φασὶν, ἡ Λιβύη ἀπολείπεται τοῦ τρίτον ἀκριβῶς εἶναι μέρος οἰκουμένης κατὰ τὴν εἰς τρία ἴσα τομὴν, ὥστε καὶ συντεθεῖσα μετὰ τῆς Εὐρώπης οὐκ ἂν ἐξισάζειν δόξοι τῇ Ἀσίᾳ· πῶς ἂν οὖν εἴη τρίτον τῆς ὅλης οἰκουμένης, ἥτις οὐδὲ εἰς τεταρτημόριον προσλογίζεται; ὃ καὶ ὁ Διονύσιος ἐμφαίνει ἐν τῷ περὶ τῆς Ἀσίας λόγῳ. § 174-175. Ὅτι πρώτῃ ἐνταῦθα ἐπαναλήψει χρῆται ἐν τῷ Λιβύη ἐς νότον ἔρπει, ἐς νότον ἀντολίην τε· ἐπαναλαβὼν διὰ κάλλος καὶ διὰ σαφήνειαν καὶ δὶς εἰπὼν τὸ ἐς νότον. § 179-180. Ὅτι περὶ τὴν Ἀραβίαν ἡ γῆ τῶν ἑτέρων κελαινῶν Αἰθιόπων, ἤγουν τῶν ἀνατολικωτέρων, ἀντιδιαστελλομένων τοῖς ἑσπερίοις Αἰθίοψι. Καὶ γὰρ καθ᾽ Ὅμηρον οἱ μὲν δυσομένου Ὑπερίονός εἰσιν, οἱ δὲ ἀνιόντος· ὡς ἐν τοῖς εἰς τὸ α’ τῆς Ὀδυσσείας γέγραπται. § 180. Ὅτι ἄγχι τῶν ἑῴων Αἰθιόπων οἱ Ἐρεμβοὶ, οἳ κατὰ σαφεστέραν μετάληψιν, ἤγουν μεθερμήνευσιν, λέγονται καὶ Τρωγλοδύται, οὕτω καλούμενοι διὰ τὸ ὑπὸ τὴν ἔραν βαίνειν καὶ τρώγλας ὑποδεδυκέναι διὰ τὴν ἄγαν ἐκ τοῦ ἡλίου θερμότητα · λέγονται δὲ καὶ Σαρακηνοὶ οἱ αὐτοί. Τούτων τῶν Ἐρεμβῶν ἡ γῆ παρδαλέῃ ὁμοία ἐστὶ, τουτέστι δορᾷ παρδάλεως, ὡς διψηρὰ, φησὶν, οὖσα καὶ αὐχμήεσσα, καὶ ὧδε καὶ ὧδε [249 M.] κυανέαις κατάστικτος φολίδεσσιν καὶ οὕτω ποικίλη κατὰ παρδαλῆν. Διάφορος γὰρ ἀληθῶς ἡ τοιαύτη γῆ τοῖς χρώμασι διὰ τὴν τοῦ ἡλίου ἔκκαυσιν. Εἰσὶ δὲ Τρωγλοδύται καὶ ἐν Εὐρώπῃ περί που τὴν Τριβαλλῶν γῆν καὶ περὶ Καύκασον δὲ τὸν βόρειον ὁμοίως· οὗτοι δὲ διὰ τὴν ἄγαν ψυχρότητα δύονται ὑπὸ γῆν. Καὶ οἱ Παρνάσιοι δὲ αὐτόχθονες τοιοῦτοί τινές εἰσι. Περὶ δὲ Τρωγλοδυτῶν καὶ Ἐρεμβῶν γέγραπται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ὅτι δὲ οἱ παρὰ τῷ Διονυσίῳ Ἐρεμβοὶ καὶ Τρωγλοδύται λέγονται, δηλοῖ καὶ ὁ εἰπὼν ῥήτωρ· Τρωγλοδύται, μοῖρα Αἰθιοπικὴ, νομαδικὴ καὶ Ἀράβων ὅμορος. Λέγονται δὲ καὶ ὀξύτητα δρόμου εὐτυχεῖν καὶ ἀπὸ σφενδόνης ἀκροβολίζεσθαι ἄριστα. Ὁ δ᾽ αὐτὸς καὶ ἐτυμολογῶν τὴν τοῦ ἔθνους κλῆσίν φησιν ὅτι ὅτε τοὺς ἀνθισταμένους διαδιδράσκουσιν, ἐπτερωμένοι τῇ ποδωκείᾳ εἰς ὀπάς τινας βραχυστόμους καὶ χηραμοὺς κρυφίους πετρῶν καταδύονται. Ἡρόδοτος δὲ καὶ τοὺς Τρωγλοδύτας Αἰθίοπας εἶναι ἱστορῶν φησιν ὅτι οἱ Τρωγλοδύται Αἰθίοπες τάχιστοι ἀνθρώπων εἰσὶ πάντων, σιτοῦνται δὲ καὶ ὄφεις καὶ σαύρας. Τῇ δὲ διαλέκτῳ τετρίγασι, καθάπερ αἱ νυκτερίδες. § 184-194. Ὅτι περὶ τὴν ἄκραν γλωχῖνα, ὃ ἔστι γωνίαν, τοῦ ῥηθέντος Λιβυκοῦ τραπεζίου σχήματος, ἀγχοῦ τῶν Στηλῶν οἰκοῦσιν οἱ Μαυρούσιοι, οὓς καὶ Μαύρους οἱ Ῥωμαῖοι ἔλεγον. Εὐδαίμονα δὲ γῆν ἔχουσιν οὗτοι καὶ μεγαλόδενδρον καὶ πολύδενδρον, ἐξ ὧν καὶ μέγισται μονόξυλοι τράπεζαι. Καίτοι δὲ νομαδικῶς ζῶντες οἱ Μαυρούσιοι καλλωπίζεσθαι ἱστόρηνται κόμης τε ἐμπλοκῇ καὶ χρυσοφορίᾳ καὶ σμήξει ὀδόντων καὶ ὀνυχισμῷ. Ἐπὶ δὲ τοῖς Μαυρουσίοις, φησὶ, τὰ τῶν νομάδων παραπέπταται ἄσπετα φῦλα, οὕς φησιν Ἡρόδοτος Ἡλίῳ καὶ Σελήνῃ θύειν μόνοις ἐκ τῶν ἄλλων θεῶν. Καὶ ὅρα ὅτι καὶ ἐνταῦθα νομαδικὰ εἰσὶν ἔθνη νότια, καθὰ καὶ ἀρκτῶα ἐν Σκύθαις, οὓς καὶ διὰ τὸ νομαδικὸν καὶ οὕτω βοσκηματῶδες βόσκεσθαί φησι σὺν παισὶν ἀνὰ ἤπειρον τὲ καὶ ὕλας πλανωμένους καὶ θήραν βίου ζητοῦντας κακήν. Οὐ γὰρ ἔμαθον, φησὶ, γῆς τομὴν δι᾽ ἀρότρου, οὐδὲ βοῶν αὐτοῖς ἀκούεται αὐλιζομένων μυκηθμὸς, οὐδὲ τερπνὸς ὁλκὸς ἁμάξης, ἀλλ᾽ οἷα θῆρες ἀνὰ τὰς ὕλας βουκολοῦνται, νήϊδες ἀσταχύων καὶ ἀπευθέες ἀμήτοιο. Καὶ ὅρα τὸ βουκολοῦνται, ληφθὲν εἰς ἐτυμολογικὴν ἀνάπτυξιν τῆς κλήσεως τῶν νομάδων, καθὰ καὶ τὸ βόσκεσθαι. Νομάδες γὰρ πάντως ἀπὸ τοῦ νέμεσθαι, τὸ δὲ νέμεσθαι καὶ τὸ [250 M.] βουκολεῖσθαι καὶ τὸ βόσκεσθαι ταὐτόν τι σημαίνουσιν. Ἔστι δὲ τὸ μὲν νήϊδες ἀνεπιστήμονες παρὰ τὸ νη στερητικὸν καὶ τὸ εἰδέναι, τὸ δὲ ἀπευθέες ἀντὶ τοῦ ἀμαθεῖς, μὴ ἀκούσαντες. Ὅμηρος δὲ ἐπὶ τοῦ μὴ ἀκουσθέντος τὴν λέξιν τίθησιν, ἐν οἷς ἀπευθέα λέγει τὸν ἀνήκουστον καὶ ἄγνωστον ὄλεθρον. Τερπνὸν δὲ τὸν τῆς ἁμάξης λέγει ὁλκὸν, ὡς τὴν γεωργίαν καὶ τὸν ἥμερον βίον ἀποδεχόμενος· ἄλλως γὰρ δύσηχος καὶ οὐχ ἡδὺς ὁ τῆς ἁμάξης ὁλκός. § 187. Ὅτι τὸ ἀγρόνομοι Μασυλῆες προπαροξύνεται ὁμοίως τῷ πρωτότοκοι παῖδες, ἐπεὶ οὐκ ἐνέργειαν ἀλλὰ πάθος σημαίνει. Τοὺς γὰρ ἐν ἀγροῖς νεμομένους ἢ τοὺς κατὰ τὰ ἄγρια νεμομένους ἡ λέξις δηλοῖ. Πολύβιος δὲ Μασουλεῖς γράφει αὐτούς. § 195. Ὅτι Καρχηδὼν μητρόπολις Λιβύης, Φοινίκων ἀποικίαν σχοῦσά ποτε, μετὰ τοὺς Νομάδας οὖσα. Λέγει δὲ αὐτὴν εὔορμον· λιμένα γὰρ ἔχει εὐκατάγωγον, ἱδρυμένη ἐπὶ χερρονήσου. Πολλὴ δέ ἐστι παρὰ ταῖς ἱστορίαις ἡ πόλις, καὶ πλοῦτον ἔσχε βαθὺν καὶ δύναμιν πολλήν· διὸ καὶ ὁ Διονύσιος ἐπὶ θαύματι ἐπαναλαμβάνει καὶ αὐτὴν λέγων Καρχηδὼν Λιβύων, ἀτὰρ πρότερον Φοινίκων, Καρχηδὼν, ἣν μῦθος ὑπὸ βοΐ, τουτέστι βύρσῃ, μετρηθῆναι. Καὶ ἔστιν αὕτη δευτέρα παρὰ τούτῳ ἐπανάληψις. Τρὶς γὰρ εἶπεν ἐνταῦθα τὸ Καρχηδών. Φασὶ δὲ ὅτι ἐρημωθεῖσα ἡ Καρχηδὼν, καθ᾽ ὃν καιρὸν καὶ ἡ Κόρινθος, ἀνελήφθη πάλιν, τουτέστιν ἀνωρθώθη, ὑπὸ Καίσαρος τοῦ ἐπιλεγομένου Θεοῦ, οὗ υἱὸς ὁ Σεβαστὸς, πέμψαντος ἐκεῖ ἐποίκους Ῥωμαίους. Ἱστόρηται δὲ καὶ ὅτι Ταρσεῖς ἡ θεία γραφὴ οὐ τὴν Ταρσὸν κατά τινας, ἀλλὰ τὴν Καρχηδόνα ταύτην καλεῖ προκαθημένην τῆς Ἀφρικῆς. Ἡ δὲ περὶ τῆς ῥηθείσης βοὸς ἱστορία τοιαύτη ἐστί· Διδὼ ἡ τοῦ Πυγμαλίωνος ἀδελφὴ, θυγάτηρ Ἀγήνορος ἢ Βήλου βασιλέως Τυρίων, ἡ καὶ Ἔλισσα καλουμένη, καὶ Ἄννα. Συχαίῳ γενομένη γυνὴ ἀνδρὶ Φοίνικι, Τύρον ᾤκει· τοῦτον δὴ τὸν ἄνδρα ὁ Πυγμαλίων σὺν αὐτῷ ἀποδημοῦντά που δολοφονεῖ ἔρωτι χρημάτων. Ὁ δὲ δι᾽ ὀνείρων σημάνας τὸ πάθος τῇ γυναικὶ κελεύει φεύγειν· οὐκέτι γὰρ εἶναι πιστὰ τῷ Πυγμαλίωνι, ἐν δευτέρῳ χρημάτων τὰ φυσικὰ τιθεμένῳ θεσμά. Ἡ δὲ [251 M.] προσλαβομένη τινὰς τῶν Τυρίων, συναραμένη δὲ καὶ τὰ χρήματα ἔρχεται ἐπὶ Λιβύην. Τοῦ δὲ Νομάδων καὶ Μαζίκων βασιλέως Ἰάρβαντος ἐκβάλλοντος αὐτὴν, ἠξίου ἡ γυνὴ χῶρον αὑτῇ τιμῆς ἀποδόσθαι ὅσον ἂν ῥινὸς, ἤγουν βύρσα, ἐπιλάβοι βοός. Τυχοῦσα δὲ τοῦ ἀξιώματος διὰ τὸ δόξαι μικρὰ αἰτῆσαι, λαμβάνει βύρσαν, καὶ κατατεμοῦσα εἰς λεπτὰ καὶ τὸν λεπτοτομηθέντα ἱμάντα ἐπεκτείνασα ἔσχε τὴν κύκλῳ ἐμπεριληφθεῖσαν γῆν τῷ ἱμάντι, εἰς μῆκος τὲ καὶ εἰς πλάτος πολὺν ὅρον τῇ πόλει τῷ τοιούτῳ σοφίσματι περιγράψασα. Καὶ οὕτως ἡ Καρχηδὼν Φοινίκων ἀνέκαθεν οὖσα τῶν μετὰ τῆς Διδοῦς νῦν Λιβύων ἐστί. Διδὼ δὲ ἐκάλεσαν οἱ πλεονεκτηθέντες τὴν τοιαύτην γυναῖκα ἐπιχωρίῳ φωνῇ, ὡς ἂν εἴποι τις ἀνδροφόνον, διαβάλλοντες ἐκείνην ὡς δῆθεν αἰτίαν ἔχουσαν τοῦ ἀνδροφονῆσαι διὰ τὸν ἐκ τοῦ ἀδελφοῦ φόνον. Ἡ δὲ τῆς πόλεως ἀκρόπολις διὰ τὴν ῥηθεῖσαν ἱστορίαν τῆς βοὸς Βύρσα ἐκλήθη τὸ παλαιόν. Φασὶ δὲ καὶ ὅτι ὁ ῥηθεὶς Ἰάρβας τὴν πόλιν μετὰ τὴν κτίσιν καθάρας ἐκάλεσε τῇ Λιβύων φωνῇ Καινὴν πόλιν, ὕστερον δὲ ἐκλήθη Καρχηδών. Ἄλλοι δὲ οὕτως ἱστοροῦσι· Καρχηδὼν ἡ πόλις ἀπὸ Καρχηδόνος τινὸς, ἀνδρὸς Φοίνικος. Ἐκαλεῖτο δὲ καὶ Καινὴ πόλις καὶ Καδμεία καὶ Κακκάβη, ὅπερ τῇ ἐγχωρίῳ διαλέκτῳ ἵππου δηλοῖ κεφαλήν. Ἐξ αὐτῆς φασι Κλειτόμαχον εἶναι τὸν Ἀκαδημαϊκὸν φιλόσοφον, τὸν καὶ Ἀσδρούβαν καλούμενον, ὃς ἠκροάσατο τοῦ σοφοῦ Καρνεάδου κη’ ἐτῶν ἄνθρωπος ἐλθὼν Ἀθήναζε ἄμοιρος, φασὶ, καὶ τῶν πρώτων στοιχείων, καὶ ὅμως ὀξύτητι φύσεως καὶ ἄκρᾳ μελέτῃ εἰς πολὺ σοφίας ἐληλακώς. Οἱ δὲ καὶ τοῦτο περὶ Καρχηδόνος φασὶν, ὡς ἄρα οἱ περὶ τὴν Ἔλισσαν, ἤγουν οἱ μετὰ τῆς Διδοῦς, ὀρύσσοντες εἰς πόλεως κτίσιν, καὶ βοὸς εὑρόντες κεφαλὴν, ἀπέσχοντο τοῦ ὀρύσσειν, οἷα ὀττευσάμενοι μόχθους καὶ δουλείαν συνεχῆ, ὃ καὶ οἱ βόες πάσχουσιν. Ὀρύξαντες δὲ περί που φοίνικα πεφυτευμένον εὗρον κεφαλὴν ἵππου, καὶ συμβαλόντες σημαίνεσθαι σχολὴν αὑτοῖς καὶ παρ᾽ ἄλλων δόσιν τροφῆς, καθὰ καὶ τοῖς ἵπποις, ἔκτισαν ἐν τῷ τοιούτῳ τόπῳ τὴν Καρχηδόνα, καὶ ταῦτα πότιμον ὕδωρ μὴ ἔχοντι· καὶ τάχα διὰ τοῦτο καὶ Κακκάβη ἐκλήθη, ὡς ἀνωτέρω ἔκκειται. [252 M.] § 198-203. Ὅτι μετὰ τὴν Καρχηδόνα Σύρτις ἡ μικροτέρα, ἡ καὶ Λωτοφαγῖτις, μεθ᾽ ἣν πρὸς αὐγὰς ἡλίου ἡ ἑτέρα ἔρχεται ἄσπετος, εὐρυτέραις βαρυνομένη προχοαῖς. Πολλὴ δὲ ἡ τῶν Σύρτεων χαλεπότης, ὥς φασιν οἱ παλαιοὶ, διὰ τὸ τεναγῶδες τοῦ βυθοῦ, καὶ ὅτι κατὰ τὰς ἐκεῖ ἀμπώτεας τὲ καὶ πλημμυρίδας συμβαίνει, κατὰ τὸν Γεωγράφον, ἐμπίπτειν τοὺς παρατυχόντας εἰς τὰ βραχέα καὶ καθίζειν καὶ εἶναι σπάνιον τὸ σωζόμενον σκάφος. Τοῦτο δὲ καὶ ὁ Διονύσιος ἐμφαίνων φησίν· ἔνθα ἄλλοτε μὲν κορυσσομένης Τυρσηνίδος θαλάσσης πλημμυρὶς ἐγείρεται, ἄλλοτε δὲ ἄμπωτις ξηραῖς ἐπιτρέχει ψαμάθοις εἰρηνοῦντος δηλονότι τοῦ πόντου, καὶ μὴ κορυσσομένου τοῖς κύμασι. Καὶ ἀνωτέρω δὲ ὁ αὐτὸς ἔφη περὶ τῆς μικρᾶς, ὅτι τηλόθεν ἐρχομένην δέχεται πλημμυρίδα πόντου. Τεναγώδης δὲ ὁ τόπος, ὡς ἐρρέθη, καὶ οὐκ ἀεὶ βαθεῖα θάλασσα, ἀλλὰ κατὰ καιρούς τινας πολὺ τοῦ ὕδατος ἐπισυρομένη· ὅθεν καὶ Σύρτις καλεῖται. Ἔστι δὲ ἡ μὲν ἐλάττων Σύρτις χιλίων ἑξακοσίων σταδίων, ὡς οἱ παλαιοί φασι, τὴν περίμετρον, τῆς δὲ μεγάλης ὁ κύκλος πεντακισχιλίων σταδίων. Τὸ δὲ πρὸς αὐτῶν πέλαγος Λιβυκὸν καλεῖται ἀποτελευτῶν εἰς τὴν Αἴγυπτον. Ἄμπωτις δέ ἐστι ξηρασία καὶ ἀνάποσις ὕδατος περιοδικὴ, ἀνάπωτις οὖσά τις, καὶ ἐν συγκοπῇ ἄμπωτις. Πάθος δέ ἐστι γινόμενον πολλαχοῦ, οἷα τοῦ ἐπιπολάζοντος ὕδατος ἀπονοστοῦντος, καὶ ἐν τῷ οἷον ἀναπίνεσθαι ὑπὸ γῆν δυομένου κατὰ χρονικὰς περιόδους τινάς. Αἴτιον δέ φασι τοῦ πάθους τούτου πνεῦμα ὑπόγεων, ποτὲ μὲν ἐπιὸν, ποτὲ δὲ ἀπιὸν καὶ ὑπονοστοῦν, ὅτε τὸ ὕδωρ ἀνωθούμενον, εἶτα συγκαταδῦνον ποιεῖ τὴν ἄμπωτιν, ἥτις, ὡς ἐρρέθη, ἐκ τῆς ἀναπόσεως κέκληται, ὥσπερ αὖ πάλιν ἐκ τοῦ ἐναντίου ἡ πλημμύρα ὠνόμασται, ὡς ἀπὸ τοῦ πλῷ πλήσω τὸ ἀναπληρῶ, ἐξ οὗ καὶ ἡ πλήμη παρὰ τῷ Γεωγράφῳ, ἀφ᾽ ἧς ἡ πλημμύρα παρῆχθαι δοκεῖ κατὰ παρωνυμίαν τινά. Τάχα δὲ ἀπὸ τῆς τοιαύτης πλήμης καὶ τὸ πλημμελεῖν ἐπί τε πλαδῶντος στομάχου λέγεται καὶ ἑτέρων σημασιῶν μεταφορικῶς. § 204-5. Ὅτι μέση τῶν Σύρτεων ἡ Νέα πόλις, ἡ καὶ μικρὰ Λέπτις, ἧς ὑπὲρ αἶαν Λωτοφάγοι ναίουσι, φιλόξενοι ὄντες, περὶ ὧν ἐν Ὀδυσσείᾳ γέγραπται· ἔνθα ποτὲ καὶ Ὀδυσσεὺς ἦλθε πλανώμενος. Ἔστι δὲ καὶ [253 M.] περὶ Καμπανίαν Νέα πόλις διάσημος, ὡς ῥηθήσεται. § 209-210. Ὅτι οἱ Νασαμῶνες, τὸ Λιβυκὸν ἔθνος, ἔκ τινος βασιλεύσαντος τὴν ὁμωνυμίαν ἔσχον, ὃς Νασάμων βαρυτόνως ἐλέγετο, εἰ καὶ τὸ ἐθνικὸν τὸ ἀπ᾽ αὐτοῦ ὀξύνεται, πρὸς ἀντιδιαστολὴν ἴσως τοῦ κυρίου ὀνόματος. Τούτους, φησὶ, Διὸς οὐκ ἀλέγοντας ἀπώλεσεν Αὐσονὶς αἰχμὴ, ἀδίκων χειρῶν κατάραντες. Ἀνεῖλον γὰρ δόλῳ Λέντουλον στρατηγόν τινα Ῥωμαίων, ἐκεῖ ἀφιγμένον. Διὸ καὶ ἠνδραποδίσθησαν ὑπὸ Ῥωμαίων. Οἱ δέ φασιν αὐτοὺς καταπολεμηθῆναι, ὅτε ὁ λεγόμενος ἐμφύλιος ἀνῆπτο πόλεμος, συναγωνιζομένους τῷ Κάτωνι κατὰ τοῦ Καίσαρος. Τὸν δὲ Νασάμωνα, οὗ τὸ ἔθνος ἐπώνυμον, Γαράμαντός τινος γενεαλογοῦσι, τοῦ καὶ Ἀμφιθέμιδος λεγομένου, ἀφ᾽ οὗ καὶ τὸ Λιβυκὸν ἔθνος οἱ Γαράμαντες ἐκλήθησαν. Οἱ δὲ Νασαμῶνες ὅτε ἀποδημοῦσι, πτερὰ ἐπὶ ταῖς κεφαλαῖς ὀρθὰ ἔχουσιν, ὡς ὁ Δίων φησίν. Ἄλλοι δὲ καὶ πολυγύναικας τούτους ἱστοροῦσι, καὶ τὴν μῖξιν τῶν γυναικῶν ποιουμένους ἐπίκοινον. Μαντεύονται δὲ, φασὶν, ἀπὸ ἐνυπνίων, ἃ βλέπουσι φοιτῶντες εἰς τὰ τῶν προγόνων μνήματα. Τιμῶσι δὲ τοὺς ἐν αὐτοῖς δικαιοτάτους εἰς τοσοῦτον, ὥστε καὶ τεθνεῶτας ὀμνύουσιν αὐτοὺς τῶν τύμβων ἁπτόμενοι. Καθημένους δὲ, φασὶ, θάπτουσι τοὺς νεκρούς. Ἐσθίουσι δὲ ἀττελάβους, πρὸς ἥλιον ξηράναντες· εἶδος δὲ ἀκρίδος ὁ ἀττέλαβος. § 211. Ὅτι μεσήπειροι κατὰ Λιβύην οἱ Ἀσβύσται τὸ ἔθνος, ἔνθα καὶ τὸ ὑμνούμενον Ἄμμωνος τοῦ Λιβυκοῦ θεοῦ τέμενος ψαμάθῳ ὑπὸ πολλῇ. Καὶ τούτου τοῦ τόπου τὸ ἐθνικὸν Ἀμμώνιοι, παρ᾽ οἷς λέγεται ἡ τοῦ ἡλίου εἶναι κρήνη, ἥτις ἐν ἑκάστῳ νυχθημέρῳ πολλὰς δέχεται τροπὰς, ὡς Ἡρόδοτος ἱστορεῖ, κατὰ τὸ ψύχεσθαι καὶ θερμαίνεσθαι περιοδικῶς. Ἱστορεῖται δὲ τὰς μαντείας διὰ συμβόλων ἐν Ἄμμωνος γίνεσθαι, ἤτοι διὰ σχημάτων τινῶν καὶ κατανεύσεων καὶ ἀνανεύσεων. Τὸ δὲ ψαμάθῳ ὑπὸ πολλῇ ἐτυμολογίας ἐστὶν ἀφορμὴ, ὡς παρὰ τὴν ἄμμον ἐτυμολογουμένου τοῦ Ἄμμωνος, ἣν πάνυ πολλὴν ὁ νότος τοῖς ἐκεῖ ἐπιφορεῖ. Οἱ δέ φασι τὸν ἐκεῖ Δία Ἄμμωνα κληθῆναι ἀπό τινος ὁμωνύμου ποιμένος, προκατάρξαντος τῆς τοῦ ἱεροῦ ἱδρύσεως. Εἴρηται δέ τι περὶ Ἄμμωνος καὶ ἐν τοῖς τοῦ Πινδάρου. Ἡρόδοτος δὲ, ταὐτὸν οἰόμενος εἰπεῖν Ἄμμωνα καὶ Δία, λέγει ὅτι κριοπρόσωπον τὸ τοῦ Διὸς ἦν αὐτόθι ἄγαλμα, ἐξ οὗ καὶ τὸ ἔθνος Ἀμμώνιοι. Ἀμοῦν γὰρ Αἰγύπτιοι τὸν Δία καλοῦσι. Τῶν τις δὲ μεγάλων φιλοσόφων Ἀμοῦν καὶ πατέρα εἰπεῖν ταὐτὸν εἶναι ἱστορεῖ. [254 M.] Τὸ δὲ μαντεῖον λέγουσι Θηβαίαν γυναῖκα συστήσασθαι, ἱέρειαν τοῦ Θηβαίου Διός. Ἱστόρηται δὲ καὶ ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν ἀκούσας Περσέα καὶ Ἡρακλέα εἰς Ἄμμωνος ἀναβῆναι ἐφιλοδόξησεν ἀνελθεῖν καὶ αὐτὸς, καὶ ἐποίησεν οὕτω, κοράκων προηγησαμένων αὐτῷ εὐτυχῶς τῆς ὁδοῦ, καίτοι ἄλλως ἠφανισμένης τὰ σημεῖα τῇ ἐπιχύσει τῆς ἄμμου· ὅτε, φασὶ, καὶ ὁ τοῦ Ἄμμωνος ἱερεὺς ἀντὶ τοῦ εἰπεῖν παιδίον παιδίος καλέσας βαρβαρικῶς τὸν Ἀλέξανδρον, ἔδοξεν, ὡς ἐν χρησμοῦ λοξότητι, ὦ παῖ Διός αὐτὸν προσειπεῖν, οὕτω τῶν ἐπιτρίπτων κολάκων ἐκλαβομένων τὸ βάρβαρον τῆς φωνῆς. § 213. Ὅτι τὴν Κυρήνην εὔιππον λέγει, ἢ εὔπυργον κατὰ ἑτέραν γραφὴν, καὶ Ἀμυκλαίων γένος ἀνδρῶν, ἤτοι Λακώνων, ὡς ἀπὸ μέρους. Μερὶς γὰρ Λακώνων αἱ Ἀμύκλαι. Ἀποικία δέ ἐστιν ἡ Κυρήνη νησιωτῶν Θηραίων τῶν ἐκ Λακεδαίμονος ἀνέκαθεν μετοικησάντων. Ὁ Θήρας γὰρ ἐκεῖνος ὁ στείλας εἰς αὐτὴν ἀποικίαν Λάκων ἄνωθεν ἦν, ὡς καὶ Πίνδαρος ἱστορεῖ, ὁ καὶ εὔιππον εἶναι τὴν Κυρήνην μαρτυρῶν καὶ πολλαχοῦ ἐγκωμιάζων αὐτήν. Ἐκαλεῖτο δὲ καὶ Πεντάπολις ἡ Κυρήνη, ἐξ ἧς καὶ ὁ ῥήτωρ Συνέσιος. Λέγεται δὲ ὅτι καὶ αὕτη, καθαιρεθείσης τῆς τῶν Περσῶν βασιλείας, ὑπὸ Ἀλεξάνδρου ἀνεκτίσθη. Ἐκλήθη δὲ Κυρήνη ἢ ἀπὸ Κυρήνης τῆς Ὑψέως θυγατρὸς κατὰ Πίνδαρον, ἢ ἀπὸ Κυρήνης πηγῆς ἐγχωρίου. Λέγονται δέ ποτε οἱ Κυρηναῖοι καὶ περὶ ἰατρικὴν εὐτυχῆσαι, ὡς Ἡρόδοτος ἱστορεῖ. Οὕτω δὲ εὐφορωτάτη ἐστὶν ἡ Κυρήνη, ὥστε ἐπὶ ὀκτὼ μῆνας ἔχει τοὺς Κυρηναίους ἡ ὀπώρα. Ἔστι