Eustacio de Tesalónica: Comentario a la «Descripción del mundo» de Dionisio Periegeta

s. XII

TLG

- Annotations   ·   No Other Contributors   ·   CC BY 4.0 License information Inmaculada Pérez Martín (CSIC), Carmen García Bueno (CSIC), Paula Caballero Sánchez (UMa), Jesús Polo Arrondo (UAM), Juan Signes Codoñer (UCM)

Europa (DP 270-446) § 270. Ὅτι Εὐρώπη ἡ χώρα ἐξ Εὐρώπης λέγεται καθὰ καὶ ὁ Λυκόφρων φησίν· ἀφ᾽ ἧς ὁ Σαρπηδὼν, ὡς ἱστορεῖ Εὐριπίδης ἐν Ῥήσῳ. Ἀγήνορος δὲ αὕτη θυγάτηρ, ἣν Ταῦρος ὁ τῆς Κρήτης βασιλεὺς ἐληΐσατο, ναυμαχίᾳ τὴν Τύρον ἑλών. Σημείωσαι δὲ ὅτι ἄλλος ἐστὶν οὗτος παρὰ τὸν Λύκιον Σαρπηδόνα. Σαρπηδὼν μὲν γὰρ οὗτος ὁ τῆς ῥηθείσης Εὐρώπης ἀδελφός ἐστι Μίνωος καὶ Αἰακοῦ κατὰ τὸν Ἀρριανὸν, ὁ δὲ ἐκ Λυκίας Σαρπηδὼν ὁ Ὁμηρικὸς οὐκ ἂν εἴη τούτοις σύγχρονος. Ἱππίας δὲ ἀπὸ Ἀσίας καὶ Εὐρώπης τῶν Ὠκεανίδων τὰς ἠπείρους καλεῖ. Τισὶ δὲ οὐκ ἀρέσκει ἐκ γυναικῶν ταῖς ἠπείροις τὰ ὀνόματα κεῖσθαι. Ἡρόδοτος δέ φησι τὰ τρία τῆς γῆς τμήματα ἐπωνυμίας ἔχειν γυναικῶν, λέγων ὅτι Λιβύη μὲν ἀπὸ Λιβύης λέγεται γυναικὸς αὐτόχθονος, ἡ δὲ Ἀσία ἀπὸ τῆς Προμηθέως μητρὸς ἐπονομάζεται, Λυδοὶ δὲ οὐχ οὕτως, ἀλλὰ ἀπὸ Ἀσίεω τοῦ Ἄτυος καλεῖσθαί φασιν αὐτὴν, ἀφ᾽ οὗ καὶ ἐν Σάρδεσι φυλή τις καλεῖται Ἀσιάς. Ἡ δὲ Εὐρώπη δοκεῖ ἀπὸ τῆς Τυρίας Εὐρώπης λαβεῖν τὸ ὄνομα. Ὅτι δὲ βούλονταί τινες τὴν Εὐρώπην καὶ ἀπό τινος Εὐρώπου ἀνδρὸς ὠνομάσθαι προείρηται. Διὸ καὶ βαρύνεται· βαρεῖαν γὰρ ἔχει τάσιν καὶ ὁ Εὔρωπος τὸ κύριον, πρὸς ἀντιδιαστολὴν τοῦ εὐρωποῦ, ὅπερ δηλοῖ τὸν πλατὺν ἢ σκοτεινὸν, ἐξ οὗ καὶ σπήλαιον παρὰ τῷ Ὀππιανῷ εὐρωπόν. Δεῖ δὲ εἰδέναι καὶ ὅτι τὴν Εὐρώπην οἱ παλαιοί φασι διαφέρειν τῆς Ἀσίας οὐ μόνον ἀνδρῶν ἀρετῇ καὶ πλούτῳ καὶ καρποῖς, ἀλλὰ καὶ σπάνει θηρίων. Πολυσχημονεστάτη δὲ ἠπείρων ἡ Εὐρώπη, ἁπλουστάτη δὲ τοὐναντίον ἡ Λιβύη, ἡ δὲ Ἀσία μέσην ἀμφοῖν ἔχει διάθεσιν. Κἀκεῖνο δὲ [265 M.] γνωστέον, ὅτι Εὐρώπη μὲν πάντα τὰ κατὰ δύσιν ἀρξαμένοις ἀπὸ Ἑλλησπόντου· οἱ δὲ παλαιοί φασιν ὅτι Οὐεσπασιανὸς ἐχώρισε τὴν Θρᾴκην ἀπ᾽ αὐτῆς. § 271. Ὅτι τὸν αὐτὸν εἶναι ῥυσμόν φησι τῇ Εὐρώπῃ, οἷός ἐστι καὶ ὁ τῆς Λιβύης. Ῥυσμὸν δὲ τὴν ἔκτασιν λέγει, τὴν θέσιν, τὴν διάστασιν ἢ, ὡς αὐτὸς εἶπε, τὸν τύπον. Ταὐτὸν γὰρ εἰπεῖν, Εὐρώπης τύπον καὶ Λιβύης ῥυσμόν. Καὶ προϊὼν δὲ τὴν τοιαύτην λέξιν ἐρεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ σχῆμα δὲ Ἀσίας ῥυσμὸς πέλει ἀμφοτέρων. Ἔστι δὲ καὶ ἐκεῖ ῥυσμὸς τὸ σχῆμα, ὁ τύπος, ἡ θέσις. Γίνεται δὲ ὁ ῥυσμὸς ἐκ τοῦ ῥύω, τὸ ἑλκύω· ἐξ οὗ καὶ τόξου ῥυτὴρ ὁ τοξότης, καὶ ῥυτὴρ δὲ ὁ χαλινός. Διὸ καὶ ὁ Διονύσιος ἐν τοῖς ἑξῆς εἰπὼν ῥυσμόν, εἶτα οἷον ἐτυμολογῶν τὴν λέξιν ἐρεῖ ἑλκόμενον κατὰ βαιόν· ὡς ταὐτὸν ὂν εἰπεῖν ῥυσμόν καὶ ἑλκυσμόν. § 274-278. Ὅτι Εὐρώπη καὶ Λιβύη τὸ νείατον ἴχνος, ἤγουν τὴν βάσιν καὶ τὸ ἑῷον πλατὺ τέρμα ἑαυτῶν, ἴσον ἐπὶ τὴν Ἀσίαν ἔχουσιν· ὑπόκειται γὰρ ἡ Ἀσία ὥσπερ βάσις αὐταῖς. Κἂν θῇς, φησὶν, ἀμφοτέρας ταύτας γαῖαν μίαν μὴ μεσολαβουμένην ὑπὸ τῆς ἑσπερίας θαλάσσης, κώνου ἂν γένοιτο σχῆμα πλευραῖς ἴσον ἀμφοτέραις, οὗ ὀξὺ μὲν τὸ ἑσπέριον, πλατὺ δὲ τὸ ἀνατολικὸν τὸ πρὸς τῇ Ἀσίᾳ. Καὶ ὅρα ὅτι καὶ ἐπὶ κώνου πλευραὶ λέγονται. Ἰστέον δὲ ὅτι ὥσπερ ἡ Λιβύη καὶ ἡ Εὐρώπη ὁμοῦ συντεθεῖσαι κώνῳ εἰκάζονται τῷ γεωμετρικῷ, οὕτω καὶ ἄλλα μέρη τῆς γῆς γεωμετρικοῖς εἰκάζονται σχήμασι παρὰ τῷ Διονυσίῳ. ὥσπερ ἡ Λιβύη μὲν τραπεζίῳ, τριγώνῳ δὲ ἡ Αἴγυπτος καὶ ἡ Σικελία, καὶ ῥόμβῳ δὲ μέρος τι τῆς Ἀσίας, ὡς μετὰ ταῦτα ῥηθήσεται. § 281-282. Ὅτι ὑπὸ τὴν ἐσχάτην γλωχῖνα, ὃ ἔστι γωνίαν, τῆς Εὐρώπης, ἀγχοῦ τῶν στηλῶν τῶν περὶ τὰ Γάδειρα, οἱ Ἴβηρές εἰσι τεταμένοι, ἄχρι καὶ τοῦ βορείου ψυχροῦ ὠκεανοῦ. Τούτους μεγαθύμους φησὶ δι᾽ ἣν εἶχον ἀνδρείαν. Ἄποικοι δὲ τούτων οἱ ἑῷοι Ἴβηρες, ὡς καὶ τῶν Εὐρωπαίων Γαλατῶν οἱ Ἀσιανοὶ οἱ περὶ τὴν Ἄγκυραν. Καλοῦνται δὲ ἀπὸ Ἴβηρος ποταμοῦ, οὗ ἴδιον λέγεται τὸ πλημμύρειν καὶ δίχα χιόνων, ὅτε τὰ βόρεια πνεύματα πλεονάσει. Αἰτία δὲ τοῦ τοιούτου πάθους, φασὶν, ἡ λίμνη, δι᾽ ἧς ὁ τοιοῦτος ποταμὸς [266 M.] ῥέει. Συνεκβάλλουσι γὰρ τὸ λιμναῖον οἱ ἄνεμοι, καὶ οὕτω ποιοῦσι πλεονασμὸν τοῦ ὕδατος. Κατὰ δέ τινας ἀπὸ βασιλέως ὁμωνύμου οἱ Ἴβηρες ἔλαχον τὸ οὕτω καλεῖσθαι. Κελτὸς γὰρ καὶ Ἴβηρ, παῖδες Ἡρακλέος ἀπὸ βαρβάρου γυναικὸς, ἐξ ὧν τὰ ἔθνη οἱ Κελτοὶ καὶ οἱ Ἴβηρες. Ἰστέον δὲ ὅτι ἡ Ἰβηρία, οὐ πᾶσα μέντοι, ἀλλὰ μόνη ἡ ἐντὸς τοῦ ῥηθέντος Ἴβηρος ποταμοῦ, καὶ Ἱσπανία συνωνύμως ἢ πολυωνύμως ἐλέγετο. Ῥωμαῖοι δὲ καὶ τὴν πᾶσαν οὕτως ἐκάλεσαν ὕστερον, ὡς εἶναι διώνυμον, Ἰβηρίαν τὲ καὶ Ἱσπανίαν. Λέγονται δὲ πλείους ἢ χίλιαι πόλεις Ἰβήρων εἶναι. Οἱ δὲ τοῦτο λέγοντες καὶ τὰς μεγάλας κώμας πόλεις ὠνόμαζον. Φασὶ δὲ ἐν Ἰβηρίᾳ καὶ πόλιν εἶναι Ὀδύσσειαν καὶ ἄλλα πολλὰ ἴχνη τῆς Ὀδυσσέως πλάνης. Ὑδροποτεῖν δὲ λέγονται οἱ Ἴβηρες καὶ μονοσιτεῖν καὶ πολυτελεῖ ἐσθῆτι χρῆσθαι. § 284. Ὅτι Βρεττανοὶ διὰ δύο ττ ὡς ἐπιπολύ· ἐνταῦθα δὲ ἐν τῷ ἔνθα Βρετανοί, τοῦ μέτρου ἐπιτάξαντος ἀπεχώρισε τὸ ἓν τ· οὕτω καὶ Σαρματῶν τινῶν λεγομένων μετὰ τοῦ ρ, ὅμως ἐν τοῖς ἑξῆς, ἐν τῷ Γερμανοὶ Σαμάται τε, ἡ τοῦ μέτρου βία ἐξώθησε τὸ ρ· Σαρμάται γὰρ εἰπεῖν ἔδει καὶ οὐ Σαμάται. Τῶν δὲ Βρεττανῶν τούτων παρώνυμοι αἱ ἀντιπέραν Βρεττανίδες νῆσοι, περὶ ὧν ῥηθήσεται. § 285-287. Ὅτι τοὺς Γερμανοὺς, οἷς οἱ Ἀλαμανοὶ πρόσχωροι, λευκὰ λέγει φῦλα. Τοιοῦτοι γὰρ τὴν χρόαν εἰσὶν, ἀπεναντίας τοῖς νοτιωτάτοις Αἰθίοψιν· ἐκεῖνοι γὰρ μελάντατοι. Καλεῖ δὲ αὐτοὺς καὶ ἀρειμανίους ἢ ἐρισθενέας. Λέγει δὲ καὶ ὅτι παραθρώσκουσι τοὺς τοῦ Ἑρκυνίου δρυμοῦ ὀρόγκους, ἤγουν παράκεινται τοῖς Ἑρκυνίοις δρυμοῖς, πρὸς αὐτῷ τῷ Κρονίῳ ὠκεανῷ. Ἱστορεῖ δὲ καὶ τὴν ἐκεῖ που Ἰβηρικὴν ἤπειρον ὁμοίαν εἶναι βύρσῃ, οὐ τῷ χρώματι οὐδὲ τῇ λειότητι, ἀλλὰ τῷ σχήματι. Βύρσῃ γὰρ τεταμένῃ ἔοικεν ἡ Ἰβηρία, ἧς φασι τὰ οἷον τραχηλιμαῖα μέρη εἰς τὴν συνεχῆ Κελτικὴν πρὸς τὴν ἕω ὑπερεκπίπτουσι. Γνήσιοι δὲ κατὰ Ῥωμαίων γλῶσσαν οἱ Γερμανοὶ ἑρμηνεύονται, ὡς ἂν γνήσιοι Γαλάταις, οἷς ἐοίκασιν ἐν μορφαῖς καὶβίοις καὶ ἤθεσι, πλεονάζοντες μόνον ἀγριότητι μεγέθειτε καὶ ξανθότητι, πέραν τοῦ Ῥήνου κείμενοι πρὸς ἕω μετὰ τοὺς Κελτούς. Τινὲς δὲ τὸ Γερμανοὶ εἰς τὸ ἀδελφοί μεταλαμβάνουσιν, ὅπερ τρόπον τινὰ ταυτόν ἐστι τῷ γνήσιοι. Πλούταρχος δὲ λέγει ὅτι οἱ Γερμανοὶ εὐμεγέθεις τοῖς σώμασι καὶ χαροποὶ τοῖς ὄμμασιν. Ὁ δὲ ῥηθεὶς Ἑρκύνιος δρυμὸς μέγας τέ ἐστι καὶ πολύδενδρος. [267 M.] Τὸ δὲ ὄρογκος ἰδιάζουσα λέξις ἐστὶν, ὁποῖαι πολλαὶ τοῖς ποιηταῖς ἐπιτηδεύονται διὰ τὸ καινότροπον· δηλοῖ δὲ τὴν τοῦ ὄρους ἐξόγκωσιν καὶ ἀνάτασιν. § 288-293. Ὅτι περὶ τὴν Πυρήνην, ἤτοι τὸ Πυρηναῖον ὄρος, οἱ Κελτοὶ κατοικοῦσιν, ἀγχοῦ πηγῆς καλλιρρόου Ἠριδανοῦ, ὅν τινες εἶναί φασι τὸν νῦν λεγόμενον Πάδον. Ὁ δὲ Γεωγράφος περὶ αὐτοῦ οὕτω φησίν· Ἠριδανὸν τὸν μηδαμοῦ γῆς ὄντα, πλησίον δὲ τοῦ Πάδου λεγόμενον. Ὃν Πάδον καὶ μέγιστον ἐκεῖνός φησι τῶν Εὐρωπαίων ποταμῶν μετὰ τὸν Ἴστρον, καὶ εἰς τὴν Ἀδριατικὴν αὐτὸν λέγει ἐκπίπτειν θάλασσαν. Οὗ Πάδου πέραν καὶ τὸ Μεδιολάνιον εἶναι λέγει, πόλιν ἀξιόλογον, συνάπτουσάν πως ταῖς Ἄλπεσιν. Ἰστέον δὲ ὅτι καὶ Ἄρατος ἐν οἷς λέγει λείψανον Ἠριδανοῦ τὸ κατ᾽ οὐρανὸν φαινόμενον αὐτοῦ ἀστροθέτημα, ἐμφαίνει ἐκλελεῖφθαι τὸν κάτω ποταμὸν Ἠριδανόν. Ὁ μέντοι Διονύσιος, ὡς ἔτι ὄντος τοῦ Ἠριδανοῦ, ἐκτίθεται καὶ τὰ περὶ αὐτοῦ μυθευόμενα, δηλαδὴ τὰ κατὰ τὸν Φαέθοντα, ὃν ἐκπεσόντα τοῦ πατρῴου ἡλιακοῦ ἅρματος καὶ τῷ Ἠριδανῷ ἐμπεσόντα ἐκεῖ αἱ ἀδελφαὶ Ἡλιάδες νυκτὸς ἐκώκυσαν, καὶ τῶν ὀφθαλμῶν ἀπέσταξαν δάκρυον ἤλεκτρον. Εἶτα αἴγειροι γενόμεναι ἀποστάζουσι, φησὶ, καὶ εἰσέτι τοιοῦτον δάκρυον. Κελτῶν δὲ παῖδες ὑφήμενοι ταῖς αἰγείροις ἀμέλγονται δάκρυα χρυσαυγέος ἠλέκτρου, ὃ ἔστι δρέπονται τὸν τοιοῦτον ἤλεκτρον. Οἱ δὲ ἀμέργονται γράφουσι διὰ τοῦ ρ. ῎Ηλεκτρος δὲ νῦν οὐχὶ τὸ ἐκ χρυσοῦ καὶ ἀργύρου κρᾶμα, λίθος δέ τις χρυσοειδὴς, ἐξ οὗ καὶ λαβαὶ μαχαίραις γίνονται, ἀχύρων ἐφελκυστικαὶ, ὡς ἡ μαγνῆτις σιδήρου. Ὅτι δὲ οὐκ ἄντικρυς λίθος ἐστὶν ὁ τοιοῦτος ἤλεκτρος, ἀλλὰ δένδρου δάκρυον, πεπηγὸς εἰς σῶμα λιθοειδὲς, δεικνύουσί τινες τῶν παλαιῶν. Δῆλον δὲ ὅτι καὶ ὡς χρυσαυγὴς ὁ ῥηθεὶς ἤλεκτρος λέγεται τῶν Ἡλιάδων εἶναι δάκρυον· τὸ γὰρ μέταλλον τοῦ χρυσοῦ τῷ ἡλίῳ ἀνάκειται. Σημείωσαι δὲ ὅτι προϊὼν ὁ Διονύσιος λίθον παραποτάμιον λέγει τὸν ἤλεκτρον. Πυρήνη δὲ ὄρος μέγιστον διαχωρίζον τὴν Ἰβηρίαν καὶ τὴν Κελτικήν. Τὸ δὲ Κελτοί ὁ Γεωγράφος