Eustacio de Tesalónica: Comentario a la «Descripción del mundo» de Dionisio Periegeta

s. XII

TLG

- Annotations   ·   No Other Contributors   ·   CC BY 4.0 License information Inmaculada Pérez Martín (CSIC), Carmen García Bueno (CSIC), Paula Caballero Sánchez (UMa), Jesús Polo Arrondo (UAM), Juan Signes Codoñer (UCM)

Introducción (DP 1-25) § 1-7. Ὅτι τὸ τοῦ Περιηγητοῦ ἐνταῦθα προοίμιον ἐκ Πινδαρικῆς ᾠδῆς παρέξεσται. Πίνδαρος μὲν γὰρ ἐν [217 M.] τῷ ἐπαινεῖν ἀεθλοφόρον τινὰ Κορίνθιον προοιμιάζεται, ὅτι Ὀλυμπιονίκην ἐπαινῶν οἶκον γνώσομαι ὀλβίαν Κόρινθον· ὑφ᾽ ἧς δηλαδὴ ὁ οἶκος περιέχεται, ὡς μέρος αὐτῆς. Ὁ Διονύσιος δὲ μιμησάμενος ἐκεῖνον ἐνταῦθά φησιν· Ἀρχόμενος γαῖαν τὲ καὶ εὐρέα πόντον ἀείδειν, καὶ ποταμοὺς πόλιας τὲ καὶ ἀνδρῶν ἄκριτα φῦλα, μνήσομαι ὠκεανοῖο βαθυρρόου, τοῦ τὴν γῆν δηλονότι καὶ τὰ ἐν αὐτῇ περιειληφότος, καὶ ἐν ᾧ πᾶσά ἐστιν ἡ γῆ. Ὁμοίως οὖν ἄμφω ἐσχημάτισται τὰ προοίμια. Τὸ δὲ ἐν τῷ ὠκεανῷ τὴν χθόνα πᾶσαν εἶναι παρακατιὼν ἄλλως φράζει λέγων· Πάντη δ᾽ ἀκαμάτου φέρεται σθένος ὠκεανοῖο, καί· ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν. Τοῦτο δὲ σύμφωνόν ἐστι τῷ Ὁμηρικῷ τῷ ἀψορρόου ὠκεανοῖο. Πάντως γὰρ ὠκεανὸς ἀψόρροος ὁ εἰς ἑαυτὸν ὀρούων, ἤγουν ἐπανιών, καὶ εἰς κύκλου σχῆμα περιαγόμενος, καὶ οὕτως ἐναποκλείων ἑαυτῷ τὴν γῆν· καθὰ καὶ Ὀρφεὺς ἐν τῷ περὶ Διὸς καὶ ῞Ηρας φησὶ λέγων· κύκλον δ᾽ ἀκαμάτου καλλιρρόου ὠκεανοῖο, ὃς γαῖαν δίνῃσι πέριξ ἔχει ἀμφιελίξας ὡς τοῦ ὠκεανοῦ περιειληφότος τὴν γῆν, καθὰ καὶ Ἐρατοσθένης δοξάζει, οὗ ζηλωτής ἐστιν ἐν πολλοῖς ὁ τὸ οἰκουμενικὸν τουτὶ συνταγμάτιον ποιησάμενος. Διὸ καὶ ἐστεφανῶσθαι τὴν γῆν φησιν, ἤτοι κύκλῳ περιειλῆφθαι τῷ ὠκεανῷ, ἅτε νῆσον. Ἐπεὶ δὲ τὸ ἐστεφανῶσθαι ὑπεμφαίνει τὸ κατὰ κύκλου περιαγωγὴν ἀκριβῆ καὶ περιφέρειαν ἰσοδιάστατον τὴν γῆν ὑπὸ τοῦ ὠκεανοῦ περιέχεσθαι· ὅπερ οὐκ ἀληθές ἐστι, καθὰ καὶ Ἡροδότῳ δοκεῖ, λέγοντι μὴ ἀποδέχεσθαι τοὺς λέγοντας κυκλοτερέα τὴν γῆν ὡς ἀπὸ τόρνου· ἐπάγει πρὸς διόρθωσιν τὸ οὐ μὴν πᾶσα διαπρό, ἤτοι διόλου, περίδρομος, ἀλλὰ δηλαδὴ προμήκης, ὡς ῥηθήσεται, δίκην σφενδόνης. Τοιαύτη γὰρ τὸ σχῆμα ἡ οἰκουμένη γῆ, καθὰ καὶ Ποσειδωνίῳ δοκεῖ. Διὸ καὶ εἰς δύο κώνους τέμνεται ἡ οἰκουμένη, ὡς ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ ὁ Διονύσιος· ὧν εἷς μὲν ὁ ἀποτελῶν τὴν Ἀσίαν, εἷς δὲ ὁ ἐκ τῆς Εὐρώπης καὶ τῆς Λιβύης ἀπαρτιζόμενος. Τῆς δὲ τοιαύτης οἰκουμενικῆς σφενδόνης τὰ ὀξύτερα μὲν πρός τε τῇ ἀνατολῇ εἰσι καὶ πρὸς τῇ δύσει, ἃ δὴ κελεύθους ἠελίου καλεῖ, τὰ εὐρύτερα δὲ πρός τε τῷ ἀρκτώῳ κεῖται μέρει καὶ τῷ νοτίῳ· ὥστε τῶν δύο κώνων ὁμοῦ κατὰ τὰς βάσεις ὄντων, τὸ μὲν κατὰ τὰς κορυφὰς ὀξὺ πρὸς ἕω κεῖσθαι καὶ δυσμὰς, τὸ δὲ κατὰ τὰς βάσεις εὐρὺ πρὸς νότον καὶ βορρᾶν. [218 M.] Ὅρα δὲ ὅτι νῆσον εἰπὼν τὴν ἀπείρονα γῆν εὐτελῶς καὶ σμικροπρεπέστερον ἀνέστησεν ἄλλως τὸ τῆς κλήσεως ταπεινὸν διὰ προσθήκης ἐπιθέτου σεμνοῦ καὶ ἐπῆρεν εἰς ὕψος τὸ πρᾶγμα, οὐκ ἁπλῶς νῆσον αὐτὴν εἰπὼν, ἀλλὰ προσονομάσας ἀπείριτον, ὅπερ ταὐτόν ἐστι τῷ ἀπείρονα, καὶ οὕτως ἀντιδιαστείλας αὐτὴν πρὸς τὰς ἄλλας νήσους, αἵτινες διὰ τὸ μὴ ἄπειρον εὐδείελοι λέγονται, τουτέστιν εὔδηλοι, εὐπεριόριστοι. Φησὶ γὰρ ὅτι ἐν ἐκείνῳ πᾶσα χθὼν ἅτε νῆσος ἀπείριτος ἐστεφάνωται. Δεῖ δὲ εἰδέναι ὅτι κἂν εὐρύτερα τὰ τῆς οἰκουμένης βόρεια καὶ τὰ νότια, καθάπερ εἴρηται, ἀλλ᾽ οἱ παλαιοὶ πινακογράφοι τῆς Εὐρώπης μὲν τὴν καταγραφὴν εὐρύνειν λέγονται πλέον πρὸς βορρᾶν, ὡς ἂν ἔχοιεν ἐγγράφειν εὐκρινῶς τὰ ἐν αὐτῇ πολλὰ ἔθνη, τὴν δὲ Λιβύην ἀπεστένουν, ὡς ὑπερβάλλουσαν τῷ μεγέθει τὰ ἐντὸς αὐτῆς ἔθνη, διὰ τὸ πολὺ τῆς ἐκεῖ ἀοικήτου, ἵνα μὴ ἐγκέηται, φασὶ, τῷ πίνακι χωρίον διάκενον. Σφενδόνῃ δὲ τὴν οἰκουμένην εἰκάζει ὁ Διονύσιος ἢ τῷ λιθοβόλῳ ὀργάνῳ ἢ καὶ αὐτῇ τῇ σφενδόνῃ τοῦ δακτυλίου. Εἰ δέ τις ὀκνεῖ τοῦτο παραδέχεσθαι, ἀφαιρείσθω καὶ τῆς τοῦ δακτυλίου σφενδόνης καὶ τὸ ὄνομα. Ἔοικε γὰρ καὶ αὐτὴ τοιαύτη πάλαι ποτὲ οὖσα κατὰ τὸ ἀρχαῖον ἐφ᾽ ἑκάτερα μὲν εὐρύνεσθαι ἐπὶ θάτερα δὲ καθ᾽ ὁμοιότητα τῆς ὁμωνύμου πετροβόλου σφενδόνης συνάγεσθαι εἰς ὀξύτερον. Οἱ δὲ παλαιοί φασι καὶ κόσμον τινὰ γυναικεῖον σφενδόνην καλεῖσθαι, ὅμοιον τῇ τηλεβόλῳ σφενδόνῃ ὄντα, πλατὺν μὲν καὶ αὐτὸν τὰ μέσα καὶ πρὸς τῷ μετώπῳ πίπτοντα, ἐκ λεπτοτέρων δὲ καὶ ὀξυτέρων τῶν ἄκρων ὀπίσω δεσμούμενον. ῏Ην δὲ, φασὶ, καὶ ὀπισθοσφενδόνη παρὰ τοῖς κωμικοῖς ἐκ τοῦ ἐναντίου τῇ τοιαύτῃ σφενδόνῃ, διὰ τὸ γελοιότερον περιτιθεμένη τῇ κεφαλῇ, καὶ ὀπίσω μὲν ἔχουσα τὰ πλατύτερα, τὰ δὲ ὀξύτερα καὶ τὸν δεσμὸν περὶ τὸ ἔμπροσθεν. § 7-8. Ὅτι τὴν ὅλην γῆν, καίπερ μίαν οὖσαν φύσει καὶ συνεχῆ, οἱ ἄνθρωποι τρισσαῖς ἐπ᾽ ἠπείροις ἐδάσαντο. Τοῦτο δὲ ἐκ τῶν Ἡροδότου παραπέφρασται, εἰπόντος ὅτι τῇ γῇ μιᾷ οὔσῃ τριφάσια κεῖνται ὀνόματα, ἐπωνυμίας ἔχοντα γυναικῶν. Εἶτα ὁ Διονύσιος φιλοτιμούμενος ἑνὶ ἔπει περιλαβεῖν τὰ τοιαῦτα τρία τῆς γῆς τμήματα φησί· πρώτην μὲν Λιβύην, μετὰ δ᾽ Εὐρώπην [219 M.] Ἀσίην τε. Ἰστέον δὲ ὅτι προτάττει τῶν ἄλλων τὴν Λιβύην καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς, οὐ κατά τινα περιηγητικὴν ἀνάγκην, ἀλλὰ καὶ οἷα Λίβυς φιλῶν τὰ οἰκεῖα, καὶ οὕτω τὸ ἑαυτοῦ ἔθνος τῶν λοιπῶν προτιθέμενος. Ὁ τοίνυν Ἀμασεὺς Γεωγράφος οὐχ οὕτω προσπαθῶς ἔχων ἄλλως μετεχειρίσατο τὴν περιήγησιν, καὶ ἐκ τῆς Εὐρώπης ἀρξάμενος εἰς τὴν Λιβύην κατέληξεν. § 10-11. Ὅτι πέρατα Λιβύης ἑσπέριον μὲν τὰ Γάδειρα, περὶ ὧν ἐν οἰκείῳ τόπῳ ῥηθήσεται, ἑῷον