δὲ καὶ κρήνη τις αὐτόθι λεγομένη Ἀπόλλωνος, καὶ τόπος αὐτόθι οὕτως εὐδαίμων, ὡς λόγον εἶναι ὅτι ἐνταῦθα οὐρανὸς τέτρηται. § 214. Ὅτι τὸ ἔθνος οἱ Μαρμαρίδαι προνενεύκασιν Αἰγύπτου, ἤτοι πρὸ τῆς Αἰγύπτου τέτανται. Καλοῦνται δὲ οὕτως ἀπὸ Μαρμαρίδου τινὸς υἱοῦ Ἄραβος, καὶ ἡ χώρα αὐτῶν Μαρμαρική. § 215. Ὅτι Γαιτοῦλοι ἔθνος μέγιστον Λιβυκόν. Τούτους Ἀρτεμίδωρος Γαιτουλίους λέγει. Ἡρωδιανὸς δὲ προπαροξύνει, λέγων ὅτι τὰ εἰς λος παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ ου προπαροξύνεται. Ἱστορεῖται δὲ μεγίστους ἀσπαράγους φύεσθαι παρ᾽ αὐτοῖς. § 217. Ὅτι οἱ Γαράμαντες ἐπώνυμοί εἰσιν ὡς προείρηται Γαράμαντός τινος. Οὗτοι πάντα ἄνθρωπον καὶ παντὸς ὁμιλίαν φεύγειν λέγονται, καὶ οὔτε ὅπλα [255 M.] ἔχουσι πολεμικὰ κατὰ τὸν Ἡρόδοτον, οὔτε ἀμύνασθαι οἴδασιν. Οἰκοῦσι δὲ ἐν γῇ θηριώδει μετὰ τοὺς Νασαμῶνας πρὸς νότον ἄνεμον. § 217-219. Ὅτι ἐν μυχοῖς τῆς Λιβύης ἠπείρου πρὸς νότον βόσκονται πανύστατοι Αἰθίοπες, αὐτῷ ἐπ᾽ ὠκεανῷ, ἔνθα τέμπεα, τουτέστι δάση καὶ ἕλη, πυμάτης Κέρνης. Ταύτην δὲ τὴν Κέρνην οἱ μὲν νῆσόν φασιν ἐν τῷ ὠκεανῷ, οἱ δὲ τοῦτο οὐ δέχονται. Καὶ ἡ θέσις δὲ αὐτῆς διαφωνεῖται. Οἱ μὲν γὰρ ἀνατολικὴν αὐτὴν ὑποτίθενται, ὡς καὶ ὁ Λυκόφρων ἐμφαίνει, οἱ δὲ δυτικήν. Διονύσιος δὲ καὶ ἄλλοι νοτίαν, ὃς τέμπεα Κέρνης εἰπὼν καὶ λιμνάδα αὐτὴν παραδηλοῖ. Ἑλώδη γὰρ τὰ τέμπεα, ὡς καὶ τὰ Θετταλικὰ Τέμπεα δηλοῖ, ὁμοίως δὲ καὶ τὰ Μηδικά. Ὁ δὲ Γεωγράφος παραδηλῶν ψεύδεσθαι τοὺς λέγοντας τὴν Κέρνην σώζεσθαι οὕτω φησί· Κέρνην Ἐρατοσθένης ὀνομάζει καὶ ἄλλους τόπους τοὺς μηδαμοῦ γινωσκομένους. Ὁ δὲ Λυκόφρων καὶ δυτικήν τινα Κέρνην παραδηλοῖ ὑπὲρ Τυρσηνίαν, ἔνθα Κερνεᾶτιν ἱστορεῖ νῆσον, δοκοῦσαν ἀπὸ Κέρνης παρονομάζεσθαι. Τῶν δὲ Αἰθιόπων Ἡρόδοτος τοὺς μακροβίους ἱστορεῖ μεγίστους καὶ καλλίστους εἶναι πάντων ἀνθρώπων, σιτεῖσθαι δὲ κρέα ἑφθὰ καὶ πίνειν γάλα, καὶ ζῆν ἔτη εἴκοσι καὶ ἑκατόν· τινὲς δὲ, φασὶν, ὑπερβάλλουσι καὶ ταῦτα. Σπανιώτατος δὲ ἐν αὐτοῖς καὶ τιμιώτατος ὁ χαλκός· πολὺς δὲ ὁ χρυσὸς, καὶ οἱ δεσμῶται παρ᾽ αὐτοῖς χρυσέαις πέδαις δέδενται. Φέρει δὲ, φησὶν, αὐτοῖς ἡ χώρα καὶ ἐλέφαντας ἀμφιλαφεῖς καὶ ἔβενον. Εἰσὶ δὲ κατ᾽ αὐτὸν καὶ ἄλλοι Αἰθίοπες, οὐκ εἰς τὰ ἔσχατα τῆς γῆς, ἀλλὰ πρὸς τῇ Αἰγύπτῳ, οὓς Καμβύσης κατεστρέψατο, δι᾽ οὓς καὶ Αἰθιοπία ἐκλήθη ποτὲ ἡ Αἴγυπτος, ὡς καὶ μετ᾽ ὀλίγα ῥηθήσεται. § 220-221. Ὅτι Βλεμμύων κολώνας, ἤγουν ἐξοχὰς, λέγει τοὺς δύο καταρράκτας, ἤτοι Καταδούπους καὶ κρημνοὺς, δι᾽ ὧν πιοτάτου κατέρχεται, φησὶν, ὕδατα Νείλου, τουτέστι τοῦ πιαίνοντος τὴν ἐκεῖ γῆν. Αἰθιόπων δὲ ὑπακούουσιν οἱ Βλέμμυες, οὕτω καλούμενοι ἀπὸ Βλέμμυός τινος, ὃς ὑποστρατηγῶν τῷ βασιλεῖ Δηριάδῃ κατὰ Διονύσου συνεπολέμησε. Καί εἰσι καὶ οἱ Βλέμμυες ἔθνος Αἰθιοπικόν· διὸ καὶ αἰθαλέους αὐτοὺς καλεῖ ὁ Διονύσιος, ἐκ τοῦ αἴθω, ἐξ οὗ καὶ οἱ Αἰθίοπες. Λέγει δὲ καὶ ἐγγὺς τῆς Κέρνης εἶναι αὐτοὺς, περὶ ἧς ἀνωτέρω εἴρηται. Καταρράκται δὲ ἐν τῷ καθόλου λέγονται οἱ πετρώδεις τόποι, οὓς ἐν τῷ καθ᾽ ὁδὸν βαίνειν οἱ ποταμοὶ ἀναχαιτίζοντας τὸν ῥοῦν εὑρόντες ὑπερβαίνουσι, πολὺ συναγαγόντες τὸ ῥεῦμα καὶ τῇ πλημμύρᾳ καταρράσσοντες, ἤτοι ἄνωθεν βιαίως κατιόντες· ἐξ οὗ [256 M.] καὶ οὐρανοῦ καταρράκτας φαμέν. Καί τι ὄρνεον ἀετῶδες καταρράκτης καλεῖται, ὡς ἄνωθεν καταρράσσον ἐν τῷ θηρεύειν τὰ ὄρνεα. § 221-225. Ὅτι ὁ Νεῖλος Λιβύηθεν ἐπ᾽ ἀνατολὴν πολὺς ἕρπων ἕως καὶ εἰς τὴν καλουμένην πόλιν Συήνην· Σῖρις ὑπὸ Αἰθιόπων κικλήσκεται, ἀφ᾽ ὧν καὶ ἄρχεται ῥέειν. Οἱ δὲ περὶ Συήνην στρεφθέντι, τουτέστιν ἐπὶ τὰ βόρεια κάμψαντι, Νεῖλον τὸ ὄνομα μετέθεντο. Πολλὴ δὲ ἐν ταῖς ἱστορίαις ἡ Συήνη, ἀπὸ Συήνου τινὸς οὕτω κληθεῖσα. Ἐν ᾗ καὶ φρέαρ εἶναί φασι τὰς θερινὰς τοῖς ἐκεῖ διασημαῖνον τοῦ ἡλίου τροπάς· ὅπου καὶ ἄσκιοι κατὰ μεσημβρίαν εἰσὶν οἱ ὡρολογικοὶ γνώμονες, διὰ τὸ ὑποκεῖσθαι τοὺς τόπους τούτους τῷ τροπικῷ. Τὸ δὲ Σῖρις οἱ μὲν βάρβαρόν φασιν εἶναι ὄνομα, ἤτοι Αἰθιοπικὸν κατὰ τὸν Διονύσιον· διὸ οὐδὲ χρῆναι λέγουσι ζητεῖν Ἑλληνικὴν ἐτυμολογίαν αὐτοῦ, οὐδὲ τῆς Ἰταλικῆς Σίριδος· πόλις δὲ ἡ Σῖρις ἐκείνη. Οἱ δὲ ἐπιχειροῦσιν ἀπὸ τοῦ Σειρίου ἀστέρος ἀποδοῦναι τὸ τῆς λέξεως ἔτυμον. Ὑπὸ Κύνα γὰρ, φασὶν, οὗ μέρος ὁ Σείριος ἀστὴρ, πλημμύρει ὁ Νεῖλος, ἐν ἐπιτολῇ Κυνὸς ἀναβαίνων, ὅτε ἀποτελοῦνται τὰ παρ᾽ ἡμῖν κατὰ τὴν καθωμιλημένην γλῶτταν λεγόμενα κυνοκαύματα. Οἱ δὲ ἀπὸ τοῦ εἴρω ἐτυμολογοῦσι τὸ Σῖρις, ὃ δηλοῖ τὸ συμπλέκω, συναρμόττω, ἐπειδὴ εἱρμῷ τινι καὶ τάξει φέρεται, καὶ οὐ παραπροθεσμεῖ τὴν ἀνάβασιν· διὸ καὶ τῇ αὐτοῦ ὑπερβάσει φασὶ μετρεῖσθαι παρὰ τοῖς ἐγχωρίοις τὸν ἐνιαυτόν. Καὶ τὸν Νεῖλον δὲ ὀφείλοντα διὰ διχρόνου μόνου τοῦ ἰῶτα γράφεσθαι, ὡς ἀπὸ τῆς ἰλύος, ὅμως διὰ τοῦτο φασι τὴν διὰ διφθόγγου γραφὴν ἀποφέρεσθαι, ὡς ἂν ἔχῃ πληροῦν καὶ τῇ ποσότητι τῆς ἀριθμητικῆς δυνάμεως τῶν ἐν αὐτῷ γραμμάτων τὸν ἐνιαύσιον καιρόν. Τὸ γὰρ Νεῖλος κατὰ τὴν δύναμιν τῶν ἐν αὐτῷ στοιχείων ποσούμενον τὸν τριακόσια ἐξήκοντα πέντε ἀριθμὸν συντελεῖ, ὁπόσαι εἰσὶ καὶ αἱ κατ᾽ ἐνιαυτὸν ἡμέραι. Καὶ οὕτω δείκνυται ὅτι ὁ Νεῖλος κατὰ εἱρμόν τινα φέρεται. Καίτοι καὶ ἄλλῳ τρόπῳ τὸ Νεῖλος ἠτυμολόγηται, παρὰ τὸ νέαν, ἤτοι ἐνιαυσιαίαν, ἄγειν ἰλὺν, νέϊλός τις ὤν. Λέγει οὖν καὶ ὁ ποιητὴς οὗτος, ὅτι οὔτις ποταμῶν ὅμοιος τῷ Νείλῳ, οὔτε ἰλὺν βαλεῖν, οὔτε χθονὸς ὄλβον ἀέξειν. Διὸ καὶ ἐργατικὸν ποταμὸν αὐτόν φησιν ὁ Ἡρόδοτος. Ὅτι δὲ πολλὴν ὁ Νεῖλος ἰλὺν βάλλει, δηλοῖ καὶ ὁ λόγος ὁ λέγων ἐπίκτητον εἶναι τὴν Αἴγυπτον καὶ δῶρον τοῦ ποταμοῦ, διὰ τὴν ἐκ τῆς τοιαύτης ἰλύος πρόσχωσιν. ῏Ην γὰρ ὅτε, φασὶ, πᾶσα ἡ Αἴγυπτος ἕλος ἦν. Τινὲς δὲ Νεῖλόν φασιν ὠνομάσθαι ἀπὸ Νείλου τινὸς ἀπογόνου Ἄτλαντος, βασιλεύσαντος [257 M.] τῶν ἐκεῖ. Ἄλλοι δὲ, ὅτι Μέλας πρότερον καλούμενος μετεκλήθη Νεῖλος ἀπό τινος Νείλου βασιλικοῦ παιδὸς ἐκεῖ ῥίψαντος ἑαυτόν. Τινὰς μέντοι ἀπό τινος Νειλασίου κεκλῆσθαι οὕτως αὐτὸν εἰπόντας, οὐκ εὖ λέγοντας ἀπελέγχει ὁ Ἀρριανός. § 226-229. Ὅτι ἑπτὰ διὰ στομάτων ἑλισσόμενος ὁ Νεῖλος εἰς ἅλα βάλλει, ὕδατι πιαίνων λιπαρὸν πέδον Αἰγύπτου. Διὸ καὶ πιότατον αὐτὸν φθάσας ὠνόμασεν. Ὁ δὲ Γεωγράφος λέγει δίχα τῶν ἑπτὰ τούτων στομάτων καὶ ἄλλα εἶναι ἄσημα ψευδοστόματα. Ἡρόδοτος δὲ πεντάστομον εἶναι λέγει τὸν Νεῖλον, δηλαδὴ κατὰ τὰ φυσικὰ στόματα, ὡς δύο τινῶν ὀρυκτῶν ὄντων. Φησὶ γὰρ ὅτι ὁ Νεῖλος ἀπὸ τῶν καταδούπων ἀρξάμενος ῥέει μέσην Αἴγυπτον σχίζων εἰς θάλασσαν, σχιζομένου δὲ εἰς τρία, τὸ μὲν ἑῷον σχίσμα ποιεῖ τὸ Πηλούσιον στόμα, τὸ δὲ ἑσπέριον Κανωβικὸν καλεῖται, τὸ δὲ μέσον Σεβεννυτικὸν, ἐξ οὗ ἀποσχίζονται τὸ Σαϊτικὸν καὶ τὸ Μενδήσιον. Καὶ οὕτω πέντε συναγαγὼν τὰ γνήσια στόματα, τὸ λοιπὰ δύο, τὸ Βολβίτινον καὶ τὸ Βουκολικὸν, οὐκ ἰθαγενῆ λέγει στόματα εἶναι, ἀλλὰ ὀρυκτά. Καὶ ταῦτα μὲν οὕτως. Εἰς τοσοῦτον δὲ κλύζεται ὕδασιν ἡ Αἴγυπτος, ὥστε καὶ ποταμία νῆσος πρός τινων λέγεται. Ἰστέον δὲ ὅτι Ἡρόδοτος μὲν λέγει τοῦ Νείλου τὰς πηγὰς μὴ γινώσκεσθαι· διὸ οὐδὲ αὐτὸς ἔχει φράσαι τούτου τὰς πηγάς· δοκῶ δὲ, φησὶν, οὐδὲ οὐδεὶς Ἑλλήνων· ἕτεροι δέ φασι τὸν Νεῖλον ἐκ τῶν τῆς Σελήνης ἤτοι ἐκ τῶν Σεληναίων ὀρῶν ἄρχεσθαι καὶ ἀπὸ τῆς Κινναμωμοφόρου γῆς ἐκ τῶν Αἰθιοπικῶν τερμόνων, καὶ διεξιέναι πᾶσαν ἐπ᾽ εὐθεῖαν τὴν Αἴγυπτον κάμψαντα, καὶ ἀπὸ τοῦ μικροῦ καταρράκτου ὑπὲρ Συήνης καὶ Ἐλεφαντίνης πόλεως ἀρξάμενον τῆς καμπῆς, ἐμβάλλειν τὲ εἰς αὐτὸν ἀπὸ τῆς ἕω δύο ποταμοὺς περιλαμβάνοντας νῆσον εὐμεγέθη καὶ ὀνομαστὴν, τὴν Μερόην, ὧν ὁ μὲν Ἀσταβόρας, ὁ δὲ Ἀστάπους καλεῖται. Καίτοι γε ὁ Ἡρόδοτος φύσει μέγαν καὶ αὐτάρκη ἑαυτῷ τὸν Νεῖλον εἶναι βούλεται, λέγων ὅτι οὔτε κρήνη οὔτε ποταμός τις εἰς αὐτὸν ἐσδίδωσιν. Ὁ δὲ ῥηθεὶς μικρὸς καταρράκτης ὀφρύς ἐστι, φασὶ, πετρώδης, ἐπίπεδος ἄνω, τουτέστι πλατεῖα. Δέχεται δὲ τὸν ποταμὸν τελευτῶντα εἴς τινα κρημνὸν, καθ᾽ οὗ τὸ ὕδωρ καταρρήγνυται. Πληροῦσθαι δὲ ὑπὸ θερινῶν ὄμβρων τὸν Νεῖλόν φασι, καὶ ὑποκαταβαίνειν μετὰ τεσσαράκοντα ἡμέρας, δι᾽ ὅσων καὶ ηὔξηται. Πελαγίζειν δὲ τὴν Αἴγυπτον ἐν τῇ ἀναβάσει [258 M.] αὐτοῦ, ὥστε τὰς ἐπὶ λόφων ἢ χωμάτων οἰκήσεις νησίζειν οἷον τοῖς πόρρωθεν βλέπουσιν. Ἱστορεῖται δὲ καὶ ὅτι ἀπὸ θερινῆς τροπῆς ὁ Νεῖλος ἀρξάμενος πληθύνει, τουτέστι πλημμύρει ἐπὶ ἡμέρας ἑκατόν· εἶτα ἐκλιπὼν τὸ ῥεῖθρον καὶ ὀπίσω ἀπελθὼν διατελεῖ βραχὺς τὸν ὅλον χειμῶνα· καὶ ὅτι λίθος ἐν τῷ Νείλῳ γεννᾶται κυάμῳ παρόμοιος, ὃν ἐὰν ἴδωσι κύνες οὐχ ὑλακτοῦσι. Τροφιμώτατον δέ φασι τὸ τοῦ Νείλου ὕδωρ εἶναι, διὰ τὴν ἐκεῖ τῶν ἡλίων μετρίαν ἕψησιν, καὶ μεγαλοφυῶν δὲ καὶ γόνιμον καὶ πολύγονον εἶναι. Διὸ καὶ τὰς γυναῖκας ἔσθ᾽ ὅτε τετράδυμα τίκτειν, ἤδη δὲ καὶ κατὰ τὴν Ἀριστοτέλους ἱστορίαν ἑπτάδυμα. § 229-231. Ὅτι τὸν Νεῖλον καὶ πάνυ πολλὴν ἰλὺν λέγει βάλλειν, ὡς καὶ ἀνωτέρω γέγραπται, καὶ ὄλβου χθονὸς εἶναι αὐξητικόν. Λέγει δὲ αὐτὸν καὶ τῆς Ἀσίας τὴν Λιβύην ἀποτέμνεσθαι, ἀφιέντα κεῖσθαι ἐς λίβα μὲν τὴν Λιβύην, ἐς δ᾽ αὐγὰς τὴν Ἀσίαν. Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἑξῆς δέ που τὴν Ἀσίαν Ἀσίδα φησὶ, κατὰ παρωνυμίαν, οὐ μὴν κατὰ ὑποκορισμόν. Οὐ γὰρ εἰκὸς ὑποκορίσαι αὐτὸν τὴν τοσαύτην ἤπειρον. Οὕτω δὲ καὶ αἱ Ἀμαζόνες παρωνύμως λέγονται Ἀμαζονίδες, καὶ παρὰ Εὐριπίδῃ Μαιὰς ἡ τοῦ Ἑρμοῦ μήτηρ Μαῖα, καὶ τὴν Τυρρηνὴν δὲ θάλασσαν οὕτω Τυρρηνίδα εἶπεν ὁ Διονύσιος. § 232-237. Ὅτι τοὺς Αἰγυπτίους ἐγκωμιάζων ὁ Διονύσιος γένος αὐτοὺς ἀριπρεπέων λέγει ἀνδρῶν, οἳ πρῶτοι, φησὶ, βίου κελεύθους, ὃ ἔστι τέχνας, ἐξευρόντες διεστήσαντο, ἤτοι διεῖλον, εἰς γεωργίαν, τυχὸν καὶ στρατείαν καὶ ἱερωσύνην καὶ εἰς τοιαῦτά τινα. Πρῶτοι δὲ ἱμερόεντος, φησὶν, ἐπειράθησαν ἀρότρου, καὶ σπόρον ἰθυτάτης ὑπὲρ αὔλακος ἡπλώσαντο· πρῶτοι δὲ γραμμαῖς πόλον διεμετρήσαντο, τὰς τοῦ ἡλίου δηλαδὴ ἐξευρόντες τροπὰς, καὶ θυμῷ, τουτέστιν οἴκοθεν ἐκ ψυχῆς καὶ ἀδιδάκτως, φρασάμενοι λοξὸν δρόμον ἡλίου, ὡς αὐτόχρημα θυμόσοφοι. Καὶ ὁ μὲν περιηγητὴς οὕτω σεμνολογεῖ αὐτούς. Λέγει δὲ καὶ Ἡρόδοτος πρώτους ἀνθρώπων Αἰγυπτίους ἐξευρεῖν τὸν ἐνιαυτὸν, καὶ ὅτι τῶν Αἰγυπτίων οἱ Ἡλιουπολῖται λογιώτατοι. Ἄλλη δὲ ἱστορία καὶ πανούργους οἶδεν αὐτοὺς, ὡς καὶ Θεόκριτος ὑπεμφαίνει. Ὅθεν καὶ Αἰγυπτιάζειν λέγεται τὸ ὕπουλα πράττειν, καὶ παροιμία κεῖται λέγουσα “Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι. Ἱστοροῦνται δὲ καὶ δουλωθῆναι ὑπὸ Περσῶν. Ὁμώνυμος δὲ ἡ [259 M.] Αἴγυπτος Αἰγύπτῳ τῷ Βήλου, τῷ Δαναοῦ ἀδελφῷ. Λέγονται δὲ καὶ ξυρᾶσθαι τὰς κεφαλὰς οἱ Αἰγύπτιοι, καὶ πρὸς ἥλιον παχύνεσθαι τὸ ὀστοῦν, διὸ καὶ ἐλάχιστοι, φασὶν, εἰσὶν ἐν Αἰγύπτῳ φαλακροί. § 239-241. Ὅτι καὶ ταῦτα Αἰγύπτου ἐγκώμια κατὰ τὸν Διονύσιον, οὐκ ὀλίγης, φησὶν, ἔτυχε τιμῆς· οὐδὲ μὴν οὐδ᾽ ὀλίγη μέγεθος πέλει, ἀλλ᾽ ὑπὲρ τὰς ἄλλας εὔβοτος εὐλείμων τὲ καὶ ἀγλαὰ πάντα φέρουσα. Ἅλλοι δὲ καὶ φυσικῶς ὠχυρῶσθαι ἱστοροῦντες αὐτήν φασι κατὰ γῆν τε δυσέμβολον εἶναι καὶ κατὰ τὰ πρὸς θάλασσαν ἀλίμενον, καὶ τὸ δολιχὴν δὲ ὁδὸν καὶ ἀργαλέην ὑπὸ τοῦ Ὁμήρου διὰ τὸ ἄξεινον τοῦ τόπου καὶ τὸ ἀλίμενον εἰρῆσθαι λέγουσιν. Ἐκλήθη δέ ποτε κατὰ τὴν ἱστορίαν ἡ τοιαύτη χώρα καὶ Ἀερία καὶ Ποταμία καὶ Αἰθιοπία διὰ τοὺς ἐκεῖ Αἰθίοπας, περὶ ὧν πολλοὶ τῶν παλαιῶν ἱστοροῦσι· ναὶ μὴν καὶ Ἀετία ἔκ τινος Ἰνδοῦ Ἀετοῦ καλουμένου, καὶ Ὠγυγία δὲ καὶ Μελάμβωλος καὶ Ἡφαιστία. § 242. Ὅτι τὸ τῆς ὅλης Αἰγύπτου σχῆμα τρισσαῖς ἐπὶ πλευραῖς βέβηκε. Τρίγωνος γάρ ἐστι, προσεοικυῖα τῷ δέλτα στοιχείῳ. Καὶ δὴ καὶ οὕτω καλεῖται Δέλτα τὸ κατ᾽ Αἴγυπτον. Φασὶ γὰρ ἐν τῷ νοτίῳ τῆς Αἰγύπτου μέρει δύο εἶναι ὄρη, ὧν ἐν τῷ δεξιῷ ἀνατολικὴν κεῖσθαι τὴν προειρημένην Συήνην· οὕτω δὲ ἐγγὺς ἀλλήλων εἶναι ταῦτα τὰ ὄρη, ὡς μηδὲ ἑπταστάδιον εἶναι τὸ μέσον αὐτῶν· κἀκ τούτου τοῦ στενοῦ ἀρχομένην τὴν ἐκεῖσε γῆν πλατύνεσθαι πρὸς τὰ κατὰ θάλασσαν βόρεια ὡς δέλτα, ἤτοι τριγωνοειδῶς. Ἔστι δὲ τὸ ῥηθὲν ἐπταστάδιον τὸ ὀξὺ τοῦ Δέλτα, ἐξ οὗ ὁ Νεῖλος καταρρήγνυται, ὥς φησι καὶ Ἡρόδοτος· φασὶ δὲ καὶ ἐν τῷ μέσῳ τῆς Αἰγύπτου ἕτερον τρίγωνον ἐξ αὐτοῦ τοῦ Νείλου ἀποτελεῖσθαι σχῆμα, Δέλτα λεγόμενον καὶ αὐτό· οὗ ἡ μὲν βάσις μεταξὺ τοῦ Πηλουσίου καὶ τοῦ Ἡρακλείου στόματος τοῦ Νείλου, πλευραὶ δὲ ἡ δεξιὰ μὲν κατὰ Πηλούσιον, ἡ ἀριστερὰ δὲ κατὰ Κάνωβον καὶ Ἡράκλειον. Καλεῖται δὲ, φασὶ, Δέλτα καί τι χωρίον καὶ κώμη τις ἐπὶ τῇ τοῦ Δέλτα κορυφῇ. Σημείωσαι δὲ ὅτι ἔοικεν ἐκ τῶν ῥηθέντων τὸ δέλτα γράμμα τριγωνοειδῶς σχηματίζεσθαι παρὰ τοῖς παλαιοῖς, ὅθεν καὶ δέλτοι κυρίως μὲν οἱ τόμοι ὅσοι τριγωνοειδῶς ἐσχηματίζοντο ἐν τῷ πτύσσεσθαι, καθὰ καὶ νῦν ποιοῦσί τινες, ὕστερον δὲ ἁπλῶς αἱ βίβλοι δέλτοι λέγονται ἀπὸ τῆς παλαιᾶς χρήσεως· καθὰ καὶ πυξία, διὰ τὸ τοὺς παλαιοὺς ταῖς τῶν πύξων πινακίσι τὰ γράμματα ἐντυποῦν. Ἰστέον δὲ ὅτι ὁ Ξενοφῶν ἱστορεῖ καὶ τῆς Θρᾴκης τόπον εἶναί τινα Δέλτα καλούμενον. [260 M.] § 242-250. Ὅτι τοῦ κατ᾽ Αἴγυπτον τριγώνου τὸ μὲν πλατὺ τὸ τῆς βάσεως πρὸς ἀκτὰς κεῖται βορεήτιδας, ὡς καὶ ἀνωτέρω γέγραπται, τὸ δὲ ὀξὺ ἐπὶ ἠῶ ἕλκεται μέχρι πολυκρήμνου Συήνης, ἐρυμνὸν ὄρεσιν ἀμφοτέροις, τοῖς καταρράκταις λεγομένοις, ὧν μέσα, ὡς προεγράφη, καλλιρρόου κατέρχεται ὕδατα Νείλου. Τὸ δὲ ἐπ᾽ ἠῶ φασιν ἐνταῦθα οἱ παλαιοὶ μὴ δηλοῦν τὴν ἀνατολὴν, καλῶς λέγοντες. Νότιον γὰρ πάντως καὶ μεσημβρινὸν, οὐ μὴν ἀνατολικὸν τὸ τοῦ Δέλτα ὀξύ. Διὰ τοῦτο τοίνυν Ἠῶ σωματικώτερον τὴν τοῦ Μέμνονος νοοῦσι μητέρα, τὴν Ἡμέραν τὴν θεὰν τὴν πρὸς τοῖς Αἰθίοψιν, εἰς οὓς καὶ ἡ τοῦ Δέλτα ὀξύτης ἀφορᾷ· ἧς Ἡμέρας ἐν ταῖς νοτίαις Θήβαις ἀνέστηκεν ἄγαλμα, ὡς ῥηθήσεται. § 248. Ὅτι τὰς Αἰγυπτίας Θήβας ἑνικῶς ἐκφέρει, καὶ ἐρικυδέα λέγει πόλιν τὴν τοιαύτην Θήβην, καὶ ὠγυγίην καὶ ἑκατόμπυλον· ἔνθα γεγωνὼς, φησὶν, ὁ Μέμνων ἀνατέλλουσαν τὴν ἑαυτοῦ Ἠῶ, τουτέστι τὴν μητέρα Ἡμέραν, ἀσπάζεται· ἀνδριὰς μὲν ὢν, διά τινος δὲ μηχανῆς ἅμα καὶ ἡμέρᾳ λαμπούσῃ φωνῶν, καὶ οὕτω πως ἐξ αὐτομάτου προσλαλῶν οἷον καὶ ἀσπαζόμενος τὴν Ἡμέραν, ἧς ἐλέγετο υἱὸς εἶναι διὰ τὸ ἐν Αἰθίοψι τάχα κάλλιστος εἶναι, καὶ μόνος ὑπερλελευκάνθαι τὴν χροιὰν, πατρὸς ὢν Τιθωνοῦ, ἀδελφοῦ Λαομέδοντος, ὃν πρὸς τῇ Κέρνῃ ἀφορίζει ὁ Λυκόφρων, περὶ ἧς ἀνωτέρω γέγραπται. Φασὶ δὲ τὰς Θήβας καὶ Διὸς πόλιν ποτὲ κληθῆναι. Ἐξαίρει δὲ αὐτὰς τῷ λόγῳ καὶ ὁ Ποιητὴς ἐν τῇ Ἰλιάδι. Ἐννέα δὲ ἱστοροῦνται Θῆβαι, ὧν μία καὶ αὕτη ἡ περὶ Αἴγυπτον, μεγίστη μέν ποτε οὖσα, ὡς καὶ εἰς ἑκατὸν πύλας ἀνοίγεσθαι, καὶ εἰς σταδίους εἴκοσι καὶ τετρακοσίους ἐκτείνεσθαι, νῦν δὲ ἐν ὀνόματι μόνον κειμένη, διὰ τὸ κατεσκάφθαι καὶ ἀνεστατῶσθαι τέλεον. Φασὶ γὰρ ὅτι Καμβύσης αὐτὰς ὁ Περσῶν βασιλεὺς εἰς ἔδαφος κατέστρεψεν. Ὅτι δὲ περὶ τοὺς τοιούτους τόπους ὑετὸς οὐ καταρρήγνυται, δηλοῖ ὁ θαυμάζων ὅτι ἐπὶ Ψαμμηνίτου τοῦ υἱοῦ Ἀμάσιος ὕσθησαν αἱ Θῆβαι ψεκάδι. § 251-253. Ὅτι πολλοὶ καὶ ὄλβιοι ἄνδρες τὴν τῆς Αἰγύπτου ἔχουσι γῆν, οἷον οἱ ῥηθέντες Θηβαῖοι καὶ οἱ Ἀλεξανδρεῖς καὶ οἱ μεσήπειροι Ἑπταπολῖται καὶ οἱ περί που τὴν παραλίαν τὴν πρὸς τῇ Σερβωνίδι· λίμνη δὲ αὕτη καὶ χώρα, περὶ ἥν φασι τὸν Τυφῶνα κεκρύφθαι, πλησίον οὖσαν τοῦ πρὸς τῷ Πηλουσίῳ Κασίου ὄρους. Οἱ μέντοι Πηλουσιῶται ἐκτὸς τούτων εἰσὶ τῶν κατ᾽ Αἴγυπτον, τὸ γὰρ Πηλούσιον ἤδη τῆς Ἀσίας ἐστίν. [261 M.] § 251. Ὅτι ἡ κατ᾽ Αἴγυπτον Ἑπτάπολις καὶ Ἀρκαδία, ὡς ἀπὸ τοῦ βασιλέως Ἀρκαδίου, ὕστερον ἐκλήθη, πρὸ δὲ τούτου καὶ Ἑπτάνομος ἢ Ἑπτανομία ὠνομάσθη. Καὶ τοῦτο μὲν ἐκαλεῖτο διὰ τὸ ἑπτὰ ἔχειν νομοὺς, ὁποίους τοὺς Λιβυκοὺς ἡ συνήθης φράσις εἶναι βούλεται, ὡς ἄν τις εἴποι ἐνορίας. Ἑπτάπολις δὲ ἐλέγετο ἀπὸ πόλεων παρακειμένων τῷ Νείλῳ, ἓξ μὲν ἐξ ἀριστερῶν, ἤγουν Μέμφεως, Διὸς πόλεως, Μεμνονίας, Μικροῦ Καταρράκτου καὶ Μεγάλου, καὶ Συήνης, μιᾶς δὲ ἐκ δεξιῶν, τῆς Βαβυλῶνος. Οἱ δὲ ἄλλως καταριθμοῦσι τὰς τοιαύτας ἑπτὰ πόλεις, τέσσαρας μὲν τῆς Θηβαΐδος, αἵ εἰσιν ἡ τοῦ Πανὸς, ἡ τοῦ Ἀντινόου, ἡ τῶν Λύκων καὶ ἡ Ἑρμοῦ πόλις, τρεῖς δὲ τῆς Ἀρκαδίας, τὴν Ἡρακλέους, τὴν Ὀξύρυγχον καὶ τὴν Μέμφιν. § 254-258. Ὅτι Αἰγύπτου πρὸς ζέφυρον οὐ πάνυ πόρρω τοῦ Κανωβικοῦ Νειλῴου στόματος τὸ Μακηδόνιον πτολίεθρον, ὃ ἔστιν ἡ τοῦ Μακεδόνος Ἀλεξάνδρου ὁμώνυμος πόλις, ἐν ᾗ καὶ ἐτάφη, Πτολεμαίου κομίσαντος, τεθεὶς ἐν πυέλῳ χρυσῇ, ἣν συλήσας ὕστερον Κόκκης ὁ ἐπικληθεὶς Παρείσακτος Πτολεμαῖος ἐν ὑαλίνῃ πυέλῳ τὸν νεκρὸν ἔθετο. Ἀριθμοῦνται δὲ ἐν ταῖς ἱστορίαις Ἀλεξάνδρειαι ὑπὲρ τὰς δεκαοκτώ. Τούτων μία καὶ αὕτη, πόλις Λίβυσσα ἤτοι Αἰγυπτία. Ταύτην δὲ καὶ ἄλλοις μὲν ὀνόμασι διαφόροις κληθῆναί φασί ποτε, ὀνομασθῆναι δὲ καὶ Λεοντόπολιν, διὰ τὸν τῆς Ὀλυμπιάδος καὶ τοῦτο Ἀλέξανδρον, ἧς ἡ γαστὴρ ἐσφραγίσθαι λέοντος εἰκόνι λέγεται. Λέγεται δὲ καὶ ὅτε τὴν ἀρχὴν ἡ πόλις ἐμελετᾶτο κτισθῆναι καὶ διεγράφετο, γῆν μὲν μὴ εἶναι πρόχειρον λευκὴν, ἧς χρεία ἦν τῇ διαγραφῇ κατὰ τὸ σύνηθες, ἀλφίτοις δὲ διαγραφῆναι αὐτὴν, καὶ ὄρνιθας καταπτάντας ἀφαρπάζειν τὰ ἄλφιτα· ὃ σύμβολον δόξαι τηνικαῦτα αἴσιον τοῖς περὶ τὸν Ἀλέξανδρον, ὅτι δηλαδὴ πολλῶν ἡ πόλις τροφὸς γενήσεται. Λέγεται δὲ καὶ πόλις ποτὲ κληθῆναι κατ᾽ ἐξοχὴν, ὡς νῦν ἡ Κωνσταντίνου πόλις, καὶ ὡς αἱ Ἀθῆναί ποτε ἄστυ. Ἰστέον δὲ ὅτι τοῦ Μακεδών ἐκτείνας οὗτος τὴν παραλήγουσαν Μακηδών εἶπεν ἐν τῷ Μακηδόνιον πτολίεθρον, οὐκ ἔξω ἀναλογίας λέγων. Οὕτω γὰρ καὶ ἄλλα πολλὰ τῶν κυρίων εἰς δων ὀξυτόνων ὀνομάτων τῷ η παραλήγεται, ὡς καὶ ὁ Σαρπηδών. ῏Ην δὲ καὶ ὁ Μακεδὼν ἡγεμών ποτε τῆς ὁμωνύμου χώρας, ἥτις καὶ Ἠμαθία πρότερον ἐκαλεῖτο. Ὅρα δὲ ὅτι παρέφρασε τὴν Ἀλεξάνδρειαν, οὐκ αὐτὸ τοῦτο εἰπὼν ὅπερ καλεῖται, ἀλλὰ Μακεδόνιον ὀνομάσας [262 M.] πτολίεθρον, ὡς ἂν εἰς μνήμην ἱστορίας ἀγάγῃ τὸν ἀκροατήν. Οὕτω καὶ τὸ Πηλούσιον κατωτέρω Πηλέως ὁμώνυμον πόλιν ἐρεῖ. Ἐκεῖνο δὲ καὶ τρόπον ἔχει ποιητικὸν ἄλλον, τὴν ἐτυμολογίαν συνήθη καὶ αὐτὴν οὖσαν τῷ Διονυσίῳ, οἷα ποιητῇ. Λέγει δὲ καὶ ὅτι περὶ Ἀλεξάνδρειαν Σινωπίτου Διὸς μέλαθρον χρυσῷ τιμήεντι κεκασμένον· ὃ καὶ ἐξαίρων τῷ λόγῳ φησίν· οὐκ ἂν ἐκείνου ναὸν ἐν ἀνθρώποις θεώτερον ἄλλον ἴδοις, ὃ ἔστι θειότερον, οὐδὲ ἀφνειὰν πόλιν ἑτέραν. Τῷ ὄντι γὰρ πλουσιωτάτη πόλις ἡ Ἀλεξάνδρεια, ὡς ἱστόρηται. Περὶ ἧς καὶ τοιάδε τινὰ λέγεται· Ἀλεξάνδρεια πόλις πολυάνθρωπος, ἧς ὁ λιμὴν ναυσὶ δυσπρόσιτος. Στενός τε γὰρ ἐπ᾽ αὐτὸν εἴσπλους, καὶ πέτραις ὑφάλοις τὸν ἐπ᾽ εὐθὺ διακόπτεται δρόμον, καὶ τὸ μὲν ἀριστερὸν αὐτοῦ πέφρακται χειροκμήτοις σκέλεσιν, ἐν δεξιᾷ δὲ νησὶς ἡ Φάρος πρόκειται, πυρσεύουσα τοῖς πλέουσι πρὸς τὴν δυσχέρειαν τοῦ κατάπλου. Περὶ δὲ τὴν νῆσον μέγιστα καταβέβληνται χειροποίητα τείχη, οἷς καὶ προσαρασσόμενα τὰ κύματα καὶ ἀμφαγνύμενα ἐκτραχύνουσι τὸν πόρον καὶ σφαλερὰν διὰ στενοῦ τὴν εἴσοδον ἀπεργάζονται. Ὁ μέντοι λιμὴν ἐντὸς ἀσφαλὴς, καὶ τριάκοντα σταδίους ἔνδον ἔχει τὸ μέγεθος. Ὁ δὲ Γεωγράφος περὶ Φάρου φησὶν οὕτως· ἡ Φάρος νησίον περίμηκες προσεχέστατον τῇ ἠπείρῳ. Ἀπὸ δὲ τοῦ Κανωβικοῦ εἰς αὐτὴν στάδια ρν’. Σινωπίτης δὲ Ζεὺς ἢ ὁ Μεμφίτης· Σινώπιον γὰρ ὄρος Μέμφιδος· ἢ ἀπὸ Σινώπης τῆς Ποντικῆς. Φέρεται γὰρ λόγος, ὅτι βασιλεῖ τῆς Ἀλεξανδρείας Πτολεμαίῳ τῷ Λάγου δαίμων τις ἐπιφανεὶς ἐκέλευσε πέμψαντα ναῦν κομίσαι αὐτὸν, μὴ προσδηλώσας καὶ τόπον ὅθεν αὐτὸν ἀνακομίσεται. Ὁ δὲ πέμπει φέρεσθαι τηνάλλως τὴν ναῦν ὅπη τύχῃ. Καὶ ὡς προσέβαλεν ἡ ναῦς τῇ Φωκίδι, λαβόντες χρησμὸν οἱ ἐμπλέοντες ἀπελθεῖν εἰς Σινώπην καὶ ἐνέγκαι τὸ προσταχθὲν, ἤνεγκαν ἐκεῖθεν τὸ τοῦ Σαράπιδος Διὸς ἄγαλμα. Κἀντεῦθεν Σινωπίτης Ζεὺς, ἤτοι Σάραπις, οὗ φασι τὸ ἄγαλμα τοῖς ὁρῶσιν ἄδηλον εἶναι οἵας φύσεως ἦν. Οἱ δὲ ἀπὸ Σίνωπος ποταμοῦ Σινωπίτην τοῦτον Δία παρήγαγον. § 259. Ὅτι Σκοπιὰς τῆς Εἰδοθέας λέγει τὴν κατ᾽ Ἀλεξάνδρειαν Φάρον, περὶ ἧς εἴρηται, ἢ τὸν Ἀντίφαρον, ὑψηλὸν ὄντα καὶ αὐτὸν, ὃς λέγεται τάφος Ὀσίριδος καὶ Εἰδοθέας τῆς τοῦ Πρωτέως, ὅστις Πρωτεὺς τῶν ξενοκτόνων παίδων ἐν τῇ Θρᾳκικῇ Παλλήνῃ ἀπαλλαγεὶς, ὡς ἱστορεῖ Λυκόφρων, ἀποκατέστη εἰς Φάρον μετὰ τῆς θυγατρὸς Εἰδοθέας, καὶ δαίμων ἐνομίσθη [263 M.] θαλάσσιος. Περὶ οὗ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται. § 260-262. Ὅτι πρὸς ἀνατολὰς Αἰγύπτου περὶ τὴν Κασιώτιδα πέτραν, ἤτοι περὶ τὸ Κάσιον ὄρος, ἡ πόλις τὸ Πηλούσιον κεῖται, πρὸς τῷ ἐξ αὐτοῦ παρωνύμῳ Πηλουσιακῷ τοῦ Νείλου στόματι ἀνατολικῷ ὄντι. Καὶ οὗτος μὲν τὸ Πηλούσιον πτολίεθρον ἐπώνυμον τοῦ Πηλέως φησὶν, ὡς στρατιωτῶν Φθιωτῶν ὑπὸ τῷ Πηλεῖ τεταγμένων οἰκησάντων αὐτὸ, ἄλλοι δὲ ἀπὸ τοῦ πηλοῦ καὶ τῶν ἐκεῖ ἑλῶν καὶ τελμάτων καλοῦσιν αὐτό. Ναυτικωτάτους δὲ τοὺς Πηλουσιώτας καλεῖ ἐν τῷ λέγειν αὐτοὺς ἔξοχα ναυτιλίας δεδαημένους. Τοιούτους δὲ καὶ Ὅμηρος οἶδε τοὺς Φοίνικας. Ἰστέον δὲ ὅτι τὸ Κάσιον Ἡρόδοτος ὁρίζειν φησὶ τὴν Αἴγυπτον καὶ τὴν Συρίαν· καὶ ὅτι τὰ νῦν ἰδιωτικῶς Κασιανὰ ὑφάσματα λεγόμενα ἐκ τῶν περὶ τὸ ῥηθὲν Κάσιον ὄρος τὴν ἀρχὴν τῆς κλήσεως ἐοίκασι λαβεῖν, ὡς ὑπεμφαίνει ὁ γράψας τὰ Ἐθνικὰ, ἐν λόγῳ τιθεὶς τὰ Κασιωτικὰ ἱμάτια. § 262-264. Ὅτι οἱ Πηλουσιῶται οὐκ εἰσὶν ἀνδράσι Λιβύεσσιν ἐναρίθμιοι. Καὶ γὰρ ἄστυ ἔλαχον, φησὶν, ἐς αὐγὰς Νείλου νενασμένον, ἤτοι κατοικούμενον. Οἱ δὲ ἀστειότερον λελασμένον γράφουσιν, ὃ ἔστιν ἐπιλελησμένον τοῦ Νείλου, ὡς ἔξω τοῦ Δέλτα καὶ πόρρω αὐτοῦ κείμενον. Καὶ ἡ Σερβωνὶς τοίνυν λίμνη τούτῳ τῷ λόγῳ κεχώρισται τῆς Λιβύης, ὡς ἀνατολικωτέρα τοῦ Πηλουσιακοῦ στόματος, ὅπερ, ὡς λέλεκται, τῆς Ἀσίας ἐστί. Σημείωσαι δὲ ὅτι ἔστιν ἐνταῦθα ζητῆσαι τοιοῦτόν τι· ἐὰν τὸ μὲν Κανωβικὸν στόμα τοῦ Νείλου πέρας τῆς Λιβύης ᾖ, ὡς προείρηται, τὸ δὲ ἐπώνυμον τῷ Πηλουσίῳ Πηλουσιακὸν στόμα τῆς ἑῴας ἐστὶ καὶ οὐ Λιβυκὸν, τὴν ἐν μέσῳ τῶν ἄκρων δύο τούτων Αἰγυπτίαν γῆν ὁποτέρᾳ προσνέμειν χρὴ, ἆρά γε τῇ Λιβύῃ ἢ τῇ Ἀσίᾳ; πρὸς δὲ τὴν τοιαύτην ζήτησιν ἔστιν ἐπαγωνίσασθαι, ὅτι ὡς μεθόριον οὐδετέρᾳ τῶν δύο ἠπείρων ἀκριβῶς ἡ διὰ μέσου γῆ προσνενέμηται. Ἡρόδοτος δὲ φανερῶς διαστέλλει τῶν Λιβύων τοὺς Αἰγυπτίους, ἔν τε ἄλλοις τόποις καὶ ἔνθα λέγει ὅτι Αἰγύπτιοι μετὰ Λίβυας ὑγιέστεροι πάντων ἀνδρῶν διὰ τὸ τὰς ὥρας οὐ μεταλλάσσειν. Ἡ δὲ λέγουσα ἱστορία ὅτι αἱ ἴβεις ἐν Πηλουσίῳ οὐ γίνονται, ἐν δὲ τῇ ἄλλῃ Αἰγύπτῳ εἰσὶν, Αἰγυπτίαν εἶναι πόλιν ἐμφαίνει τὸ Πηλούσιον. § 265-266. Ὅτι παχυμερῶς ὁ Διονύσιος περιηγεῖσθαι ὁμολογεῖ, ἐν οἷς περὶ Λιβύης φησίν· ἄλλοι δὲ πλεῖστοι τήνδε χθόνα ναιετάουσιν, οἱ μὲν ἐπ᾽ ὠκεανῷ, οἱ δὲ ἀνὰ μέσας ἠπείρους, καὶ τὰ ἑξῆς. Τοῦτο δὲ ποιήσει καὶ ἐν τοῖς εἰσέπειτα πολλαχοῦ. Τὰ δὲ τοιαῦτα νοήματα καὶ σαφήνειαν ἐργάζονται διὰ τὴν συμπλήρωσιν [264 M.] τῶν ἐννοιῶν. Εἴρηται γὰρ ἐξ ἀρχῆς ὅτι πάνυ στοχαζόμενος σαφηνείας ὁ Διονύσιος πολλαῖς χρῆται καὶ συμπληρώσεσι καὶ προεκθέσεσι καὶ τοῖς ἄλλοις, δι᾽ ὧν σαφὴς ὁ λόγος γίνεται. § 267-268. Ὅτι ἡ Τριτωνὶς, εὐρεῖα λίμνη, μέση Λιβύης ἕλκεται· περὶ ἣν καί τι νησίδιον ἱστοροῦσιν εἶναι. Ἀπὸ ταύτης ὁ μῦθος τὴν Τριτογένειαν Ἀθηνᾶν παρωνομάσθαι βούλεται, ὡς γεννηθεῖσαν περὶ αὐτήν. Διὸ καὶ οἱ περὶ τὴν Τριτωνίδα λίμνην τῇ Ἀθηνᾷ μάλιστα θύουσιν, ὥς φησιν Ἡρόδοτος, ὃς καὶ ποταμὸν μέγαν Τρίτωνα καλούμενόν φησιν ἐκδιδόναι εἰς τὴν λίμνην ταύτην μεγάλην οὖσαν. Λέγει δὲ καὶ ὅτι ταύτης τῆς Τριτωνίδος λίμνης καὶ τοῦ Ποσειδῶνος θυγατέρα φασὶν οἱ ἐκεῖ τὴν Ἀθηνᾶν, καὶ ὅτι μεμφθεῖσα ἡ Ἀθηνᾶ τῷ πατρὶ Ποσειδῶνι ἐποιήθη εἰς θυγατέρα, τουτέστι θετὴ θυγάτηρ ἐγένετο τῷ Διί.