Κέλται φησὶν, ὡς οἱ Χρῦσαι. Διήκειν δὲ λέγονται ἄχρι τοῦ Ῥήνου οἱ Κελτοί. Ἀπὸ δὲ αὐτῶν οἱ σύμπαντες Εὐρωπαῖοι Γαλάται Κελτοὶ ὑπὸ Ἑλλήνων ἐκλήθησαν. § 294-297. Ὅτι μετὰ τὸν Ἠριδανὸν οἱ Τυρρηνοὶ, περὶ ὧν κατωτέρω ῥηθήσεται· ὧν πρὸς ἀνατολὴν ἡ τῆς Ἄλπιος ἀρχὴ, δι᾽ ἧς μέσης κατασύρεται ὁ Κελτικὸς Ῥῆνος, δίστομος εἰς τὸν βόρειον ἐκβάλλων ὠκεανὸν, ὀξὺς καὶ δυσγεφύρωτος καὶ σκολιός. Οὗτός ἐστιν ὁ λεγόμενος τὰ νόθα τῶν γνησίων διορίζειν γεννήματα, [268 M.] οἷα τὰ μὲν ὑπανέχων, τὰ γνήσια, τὰ δὲ μὴ τοιαῦτα διδοὺς βυθῷ λήθης καὶ ὕδατος. Ἡ δὲ Ἄλπις μέγιστον ὄρος, διὸ καὶ πληθυντικῶς λέγονται αἱ Ἄλπεις. Φασὶ δὲ τὴν ταύτην λέξιν κατὰ τὴν εἰς τὸ Ἑλληνικὸν μετάληψιν ταὐτὸν δύνασθαι τῇ κλεισούρᾳ. Οὔτω δὲ ὑψηλὸν ἱστορεῖται τὸ ὄρος, ὥστε οὐδ᾽ ἂν πεμπταῖός τις ἀναβαίη αὐτό. Ἄρχεται δὲ ἀπὸ τῶν αὐτῶν χωρίων, ἀφ᾽ ὧν καὶ τὰ ῥηθησόμενα ἐν τοῖς ἑξῆς Ἀπέννια ὄρη τὰ κατὰ τὴν Γένουαν, ἥτις ἐστὶ Λιγύων ἐμπόριον. Ἐκαλεῖτο δὲ καὶ κατὰ γένος οὐδέτερον τὰ Ἄλπια, καὶ Ἄλβια δὲ μετὰ τοῦ β. § 298-301. Ὅτι τῷ Ῥήνῳ ἑξῆς ὁ Ἴστρος ἐπιτέλλεται, ἤγουν ἀνατέλλει κάτωθέν ποθεν· ὃν καὶ ἱερόν φησιν, καὶ σεμνύνει διὰ συνήθους ἐπαναλήψεως, λέγων καὶ ὅτι εἰς τὸν Εὔξεινον πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην, πενταπόροις προχοαῖς, ὃ ἔστι πέντε στόμασιν, ἑλισσόμενος περὶ Πεύκην. Νῆσος δὲ ἡ Πεύκη τρίγωνος, μεταξὺ κειμένη τῶν τοῦ Ἴστρου στομάτων. Ὁ μέντοι Πτολεμαῖος ἑπτάστομον καὶ τὸν Ἴστρον λέγει, καθὰ καὶ τὸν Νεῖλον. Ὡσαύτως καὶ ὁ Γεωγράφος, ὃς λέγει καὶ ὅτι μέγιστός ἐστι τῶν Εὐρωπαίων ποταμῶν, διέχων τοῦ Ἀδριατικοῦ μυχοῦ χιλίους σταδίους, καὶ ὅτι ἀρχόμενος ἀπὸ Γερμανῶν ῥέει πρὸς νότον, εἶτα ἐπιστρέφει πρὸς ἀνατολὰς ἕως εἰς τὸν Πόντον. Ἔχει δὲ μέγιστον στόμα τὸ λεγόμενον Ἱερὸν, ὅπερ ἔζευξέ ποτε Δαρεῖος, ὡς ὁ Ξέρξης τὰ τοῦ Ἑλλησπόντου στενά. Περιέχει δὲ καὶ ἄλλα νησίδια ὁ Ἴστρος τοῖς στόμασι δίχα τῆς Πεύκης. Ἡρόδοτος δὲ Κελτικὸν ποταμὸν οἶδε τὸν Ἴστρον, ἐν οἷς λέγει πληθύνεσθαι μὲν αὐτὸν ὑπὸ πολλῶν ποταμῶν, ἄρχεσθαι δὲ ἐκ Κελτῶν, ῥέειν δὲ διὰ πάσης Εὐρώπης. Καὶ αὐτὸς δὲ πεντάστομον τοῦτον ἱστορεῖ, καὶ ἴσον ἀεὶ σχεδὸν αὐτὸν ἑαυτῷ ῥέειν φησὶ, προστιθεὶς καὶ αἰτίαν τὴν δοκοῦσαν αὑτῷ. Ὁ δὲ Γεωγράφος φησὶ καὶ ἄλλον Ἴστρον ἐκ τούτου τὰς ἀρχὰς ἔχοντα ἐμβάλλειν εἰς τὸν Ἀδρίαν κόλπον κατά τινας· δι᾽ οὗ καὶ δοκεῖ τοῖς πολλοῖς ἡ Ἀργὼ ἐκ τοῦ Εὐξείνου πόντου διεκπεσεῖν εἰς τὸ Ἀδριατικὸν πέλαγος, ὅτε τὸ χρυσοῦν κῶας οἱ Ἀργοναῦται κλέψαντες ἐκ Κολχίδος ἔφευγον. Τοῦτο δὲ καὶ Ἀριστοτέλης οἶδεν, ἐν οἷς λέγει ὅτι οἱ τριχίαι μόνοι ἀναπλέουσιν ἐκ τοῦ Πόντου εἰς τὸν Ἴστρον, εἶτα ὅπου σχίζεται, καταπλέουσιν εἰς τὸν Ἀδρίαν. Καὶ αὐτὸς γὰρ ἐν τούτοις ὑπεμφαίνει τὸν παρὰ τῷ Γεωγράφῳ ἕτερον Ἴστρον. Φησὶ δὲ ὁ αὐτὸς Γεωγράφος καὶ ὅτι ὁ Ἴστρος ποτὲ Ματόας ἐλέγετο, ὃ ἔστι κατὰ Ἕλληνας [269 M.] ἄσιος· καὶ ὅτι πολλάκις μὲν οἱ Σκύθαι δι᾽ αὐτοῦ περαιούμενοι οὐδὲν ἔπασχον, συμφορᾶς δέ ποτε αὐτοῖς ἐπεισπεσούσης ἡρμηνεύθη Δάνουβις ἢ Δάνουσις, ὥσπερ τοῦ ἁμαρτεῖν ἐκείνους αἰτίαν ἔχων, τουτέστιν αἰτιώμενος διὰ τοῦ τοιούτου ὀνόματος ὑπ᾽ ἐκείνων κατὰ τὴν αὐτῶν γλῶσσαν, ὡς αἴτιος αὐτοῖς δυστυχίας γενόμενος. Λέγει δὲ ἐκεῖνος καὶ ὅτι τῷ Ἴστρῳ παράλληλα εἰσὶν ὄρη ἀπὸ Ἀδρίου μέχρι Εὐξείνου πόντου, πρῶτον τὰ Ἰλλυρικὰ, εἶτα τὰ Παιονικὰ, μεθ᾽ ἃ τὰ Θρᾴκια, ὧν καὶ ὁ Αἷμός ἐστι, πρὸς τῷ Πόντῳ τῷ Εὐξείνῳ δηλαδὴ κείμενος. Μέση οὖν τούτων ἡ Παιονία, ὑψηλὴ πᾶσα, ἧς πρὸς Θρᾴκην καὶ ἡ Ῥοδόπη κεῖται, ὅπου ἡ νῦν ὀνομαζομένη Κλοκοτινίτζα. Τινὲς δὲ οὕτω συντομώτατα περὶ τοῦ Ἴστρου φασίν· Ἴστρος ὁ τοὺς Παίονας παραμείβων ἐκ τῶν Ἑρκυνίων ὀρῶν ναυσίπορος ἐκ πηγῆς αἴρεται, καὶ σχιζόμενος τῇ μὲν εἰς τὸν Πόντον ῥέει, τῇ δὲ εἰς τὸν Ἀδρίαν. § 302-323. Ὅτι πρὸς βορέαν τῷ Ἴστρῳ ἔθνη κεῖται ταῦτα, Γερμανοὶ, Σαμάται, ἤτοι Σαρμάται, κατὰ ἔλλειψιν τοῦ ρ ἀμεταβόλου, ὡς προγέγραπται, καὶ Γέται καὶ Βαστάρναι, Δακῶν τε ἄσπετος γῆ, καὶ Ἀλανοὶ καὶ Ταῦροι οἱ καὶ Ῥώς, οἱ περὶ τὸν Ἀχιλλέως δρόμον, καὶ Μελάγχλαινοι καὶ Ἱππημολγοὶ, περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται, καὶ Νευροὶ καὶ Ἱππόποδες οἱ κατά τινας Χάζαροι, καὶ Γελωνοὶ καὶ Ἀγάθυρσοι· καὶ οὗτοι μὲν βόρειοι. Πρὸς νότον δὲ τῷ Ἴστρῳ Γέρραι, καὶ Ὠρίκια ἐρυμνὰ ἄστεα, καὶ Παννόνιοι οἱ κατά τινας Βούλγαροι, καὶ Μυσοὶ Θρᾳκῶν βορειότεροι, καὶ Θρᾷκες αὐτοὶ ἀπείρονα γαῖαν ἔχοντες. Τούτων δὲ τῶν ἐθνῶν περὶ μὲν Γερμανῶν ἐρρέθη τὸ ἀρκοῦν, περὶ δὲ τῶν ἐφεξῆς εἰρήσεται, εἴ τι λόγου ἄξιον τῷ ἐπιτέμνοντι. § 304. Ὅτι τὰ διὰ τοῦ ανος ἐθνικὰ ὀνόματα ἐκτείνει παρὰ τῷ Διονυσίῳ τὴν παραλήγουσαν, οἷον Βρεττανός, Γερμανός, Ἀλανός, Καρμανός, Λευκανός. Τὸ Ἠριδανὸς οὐκ ἔθνους ὄνομα, ποταμὸς γάρ· διὸ συστέλλει τὴν παραλήγουσαν, ὡς καὶ τὸ ὠκεανός. [270 M.] § 304a. Ὅτι τοὺς Γέτας Διονύσιος μὲν πρὸς βορρᾶν τοῦ Ἴστρου οἶδεν, ὡς ἀνωτέρω εἴρηται· καθὰ καὶ τοὺς Σαρμάτας, οἳ ἔθνος εἰσὶ Σκυθικόν. Ἡρόδοτος δὲ μέρος οἴεται εἶναι τῶν Θρᾳκῶν τοὺς Γέτας, ὁ δὲ Γεωγράφος ἐφ᾽ ἑκάτερα τοῦ ποταμοῦ αὐτοὺς οἰκεῖν ἱστορεῖ, ὡς καὶ τοὺς Μυσοὺς καὶ τοὺς Θρᾷκας. Φιλογύναιοι δὲ, φησὶν, εἰσὶ, καὶ περὶ τὸ θεῖον σπουδάζοντες. Παρ᾽οἷς ἦν καὶ ὁ Ζάμολξις Πυθαγόρᾳ φοιτήσας καὶ τοῖς Αἰγυπτίοις καὶ πολλὰ προειπὼν, καὶ θεὸς διὰ τοῦτο κληθεὶς, καὶ κοινωνῶν βασιλεῖ τῶν πραγμάτων. Ἐγένοντο δέ ποτε οἱ Γέται, φησὶ, καὶ τοῖς Ῥωμαίοις φοβεροὶ, διαβαίνοντες τὸν Ἴστρον, καὶ λεηλατοῦντες τούς τε Ἰλλυριοὺς καὶ τοὺς Θρᾷκας καὶ τοὺς Μακεδόνας. Νόμος δὲ Γετικὸς ἐπισφάζεσθαι τὴν γυναῖκα τῷ ἀνδρὶ θανόντι, καὶ κιθαρίζειν ὅταν ἐπικηρυκεύωνται. Ἡρόδοτος δὲ καὶ τοξεύειν φησὶν αὐτοὺς ἄνω πρὸς τὴν βροντὴν καὶ τὴν ἀστραπὴν, ἀπειλοῦντας τῷ θεῷ. Ἔτι φησὶν ὁ Γεωγράφος διαβῆναι μέν ποτε τὸν Ἀλέξανδρον εἰς τοὺς πέραν Ἴστρου Γέτας, διὰ ταχέων δὲ ἀναστρέψαι λαβόντα δῶρα. Λέγει δὲ καὶ ὡς εἰς τοσοῦτον αὐτοί τε καὶ οἱ Δάκαι ηὐξήθησάν ποτε, ὥστε καὶ εἴκοσι μυριάδας ἐκπέμπειν στρατοῦ· ὕστερον δὲ συσταλέντες ἐγγὺς ἦλθον τοῦ ὑπακούειν Ῥωμαίοις. Ὁ δὲ Ἰουλιανὸς ἔν τινι τῶν αὑτοῦ λόγων γράφει, ὅτι τὸ τῶν Γετῶν ἔθνος τῶν πώποτε μαχιμωτάτων, διά τε ἀνδρίαν καὶ διὰ τὸν Ζάμολξιν ὃν τιμῶσιν· οὐ γὰρ ἀποθνήσκειν ἀλλὰ μετοικίζεσθαι νομίζοντες ἑτοιμότερον θνήσκουσιν ἢ τὰς ἀποδημίας ὑπομένουσι. Καὶ Ἡρόδοτος δὲ ἀπαθανατίζοντας αὐτοὺς καλεῖ, διὰ τὸν ῥηθέντα γόητα Ζάμολξιν, ὃν καὶ δουλεῦσαι αὐτὸς τῷ Πυθαγόρᾳ φησίν. Ἱστορεῖ δὲ καὶ ἀνδρειοτάτους Θρᾳκῶν τοὺς Γέτας καὶ δικαιοτάτους. Λέγει δὲ καὶ ὅτι εἷλεν αὐτοὺς ὁ Δαρεῖος, ὅτε σχεδίᾳ διαβὰς ἐκ τῆς Ἀσίας ἐπορεύετο διὰ τῆς Θρᾴκης. § 305. Ὅτι τοὺς Δάκας Δάους ἐκάλουν τινές. Φησὶν οὖν καὶ ὁ Γεωγράφος, ὅτι οἱ Δάκαι Δάοι ποτὲ ὠνομάζοντο. Ὁ δὲ Ἡρόδοτος νομαδικὸν Περσικὸν γένος τοὺς Δάους λέγει, καθὰ καὶ τοὺς Μάρδους καὶ ἄλλους τινάς. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας καὶ πλησίον τοῦ ποταμοῦ Βορυσθένους φησὶ τὴν Δακίαν διήκειν, περὶ οὗ Βορυσθένους κατωτέρω ῥηθήσεται. Λέγει δὲ καὶ ὅτι παρὰ τοῖς Ἀττικοῖς ὡς ἐπὶ πολὺ τὰ τῶν οἰκετῶν ὀνόματα Δάοι καὶ Γέται. Φέρεται δὲ ἱστορία, καὶ [271 M.] νοτιωτέρους τοῦ Ἴστρου Δάκας εἶναι· φασὶ γὰρ ὅτι Αὐρηλιανὸς τοὺς περὶ τὴν Δακίαν ἀπῳκισμένους Ῥωμαίους ἐκεῖθεν ἐξαγαγὼν διὰ τοὺς ἐν τῇ περαίᾳ τοῦ Ἴστρου κινδύνους ἐν μέσῃ τῇ Μυσίᾳ καθίδρυσε, τὴν χώραν ὀνομάσας Δακίαν. § 305a. Ὅτι Ἀλανὸς ὄρος Σαρματίας, ἀφ᾽ οὗ τὸ ἔθνος οἱ Ἀλανοὶ ἔοικεν ὀνομάζεσθαι, οὓς καὶ ἀλκήεντας ὁ Διονύσιος καὶ πολυΐππους καλεῖ. § 306. Ὅτι ὁ Ἀχιλλέως δρόμος, ὃν οἱ Ταῦροι τὸ ἔθνος ναίουσιν, αὐλών τίς ἐστι στενὸς ὁμοῦ καὶ δολιχὸς, καὶ κατὰ τὸν Γεωγράφον χερρόνησος ἁλιτενὴς, οἷόν τις ταινία, ἤτοι φασκία, μῆκος ὅσον χιλίων σταδίων ἐπὶ τὴν ἕω, ἀμμώδης, πλάτος δὲ δύο σταδίων τὸ μέγιστον. Τοῦτον τὸν δρόμον ὁ Ἑλληνικὸς Ἀχιλλεὺς περιῆλθε, μεταδιώκων τὴν τοῦ Ἀγαμέμνονος Ἰφιγένειαν, ἐξ Αὐλίδος ἀναρπασθεῖσαν εἰς Σκυθίαν, ὁπηνίκα ἔλαφον ἡ Ἄρτεμις εἰς θυσίαν ἀντέδωκεν· ἔνθα καὶ μείνας πολὺν χρόνον ὁ Ἀχιλλεὺς, καθὰ δοκεῖ καὶ τῷ Λυκόφρονι, ἀφῆκε τῷ τόπῳ τὴν ἐξ αὑτοῦ κλῆσιν. Ὅτι δὲ προκατηγγυημένη ἦν τῷ Ἀχιλλεῖ ἡ Ἰφιγένεια καθωμίληται. Ἄλλοι δέ φασιν ἕτερον εἶναι τοῦτον Ἀχιλλέα, παρὰ Σκύθαις βασιλέα τῶν τόπων, ὃς ἠράσθη τὲ τῆς Ἰφιγενείας πεμφθείσης ἐκεῖ καὶ ἔμεινεν ἐπιδιώκων, ἐξ οὗ ὁ τόπος Ἀχίλλειος. Οἱ δὲ τοῦτο λέγοντες παραφέρουσι μάρτυρα τὸν Ἀλκαῖον λέγοντα· Ἀχιλλεὺς ὃς τᾶς Σκυθικᾶς μεδέεις. Ἀπὸ δὲ Ἀχιλλέως καὶ ἡ Λευκὴ νῆσος ἡ μετὰ ταῦτα ῥηθησομένη Ἀχίλλειος ἐλέγετο νῆσος περὶ τὸν Εὔξεινον, ἔνθα φασὶν οἱ Σκύθαι τὴν Ἀχιλλέως ψυχὴν διαβαίνουσαν τὰ ἑαυτῆς ἀθύρειν. Οἱ δὲ Ταῦροι τὸ ἔθνος ἀπὸ τοῦ ταύρου τοῦ ζώου, φασὶ, καλοῦνται, διὰ τὸ ἐκεῖ τὸν Ὄσιριν ζεύξαντα βοῦν ἀρόσαι γῆν. Περὶ τούτους νῆσος ἡ Ταυρικὴ ἡ καὶ Μαιωτικὴ, μεγάλη καὶ ἐπίσημος, ᾗ παράκειται καὶ ἡ Φαναγόρεια καὶ ἡ Ἑρμώνασσα, ὡς ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. Καὶ ἡ Ἄρτεμις δὲ Ταυροπόλος ἀπὸ τούτων δοκεῖ τῶν Ταύρων λέγεσθαι, οἷς ἔχαιρεν ὡς ξενοκτονοῦσιν ἐπ᾽ αὐτῇ. Οἱ μέντοι παρὰ τῷ Γεωγράφῳ Νωρικοὶ Ταυρίσκοι ἕτερόν εἰσιν ἔθνος παρὰ τούτους τοὺς Ταύρους. § 309. Ὅτι Μελάγχλαινοι λέγονται διὰ τὸ ἐν ἔθει μέλαν καὶ ζοφερὸν τοῦ ἐνδύματος, ὡς καὶ Ἡροδότῳ δοκεῖ, ὃς καὶ ἀνθρωποφαγεῖν αὐτοὺς εἰπὼν λέγει καὶ ὅτι Μελαγχλαίνων τὸ καθύπερθεν λίμναι καὶ γῆ ἔρημος ἀνθρώπων. § 310. Ὅτι οἱ Νευροὶ λέγονται ἐκλιπεῖν ποτε τὴν [272 M.] ἑαυτῶν χώραν ὑπὸ ὄφεων, καὶ ὅτι γόητες ἐλέγοντο εἶναι. Ἔτους τοίνυν ἑκάστου, φησὶν, ἅπαξ ἕκαστος τῶν Νευρῶν λύκος γίνεται ὀλίγας ἡμέρας, καὶ αὖθις εἰς ἄνθρωπον ἀποκαθίσταται. Σημείωσαι δὲ ὅτι νεβρὸς μὲν τὸ γέννημα τῆς ἐλάφου διὰ τοῦ β γράφεται, Νευροί δὲ τὸ ἐθνικὸν, οἱ καὶ Νευρῖται, διὰ τῆς ευ διφθόγγου. § 310a. Ὅτι Ἡρακλέος υἱοὶ Γελωνὸς καὶ Ἀγάθυρσος, ἐξ ὧν ἔθνη βορειότερα τοῦ Ἴστρου οἱ Γελωνοί τε καὶ οἱ Ἀγάθυρσοι. Ὑπὸ μὲν οὖν ψυχροῖς Ἀγαθύρσοις, ὡς ὁ Διονύσιός φησιν, ἀδάμας ἐστὶ παμφανόων. Οἱ Γελωνοὶ δὲ, ὡς ἄλλοι φασὶν, γῆν τε ἐργάζονται καὶ σιτοφαγοῦσι καὶ κήπους ἔχουσιν. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας οὕτω φησί· Γελωνοὶ, πόλις Σαρματίας, ἀπὸ Γελωνοῦ, ὃς Ἀγαθύρσου μὲν ἦν ἀδελφὸς, υἱὸς δὲ Ἡρακλέος. Ἔστι δὲ περὶ αὐτοὺς πόλις ξυλίνη μεγάλη κατὰ Ἡρόδοτον, κειμένη ἐν Βουδίνοις, ἔθνει μεγάλῳ. Παρὰ τούτοις ζῶον λέγεται θαυμάσιον γίνεσθαι, τὸ μέγεθος ὅσον βοὸς, ἐοικὸς τὸν τοῦ προσώπου τύπον ἐλάφῳ, καλούμενον τάρανδος, δυσθήρατον διὰ τὴν μεταβολήν. Μεταβάλλει γὰρ τὰς χρόας τῶν τριχῶν καθ᾽ ὃν ἂν τόπον ᾖ, καὶ ἀλλοιοῦται, καθὰ καὶ ὁ χαμαιλέων καὶ ὁ πολύπους. Περὶ δὲ τῶν Ἀγαθύρσων ὁ αὐτὸς λέγει, ὅτι ἢ ἀπὸ Ἀγαθύρσου υἱοῦ Ἡρακλέος οὕτω λέγονται, ἢ ἀπὸ τῶν θύρσων τοῦ Διονύσου· κλάδοι δέ εἰσιν οἱ θύρσοι, οὓς ἐν ταῖς τοῦ Διονύσου τελεταῖς φέρουσιν. Ἡρόδοτος δὲ οὐ μόνον Γελωνὸν καὶ Ἀγάθυρσον υἱοὺς Ἡρακλέος λέγει, ἀλλὰ καὶ Σκύθην νεώτατον καὶ γενναιότατον, οὓς ἐγέννησεν Ἡρακλῆς ἐλθὼν εἰς τὴν τῶν Σκυθῶν γῆν, ὅτε τὰς Γηρυόνου βοῦς ἔλαυνε, μιγεὶς, φησὶν, Ἐχίδνῃ μιξοπαρθένῳ, γυναικὸς μὲν τὰ ἄνω ἀπὸ γλουτῶν ἐχούσῃ, τὰ δὲ κάτω ὄφεως. Λέγει δὲ τοὺς Ἀγαθύρσους ὁ αὐτὸς ἀνδρῶν ἁβροτάτους καὶ χρυσοφόρους, καὶ ἐπίκοινον τὴν μῖξιν τῶν γυναικῶν ποιουμένους. Τοὺς δὲ Γελωνοὺς Ἕλληνας τὸ ἀρχαῖον εἶναί φησι γῆς ἐργάτας. § 311-317. Ὅτι Βορυσθένης ὁ ἐν ποταμοῖς ᾀδόμενος Εὐξείνῳ τὸ ὕδωρ μίσγεται κατὰ τὸ ἐκεῖ Μέτωπον τοῦ κριοῦ, περὶ οὗ εἴρηται, ὀρθὸν οἷον ἐπὶ γραμμῇ, κατεναντία, ἤγουν ἀντικρὺ, τῶν Κυανέων πετρῶν. Ἐκεῖ δὲ ἐν τοῖς Ῥιπαίοις ὄρεσι Σκυθικοῖς, καὶ ὁ Ἄλδησκος, φησὶ, καὶ ὁ Παντικάπης οἱ ποταμοὶ μορμύρουσιν· ὧν παρὰ προχοαῖς ἡδυφαὴς ἤλεκτρος μήνης ἀρχομένης αὔξεται, οἷά τις αὐγή. Καὶ ὅρα ὅπως συμπαθῶς ἔχει περὶ τὴν σελήνην ὁ τοιοῦτος ἤλεκτρος, καὶ ὅτι τὸν ἤλεκτρον ἐνταῦθα λίθον τινὰ νοητέον, καὶ οὐ καθὰ τὸ [273 M.] λεγόμενον τῶν αἰγείρων δάκρυον, ὡς ἀνωτέρω εἴρηται. Ὅτι δὲ ἐν τοῖς Ῥιπαίοις ὄρεσιν οὐδέποτε χιὼν ἐπιλείπει προγέγραπται. Ὑπὲρ δὲ ταῦτα τὰ ὄρη οἱ λεγόμενοι Ὑπερβόρειοι καθήκειν εἰς τὴν θάλασσαν λέγονται. Ἀπὸ δὲ Παντικάπου τοῦ ποταμοῦ καὶ τὸ ἐκεῖ ὀνομάζεται Παντικάπαιον, πόλις μεγάλη, κτίσμα παιδὸς Αἰήτου, λόφος κύκλῳ περιοικούμενος, σταδίων εἴκοσι, μητρόπολις τῶν ἐκεῖ Βοσπορανῶν. Ἡρόδοτος δὲ περὶ τούτων τῶν ποταμῶν φησιν, ὅτι ὁ μὲν Βορυσθένης μέγιστος καὶ πολυαρκέστατος τῶν Σκυθικῶν ποταμῶν, καὶ πίνεσθαι ἥδιστος, ῥέων καλὸς παρὰ θολεροῖς. Πήγνυνται δὲ καὶ ἅλες παρὰ τῷ στόματι αὐτοῦ αὐτόματοι, καὶ κήτη ἀνάκανθα μεγάλα ταριχεύειν παρέχει, ἃ καλοῦσιν ἀντακαίους. Ὁ δὲ Παντικάπης ἀπὸ βορρᾶ ῥέων ἐν τῷ τέλει συμμίσγεται τῷ Βορυσθένει. Τὸ δὲ μεταξὺ τούτων τῶν ποταμῶν νέμονται οἱ γεωργοὶ Σκύθαι. Δέκα δὲ, φησὶν, ἡμερῶν ὁδὸς ἀπὸ Ἴστρου ἐπὶ Βορυσθένην· ὁμοίως δὲ καὶ ἀπὸ Βορυσθένους ἐπὶ τὴν Μαιῶτιν. § 321. Ὅτι τὰ ἀνωτέρω ῥηθέντα Ὠρίκια ἄστεα ἐρυμνά τινες δίχα τοῦ κατ᾽ ἀρχὰς ν γράφουσι. Τάχα δὲ ἀπὸ τούτων καὶ Ὤρικος λιμήν. Φησὶ γοῦν Ἑκαταῖος· Μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ὤρικος λιμήν. Καὶ Ἀπολλώνιος· Ὤρικον εἰσαφικέσθαι. Καὶ Πολύβιος ἐν ἑβδόμῳ· Οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν τὴν πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰσπλέοντι. Τινὲς δὲ καὶ Νωρίκια γράφουσι μετὰ τοῦ ν. Τὸ δὲ ἐρυμνά τινὲς ἐρεμνά γράφουσιν, ὃ ἔστι σύμφυτα καὶ δασέα καὶ κάταλσα, ὅθεν καὶ φαίνονται μέλανα διὰ τὸ πολὺ τῆς σκιᾶς. Διὸ καὶ παρ᾽ Ὁμήρῳ ἐν τῷ μέλαν δρυὸς ἀμφικεάσσας, μέλαν δρυός τινὲς τὴν τῶν φύλλων εἶπον δασύτητα, διὰ τὴν ἐξ αὐτῶν ἀποτελουμένην μελανίαν τῆς σκιᾶς. Καὶ ταῦτα μὲν περὶ Ὠρικίων ἀστέων. Ὁ δὲ Γεωγράφος ἔθνος τι συνάπτον τοῖς περὶ Ἀκυληΐαν χωρίοις Νωρικοὺς γράφει μετὰ τοῦ ν, ἄλλα τὲ λέγων καὶ ὅτι ἐγγὺς τοῦ Ἀδριατικοῦ μυχοῦ καὶ τῶν κατὰ Ἀκυληΐαν τόπων οἰκοῦσι Νωρικῶν τινες, καὶ ὅτι κατὰ Ἀκυληΐαν ἐν Ταυρίσκοις τοῖς Νωρικοῖς χρυσεῖον εὐφυὲς, ὥστε ἐπὶ δύο πόδας ἀποσύραντα τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν χρυσίον εὑρίσκεσθαι. Ἔχεις οὖν τάχα Νωρικῶν τε καὶ Ὠρίκων διαφορὰν, ὡς Ὠρίκων μὲν ὄντων κατὰ Πολύβιον τῶν περί που τὴν τοῦ Ἀδρίου εἰσβολὴν, ὅπου καὶ ὁ Ὤρικος λιμὴν καὶ ἡ Βουθρωτὸς, Νωρικῶν δὲ τῶν πρὸς τῷ μυχῷ τοῦ αὐτοῦ κόλπου κατά τε τὸν Γεωγράφον καὶ [274 M.] κατὰ πολλὰ τῶν ἀντιγράφων τοῦ Διονυσίου. Ἔοικε δὲ ὅτι καὶ ὁ Διονύσιος Ὠρίκους οἶδεν, οὓς καὶ ὁ Πολύβιος· ἐν γοῦν τοῖς ἑξῆς ἐρεῖ περὶ τὴν Ὠρικίαν γῆν εἶναι τὴν τῆς Ἑλλάδος ἀρχὴν, ζωννυμένην τῇ τε Σικελικῇ θαλάσσῃ καὶ τῇ Αἰγαίῃ. Καὶ οὕτω μὲν ταῦτα. Τινὲς δὲ ἱστοροῦσι καὶ ὅτι νώρικον οἱ Φρύγες τὸν ἀσκὸν καλοῦσι τῇ σφετέρᾳ διαλέκτῳ, καὶ ὅτι, ὁπηνίκα Μαρσύας ἐκεῖνος ὁ μουσικὸς ἀπεδάρη τὸ σῶμα ὑπ᾽ Ἀπόλλωνος, ὁ ἀσκὸς κρεμασθεὶς καὶ τῷ χρόνῳ κατενεχθεὶς ἔπεσεν εἰς τὴν Μίδου λεγομένην κρήνην, καὶ αὐτὴ μὲν μετεκλήθη Μαρσύας, ὁ δὲ ἀσκὸς καταφερόμενος ὑπὸ τοῦ ποταμοῦ ἁλιεῖ προσηνέχθη· καὶ Πεισίστρατος ὁ Λακεδαιμόνιος κατὰ χρησμὸν ἀπὸ τοῦ συγκυρήματος πόλιν κτίσας Νώρικον προσηγόρευσεν, ὡς ἂν εἴποι τις ἀσκόν. Ἐὰν δὲ Φρυγία οὖσα ἡ τοῦ Πεισιστράτου πόλις αὕτη οὐδὲν ἔχῃ κοινὸν πρὸς τοὺς ἀνωτέρω ῥηθέντας Νωρίκους, ἀλλ᾽ οὖν ἡ ἱστορία πρὸς πολυπειρίαν οὐκ ἄχαρις. § 322. Ὅτι οὐ μόνον Εὐρωπαῖοι Μυσοὶ, ἀλλὰ καὶ Ἀσιανοί. Ὁ δὲ Ἀρριανὸς τῶν Εὐρωπαίων Μυσῶν ἀποίκους λέγει τοὺς ἐν τῇ Ἀσίᾳ Ὀλυμπηνοὺς Μυσοὺς, οἵτινες Μυσοὶ ὀνομάζονται ἢ ἀπὸ Μυσοῦ τοῦ Διὸς ἢ ἀπὸ ἑτέρου Μυσοῦ υἱοῦ Ἀργανθώνης τῆς γενναίας, τῆς ὀρεσιβίου, ἢ ἀπὸ τοῦ φυτοῦ τῆς μυσῆς ἢ τοῦ μυσοῦ, ἀμφοτέρως γὰρ λέγεται, ὅπερ τὴν ὀξύην δηλοῖ κατὰ τὴν γλῶσσαν τῶν Λυδῶν, ὡς καὶ ὁ Γεωγράφος φησίν. Ἡρόδοτος δὲ τοὺς ἐν τῇ Ἀσίᾳ Μυσοὺς Λυδῶν ἀποίκους λέγει, Ὀλυμπηνοὺς καλουμένους, ἀπὸ ὄρους Ὀλύμπου τοῦ Ἀσιανοῦ. § 322a. Ὅτι Θρᾷκες οὐ μόνον Εὐρωπαῖοι, ἀλλὰ καὶ Ἀσιανοὶ, κατὰ τὴν Ἀρριανοῦ ἱστορίαν, λέγοντος, ὥσπερ Φρύγας καὶ Μυσοὺς, οὕτω δὴ καὶ Θρᾷκας ἐξ Εὐρώπης διαβῆναι εἰς Ἀσίαν μετὰ Πατάρου τινὸς ἡγεμόνος, ὅτε οἱ Κιμμέριοι τὴν Ἀσίαν κατέτρεχον, οὓς ἐκβαλόντες ἐκ Βιθυνίας οἱ Θρᾷκες ᾤκησαν αὐτοί· καὶ τάχα ἐκ τῶν τοιούτων Θρᾳκῶν πλατυνθέντων καὶ τὸ νῦν λεγόμενον Θρᾳκήσιον τὴν κλῆσιν εὕρηκεν. Ὁ δ᾽ αὐτὸς Ἀρριανὸς καὶ Θρᾴκην τινὰ ἱστορεῖ νύμφην σοφὴν ἀμφὶ ἐπῳδάς τε καὶ φάρμακα, καὶ οἵαν τὰ μὲν ἐκλῦσαι τῶν παθημάτων φαρμάκοις, τὰ δὲ ἐργάσασθαι· ὁποία τις καὶ ἡ Μήδεια ἱστόρηται καὶ ἡ Ἀγαμήδη καὶ ἡ θρυλουμένη Κροκοδίκη. Καὶ ἀπὸ ταύτης τῆς Θρᾴκης δοκεῖ ὠνομάσθαι ἡ χώρα, Πέρκη ποτὲ καλουμένη. Ὁ αὐτὸς λέγει καὶ ὅτι ἔθος ἦν Θρᾳξὶ πολλὰς ἔχειν γυναῖκας, ὡς ἂν ἐκ πολλῶν πολλοὺς ἔχοιεν παῖδας, καὶ τὸ ἔθος [275 M.] αὐτοῖς γενέσθαι φησὶν ἀπὸ βασιλέως αὐτῶν Δολόγκου, ᾧ παῖδες πολλοὶ ἐκ πολλῶν γυναικῶν ἐγένοντο. Ἡρόδοτος δὲ ἱστορεῖ καὶ ὑπὸ τῷ Κροίσῳ Θρᾷκας εἶναί τινας, λέγων ὅτι Κροῖσος κατεστρέψατο Χάλυβας, Παφλαγόνας, Θρᾷκας Θυνοὺς καὶ Βιθυνοὺς, καὶ τὰ ἑξῆς. Καὶ Ξενοφῶν δὲ οἶδεν Ἀσιανήν τινα Θρᾴκην ἀρξαμένην ἀπὸ τοῦ στόματος τοῦ Πόντου μέχρι Ἡρακλείας, ἐπὶ δεξιὰ εἰσπλέοντι. Ἱστορία δέ τις ἱερὰ καὶ περὶ τὰ τῆς Λιβύης που νότια ὑπὲρ Ἀλεξάνδρειαν Θρᾴκην τινὰ ὀρεινήν φησιν, ἐν ᾗ καὶ ἀσκητὴν ἱστορεῖ γενέσθαι περίπυστον. Λέγεται δὲ ὅτι οἱ Εὐρωπαῖοι Θρᾷκες στίζονται, κρίνοντες εὐγενὲς μὲν τὸ ἐστίχθαι, ἀγεννὲς δὲ τὸ ἄστικτον· καὶ καλὸν μὲν τὸ ἀργεῖν, ἀτιμότατον δὲ τὸ ἐργάζεσθαι τὴν γῆν· κάλλιστον δὲ τὸ λῃστεύειν καὶ ἀπὸ πολέμου ζῆν. Ὅτι δὲ τὸ Θρᾷξ περισπᾶται καὶ ὅτι ὡς συναιρεθὲν ἔχει τὴν τοῦ τόνου περίκλασιν, προδηλότατόν ἐστι. Δηλοῖ δὲ τὴν τῆς λέξεως συναίρεσιν τό τε Θρήϊκες καὶ τὸ Θρηΐκιον στόμα καὶ ὅσα τοιαῦτα· ὥστε συναιρεῖσθαι τὸ Θρᾷξ ἀπὸ τοῦ Θράϊξ βαρυτόνου ὀνόματος. § 323-326. Ὅτι τοὺς Θρᾷκας γαῖαν εἰπὼν ἔχειν ἀπείρονα ἐφερμηνεύει σαφῶς, πῶς ἀπείρονα, καί φησιν· οἱ μὲν ἐπὶ πλευραῖς Προποντίδος εἰσὶ θαλάσσης, οἱ δ᾽ ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δὲ περὶ τὸ βαθὺ χεῦμα τῆς Αἰγαίας θαλάσσης. Διὸ καὶ Ἡρόδοτος λέγει τοὺς Θρᾷκας ἐθνῶν μέγιστον μετὰ τοὺς Ἰνδούς. ῏Ην δὲ ἂν, φησὶ, καὶ ἄμαχον καὶ κράτιστον, ἐὰν ὑπὸ ἑνὶ ἐτάττετο ἄρχοντι ἢ ἐφρόνει κατὰ τὸ αὐτό. Καὶ τάχα διὰ τὸ οὕτω πολυτενὲς τῆς χώρας καὶ περιφανὲς ἰδίασεν αὐτὴν τῆς Θράκης Οὐεσπασιανὸς, ὡς προείρηται. Καλούμενοι δέ ποτε Βρίγες, εἶτα μεταβάντες εἰς Ἀσίαν, μετέπεσον εἰς τὸ τῶν Φρυγῶν ὄνομα. Ἀγάρροον δὲ τὸν Ἑλλήσποντον λέγει διὰ τὸ κατάρρουν εἶναι σφόδρα. Διὸ καὶ ποταμὸν αὐτὸν ἁλμυρὸν ὁ Ξέρξης ἐξυβρίζων ὠνόμασεν. § 327-329. Ὅτι Παλλήνη καὶ ὄρος ἐστὶ καὶ πόλις Θρᾳκική. Ταύτην μελισσόβοτον ὁ Διονύσιος ἱστορεῖ, ἤτοι πολλὰς μελίσσας τρέφουσαν. Περὶ ἣν φύεται, φησὶν, ἀστέριος καλὸς λίθος, μαρμαίρων οἷά τις ἀστὴρ, καὶ λυχνὶς πυρὸς φλογὶ πάμπαν ὁμοία, διὸ καὶ λυχνίτης ὁ λίθος λέγεται. Οἱ δὲ καὶ σεληνίτην καλοῦσι τὸν τοιοῦτον λίθον, ἐπειδὴ συμπαθῶς, φασὶν, ἔχει τῇ σελήνῃ, ὡς καὶ ὁ Βορυσθενίτης ἤλεκτρος, καθὰ καὶ προϊστόρηται, καὶ συμφθίνει τὲ αὐτῇ καὶ συναύξει. Τὸ δὲ λυχνίς τινες καὶ βαρύνουσι καὶ ἀρσενικὸν εἶναι λέγουσιν ὄνομα, [276 M.] γράφοντες· λύχνις πυρὸς φλογὶ πάμπαν ὁμοῖος. Ἄλλοι δὲ περὶ Παλλήνης οὕτω φασί· Παλλήνη πόλις Θρᾴκης, ἀπὸ Παλλήνης θυγατρὸς Σίθωνος. Ἔστι δὲ Παλλήνη καὶ χερρόνησος τρίγωνος, οἰκουμένη ποτὲ ὑπὸ γιγάντων οὓς Ἡρακλῆς μισανθρώπους ἐφευρηκὼς κατεπολέμησεν, ὅτε καὶ βρονταί τινες καὶ πρηστῆρες συνέπεσον. Διὸ καὶ θεοὶ ἔδοξαν τῆς μάχης ταύτης τῷ Ἡρακλεῖ συνάρασθαι καὶ καταφλέξαι τοὺς κακοὺς, καὶ ἡ χώρα διὰ τοῦτο Φλέγρα ἐκλήθη. Ἀπὸ τούτων τῶν τόπων Παλληνίδα τὴν τοῦ Πρωτέως θυγατέρα ἐκάλεσεν ὁ Διονύσιος, ἔνθα περὶ Ἀλεξανδρείας ἔλεγεν. Οἴονται δέ τινες Παλλήνην λέγεσθαι τὴν τῆς Κασσανδρείας χερρόνησον, τῷ Αἰγαίῳ καὶ αὐτὴν παρακειμένην. Ἔνθα που καὶ τόπος τις κατὰ παραφθορὰν Τερώνη λεγόμενος, ὁμωνύμως, ὡς ἔοικε, Τορώνῃ τῇ τοῦ Θρᾳκικοῦ Πρωτέως θυγατρὶ κατὰ Λυκόφρονα. § 331-333. Ὅτι τὰ κυρτότερα τῆς Εὐρώπης περιηγησάμενος, ἤγουν τοὺς ἕως καὶ εἰς τὸν βόρειον ὠκεανὸν διήκοντας Ἴβηρας καὶ τοὺς Πυρρηνοὺς καὶ τοὺς Βρεττανοὺς καὶ τοὺς Γερμανοὺς καὶ τοὺς ἑκατέρωθεν τοῦ Ἴστρου καὶ αὐτοὺς τοὺς Θρᾷκας, ἀφῆκεν ἡμᾶς νοεῖν τὴν ἐπίλοιπον Εὐρώπην καταγεγραμμένην τριγωνοειδῶς, πλευραῖς τρισὶ, μιᾷ μὲν δυτικῇ τῇ τῶν Ἰβήρων, ἑτέρᾳ δὲ ἀπ᾽ ἐναντίας τῇ τῶν Ἑλλήνων, τρίτῃ δὲ τῇ τῶν Αὐσόνων, ἀπὸ τριῶν ἐθνῶν ἐνδοξοτάτων χαρακτηρίσας καὶ ὀνομάσας τὰς τοιαύτας πλευράς. Καὶ ὅρα ὅπως εὐμεθόδως καὶ εὐπεριορίστως περιηγεῖται καὶ σαφῶς, καὶ οὐκ ἀφίησι συγχέεσθαι τὸν ἀκροατὴν πλανώμενον περὶ τὴν ἀπείρονα. § 334-336. Ὅτι ἡ ἑσπερία κρηπὶς τῆς γῆς τῶν Ἰβήρων γείτων ἐστὶ τοῦ ὠκεανοῦ, ἔνθα καὶ μία τῶν Ἡρακλείων στηλῶν ἡ Ἀλύβη, ὡς καὶ ἀλλαχοῦ εἴρηται. Περὶ δὲ τῶν Ἰβήρων προγέγραπται ὅσα ἔδει. Σημείωσαι δὲ ὅτι καὶ ἐν τούτῳ τῷ χωρίῳ κρηπῖδας ἔφη τὰς προρρηθείσας τριγωνικὰς πλευρὰς, ὡς εἴ τις εἴποι βάσεις, διὰ τὸ ἑκάστην τῶν τριῶν εἰς βάσιν δύνασθαι λογισθῆναι. Κρηπὶς γὰρ κυρίως μὲν ἐπὶ ὑποδήματος, καταχρηστικῶς δὲ καὶ ἡ βάσις, ἐπί τε θεμελίου καὶ ἑτέρων τινῶν. Προϊὼν δὲ καὶ πέζαν ἐρεῖ τὴν τοῦ τριγώνου πλευρὰν διὰ τὴν αὐτὴν αἰτίαν. § 337. Ὅτι κάτωθεν τῆς ῥηθείσης Ἀλύβης πόλις ὀλβία Ἰβηρικὴ ἡ Ταρτησὸς, ἣν καὶ χαρίεσσαν λέγει καὶ ῥυηφενέων πέδον ἀνδρῶν, ἤγουν πλουσίων. Φασὶ δὲ Βαῖτιν εἶναι ποταμὸν Ἰβηρίας, δύο ἐκβολὰς ἔχοντα, ὧν μέσην ἱδρῦσθαι ὡς ἐπὶ νήσου τὴν τοιαύτην Ταρτησόν, [277 M.] οὕτω κληθεῖσαν διὰ τὸ καὶ τὸν Βαῖτιν Ταρτησὸν καλεῖσθαι παρὰ τοῖς παλαιοῖς. Ταύτης καὶ ὁ Κωμικὸς μέμνηται ἐν Βατράχοις, ὅτε λέγει Ταρτησίαν μύραιναν, παίζων καὶ ἐκφοβῶν τὸν ἀκροατὴν τῷ ἐκτοπισμῷ. Τὸν δὲ Ταρτησὸν κασσίτερον τοῖς ἐκεῖ καταφέρειν ἱστόρηται. § 338. Ὅτι Πυρήνη μέγιστον ὄρος, οὗ ὑπὸ πόδα οἱ Κεμψοὶ τὸ ἔθνος. Ἔχει δὲ ἡ Πυρήνη τὰς ἀρχὰς ἀπὸ τοῦ βορείου ὠκεανοῦ, καὶ διήκει ἕως εἰς τὴν ἑσπερίαν θάλασσαν, καὶ διορίζει Κελτούς τε καὶ Ἴβηρας. Ἡ δ᾽ αὐτὴ οὐ μόνον Πυρηναῖον, ὡς προείρηται, ὄρος, ἀλλὰ καὶ πληθυντικῶς ὄρη Πυρηναῖα λέγεται. Οὕτω δὲ καὶ αἱ Ἄλπεις καὶ τὸ Ἑρκύνιον διφορεῖται τῷ ἀριθμῷ. § 340-344. Ὅτι τὴν Αὐσονίδα πολυτενῆ γῆν μέσην τέμνει τὸ Ἀπένινον ἢ Ἀπέννιον ὄρος ἐξ Ἄλπεως ἀρχόμενον, καὶ τελευτῶν εἰς τὴν Σικελικὴν πορθμίδα, ὃ ἔστιν εἰς τὸν Σικελικὸν πορθμὸν, ὡς καὶ ἀλλαχοῦ εἴρηται, περὶ τὴν Λευκοπέτραν τὴν ἐν τῇ Ῥηγίνῃ χώρᾳ. Ὄρθιον δὲ, φησὶν, ἐστὶ τὸ τοιοῦτον ὄρος, οἷά που ἐκ στάθμης ἰθυμμένον, ἤγουν τεταμένον εἰς εὐθύτητα ὥσπερ διὰ στάθμης, ἥτις ἐστὶ σχοῖνος τεκτονικὴ ἀπορθοῦσα τὰ ξύλα. Εἶτα ἐπιτείνει ποιητικῶς εἰς ὑπερβολὴν τὸ νόημα, καί φησιν οὕτως ἰθυτενὲς εἶναι τὸ ὄρος, ὡς οὐκ ἂν οὐδὲ τέκτων μωμήσαιτο σοφῆς ὑποεργὸς Ἀθήνης. Δῆλον δὲ πάντως ὅτι Ἀθηνᾶς, ἤγουν φρονήσεως, ὑπουργοὺς ἡ ποίησις οἶδε τοὺς τέκτονας. Ἡ δὲ ῥηθεῖσα Ῥηγίνη χώρα ἀπὸ τοῦ ἐκεῖ Ῥηγίου τῆς πόλεως λέγεται, κτίσματος Χαλκιδικοῦ. Αὐτὸ δὲ τὸ Ῥήγιον οὕτω καλεῖται ἢ παρὰ τὴν ῥῆξιν, ὡς ἀπορραγείσης τῆς Σικελίας ἐκ τῆς ἐκεῖσε ἠπείρου ὑπὸ σεισμοῦ, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται· καθὰ καὶ ἡ Προχύτη νῆσος καὶ αἱ Πιθηκοῦσαι καὶ αἱ λεγόμεναι Σειρῆνες νῆσοι τρεῖς ἠπείρων ἀποσπάσματα λέγονται· ἢ Ῥήγιον εἴρηται ὡς ἂν εἴποι τις βασίλειον, ῥῆγες γὰρ καὶ ῥέγες οἱ βασιλεῖς, τῶν Σαυνιτῶν οὕτω καλεσάντων αὐτὸ δι᾽ ἐπιφάνειαν τῆς πόλεως. Τούτου πρὸς ἕω ἄκρα τις Λευκοπέτρα, ὡς εἴρηται, λεγομένη ἀπὸ τῆς χρόας, ἐν πεντήκοντα σταδίοις, ὅπου λήγει τὸ Ἀπέννιον ὄρος, ὡς ἐρρέθη. Ἰστέον δὲ ὅτι ὥσπερ ἡ Ἄλπις πληθύνεται, οὕτω καὶ τὸ Ἀπέννιον Ἀπέννια ὄρη πληθυντικῶς λέγεται. § 347. Ὅτι Τυρρηνοὶ οἱ καὶ Τροῦσκοι λεγόμενοι καὶ Τοῦσκοι παρὰ Ῥωμαίοις, ἔθνος λῃστρικὸν καὶ ὠμὸν, βόρειοι κεῖνται ἐκ τῆς ζεφυρίτιδος τοῦ Ἀπεννίου ὄρους πλευρᾶς, καλοῦνται δὲ Τυρρηνοὶ ἀπὸ Τυρρηνοῦ Λυδοῦ, υἱοῦ Ἄτυος, ᾧ πολὺν λαὸν ὁ πατὴρ συστήσας ἐν [278 M.] καιρῷ λιμοῦ ἐξέστειλεν, ἀφ᾽ οὗ ἡ χώρα Τυρρηνία ἐκλήθη, δώδεκα πόλεις κτίσαντος, αἷς οἰκιστὴν ἐπέστησε Τάρκωνα, οὗ καὶ Λυκόφρων μέμνηται· ὃν διὰ τὴν ἐκ παίδων σύνεσιν πολιὸν γεγενῆσθαί φασιν, ἀφ᾽ οὗ καὶ πόλις Ταρκυνία. Καὶ τὸν Τρωικὸν δὲ Κύκνον διὰ τοιοῦτον λόγον τινὰ ἐκ γενετῆς οἱ παλαιοὶ πολιὸν γενέσθαι φασὶ, καὶ οὐ μόνον διὰ λευκότητα σαρκῶν καὶ τριχῶν. § 347a. Ὅτι ἐπὶ Τυρρηνοῖς εἰσι Πελασγοὶ, οἳ διὰ πενίαν σποράδες μετοικοῦντες ἦλθόν ποτε καὶ ἐκεῖ, μακρὰν ἀπὸ τῆς κατὰ Ἀρκαδίαν Κυλλήνης, καὶ ᾤκησαν Εὐάνδρου τινὸς ἡγησαμένου τῆς ἀποικίας αὐτοῖς, ὃς ἐπὶ ἄρχοντος Ἀρκαδίας Ἀγαμήδους τοῦ Στυμφηλίου θεοφορήτῳ μητρί φασι πεισθεὶς καὶ λαὸν ἀγείρας καὶ ἐλθὼν ἐκεῖ κατέπαυσε, τῷ Πανὶ νεὼν ἱδρύσας καὶ λόφον ὀχυρωσάμενος, ὃν Παλλάντιον ὠνόμασεν ἀπὸ τοῦ υἱοῦ Πάλλαντος, τοῦ καὶ ἐπ᾽ ἄκρῳ τοῦ λόφου θάψαντος αὐτὸν θανόντα, καὶ τὸν Ἡρακλέα ξενίσαντος ἀπὸ τῶν τοῦ Γηρυόνου ἐπανιόντα βοῶν· ὅθεν καὶ νῦν οἱ Λατῖνοι τοὺς βασιλεῖ πρέποντας τόπους οὕτω καλοῦσι παλάτια, καθ᾽ ἀφαίρεσιν ἀμεταβόλων τοῦ τε λ καὶ τοῦ ν. Ὅτι δὲ, ὡς εἴρηται, σποράδες εἰσὶν οἱ Πελασγοὶ τεθρύληται, ἐπεὶ καὶ οἱ ἐν Τρῳάδι Κίλικες, κατὰ τὸν Ποιητὴν, ὁμόρους ἔχουσι Πελασγούς. Ἐρρέθη δὲ καὶ ἡ Λέσβος ποτὲ Πελασγία, καὶ Δωδωναῖος δὲ ἔστι Ζεὺς Πελασγικὸς παρὰ τῷ Ποιητῇ. Γεγόνασι δὲ καὶ Κρήτης ἔποικοι Πελασγοὶ, ὡς Ὀδυσσεὺς ἐν τοῖς πρὸς Πηνελόπην λόγοις ἐμφαίνει. Καὶ ἡ Λῆμνος δέ ποτε ᾠκεῖτο ὑπὸ Πελασγῶν, ἐξ ὧν Λήμνια παροιμιάζονται κακὰ, διὰ τοὺς φόνους οὓς ἐποίησαν, γυναῖκας τὲ κτείναντες