δὲ τὸ Κανωβικὸν στόμα τοῦ Νείλου, περὶ οὗ μικρὸν ὅσον εἰρήσεται. § 11-13. Ὅτι μετὰ Φρόντιδος θάνατον, κυβερνήτης δὲ ἄριστος Μενελάου ὁ Φρόντις, υἱὸς Ὀνήτορος, ἐξωσθέντες ἀνέμῳ βορρᾷ οἱ περὶ τὸν Μενέλαον προσίσχουσι τῇ Ῥόδῳ ὑπὸ κυβερνήτῃ ὄντες τῷ Ἀμυκλαίῳ Κανώβῳ. Τῶν δὲ Ῥοδίων τῆς Ἑλένης καταδραμόντων, περιῆλθε γὰρ αὐτοὺς μνήμη ὧν ἐν τῇ Τροίᾳ κακῶν ἔπαθον δι᾽ αὐτὴν, φεύγουσι μὲν ἐκ τῆς Ῥόδου οἱ ἀμφὶ τὸν Μενέλαον, κατάγονται δὲ εἰς Φοινίκην, ὅθεν εἰς Αἴγυπτον. Οὗ δὴ ἀκεσάμενοι τὰ σκάφη καμόντα τῇ δυσχερείᾳ τοῦ πλοῦ διέτριβον χρόνον τινὰ, ἐν ᾧ Κάνωβος ἀποθνήσκει· ὃν θάψας ἐντίμως ὁ Μενέλαος συνοικίζει πόλιν ἐπὶ τῷ μνήματι, τοὺς ἀχρειοτάτους τοῦ στόλου ἀφεὶς μένειν ἐκεῖ, καὶ τὴν πόλιν ἐπ᾽ αὐτῷ Κάνωβον ὀνομάζει· ἔνθα που καὶ νῆσος τὸ Ἑλένιον, τῇ Ἑλένῃ παρώνυμον. Φασὶ δὲ τὴν Κάνωβον ταύτην Ἀλεξανδρείας ἀπέχειν στάδια ἑκατὸν καὶ εἴκοσι πεζῇ ὁδεύουσιν. Ἐκ δὲ τοῦ Κανώβου ἐκείνου τοῦ κυβερνήτου καὶ ἀστὴρ ἐκεῖ που φαινόμενος Κάνωβος ἐπωνόμασται, ἀφανὴς μὲν τοῖς ἐν τῷ Ἑλλαδικῷ κλίματι, ἀπὸ δὲ Ῥόδου ἀρχόμενος φαίνεσθαι, ὃς ἐν τῷ μεσουρανεῖν τρίτον λέγεται ζωδίου μέρος ἐπέχειν. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας φησὶν, ὅτι ἔδει μὲν Κάνωπον γράφειν τὴν πόλιν διὰ τοῦ π, γράφεται δὲ ὅμως διὰ τοῦ β. Ἀπὸ δὲ τοῦ Κανώβου ἀνδρὸς ἢ τῆς Κανώβου πόλεως καὶ τὸ στόμα Νείλου, ὡς εἰκὸς, Κανωβικὸν ἐπωνόμασται, ὅπου, κατὰ τὸν Διονύσιον, ὁ βορειότατός ἐστι τῆς Αἰγύπτου μυχὸς, ὡς πρὸς τῇ ἐκεῖ θαλάσσῃ περατουμένων τῶν τῆς Αἰγύπτου βορείων μερῶν. Τοῦτο δέ τινες τὸ Κανωβικὸν στόμα τοῦ Νείλου καὶ Ἡράκλειον καλεῖσθαί φασι, λέγοντες ὅτι Ἡρακλῆς φέρων ἐξ ἐπιταγῆς Εὐρυσθέως τὰ χρύσεα μῆλα, καὶ θέλων Λιβύην πᾶσαν ἐξιστορῆσαι, ἦλθε καὶ εἰς τὰ τοῦ Νείλου στόματα, [220 M.] καὶ δὴ καλεῖται ἀπ᾽ αὐτοῦ καὶ ἓν τῶν στομάτων Ἡράκλειον, τὸ Κανωβικόν. Ἠλευθέρωσε δὲ καὶ τοὺς Αἰγυπτίους ἁπάσης βίας, διαβὰς δὲ καὶ εἰς Ἄμμωνος ἔθυσε μεγαλοπρεπῶς. Καὶ οὕτω μέν τινες· ὁ δὲ Γεωγράφος διϊστᾷ, τὸ μὲν Ἡράκλειον στόμα ἱστορῶν καὶ Ἡρακλέους ἔχειν ἱερὸν, τὸ δὲ Κανωβικὸν ἀρχὴν εἶναι λέγων τοῦ ἐν Αἰγύπτῳ Δέλτα. Ἐμφαίνει δὲ ἐκεῖνος καὶ τρυφᾶν τοὺς Κανωβίτας, ἐν οἷς λέγει τὸν Κανωβισμὸν καὶ τὴν ἐκεῖ λαμυρίαν. Ἔστι δὲ, ὡς ἱστοροῦσί τινες, καὶ νῆσός τις Κάνωβος. Περὶ δὲ τοῦ κυβερνήτου Κανώβου καὶ τοιοῦτος φέρεται λόγος, ὅτι κοιμώμενος ὁ Κάνωβος κατὰ τὸν αἰγιαλὸν περιπέπτωκεν αἱμορροΐδι· ὄφεως δὲ εἶδος ἡ αἱμορροῒς, οὐκ ἔχουσα ἰθυτενῆ τὴν τὸν ὁλκὸν συνέχουσαν ὀστώδη ἄκανθαν· ἥτις αἱμορροῒς τῇ ἐπιπτώσει, φασὶ, τοῦ Κανώβου θλιβεῖσα τὸν αὐχένα δάκνει ἐκεῖνον. Ὡς δὲ ἦν τοῦ λοιποῦ ἄφυκτα τῷ ἀνθρώπῳ καὶ ἔθνησκεν ἐκ τοῦ δήγματος, ἡ Ἑλένη περιπαθῶς σχοῦσα καὶ τὸ θηρίον τὴν αἱμορροΐδα συσχοῦσα ἔθλασε τὴν αὐτῆς ἄκανθαν, ἰθυτενῶς ἔχουσαν ἔτι τότε, καὶ ἐξέβαλε τοὺς περὶ τὴν ῥάχιν σπονδύλους, ἀμυνομένη οὕτω τὸ θηρίον· καὶ τὸ ἐντεῦθεν κεκλασμέναι τὰς ῥάχεις αἱ αἱμορροΐδες εἰσί. Καὶ οὕτω μὲν ὁ μῦθος αἰτιολογεῖ τὸ περὶ τὴν αἱμορροΐδα φυσικὸν σύμπτωμα. Ὁ δὲ λόγος πέσοι ἄν ποτε καὶ εἰς ἀνθρώπου σκῶμμα, ἐάν τις ὀφεώδης ὢν τὴν κακίαν ἔχῃ τι καὶ περὶ τὰ κατὰ τὴν ῥάχιν κακόν. § 13. Ὅτι τὴν Κάνωβον πόλιν περιφράζων οὕτω φησί· τέμενος περίπυστον Ἀμυκλαίοιο Κανώβου, τουτέστιν αὐτὴ ἡ πόλις ἡ Κάνωβος. Οὕτω καὶ κατωτέρω θέλων εἰπεῖν ἐν μιᾷ λέξει ὠκεανός, φησὶ περιφραστικῶς· ἀκαμάτου ῥόος ὠκεανοῖο, ἤγουν αὐτὸς ὁ ὠκεανός. Τέμενος δὲ Κανώβου οἱονεὶ ἱερὸν ἢ τόπος τῷ Κανώβῳ ἰδιόκτητος. § 14-16. Ὅτι Ἀσίας καὶ Εὐρώπης νότιον μὲν μεσόριον ὁ Ἑλλήσποντος, νοτιώτατον δὲ ὁ Νεῖλος. Πρὸς βορρᾶν [221 M.] δὲ τὴν Εὐρώπην ὁρίζει τῆς Ἀσίας ὁ Τάναϊς, ὃς ἑλισσόμενος διὰ τῆς τῶν Σαυροματῶν καὶ Σκυθῶν γῆς εἰς τὴν Μαιῶτιν λίμνην κατασύρεται. Ἰστέον δὲ ὅτι οὐχ ἁπλῶς τὰ πρὸς βορρᾶν τοῦ Τανάϊδος τῇ Εὐρώπῃ προσνέμεται, ἀλλὰ μόνα ὅσα πρὸς δύσιν ἀπ᾽ αὐτοῦ ἀφορίζονται· τὰ δέ γε πρὸς αὐγὰς τοῦ Τανάϊδος τῇ Ἀσίᾳ προσλογίζονται. Φησὶ γοῦν αὐτὸς προϊὼν ὅτι ὁ Τάναϊς ἀποτέμνεται εἰς δύσιν Εὐρώπην, εἰς δ᾽ αὐγὰς Ἀσίδα γαῖαν. Οὐ μὴν λέγει ὅτι ἀποτέμνεται εἰς βορρᾶν μὲν τὴν Εὐρώπην, εἰς δὲ νότον τὴν Ἀσίαν· ὅθεν καὶ αὐτοὺς τοὺς Μαιώτας καὶ τοὺς Σαυρομάτας Ἀσιανοὺς ἱστορεῖ, διότι οὐ πρὸς δύσιν αὐτοὺς ἀφορίζει ὁ Τάναϊς. Ἔτι δὲ, ὡς ἐνταῦθα λέγει, ὁ Τάναϊς εἰς Σκυθίαν σύρεται βορείαν οὖσαν· καὶ ἀλλαχοῦ δέ φησι· Σκυθικοῖς ἐπιτρέχει πεδίοις. Οἱ δὲ Σκύθαι Ἀσιανοί εἰσι κατὰ τὸν Διονύσιον· οὔκουν ἁπλῶς Εὐρωπαῖα πάντα τὰ βόρεια τοῦ Τανάϊδος, ἀλλ᾽ ὅσα πρὸς δύσιν ἀπ᾽ αὐτοῦ ὁρίζονται. Ἰστέον δὲ ὅτι ὁ ποταμὸς οὗτος διὰ τὸ τεταμένως ῥεῖν Τάναϊς Ἑλληνιστὶ καλούμενος, Σίλις, ὥς φασί τινες, παρὰ τοῖς παροικοῦσι βαρβάροις ὠνόμασται. Ὅτι δὲ καὶ ἄλλοι ποταμοὶ ἐν βαρβάροις ῥέοντες ὅμως ἐξελληνίζονται τῇ κλήσει δῆλον. Τοιοῦτος γὰρ καὶ ὁ Νεῖλος καὶ ὁ Θερμώδων καὶ ὁ Ἀράξης καὶ ἄλλοι πολλοί· καὶ ὁ Ἠριδανὸς δὲ οὐ βάρβαρον ὄνομα, κατὰ τὸν Ἡρόδοτον, ἀλλὰ Ἑλληνικὸν, ποιηθὲν, φησὶν, ὑπό τινος ποιητοῦ. Τοῦ δὲ Τανάϊδος ἄλλοι μέν φασι μὴ γνωρίζεσθαι τὰς πηγὰς, Ἡρόδοτος δὲ ἐκ λίμνης μεγάλης αὐτὸν λέγει εἰς λίμνην ἔτι μείζονα τὴν Μαιῶτιν εἰσβάλλειν, λέγων καὶ ὅτι ἡ Μαιῶτις οὐ πολὺ ἐλάττων τοῦ Πόντου ἐστὶ, λεγομένη, φησὶ, καὶ μήτηρ τοῦ Πόντου. Κἀκεῖνο δὲ εἰδέναι χρὴ, ὅτι Ἀρριανὸς καὶ ἄλλον Τάναϊν ἱστορεῖ Σκυθικὸν, ὃν Ἀλέξανδρος ἐπικινδύνως διεπέρασεν. § 16. Ὅτι τὸ σύρεται ὁ Τάναϊς ἐς Σκυθίην καὶ ἐς Μαιώτιδα λίμνην, καὶ τὸ συρόμενος Λιβύηθεν καὶ τὰ τοιαῦτα ὡς ἐπὶ ὄφεων εἴρηται τροπικῶς, οἷα τῶν ποταμῶν ὀφεωδῶς πως ἑλισσομένων. Τοιοῦτον δὲ καὶ τὸ πόντος ὁλκὸν ἑλίσσων· κυρίως γὰρ ὁλκὸς τὸ σῶμα τοῦ ὄφεως. § 19-25. Ὅτι ὁ Διονύσιος μὲν τὰς τρεῖς ἠπείρους, τὴν Λιβύην, τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν, τὰ μέγιστα τῆς οἰκουμένης τμήματα, ὕδασιν ἀλλήλων νοσφίζει, τουτέστι χωρίζει καὶ διαιρεῖ, καὶ τοὺς αὐτῶν ὅρους ἐξ ὑδάτων μεσολαβούντων γνωρίμους ποιεῖ, διὰ τὸ [222 M.] σημειωδέστερον τὲ καὶ εὐκρινέστερον. Ἄλλοι δὲ, οἷς οὐκ ἀρέσκεσθαι αὐτὸς φαίνεται διὰ τὸ δυσόριστον καὶ οὐκ εὐκρινὲς, τὰς τοιαύτας τρεῖς μεγίστας ἠπείρους ἀπ᾽ ἀλλήλων ἠπείροις ἑτέραις σμικροτέραις διαχωρίζουσι, λέγοντες Ἀσίας μὲν καὶ Εὐρώπης ὅρον εἶναι τὸν μέγιστον καὶ πλατύτατον ἰσθμὸν τὸν μεταξὺ Κασπίας καὶ Εὐξείνου, περὶ ὃν ἰσθμὸν σὺν πολλοῖς ἄλλοις τόποις καὶ ὁ θρυλούμενός ἐστι τοῦ Προμηθέως Καύκασος καὶ ἡ ἑῴα γῆ τῶν Ἰβήρων, ἡ μεταξὺ Κόλχων καὶ Ἀλβανίας. Ἄλλον δὲ καὶ αὖθις ἰσθμὸν μέγαν τὸν μεταξὺ Ἀραβίου κόλπου καὶ Αἰγύπτου ὅρον εἶναί φασι Λιβύης καὶ Ἀσίας. Καὶ ὅρα ὅπως ἰσθμοῦ λεγομένου συνήθως καὶ κοινότερον τοῦ μεταξὺ δύο θαλασσῶν στενοῦ τόπου, αὐτὸς τῇ λέξει παραχρησάμενος ἰσθμοὺς ἐνταῦθα ἐτόλμησεν εἰπεῖν τὰς οὕτω πλατυτάτας καὶ πολυτενεῖς ἠπείρους, ὡς δηλοῖ τὸ ἰσθμὸς τέταταί τις, καὶ τὸ μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἕρπει. Καὶ ἐν τοῖς ἑξῆς δὲ ἠπείρου πλατὺν ἰσθμὸν λέγει τὸν μεταξὺ τοῦ Εὐξείνου πόντου καὶ τοῦ Ἰσσικοῦ κόλπου, οὗ ἐντὸς ἄσπετά, φησι, φῦλα τιταίνεται. Ἐν τούτοις δὲ ἐκθεραπεύει τὴν τόλμαν καὶ δοκεῖ ἀνθομολογεῖσθαι διὰ τοῦ τέταται, καὶ διὰ τοῦ μακρὸς καὶ ἀθέσφατος καὶ πλατὺς, ὡς οἶδε μὲν τὸν κυρίως ἰσθμὸν, τίθησι δὲ ὅμως γενικώτερον τὴν λέξιν καὶ ἐπὶ πάσης ἠπείρου ἁπλῶς, ἣν μέσην ἀπείληφεν ἡ ἑκατέρωθεν θάλασσα.