αἰχμαλώτους ἀδίκως καὶ παῖδας οὓς ἐξ αὐτῶν ἐτεκνοποιήσαντο. Καὶ περὶ τὴν ἐν Πελοποννήσῳ δὲ Ἀχαΐαν ἦσαν Πελασγοὶ, καὶ Αἰολικοὶ περὶ τὴν Ἀσίαν, ὥς φησιν Ἡρόδοτος. Εὐριπίδης δὲ καὶ τοὺς Ἀργείους Πελασγοὺς οἶδεν εἰπών· Πάλαι Πελασγοὶ, Δαναΐδαι δὲ δεύτερον. Ἡρόδοτος δὲ οὐ μόνον περὶ τὴν Λῆμνον, ἀλλὰ καὶ περὶ τὴν Ἴμβρον οἰκῆσαι λέγει Πελασγούς. Ἔστι δὲ καὶ ἐν Ἀθήναις τεῖχος Πελαργικὸν, ἤτοι Πελασγικὸν, ὡς ὁ Κωμικὸς δηλοῖ ἐν τοῖς Ὄρνισιν, οἷα τῶν Πελασγῶν, φασὶ, καλουμένων παρ᾽ Ἀττικοῖς Πελαργῶν διὰ τὸ πλανητικόν· πλάνητες γὰρ ἦσαν διὰ πενίαν, καὶ δίκην ὀρνέων ὅποι τύχοι ἐπεφοίτων. Καὶ ἡ περὶ Πηνειὸν δὲ καὶ Θερμοπύλας Θετταλία Πελασγικὸν Ἄργος ἐλέχθη ἀπ᾽ αὐτῶν, ὡς ἐκεῖ ἐπαρξάντων. Φασὶ δὲ ἀνέκαθεν Ἀρκάδας γενέσθαι τοὺς Πελασγοὺς, [279 M.] ὡς καὶ ἀνωτέρω ἐρρέθη, στρατιωτικὸν ἑλομένους βίον, κἀντεῦθεν ἐπιφανεῖς γενομένους. Λέγονται δέ τινες τῶν Πελασγῶν καὶ θαλασσοκρατῆσαι γενναίως ἔτη πε’. § 350-356. Ὅτι μετὰ Τυρρηνοὺς καὶ Πελασγοὺς τὸ τῶν ἀγαυῶν Λατίνων μέρμερον ἔθνος, ὃ ἔστι φροντιστικὸν, συνετὸν, μεριμνητικὸν, ἢ τοῦ πολλὰ μερμερίζειν, ἤτοι φροντίζειν, τοῖς ὑπεναντίοις αἴτιον, δι᾽ ἣν ἔχει ἀνδρίαν. Ἰστέον δὲ ὅτι τὸ Λατίνων ἔθνος περιφραστικῶς εἴρηται, ἀντὶ τοῦ οἱ Λατῖνοι· διὸ καὶ ἐπάγει κατὰ σχῆμα καινοπρεπὲς πληθυντικὴν σύνταξιν λέγων· γαῖαν ναιετάοντες ἐπήρατον, δι᾽ ἧς μέσης Θύμβρις ποταμὸς, ὁ καὶ Τίβερις, ἑλισσόμενος καθαρὸν ῥόον εἰς ἅλα βάλλει· ἐφ᾽ οἷς ἐπαναλαβὼν συνήθως καὶ εἰπών· Θύμβρις ποταμῶν βασιλεύτατος ἄλλων, ὡς διὰ τῆς βασιλίδος ῥέων Ῥώμης, Θύμβρις ὃς ἱμερτὴν ἀποτέμνεται ἄνδιχα Ῥώμην· διὰ μέσης γὰρ τῆς Ῥώμης ῥέει ὁ Θύμβρις, ὡς καὶ ὁ Κύδνος διὰ τῆς Ταρσοῦ, καὶ διὰ Βαβυλῶνος ὁ Εὐφράτης· ἐπισυνάπτει καὶ ἑτέραν ἐπανάληψιν τὴν τῆς Ῥώμης, ἐπιμένων καὶ ἐναγλαϊζόμενος διὰ τοὺς Ῥωμαίους τῷ ἐπαναληπτικῷ σχήματι, καὶ μετὰ τὸ ἱμερτὴν Ῥώμην φησί, Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων, μητέρα πασῶν πόλεων, ἀγλαὸν ἢ ἀφνειὸν ἔδεθλον, ἤτοι ἔδαφος. Ἀνάκτων δὲ εἰπὼν ἔδειξε, φασὶν, ἐναργῶς ὅτι οὐκ ἐπὶ τῶν ὑπάτων αὐτὸς ἦν, ἀλλ᾽ ἐπὶ τῶν αὐτοκρατόρων ἤκμαζε, Νέρωνος ἢ καὶ Αὐγούστου κατά τινας· οὗ μεμνῆσθαι λέγεται καὶ ἐν τῷ· Αὐσονίου βασιλῆος ἐπεπράϋνεν ἀκωκή. Τοὺς γὰρ ὑπάτους οὐκ ἐκάλουν ἄνακτας. Καὶ σημείωσαι ὅτι κατὰ τὸν Διονύσιον ἰδίως Λατῖνοι οἱ μετὰ τοὺς Τυρρηνοὺς καὶ τοὺς Πελασγοὺς ἐλέγοντο, ἐν οἷς καὶ οἱ περὶ τὴν Ῥώμην. Ὅτι δὲ ἡ Ῥώμη τῆς Λατίνης χώρας ἐστὶ, καὶ ὅτι Λατίνου ὁμώνυμοί εἰσιν οἱ Λατῖνοι, ὃς Ὀδυσσέως καὶ Κίρκης λέγεται, καὶ ὅτι ὁ Τίβερις Ἄλβας ποτὲ καλούμενος οὕτω μετεκλήθη, ὡς βασιλέως Τιβερίου ἐν αὐτῷ θανόντος, ἄλλαι τὲ ἱστορίαι βοῶσι καὶ ἡ τοῦ Δίωνος. Τιβέριον δὲ ἐνταῦθα ἡ ἱστορία φησὶν οὐ τὸν μετὰ τὸν Αὔγουστον, ἀλλ᾽ ἕτερον ἀρχαιότερον, ὃς, φασὶν, ἐν μάχῃ τελευτήσας καὶ ὑπὸ τοῦ ῥεύματος κατενεχθεὶς ἐπώνυμον ἑαυτῷ τὸν ποταμὸν ἀφῆκε. Σημείωσαι δὲ ὅτι παρὰ τῷ Θεοκρίτῳ φαίνεται ἔν τινι ἀμφιβαλλομένῃ γραφῇ καὶ Σικελικός τις εἶναι Θύμβρις ποταμός. § 357. Ὅτι οἱ Καμπανοὶ, ὧν τὸ πέδον λιπαρὸν διὰ τὴν εὐκαρπίαν λέγει, ἀπὸ τῶν ὑποκαθημένων ἐκεῖ [280 M.] κάμπων ὠνομάσθησαν, ἢ ἀπὸ Κάμπου πόλεως. Ζηλωτὴ δὲ ἡ τοιαύτη γῆ δι᾽ ἀρετὴν, καὶ διὰ τοῦτο περιμάχητος, ὥστε καὶ Φλεγραῖον ἱστορεῖται εἶναι πεδίον καὶ ἐκεῖ, καθὰ καὶ ἐν Θρᾴκῃ εἴρηται, καὶ τὰ περὶ τὴν Γιγαντομαχίαν δὲ οὐ μόνον περὶ τὴν Θρᾴκην, ἀλλὰ καὶ αὐτόθι διὰ τὸ ἐπίμαχον τῆς χώρας μυθεύεται συμπεσεῖν. Λέγεται δὲ καὶ ἡ Σικελικὴ Κύμη Φλεγραία, οὐ διὰ ὁμοίαν αἰτίαν, ἀλλὰ διὰ τὸ τὰ ἐκεῖ πλήρη πυρὸς καὶ θερμῶν ὑδάτων εἶναι. Δώδεκα δὲ τοῖς Καμπανοῖς οὐσῶν πόλεων, ἐν μεσογείῳ ἐστὶν ἡ Καπύη, κεφαλὴ τῷ ὄντι, ὥς φησιν ὁ Γεωγράφος, κατὰ τὴν ἐτυμότητα τοῦ ὀνόματος γλώττῃ Λατίνων, καίτοι τινὲς ἀπὸ Κάπυος τοῦ Τρωὸς αὐτὴν καλεῖσθαι ἠθέλησαν. Ἱστοροῦνται δὲ τρυφῆσαι πολλὰ καὶ οἱ Καμπανοί. § 357-361. Ὅτι κατὰ μὲν Ὅμηρον αἱ Σειρῆνες δύο καὶ ἀνώνυμοι, κατὰ δὲ τοὺς ἄλλους ποιητὰς τρεῖς, καὶ ὀνόματα αὐταῖς Παρθενόπη, Λίγεια καὶ Λευκωσία, αἳ παραπλεύσαντος αὐτὰς τοῦ Ὀδυσσέως καὶ μὴ θελχθέντος οἷς ἐμελῴδουν, νικηθεῖσαι τῇ ἀθυμίᾳ κατέρριψαν ἑαυτὰς εἰς τὴν θάλασσαν, καὶ ἀποπνιγεῖσαι ἄλλη ἀλλαχοῦ ἐξεβράσθησαν. Ὧν ἡ Παρθενόπη πρὸς τῇ Νεαπόλει τέθαπται, πόλει Καμπανῶν εὐδαίμονι, καὶ ἐκεῖ τετίμηται. Ταύτην γὰρ πέτραν Σειρηνίδα καλεῖ καὶ Παρθενόπης ἁγνῆς μέλαθρον, σταχύων βεβριθὸς ἀμάλλαις· ἣν καὶ ἐπαναλαβών φησι· Παρθενόπης, ἣν πόντος ὑπεδέξατο κόλποις, ἀποπνιγεῖσαν δηλαδή. Λέγει δὲ καὶ ὅτι ἐνταῦθα πρὸς νότιον ὁ Σίλαρος ῥέει ποταμός. Τοῦτον ὁ Γεωγράφος Σίλαριν γράφων λέγει ἴδιον τοῦ Σιλάριδος, ὅτι τοῦ ὕδατος ὄντος ποτίμου, τὸ καθιέμενον φυτὸν ἀπολιθοῦται, φυλάττον τὴν μορφήν. Μετὰ δὲ τὸ τοῦ ποταμοῦ τούτου στόμα, ὡς ὁ Γεωγράφος φησὶν, ἐν πεντήκοντα σταδίοις ἡ Ποσειδωνιὰς ἄκρα, ὅθεν ἐκπλέοντι νῆσος Λευκωσία ἐστὶν, ἠπείρου καὶ αὐτὴ ἀπόσπασμα, ἐπώνυμος μιᾶς τῶν Σειρήνων. Ἄλλοι δὲ περὶ Παρθενόπης οὕτω λέγουσι· Παρθενόπη πολλοῖς ἀνδράσιν ἐπιβουλευθεῖσα, καὶ τὴν παρθενίαν φυλάξασα, εἶτα Μητιόχου Φρυγὸς ἐρασθεῖσα, τάς τε τρίχας ἔτεμεν ἀκοσμίαν ἑαυτῆς καταψηφιζομένη, καὶ εἰς Καμπανοὺς ἐλθοῦσα ᾤκησε· καὶ τάχα διὰ τὴν τοιαύτην σωφροσύνην ἁγνὴν ὁ Διονύσιος τὴν Παρθενόπην ὠνόμασεν. Ἰστέον δὲ ὅτι εὐτελῶς εἰπεῖν δοκεῖ τὴν Νεάπολιν μέλαθρον Παρθενόπης· τοιοῦτον δὲ καὶ τὸ τὴν Κύπρον ἄστυ Ἀφροδίτης ῥηθῆναι. Τὸ δὲ σταχύων βεβριθὸς ἀμάλλαις ἀντὶ τοῦ εὔσταχυ καὶ πολυφόρον, τίνες δὲ αἱ ἄμαλλαι, ἀλλαχοῦ εἴρηται, ὅπου καὶ περὶ ἀμαλλοδετήρων. Τὸν δὲ Σίλαριν ὁ Διονύσιος [281 M.] Πευκεντῖνον ποταμὸν λέγει, τουτέστι περὶ τοὺς λεγομένους Πευκετίους ῥέοντα. Ὅθεν καὶ σημείωσαι, ὅτι ἔοικε Πευκετῖνον δεῖν αὐτὸν λεχθῆναι, πλεονάσαι δὲ τὸ ν ἐν τῇ παραληγούσῃ διὰ μέτρου ἀνάγκην. § 362-363. Ὅτι Λευκανοὶ καὶ Βρέντιοι, διὰ τοῦ ν, ἢ Βρέττιοι, διὰ τῶν δύο ττ, ἕως ἐπὶ τὴν Λευκὴν Πέτραν διήκουσι, περὶ ἧς ἤδη γέγραπται. Φασὶ δὲ ὅτι ἡ περὶ τοὺς Λευκανοὺς τούτους χώρα καὶ ἡ Σικελία Μεγάλη ποτὲ Ἑλλὰς ὠνομάσθη, διὰ τὰς τῶν Ἑλλήνων ἐκεῖ συχνὰς μετοικίας. Ἡ δὲ τῶν Λευκανῶν πόλις Λευκάνη βαρυτόνως ἐλέγετο ἀπὸ Λευκίου τινός. Βρέττιοι δὲ καλοῦνται ἀπὸ Βρέττου υἱοῦ Ἡρακλέος. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι Λευκανοὶ Βρεττίους τοὺς ἀποστάτας καλοῦσιν· ὁποῖοι, φησὶ, καὶ οὗτοι οἱ τὰ πρῶτα ποιμαίνοντες ὕστερον ὑπὸ ἀνέσεως ἐλευθεριάσαντες ἀπέστησαν. § 364. Ὅτι ὄρος Ζεφύριον τετρασυλλάβως τμῆμά τί ἐστι βορειότερον τῆς Λευκοπέτρας πρὸς αὐγὰς τοῦ Ἀπεννίου. Τοῦτο δὲ Ζεφύρου ἄκραν φησὶ περιφραστικῶς ὁ Διονύσιος, ὡς τοῦ τοιούτου ὄρους καὶ ζεφύρου τρισυλλάβως καλουμένου, ἀφ᾽ οὗ οἱ Ἐπιζεφύριοι Λοκροὶ δοκοῦσι κληθῆναι, ὡς περὶ αὐτὸ κείμενοι. Ἄλλοι δὲ οὕτω φασὶ καλεῖσθαι αὐτοὺς πρὸς διαστολὴν ἄλλων Λοκρῶν, διὰ τὸ ἐκείνους μὲν ἀλλαχοῦ κεῖσθαι, τούτους δὲ πρὸς ζέφυρον ἄνεμον, καθά που προγέγραπται. Ὁ δὲ Γεωγράφος οὕτω φησίν· Ἄκρα Λοκρίδος τὸ Ζεφύριον, ἔχουσα ἑσπερίοις ἀνέμοις λιμένα, ἐξ οὗ καὶ τοὔνομα τῇ ἄκρᾳ. Πρῶτοι δὲ οἱ ἐκεῖ νόμοις γραπτοῖς πιστεύονται χρήσασθαι, καὶ πολὺν χρόνον εὐνομηθῆναι. Ἰστέον δὲ ὅτι διαβολὴ τοῦ γένους τῶν τοιούτων ἐνταῦθα κεῖται Λοκρῶν ἔθνους ὅλου, ὡς ἐκ δούλων καταγομένου. Δοῦλοι γὰρ, φησὶν, ὄντες προτέροις ἔτεσι, παρὰ τοῖς Ὀζόλαις δηλαδὴ Λοκροῖς τοῖς πρὸς τῷ Κρισσαίῳ κόλπῳ τῷ κατὰ τὴν Εὔβοιαν, εἶτα τῶν δεσποτῶν ἀπιόντων εἰς πόλεμον ἐμίγησαν ταῖς σφετέραις ἀνάσσαις, ἐπανελθόντας δὲ τοὺς δεσπότας ὑποπτεύσαντες ἐπὶ κολάσει ταῖς δεσποίναις συνέφυγον, καὶ ᾤκησαν ἐν Τυρρηνίᾳ, ὧν γένος εἰσὶν οἱ Ἐπιζεφύριοι Λοκροὶ, δοῦλοι ὄντες τὸ ἀνέκαθεν. Ἄλλοι δὲ γράφουσι· σφετέρῃ ἀνάσσῃ μιχθέντες, ἢ πεισθέντες, ἄνασσαν τὴν Ῥώμην νοοῦντες, ὑφ᾽ ἣν οἱ τοιοῦτοι Λοκροὶ, περὶ οὓς ποταμὸς ὁ Ἄληξ διορίζων τὴν Ῥηγίνην ἀπὸ τῆς Λοκρίδος. Ἴδιον δὲ τοῦ τόπου τούτου, ὅτι οἱ μὲν ἐν τῇ τῶν Λοκρῶν τούτων περαίᾳ τέττιγες φθέγγονται, οἱ δὲ ἄλλοι ἄφωνοί εἰσιν. Αἴτιον δὲ τοῦ συμπτώματος λέγεται, ὅτι ἐπὶ θάτερα μὲν ὁλόσκιον, φασὶ, [282 M.] τὸ χωρίον ἐστὶν, ὥστε ψυχροὺς καὶ ἐνδρόσους ὄντας τοὺς τέττιγας μὴ ἔχειν διαστέλλειν τοὺς ὑμένας καὶ ἦχον ποιεῖν, τοῖς δὲ ἐν τῇ περαίᾳ τέττιξι διὰ τὸ ἡλιάζεσθαι ξηροὺς καὶ κερατώδεις εἶναι τοὺς ὑμένας, ὥστε εὐφυῶς ἐκπέμπεσθαι τὸν φθόγγον. Ἐν τούτοις τοῖς Λοκροῖς ἀνδριὰς ἐστάθη ποτὲ τοῦ ὑμνουμένου κιθαρῳδοῦ Εὐνόμου, τέττιγα ἐπὶ τῇ κιθάρᾳ καθήμενον ἔχων, διότι τέττιξ, ἐν Πυθίοις ἀγωνιζομένου τοῦ Εὐνόμου, καὶ μιᾶς τῶν χορδῶν ῥαγείσης, ἐπιστὰς ἀνεπλήρωσε τὸν φθόγγον, ταῖς ᾠδαῖς τὸν μίτον ὑποκρινάμενος, καὶ οὕτω τῆς νίκης τῷ Εὐνόμῳ συνεπελάβετο. Ἰστέον δὲ ὅτι οὐ μόνον οἱ Λοκροὶ οὗτοι δοῦλοι πράγματα τοῖς δεσπόταις παρέσχον, ἀλλὰ καὶ οἱ Σκύθαι ποτὲ, ὡς ὁ Ἡρόδοτος ἱστορεῖ, δούλων πονηρῶν ἐπειράθησαν, ὅτε ὅπλοις μὴ πειθομένους αὐτοὺς μάστιξιν ὑπηγάγοντο. Καὶ τὸ Ἄργος δέ ποτε χηρωθὲν ἀνδρῶν τοὺς δούλους ἔσχε δεσπότας τῶν πραγμάτων, καὶ μόλις οἱ παῖδες τῶν τεθνεώτων περιγενέσθαι τούτων ἴσχυσαν. § 368. Ὅτι μετὰ τοὺς Λοκροὺς ἔθνος οἱ Μεταπόντιοι, ὧν πόλις τὸ Μεταπόντιον, ἥ ποτε λεγομένη Σῖρις. Κληθῆναι δὲ οὕτω λέγεται ἀπὸ Μεταπόντου υἱοῦ Σισύφου, ὃν οἱ βάρβαροι Μέταβον ἔλεγον· κτίσμα δὲ Πυλίων τὸ Μεταπόντιον. Λέγονται δὲ πάνυ εὐτυχῆσαί ποτε ἀπὸ γεωργίας, διὸ καὶ ἐν Δελφοῖς ἀναθεῖναι τὸ θρυλούμενον χρυσοῦν θέρος. § 369-370. Ὅτι μετὰ τοὺς Μεταποντίους οἱ Κροτωνιᾶται, καὶ ὅτι τὸν περὶ Κρότωνα ποταμὸν τὸν Αἴσαρον χαρίεντα λέγει, καὶ αὐτὴν τὴν Κρότωνα ἱμερτὸν πτολίεθρον, ἀλλὰ καὶ ἐϋστέφανον διὰ τὸ πολλοὺς Κροτωνιάτας ἐν τοῖς καθ᾽ Ἑλλάδα ἱεροῖς ἀγῶσι νικῶντας στεφανοῦσθαι, καὶ οὕτω τὴν πατρίδα τιμᾶν καὶ ποιεῖν εὐστέφανον. Ἱστορεῖται γοῦν ὅτι ἔν τινι Ὀλυμπιάδι οἱ τῶν ἄλλων προτερήσαντες σταδίῳ ἑπτὰ ἄνδρες Κροτωνιᾶται ἦσαν· ὅθεν καὶ εἰκότως, φασὶν, εἴρηται ὅτι Κροτωνιατῶν ὁ ἔσχατος τῶν ἄλλων Ἑλλήνων πρῶτος ἦν, δηλαδὴ κατὰ τὴν ῥωμαλεότητα. Ἐκεῖθεν καὶ Μίλων ὁ ἐπιφανέστατος καὶ ῥωμαλεώτατος ἀθλητὴς, ὃς καὶ βοῦν ἄρας ἐν μέσῳ θεάτρῳ ποτὲ ὕστερον τὸν αὐτὸν ἐθοινήσατο, κατὰ τὸν βουθοίναν Ἡρακλέα τοῦτό γε ἀνδρισάμενος. Οὗ Μίλωνος τὰ μὲν τῆς ζωῆς εὐκλεῆ, τὰ δὲ περὶ θάνατον οἴκτιστα· ἀποσφηνωθεὶς γὰρ δένδρῳ τὰς χεῖρας, ἐν τῷ τῆς οἰκείας ῥώμης πειρᾶσθαι, σφιγκτῷ [283 M.] θανάτῳ τὸν βίον μετήλλαξε. Μύσκελλον δέ φασί τινα οἰκιστὴν γενέσθαι τῆς Κρότωνος, ὃς ἐν Δελφοῖς συγχρηστηριαζόμενος τῷ Ἀρχίᾳ τῷ τὰς Συρακούσας κτίσαντι, καὶ συνερωτηθεὶς πότερον αἱρεῖται, πλοῦτον ἢ ὑγίειαν, εἵλετο ὑγίειαν, Ἀρχίου ἑλομένου πλοῦτον· ὅθεν, φασὶ, Κροτωνιᾶται μὲν ὑγιεινότατοι, Συρακούσιοι δὲ παμπλούσιοι. Ἀφ᾽ ὧν καὶ ἡ τῶν Συρακουσίων δεκάτη παροιμιάζεται, ὡς πάνυ πολλὴ περιγινομένη τῷ ταμιείῳ τῆς πόλεως. Καὶ τὸ Κρότωνος δὲ ὑγιέστερος, ὡς ὁ αὐτὸς λέγει Γεωγράφος, ἐντεῦθεν εἴληπται, ὡς τῶν Κροτωνιατῶν εὐρώστων ὄντων· ὥστε οἱ ἀπὸ τοῦ κρότωνος τοῦ ζωϋφίου, ὃν κυνοραϊστὴν λέγει ὁ Ὅμηρος, εἰπόντες ταύτην εἰλῆφθαι τὴν παροιμίαν, οὐκ εὖ λέγουσιν, ἀλλὰ παίζουσιν, ὡς καὶ εἴ τις εἴποι τινὰ κώνωπος ἀδικώτερον. Ὁ δὲ περὶ Κρότωνα ποταμὸς Αἴσαρος ἐπὶ κυνηγῷ Αἰσάρῳ καλεῖται, ὃς ἐλάφῳ διωκομένῃ αὐτόθι συνεισπεσὼν ἀφῆκεν οὕτω καλεῖσθαι τὸν ποταμόν. Ἱστορεῖται δὲ καὶ ὅτι Κροτωνιᾶται ἐν τῷ Περσικῷ πολέμῳ ἐβοήθησαν τῇ Ἑλλάδι κινδυνευούσῃ, στείλαντες νῆα μίαν, ἧς ἦρχεν ἀνὴρ τρὶς νικήσας τὰ Πύθια, καλούμενος Φάϋλος. Λέγονται δὲ Ἀχαιοὶ εἶναι ἀνέκαθεν. Ἔδοξαν δέ ποτε καὶ περὶ ἰατρικὴν εὐδοκιμῆσαι, διά τινα Δημοκήδην Κροτωνιάτην ἔνδοξον ἰατρόν. § 371. Ὅτι Λακίνιον ἱερὸν ἦν ῞Ηρας, πλούσιον ὑπάρξαν ποτέ. Ὄρος δὲ Κρότωνος ἦν Λακίνιον, ἐξ οὗ καὶ ἱερὸν Λακίνιον καὶ ῞Ηρα Λακινιάς. § 373. Ὅτι Σύβαρις ἀρχαῖον κτίσμα, μεταξὺ δύο ποταμῶν, τοῦ τε Κράθιδος καὶ τοῦ Συβάριδος, πέντε καὶ εἴκοσι πόλεις ποτὲ ὑπηκόους ἔχουσα, κατὰ τὸν Γεωγράφον, καὶ τριάκοντα μυριάσιν ἀνδρῶν ἐπὶ Κροτωνιάτας στρατεύσασα. Ἀφῃρέθη δὲ, φασὶ, τὴν εὐδαιμονίαν ὑπὸ τρυφῆς ἐν ἡμέραις ἑβδομήκοντα. Ἑλόντες γὰρ τὴν πόλιν οἱ Κροτωνιᾶται ἐπήγαγον τὸν ποταμὸν καὶ κατέκλυσαν αὐτήν. Ὕστερον δὲ τῆς πόλεως μετατεθείσης καὶ συνοικισθείσης ὑπὸ Ἀθηναίων καὶ ἄλλων Ἑλλήνων, Θούριοι προσηγορεύθησαν ἀπὸ κρήνης τινὸς ὁμωνύμου. Ἱστορεῖται δὲ καὶ ὅτι τῶν μνημονευθέντων ποταμῶν ὁ Σύβαρις μὲν τῶν ἵππων τοὺς πίνοντας ἀπ᾽ αὐτοῦ πτυρτικοὺς ποιεῖ, ὁ Κρᾶθις δὲ τοὺς ἐν αὐτῷ λουομένους ξανθοτριχεῖν ποιεῖ καὶ λευκοτριχεῖν· ὃ καὶ περὶ τοῦ Ὁμηρικοῦ Ξάνθου ὁ Ἀριστοτέλης ἱστόρησεν. § 373-374. Ὅτι Συβαρῖται τὰ τοῦ Ἀλφειοῦ ἀναθήματα συλήσαντες αἰσχρῶς ἀπεχρήσαντο, διὸ θεομηνίαν ἐπεσπάσαντο, καὶ ἐπεὶ πρὸς ἔσχατον τρυφῆς ἐλάσαντες [284 M.] ἤσκησαν καὶ τοὺς ἵππους εἰς εὐρυθμίαν, καὶ ἐδίδαξαν καταυλουμένους ὀρχεῖσθαι τὲ καὶ ὀρθοῦσθαι, γέγονεν αὐτοῖς τοῦτο πανωλεθρίας αἴτιον. Ἐχρῆν δὲ τοὺς Συβαρίτας μὴ οὕτω ποιεῖν, ἀλλὰ πολεμιστὰς τοὺς ἵππους γυμνάζειν, καθάπερ Ἀρτύβιος Πέρσης ἀνὴρ στρατηγὸς ἵππον ἐδίδαξεν ὀρθὸν ἀνίστασθαι πρὸς ὁπλίτην, ὡς Ἡρόδοτος ἱστορεῖ, καὶ τὸν προσενεχθέντα κατεργάζεσθαι, ποσί τε πλήττοντα καὶ στόματι δάκνοντα. Ἐκεῖνοι δὲ παιγνιήμονας τοὺς ἵππους ἀσκήσαντες ἀπεσφαιρίσθησαν εἰς πτῶμα θανάσιμον. Πολέμου γὰρ κροτηθέντος αὐτοῖς τε καὶ τοῖς Κροτωνιάταις, ῥίπτουσι μὲν τὰ ὅπλα οἱ τῆς Κρότωνος, τύμπανα δὲ ἀράσσουσι καὶ κύμβαλα καὶ αὐλοὺς μεταχειρίζονται καὶ κρόταλα, καὶ ὅσα ἐκμαίνειν οἶδε πρὸς ὄρχησιν. Καὶ οἱ ἵπποι τοῦ φίλου βόμβου ἀκούσαντες βακχεύονται πρὸς ὄρχησιν, καὶ ἀκρατεῖς ἑαυτῶν γενόμενοι ἀποσείονται τοὺς ἐπιβάτας, καὶ προχείρους ἐκτίθενται τοῖς πολεμίοις εἰς ὄλεθρον· καὶ οὕτως ἐρημοῦται Σύβαρις τρυφῆς γενομένη πάρεργον, διὰ ποινὴν, φασὶν, ἱεροσυλίας, ἣν ἐν τῷ κατὰ Πελοπόννησον βωμῷ τοῦ Ἀλφειοῦ ποταμοῦ ἐπλημμέλησαν. Ὅθεν καὶ ὁ Διονύσιος οἰκτιζόμενος αὐτήν φησι δειλαία Σύβαρις τοὺς ναέτας στενάχουσα πεσόντας, ἐπεὶ οὐ κατὰ αἶσαν τοῖς Ἀλφειοῦ γεράεσσιν ἐπεμήναντο, τουτέστιν ἐπεμάνησαν, μανίαν ὀνομάσας τὸν τῆς φιλοχρηματίας ἔρωτα. ῞Ητις μανία καλῶς ἐπιλέγεται παντὶ πράγματι παρὰ τὸ δέον πλεονάζοντι· οὕτω γὰρ καὶ ἐρωτομανία καλεῖται καὶ ὀψομανία καὶ οἰνομανὴς ἄνθρωπος καὶ τοιαῦτα πολλά. Σημείωσαι δὲ ὅτι τὸ ἀνάθημα καὶ θεῖον γέρας λέγεται, ἰδοὺ γὰρ ὁ Διονύσιος Ἀλφειοῦ γέρα ἔφη τὰ ἐν τῷ ναῷ κειμήλια. Ἄλλοι δέ φασι τοὺς Συβαρίτας ἀπολωλέναι κατὰ χρησμὸν παλαιὸν, διότι πρὸ θεοῦ ἐτίμησαν ἄνθρωπον, ὅτε τῶν τις Συβαριτῶν οἰκέτην μαστίζων φυγόντα μὲν ἐς θεοῦ ἐπέμενε τύπτων, ἐς μνῆμα δὲ πατρικὸν καταφυγόντα ᾐδέσθη· ὅτε καὶ ἀποστραφῆναί φασι τὸ τῆς ῞Ηρας ἄγαλμα, βαρυνθὲν ἐπὶ τῷ γενομένῳ. Διὸ καὶ ἐξετρίβη, φασὶ, κατὰ τὸν χρησμὸν ἡ πόλις γενομένη ἀνάστατος. Ἔλεγε δὲ ὁ ῥηθεὶς χρησμὸς, τότε τοὺς Συβαρίτας ἐξολέσθαι, ὅτε πρὸ θεοῦ ἄνδρα σεβίσονται. Ὑστέρῳ μέντοι χρόνῳ οἱ Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι ἀποικίαν στείλαντες τὴν πόλιν συνῴκισαν, καὶ Θούριον, ὡς εἴρηται, μετωνόμασαν. Καὶ ἔστιν ἡ εἰς τὸ Θούριον ἀποικία πολλὴ ἐν ταῖς ἱστορίαις. Καί τινας Θουριομάντεις ὁ Κωμικὸς λέγει, ὡς εἰς αὐτὴν ὁδηγήσαντας. [285 M.] Ἱστορεῖται δὲ χλιδανὸς ἀνὴρ καὶ πάνυ τρυφῶν Σμινδυρίδης ὁ Συβαρίτης. § 375. Ὅτι μετὰ τοὺς Συβαρίτας μέσην χθόνα οἰκοῦσιν οἱ Σαυνῖται, οὓς διὰ τοῦ μ Σαυμῖτας οἱ Ῥωμαῖοι λέγουσιν, ὡς καὶ ἡ γραφὴ τοῦ Διοδώρου δηλοῖ. § 376. Ὅτι Μαρσῶν θοὰ φῦλα εἰπὼν ὠκύποδας εἶναι παρεμφαίνει τοὺς Μαρσούς. Ἀπὸ τούτων ὁ ᾀδόμενος Μαρσικὸς, Ῥωμαϊκὸς, ὀνομάζεται πόλεμος, ἀρξάντων τῆς ἀποστάσεως. Ἐκ τούτων οἱ Ῥωμαῖοι τάσσουσιν ἐχιδνολογεῖν τινας εἰς κατασκευὴν θηριακῆς, ὡς δηλοῖ ὁ εἰπὼν ὅτι ἐν Ῥώμῃ τὰς ἐχίδνας θηρεύουσιν, οὓς ὀνομάζουσι Μαρσούς. § 376-377. Ὅτι ἡ Τάρας, ἡ καὶ Τερεντὸς, ἐγγὺς κεῖται ἁλὸς, ὅθεν Ἴκκος ἦν ὁ Ταραντῖνος ἰατρὸς, ὃς ἐπὶ βίου εὐτελείᾳ εἰς παροιμίαν κεῖται τὴν λέγουσαν Ἴκκου δεῖπνον ἐπὶ τῶν ἀπερίττως δειπνούντων. Ἐκεῖθεν δὲ καὶ Ῥίνθων ἦν ὁ ἐπικαλούμενος φλύαξ, ἤγουν φλύαρος, ὑποκοριστικῶς, ὡς τὰ τραγικὰ εἰς γελοῖα μεταρρυθμίζων καὶ παίζων ἐν οὐ παικτοῖς, ἀλλὰ φλυαρῶν ἄντικρυς. Ἐλέγετο δὲ καὶ ἀρσενικῶς ὁ Τάρας ἐξ ἀναλογίας· οὐδὲν γὰρ ἔστιν εἰς ρας βαρύτονον θηλυκόν. Ἐπεχωρίασε δέ ποτε αὐτόθι ἡ ἐνόπλιος ἱππηλασία, ὅθεν ταραντινίζειν ἐλέγετο τὸ τὴν ἐνόπλιον καὶ εἰς μάχας χρήσιμον ἱππασίαν ποιεῖσθαι. Ὠνόμασται δὲ ἡ πόλις ἀπό τινος ἥρωος Τάραντος. Ἔσχε δὲ καὶ Λακεδαιμονίων ἀποικίαν· διὸ καὶ λέγει ὁ Διονύσιος, ὅτι Ἀμυκλαίων αὐτὴν ἐπολίσατο καρτερὸς Ἄρης, τουτέστι Λακώνων, ὧν μέρος αἱ Ἀμύκλαι. Λακεδαιμόνιοι γὰρ συνεχῶς ἀφισταμένοις τοῖς ὑπ᾽ αὐτοὺς Μεσσηνίοις ἐπιστρατεύσαντες ὡρκωμότησαν μὴ μὴν ὑποστρέψειν πρὶν ἂν ἐκείνους κατὰ κράτος δουλώσωνται· ὅτε καὶ οἱ μὴ μετασχόντες τῆς στρατείας δοῦλοι ἐκρίθησαν, καὶ ἐκλήθησαν καὶ αὐτοὶ Εἵλωτες. Ἐπεκτεινομένου δὲ πολλοῦ καιροῦ τῷ πολέμῳ, πέμπουσιν αἱ πρεσβύτιδες διδάσκουσαι ὡς ἄτεκνοι τελευτῶσιν αἱ γυναῖκες, καὶ κίνδυνός ἐστι λειπανδρῆσαι τὴν πατρίδα, εἰ μὴ ποιήσονται πρόνοιαν τῆς τῶν γυναικῶν ἐπιγονῆς. Οἱ δὲ ἐπιλεξάμενοι πεντήκοντα εὐρωστοτάτους καὶ νεωτάτους καὶ οἵους παιδοποιεῖν, ὅσοι δηλαδὴ παῖδες συνεξελθόντες τοῖς ἐν ἡλικίᾳ, ἤγουν τοῖς τελείοις ἀνδράσιν, οὐ μετέσχον ἐκείνων τῶν ὅρκων, [286 M.] ἐπέταξαν συγγίνεσθαι ταῖς παρθένοις ἁπάσαις ἅπαντας, ὡς ἂν οὕτω πολυτεκνήσωσι. Καὶ ἀπ᾽ αὐτῶν ἐκεῖναι συλλαβοῦσαι ἀπέτεκον. Οἱ δὲ τεχθέντες, οἷα μὴ τραφέντες γνησίως καὶ εὐγενῶς κατὰ τοὺς νόμους τοῦ Λυκούργου, ἄλλως καὶ οὐχ ὡς ἔδει ἐπολιτεύοντο, ἕως οὗ μετὰ ἐννεακαίδεκα ἔτη Μεσσήνης ἁλούσης ἐπανελθόντες οἱ ἐκ τοῦ πολέμου καὶ μοχθηρὰν εὑρόντες τὴν πολιτείαν ἐξήλασαν αὐτούς. Οὓς Φάλανθός τις ἀνὴρ ἐγχώριος λαβὼν καὶ εἰς ἀποικίαν σταλεὶς ᾤκισε τὸν Τάραντα. Ἐκαλοῦντο δὲ Παρθενίαι οἱ ἐκ τῶν παρθένων ἐκείνων γενόμενοι. Ἕτεροι δέ φασι τοὺς τοιούτους παῖδας ὡς νόθους ὑπὸ τῶν Λακώνων ὀνειδιζομένους μελετᾶν ἐπαναστῆναι αὐτοῖς, τὴν ὕβριν μὴ φέροντας, διὸ καὶ ἐκπεμφθῆναι εἰς ἀποικίαν. Ἄλλοι δὲ ἱστοροῦσιν ὅτι ἄτιμοι κριθέντες οἱ Παρθενίαι, ὡς ἀπὸ πορνείας φύντες, καὶ μὴ ἀνασχόμενοι τῆς ἀτιμίας ἐπεβούλευσαν ὁμόφρονες ὄντες πάντες, ὡς ἂν ἀλλήλων ἀδελφοὶ νομιζόμενοι· ὕστερον δὲ συμπεισθέντες ἐξῆλθον εἰς τὴν ῥηθεῖσαν ἀποικίαν. Ἴσχυσαν δέ ποτε καθ᾽ ὑπερβολὴν οἱ Ταραντῖνοι. Ἐπέτριψε δὲ καὶ αὐτοὺς ἡ τρυφὴ, παρ᾽ οἷς πανδήμους ἑορτὰς κατ᾽ ἔτος πλείους ἢ τὰς ἄλλας ἡμέρας συνέβαινεν ἄγεσθαι, ὡς ἡ ἱστορία φησὶ, σοφισαμένοις διὰ τρυφὴν καὶ ἀργίαν τὰς συνεχεῖς ἑορτὰς, ὡς καὶ ἡ παροιμία φησίν, ἀργοῖς αἰὲν ἑορτή. Τάχα δὲ καὶ τὸ λεπτὸν γυναικεῖον περίβλημα τὸ Ταραντινίδιον παρ᾽ αὐτοῖς διὰ τρυφὴν πρώτοις εὕρηται. Κεῖται δὲ, φασὶν, ὁ Τάρας, ἢ κατὰ Διονύσιον θηλυκῶς ἡ Τάρας, ἐπὶ χερρονήσῳ, ὡς καὶ τὰ πλοῖα ὑπερνεωλκεῖσθαι ῥᾳδίως ἑκατέρωθεν, ταπεινοῦ ὄντος τοῦ αὐχένος τῆς χερρονήσου. § 378-381. Ὅτι Καλαβροὶ καὶ Ἰάπυγες ἄρχονται μὲν ἀπὸ Τάραντος, καὶ τοῦ τῶν Μαρσῶν ἔθνους, τέτανται δὲ μέχρι τῆς παραλίου Ὑρίου, ὅπου σύρεται, φησὶν, ἡ Ἀδριὰς ἅλμη εἰς τὸν Ἀκυλήϊον κόλπον, ἤτοι τὸν περὶ Ἐνετίαν, τὸν τῆς Ἀδριάδος μυχὸν, ὃς λέγεται καὶ Ἀκυλεήσιος, κατὰ σχηματισμὸν τύπου Ἰταλικοῦ ἀπὸ Ἀκυληΐας. Πόλις δὲ ἡ Ἀκυληΐα μεγίστη, λεγομένη καὶ Ἀκυλία τετρασυλλάβως, παρονομαζομένη ἀπὸ ἀετοῦ, ὃς ἀκύλας πρὸς τῶν ἐκεῖ ἐλέγετο, πλησιάζουσα μὲν μάλιστα τῷ ἐνδοτάτῳ μυχῷ τοῦ Ἀδρίου κόλπου, ἔξωθεν δὲ οὖσα τῶν Ἐνετικῶν ὅρων, καὶ, ὥς τινές φασι, ἀπὸ θαλάσσης ἑκατὸν πεντήκοντα μίλια κειμένη, Ῥωμαίων κτίσμα. [287 M.] Ἀναπλέεται δὲ ὁλκάσι κατά τινα ποταμὸν, καὶ ἀνεῖται εἰς ἐμπόριον τοῖς περὶ τὸν Ἴστρον Ἰλλυριοῖς. Ἰστέον δὲ ὅτι οὗτος μὲν τὴν Ὕριον εἶπε θηλυκῶς, ἣν καὶ ἐπανέλαβε συνήθως, οἷα λόγου ἀξίαν. Οἱ δὲ ἄλλοι οὐδετέρως τὸ Ὕριον λέγουσι. Κρητῶν δὲ κτίσμα ἡ πόλις ἡ Ὑρία κατὰ Ἡρόδοτον, κτισθεῖσα ὅτε οἱ Κρῆτες εἰς Σικελίαν ἀφικόμενοι ἐπὶ πολιορκίᾳ καὶ μηδὲν ἰσχύσαντες ἐξεβλήθησαν εἰς τὴν γῆν χειμῶνι μεγάλῳ. Ἰστέον δὲ ὅτι κατὰ τὸν Γεωγράφον οἱ Ἰάπυγες καὶ Μεσάπιοι λέγονται· καὶ ὅτι ἀπό τινος Ἰάπυγος οὕτως ὀνομάζονται, ὃς ἐκ γυναικὸς Κρήσσης τῷ Δαιδάλῳ ἐγένετο. Τὴν δὲ ῥηθεῖσαν Ἐνετίαν, εἰ χρή τι παρεκβατικώτερον εἰπεῖν, νῦν μὲν Βενετίαν φαμὲν, καθότι καὶ Ἀρριανός φησιν, ὅτι Ἐνετοὶ πονήσαντες ἐν μάχῃ κατὰ Ἀσσυρίους καὶ ἀποπεράσαντες εἰς Εὐρώπην ᾠκίσθησαν πρὸς Πάδῳ τῷ ποταμῷ, καὶ τῇ ἐπιχωρίῳ γλώττῃ Βενετοὶ ἐς τοῦτο ἔτι ἀντὶ Ἐνετῶν κληΐζονται, καὶ Βενετία ἡ γῆ ἥντινα νέμονται. Οἱ δὲ παλαιοὶ Οὐενετίαν τὴν χώραν πεντασυλλάβως ἐκάλουν κατὰ γλῶσσαν οἰκείαν, ὡς καὶ τὸν Ὀκτάβιον Ὀκταούϊον, καὶ τὸν Φλαβιανὸν Φλαουϊανόν, καὶ ὅσα τοιαῦτα. Φασὶ δὲ αὐτοὺς ἐξ Ἐνετῶν τινων ἀνδρῶν Ἀσιανῶν κατάγεσθαι, οἳ πονήσαντες, ὡς ἐρρέθη, ἔν τινι πολέμῳ ἐς τὴν Εὐρώπην ἔφυγον. Ἄλλοι δὲ ἐκ τῶν κατὰ Παφλαγονίαν Ἐνετῶν αὐτοὺς τὴν τοῦ γένους ῥίζαν ἕλκειν φασὶ, φύλου ἀξιολόγου πλανηθέντος μετὰ τὴν τῆς Τροίας ἅλωσιν, ὅτε τὸν ἡγεμόνα Πυλαιμένην ἀποβαλόντες ἦλθον εἰς Θρᾴκην, καὶ πλανώμενοι ἀφίκοντο εἰς τὴν νῦν Ἐνετικὴν περὶ τὸν τοῦ Ἀδρίου μυχόν. Τῆς τοιαύτης δὲ τῶν Ἐνετῶν ῥίζης τῆς Παφλαγονικῆς μέμνηται καὶ ὁ Ποιητὴς λέγων· Ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων. Καὶ γέγραπται εἰς τοῦτο ἐκεῖ τὰ καίρια. Πολλοὶ δέ τινες τοὺς Ἐνετοὺς τούτους τοὺς περὶ Ἀκυληΐαν ἀποίκους φασὶν ὁμωνύμων παρωκεανιτῶν, οὐ μόνον Ἐνετῶν καλουμένων, ἀλλὰ καὶ Βελγῶν· ἔθνος δὲ Κελτικὸν οἱ Βέλγαι. Καί φησιν ὁ Γεωγράφος τοὺς τοιούτους Οὐενετοὺς, δηλαδὴ τοὺς παρωκεανίτας, οἰκιστὰς εἶναι τῶν κατὰ τὸν Ἀδρίαν Οὐενετῶν, καὶ ἐκείνους ναυμαχῆσαι πρὸς Καίσαρα, κωλύοντας αὐτὸν τοῦ εἰς τὴν Βρεττανίαν πλοῦ. [288 M.] Ἄλλοι δὲ εἰπόντες καὶ αὐτοὶ Ἐνετοὺς Παφλαγονικοὺς ἐκ τοῦ Τρωϊκοῦ πολέμου σωθῆναι αὐτόθι μετὰ τοῦ Ἀντήνορος τοῦ Τρωϊκοῦ, φασὶν ὅτι μαρτύριον τούτου ἡ περὶ τὴν ἱπποτροφίαν σπουδὴ, ἣν εἶχον καὶ οἱ Παφλαγονικοὶ Ἐνετοὶ καθ᾽ Ὅμηρον· ὄνομα γὰρ ἡ Ἐνετικὴ πωλεία εἶχεν ἐν Ἕλλησιν. Ἐθύετο δὲ παρ᾽ αὐτῶν λευκὸς ἵππος τῷ Διομήδει. Ὁμοιοπαθεῖ δὲ, φασὶ, τῷ ὠκεανῷ ἡ κατ᾽ αὐτοὺς θάλασσα, ἀμπώτεις ὁμοίως ἐκείνῳ ποιοῦσα καὶ πλημμυρίδας, ὑφ᾽ ὧν τὸ πεδίον λιμνοθαλάσσης μεστὸν γινόμενον, κατὰ τὴν παλαιὰν ἱστορίαν, διώρυξι καὶ παραχώμασιν ὡς τὰ τῆς Αἰγύπτου διοχετεύεται. Κἀκεῖνο δὲ ἰστέον, ὅτι τινὲς πᾶσαν τὴν μετὰ τοὺς Καλαβροὺς Ἀπουλίαν ἐκάλουν καὶ τὸ ἔθνος Ἀπούλους· καὶ ὅτι Καλαβρία οὐ διὰ τῆς αυ διφθόγγου ἀλλὰ διὰ τοῦ β γράφουσιν οἱ ἀκριβεῖς. Σημείωσαι δὲ καὶ ὅτι, ὥσπερ Θρηΐκιος ἄνεμος λέγεται ὁ διὰ τῆς Θρᾴκης πνέων, καὶ Λοκρὸς ὁ διὰ τῆς Λοκρίδος, οὕτω καὶ Ἰάπυξ ὁ διὰ τῆς γῆς τῶν Ἰαπύγων. § 382. Ὅτι τὸ Τεγεστραῖον Ἰλλυρικὸν ἄστυ, τουτέστι τὸ Τέγεστρον, παρὰ τοῖς μυχάτοις πέρασι τῆς Ἀδριάδος ἅλμης ἐστί. Τοῦτο καὶ Τέργεστρον λέγεται ἀπὸ Τεργέστρου τινὸς, ὡς ἐν τῇ καταγραφῇ δηλοῦται τῶν ἐθνικῶν. § 385-387. Ὅτι περὶ τὰ ἑῷα τῆς Ἀδριάδος νῆσοι Λιβυρναὶ ἢ Λιβυρνίδες, αἵτινες, ὡς προϊὼν ἐρεῖ, μετὰ τὰς Ἀψύρτου νήσους ἐρρίζωνται, ἔνθα ἐς αὐγὰς στρεπτὴ παρασύρεται ἅλμη, τουτέστιν ὅπου πρὸς ἕω κυρτοῦται ὁ κόλπος. Τοῦτο δὲ ἐδήλου καὶ ὅτε εἶπεν ὡς ἡ Ἀδριὰς εἰς εὖρον ἄνεμον τεκμαίρεται τὸν ὁλκόν. Ἐκεῖ δὲ, φησὶ, καὶ ἡ τῶν Ὑλλήων, ἤγουν Ὑλλέων, ἐρυμνὴ γῆ ὅση παράκειται τῷ ἰσθμῷ. Χερρόνησον γάρ φασιν οἰκεῖν τοὺς Ὑλλεῖς, περὶ ὧν καὶ ταῦτα ἱστορεῖται· Ὑλλεῖς ἔθνος Ἰλλυρικὸν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέος, ὥς φησιν Ἀπολλώνιος. Ἔστι δὲ καὶ πόλις Ὕλλη. Ἀπολλόδωρος δὲ Ὕλλους τούτους γράφει λέγων, μετὰ τοὺς Ὕλλους Λιβυρνοὶ καί τινες Ἴστροι λεγόμενοι Θρᾷκες. Τούτων δὲ πρόκειται χερρόνησος Ὑλλὶς, ἡλίκη μάλιστα Πελοπόννησος, πεντεκαίδεκα πόλεις οἰκουμένας ἔχουσα παμμεγέθεις. Καὶ ταῦτα μὲν οὕτως. Τὸ δὲ Ὑλλήων τὸ παρὰ τῷ Διονυσίῳ πολλὰ τῶν ἀντιγράφων διὰ διφθόγγου γράφουσι, πλεονασμῷ τοῦ ἰῶτα. Ἰστέον γὰρ ὅτι τὰ εἰς ευς πενταχῶς εἶχον τὴν κλίσιν παρὰ τοῖς παλαιοῖς, διὰ τοῦ εος κοινῶς, διὰ τοῦ εως Ἀττικῶς, διὰ τοῦ ηος κατὰ τὴν νέαν Ἰάδα, κατὰ δὲ τὴν παλαιὰν καὶ διὰ τοῦ εϊος κατὰ παράλυσιν τῆς ει διφθόγγου, [289 M.] καὶ διὰ τοῦ ιος ἐκτεταμένου τοῦ ἰῶτα, ὡς καὶ Σωφρόνιος λέγει. Ἐκεῖ δέ φησι καὶ οἱ Βουλιμεῖς, οὕς τινες διὰ τοῦ ν γράφουσι Βουλινεῖς ἢ Βουλίνους. Τὰς δὲ Λιβυρνίδας νήσους ἱστόρηται περὶ τεσσαράκοντα εἶναι τὸν ἀριθμόν· παρονομάζονται δὲ ἀπὸ Λιβυρνῶν· ἔθνος δὲ οἱ Λιβυρνοὶ ἐν τοῖς ἐνδοτέροις τοῦ Ἀδρίου, ἀπό τινος Λιβυρνοῦ ἀνδρὸς εὑρόντος τὰ Λιβυρνικὰ λεγόμενα σκάφη. Ἰστέον δὲ ὅτι ἐν Λατινικῷ λεξικῷ εὕρηται ὅτι Λιβυρνίδες νῆες αἱ μακραί. § 389. Ὅτι τῆς Ἰλλυρικῆς χώρας πέρας αἱ ἡλίβατοι κολῶναι, τὰ Κεραύνια ὄρη, οὕτω καλούμενα διὰ τὸ συχνοὺς ἐκεῖ πίπτειν κεραυνούς. Περὶ ἃ κεῖται καὶ ἡ τῆς Νέας Ἠπείρου μητρόπολις, ἥ ποτε καλουμένη Ἐπίδαμνος, ἤτοι τὸ Δυρράχιον, δηλοῦν ἐκ τῆς τοιαύτης κλήσεως τὴν τοῦ τόπου τραχύτητα· δυσράχιον γάρ ἐστιν, ὃ ἔστι δυσέξοχον· τρέψαν δὲ τὸ ς εἰς ρ εὐφωνότερον λαλεῖται Δυρράχιον, καθὰ καὶ τὸ Τυρσηνός Τυρρηνός, ταρσός ταρρός ὁ καλαθίσκος, πυρσός πυρρός, καὶ ἄλλα. Ἀρχὴ δὲ τὰ Κεραύνια ὄρη τοῦ Ἀδρίου καὶ τοῦ Ἰονίου πελάγους, ὧν εἰ καὶ τὸ στόμα κοινὸν, ἀλλ᾽ αὐτὰ διαφέρει τῇ θέσει. Ἰόνιος μὲν γὰρ κόλπος ὁ μετὰ τὸ στόμα εὐθὺς, ἀπό τινος ἡγησαμένου τῶν τόπων ἔχων τὴν κλῆσιν, ἢ καὶ ἀπὸ τῆς Ἰοῦς· Ἀδρίας δὲ ὁ ἐντὸς μέχρι τοῦ μυχοῦ, ἀπὸ Ἀδρίας, ὡς προερρέθη, πόλεως ἐπιφανοῦς, ἢ ἐξ ὁμωνύμου ποταμοῦ. Ἐκεῖ δὲ ὥσπερ τρίτον τι τμῆμα ὁ Ἀκυλήϊος κόλπος, ὡς ἀνωτέρω ἔφη ὁ Διονύσιος. Εἰσὶ δὲ καὶ πρὸς ἄρκτον τοῦ βορείου Καυκάσου ὄρη Κεραύνια. Ἰλλυριοὺς δέ φασι τὸ ἔθνος κληθῆναι ἀπὸ Ἰλλυριοῦ, παιδὸς Κάδμου καὶ Ἁρμονίας. § 390-397. Ὅτι περὶ τὸν κόλπον τὸν κατὰ τὰ Κεραύνια ὄρη ἴδοις ἂν τὸν τοῦ Κάδμου καὶ τῆς γυναικὸς Ἁρμονίας τύμβον, ὃν καὶ ἀναδιπλοῖ δι᾽ ἐπαναλήψεως, καὶ ἐρικυδέα καλεῖ. Περὶ ὧν μῦθός ἐστι, φησὶν, ὡς ἄρα μετὰ λιπαρὸν γῆρας Θήβηθεν ἐκεῖ ἐλθόντες εἰς ὄφεων σκολιὸν γένος ἠλλάξαντο, ἐπεὶ Κάδμος τὸν Ἄρεος ἀνεῖλέ ποτε ἐν Θήβαις δράκοντα, τὸν τῆς Δίρκης φύλακα. Δηλοῖ δὲ ὁ λόγος, ὡς ἐξ Ἑλλάδος αὐτόθι ἐλθόντες ἐκεῖνοι μετέθεντο τὴν Ἑλληνικὴν χρηστοήθειαν, καὶ μετέπεσον ἐξ ἐπιεικείας πρεπούσης Ἕλλησιν εἰς σκολιὰ ἤθη καὶ οἷον ὀφεώδη καὶ βάρβαρα, παρὰ τὸ γῆρας δυσπραγήσαντες εἰς ἤθους μεταβολήν. Καὶ ἔστιν ἐναλλαγῆναι αὐτοὺς εἰς ὄφεις, ὡς ἔπος εἰπεῖν, τὸ εἰς θηριωδίαν μεταμειφθῆναι. Τὸν μέντοι Κέκροπά φασιν οἱ μῦθοι τοὐναντίον ἀπὸ ὄφεως εἰς ἄνθρωπον ἐλθεῖν, ἐπειδὴ ἐκεῖνος ἐλθὼν εἰς Ἑλλάδα καὶ τὸν βάρβαρον Αἰγυπτιασμὸν [290 M.] ἀφεὶς χρηστοὺς ἀνελάβετο τρόπους πολιτικούς. Λέγει δὲ ὁ Διονύσιος καὶ ὅτι περὶ τὴν τοιαύτην γῆν δύο πέτραι ἀντικείμεναι ἀμφοτέρωθεν ἐρηρέδαται, καὶ αὗται, ὁπηνίκα τις ἀρχὴ γένηται τοῖς ἐκεῖ κυλινδομένου κακοῦ, συνίασι καὶ πρὸς ἑαυτὰς δονούμεναι προσαράσσονται, κατὰ τὰς μυθευομένας Πλαγκτὰς, καὶ τοῦτό ἐστι τοῖς ἐγχωρίοις σημεῖον ἐσομένου πολέμου. Τὸ δὲ ἐρηρέδαται δηλοῖ μὲν τὸ ἐρηρεισμέναι εἰσὶ καὶ ἑδραίως ἐρρίζωνται, ἔστι δὲ Ἰωνικὸν, καὶ γίνεται ἀπὸ τοῦ τρίτου ἑνικοῦ τοῦ ἐρήρεισται, ἀποβολῇ τοῦ ς καὶ προσ θέσει τῆς δα συλλαβῆς· ὁποῖον καὶ τὸ ὠνόμασται ὠνο μάδαται, πέφρασται πεφράδαται καὶ ὅσα τοιαῦτα. Ἰστέον δὲ ὅτι ὁ μὲν μῦθος τὴν τῷ Κάδμῳ συνοικήσασαν Ἁρμονίαν Ἄρεος καὶ Ἀφροδίτης γενεαλογεῖ. Ἀρριανὸς δὲ Ἀσιανήν τε αὐτὴν οἶδε καὶ Δαρδάνου ἀδελφήν. Φησὶ γὰρ ὅτι Κάδμος ὑπὸ τοῦ πατρὸς κατὰ ζήτησιν τῆς ἀδελφῆς Εὐρώπης σταλεὶς καὶ πλανώμενος περιπετὴς γέγονεν Ἁρμονίᾳ τῇ τοῦ Δαρδάνου ἀδελφῇ, ἁρπάσας δὲ καὶ εἰς τὰς νῆας ἐνθέμενος προσέσχε τῇ Βοιωτῶν γῇ, ἔνθα Θηβαίων ἐγένετο ἀρχηγὸς, πλούτῳ τὲ εὐδοκιμῶν καὶ τῇ ἄλλῃ σοφίᾳ. § 398-399. Ὅτι πρὸς νότον, μάλα πολὺ ὑπό τε Θρᾴκην καὶ περὶ Ὠρικίαν ἐρείδεται ἡ τῆς Ἑλλάδος ἀρχή. Καὶ σημείωσαι ὅτι Ὠρικίαν λέγει τὴν κατὰ Μολοττοὺς καὶ Θεσπρωτοὺς ἤπειρον, περὶ ἣν καὶ πόλις Ὤρικος, ὡς προγέγραπται, καὶ λιμὴν Ὤρικος κατὰ Ἡρόδοτον Θεσπρωτικὸς ἢ Ἠπειρωτικός, ὡς πέρατα δὲ τῆς Ἑλλάδος ἔλαβε τὴν Θρᾴκην καὶ τὴν Ὠρικίαν, τὸ μὲν ἑῷον τὴν Θρᾴκην, τὸ δὲ ἑσπέριον τὴν Ὠρικίαν δηλαδή. § 400-403. Ὅτι ἡ Ἑλλὰς δισσῇ θαλάσσῃ ἔζωσται, τῇ Αἰγαίῃ τὲ καὶ τῇ Σικελικῇ, ὧν ἑκάστη ἄνεμον ἔλαχεν, εἰς ὃν ἀφορᾷ, τὸν ἑσπέριον μὲν ἡ Σικελικὴ, ἡ Αἰγαίη δὲ τὸν εὖρον. Τὸν δὲ ἑσπέριον ἄνεμον καὶ ζέφυρον καλεῖσθαί φησιν, ἐρεθίζων οἷον ἡμᾶς εἰς ἐτυμολογίας ἀνεύρεσιν. Ζέφυρος γὰρ τρόπον τινὰ ταὐτόν ἐστι τῷ ἑσπέριος ἄνεμος, ὡς ἀπὸ ζόφου, ὃ ἔστι τῆς ἑσπέρας, οὖρος, ἤγουν ἄνεμος. Ὅρα δὲ ὅτι ὀφείλων ἑκατέρα εἰπεῖν, διὰ τὴν Αἰγαίαν καὶ τὴν Σικελήν· ἐπὶ δύο γὰρ συλληπτικῶς λέγεται τὸ ἑκάτερος· ὁ δὲ ἑκάστη εἶπεν, ὅπερ ἐπὶ πλήθους εἴωθε λέγεσθαι. Ποιήσει δὲ τοῦτο καὶ ἐν τοῖς μετὰ ταῦτα, καὶ ἔστι τοιοῦτόν τι καὶ παρὰ τῷ Ἑρμογένει. § 403-408. Ὅτι ἡ τοῦ Πέλοπος νῆσος ἔστι μὲν κυρίως [291 M.] χερρόνησος, ὅμως δὲ νῆσος μὲν λέγεται, ὡς παρὰ βραχὺ τοιαύτη οὖσα παρὰ τὸν ἰσθμὸν δηλαδὴ, τουτέστι τὸν ὀλιγοστάδιον αὐχένα, καὶ ὡς θαλασσίοις κατὰ τὸν Διονύσιον ἐστεμμένη κόλποις ἔνθα καὶ ἔνθα· ὅπερ ταὐτόν ἐστι τῷ ἀμφίαλος. Καὶ ὅρα τὸ ἐστεμμένη ἀντὶ τοῦ κυκλουμένη. Καὶ ἔστιν ἐνταῦθα κάλλιον οὕτως εἰπεῖν, παρόπερ ἀνωτέρω ἐπὶ τῆς Ἑλλάδος ἔφη, ἐζῶσθαι αὐτὴν δισσαῖς θαλάσσαις εἰπών. Καὶ διὰ τοῦτο μὲν ὀνομάζεται νῆσος. Πέλοπος δὲ λέγεται διὰ τὸ τὸν Φρύγα ἢ Λυδὸν Πέλοπα κυριεῦσαί ποτε αὐτόθι, ἐπιγαμβρεύσαντα Οἰνομάῳ. Λέγεται δὲ οὐ μόνον συνθέτως Πελοπόννησος διὰ τῶν δύο νν, ὡς Ἑκατόννησοι, αἱ τοῦ Ἑκάτου, ἤγουν Ἀπόλλωνος, νῆσοι, ἀλλὰ καὶ ἁπλῶς, ἤτοι ἀσυνθέτως, ποτὲ μὲν Πελοπία γῆ, ὡς παρ᾽ Εὐριπίδῃ εὕρηται, ποτὲ δὲ νῆσος, ὡς αὐτὸς ὁ Διονύσιος ποιεῖ ἐν τῷ περὶ Ἀρκάδων λόγῳ, ὥσπερ καὶ τὸ πρὸ τοῦ Εὐξείνου ὕδωρ στόμα τὲ ἁπλῶς λέγει καὶ στόμα Πόντου συνθέτως· οὕτω δὲ καὶ τὰς Θερμοπύλας, Πύλας ἁπλῶς λεγομένας, εὑρίσκομεν. Ἔστι δὲ κατὰ τὸν ἰσθμὸν ἡ Πελοπόννησος συνεχὴς τῇ τῆς Ἑλλάδος πέζῃ. Συνάπτει γὰρ ὁ τόπος ἐκεῖνος τῇ Ἑλλάδι, καὶ ἔοικε πλατάνου πετάλῳ μυουρίζοντι, τουτέστι κατὰ μυὸς οὐρὰν στενουμένῳ καὶ λεπτυνομένῳ, κατὰ τὸν ἄκρον μίσχον, ἤτοι κατὰ τὸν καυλὸν, οὗ τὸ φύλλον ἐξήρτηται. Καὶ ὁ μὲν ἰσθμὸς, φησὶ, τῆς Πελοποννήσου ὁ τεσσαρακονταστάδιος, εἰργόμενος στενὸς, ἔοικε τῷ ἄκρῳ μίσχῳ τοῦ φύλλου, βόρειος ὢν καὶ κοινὸν ἐφ᾽ Ἑλλάδος ἴχνος ἐρείδων, ὡς τῆς Ἑλλάδος κατὰ συνέχειαν εὐθὺς κειμένης, ὡς εἴρηται, μετὰ τὸν ἰσθμόν. Ἡ δὲ τῆς ἔσω ἠπείρου περίμετρος τῷ πολυδινήτῳ φύλλῳ παρέοικεν, ὡς πολλὰς ἐπικλάσεις ἔχουσα καὶ καμπὰς καὶ ἐγκολπώματα, καθ᾽ ὁμοιότητα τοῦ τῆς πλατάνου φύλλου. Διὸ καὶ ὁ Πίνδαρος πολύγναμπτον μυχὸν λέγει τὴν Πελοπόννησον· ἀκρόπολιν δὲ τῆς Ἑλλάδος οἱ παλαιοί φασι τὴν Πελοπόννησον. Ὅρα δὲ τὸ ἴχνος ἐρείδων ῥηθὲν ὡς ἐπὶ βάσεως ποδός. Εἴρηται δὲ ὡς πρὸς τὸ Πέλοπος νῆσος ὀπηδεῖ· ἀκόλουθα γὰρ ἀλλήλοις τὸ ὀπηδεῖν καὶ τὸ ἴχνος ἐρεῖσαι. Λέγεται δὲ καὶ ὅτι ἴση σχεδόν ἐστι κατά τε μῆκος καὶ κατὰ πλάτος, ὅσον χιλίων τετρακοσίων σταδίων, καὶ ὅτι κύκλῳ περίμετρος αὐτῆς μὴ κατακολπίζοντι μὲν τετρακισχιλίων σταδίων ἢ καὶ πλεῖόν τι, κατακολπίζοντι δὲ ὑπὲρ τὰ πεντακισχίλια ἑξακόσια. § 409-413. Ὅτι πρὸς ζέφυρον τῆς Πελοποννήσου ἡ Τριφυλὶς γῆ, μερὶς τῆς ῎Ηλιδος, ἔνθα ἐρατεινότατος ποταμῶν Ἀλφειὸς ὁδεύει, σχιζόμενος ἐκ τοῦ Μεσσηνίου Εὐρώτα. Ἄμφω δὲ ἐκ μιᾶς πηγῆς ἀναβλύζοντες σχίζονται, τῆς καλουμένης Ἀσέας. Διὸ καὶ γράφουσι τὰ [292 M.] τῶν ἀντιγράφων ὀρθότερα· οἵτ᾽ ἄμφω Ἀσέηθεν ἀναβλύζουσι ῥέεθρα, καὶ ὁ μὲν Ἠλείων, ὁ Ἀλφειὸς, ὁ δὲ Ἀμυκλαίων χθόνα τέμνει, ὁ Εὐρώτας. Καὶ ὁ Γεωγράφος δέ φησιν ὅτι Ἀσέα κώμη τῆς Μεγάλης πόλεως, ἔχουσα δύο πηγὰς, ἐξ ὧν ῥέουσιν Εὐρώτας καὶ Ἀλφειὸς, οἳ δύντες ὑπὸ γῆν ἀνατέλλουσι μετὰ συχνὰ στάδια, καὶ τὸ ῥεῖθρον ἀναδείξαντες ὁ μὲν γίνεται Λακωνικὸς, ὁ δὲ εἰς τὴν Πισᾶτιν κατάγεται γῆν, ἤτοι εἰς τὴν ὑμνουμένην Πίσαν, ἥτις δι᾽ ἑνὸς γράφεται σίγμα, καὶ ἀπὸ κρήνης ἔχει Πίσης τὸ ὄνομα. Αὕτη δὲ ἡ κρήνη οὕτω λέγεται, οἱονεὶ πίστρα τις οὖσα, ὃ ἔστι ποτίστρα, παρὰ τὸν πίσω μέλλοντα, οὗ ἡ χρῆσις παρὰ Πινδάρῳ. Μεταξὺ δὲ ἡ τοιαύτη Πίσα Ὄσσης καὶ Ὀλύμπου ὀρέων Πελοποννησιακῶν ὁμωνύμων τοῖς παρ᾽ Ὁμήρῳ Μακεδονικοῖς ἢ Θετταλικοῖς. Ὕδωρ δέ φασι περί που τὸν Ἀλφειὸν εἶναι, ὅπερ ἀλφοὺς ἰᾶται, ὅθεν τάχα καὶ ὁ ποταμὸς ἐκλήθη, πλεονασμῷ τῆς ει διφθόγγου, ὡς ἐπὶ τοῦ ἀδελφειός καὶ τῶν ὁμοίων. Ἀγαθὸν δέ ἐστι τὸ τοιοῦτον ὕδωρ καὶ εἰς λεύκας καὶ λειχῆνας, Μελάμποδος χρησαμένου, φασὶ, τούτοις τοῖς ὕδασιν εἰς καθαρμὸν τῶν τοῦ Προίτου θυγατέρων, ὅτε ἐμάνησαν. Ἐρατεινὸν δὲ ὁ Διονύσιος τὸν Ἀλφειὸν καλεῖ, διὰ τὸν μυθευόμενον τῆς Σικελικῆς Ἀρεθούσης ἔρωτα, ἧς φασὶν ἐρῶν ἕως εἰς ἐκείνην ἐκ Πελοποννήσου ἀναδίδωσι γλυκὺς ἐραστὴς ἀμιγὲς ἅλμῃ θαλάσσης φυλάσσων τὸ ῥεῖθρον. Ὁ δὲ Γεωγράφος καὶ τὸν ᾅδην ἱκανῶς αὐτόθι ἐκτετιμῆσθαί φησιν. Ἱστορεῖται δὲ κατὰ ζῆλον τινα καὶ παρὰ Νικαεῦσι ποταμόν τινα Ἀλφειὸν ὠνομάσθαι, καὶ ὄρη τινα Ὀλύμπια, καὶ ἀγῶνα δὲ Ὀλυμπιακὸν ἄγεσθαι, κατὰ μίμησιν τῶν ἐν ῎Ηλιδι. Τριφυλία δὲ καὶ Τριφυλὶς γῆ λέγεται ἡ κατὰ ῏Ηλιν διὰ τὸ ὑπὸ τριῶν τινων οἰκεῖσθαι φύλων, ἐν οἷς καὶ Πύλιοι ἰθαγενεῖς, καὶ ἐπήλυδες Μινυοί· ἢ ἀπὸ Τριφύλου τινὸς ἀνδρός. Μεσσήνη δὲ αὕτη χώρα ἐστι Λακωνικὴ, ἧς ἄποικος ἡ Σικελικὴ Μεσσήνη, Ζάγκλη μέν ποτε λεγομένη ἐκείνη, μεταβαλοῦσα δὲ τὸ ὄνομα εἰς Μεσσήνην, ὡς Ἡρόδοτος ἱστορεῖ. Γράφεται δὲ παρὰ τοῖς παλαιοῖς διὰ δύο ςς, καὶ διὰ ταύτην λέγεται ὁ Εὐρώτας Μεσσήνιος. Ἡ δὲ ῏Ηλις, ἀφ᾽ ἧς οἱ Ἠλεῖοι, διφορεῖται κατὰ τὸ πνεῦμα· καὶ δασύνεται γὰρ ἀπὸ τοῦ ἁλίζω, τὸ συναθροίζω, διὰ τὸ πολλοὺς ἐκεῖ ἐν τῷ ἀγῶνι τῶν Ὀλυμπίων ἀθροίζεσθαι· καὶ ψιλοῦται μάλιστα διὰ τὸν κανόνα τὸν λέγοντα τὸ η πρὸ τοῦ λ ψιλοῦσθαι. Φασὶ δὲ [293 M.] περὶ τὴν τοιαύτην ῏Ηλιν μὴ ἡμιόνους γίνεσθαι, δι᾽ οὐδὲν φανερὸν αἴτιον, ἀλλ᾽ ἔκ τινος κατάρας, ὥς φησιν Ἡρόδοτος. § 414-415. Ὅτι Ἀρκάδες περὶ μέσην τὴν Πελοπόννησον κοίλην χθόνα ναίουσιν ὑπὸ τὸ ὄρος τὸ Ἐρύμανθον, ἐν ᾧ κάπροι πολλοὶ, ὅθεν καὶ ὁ Ἐρυμάνθιος κάπρος, ὃν ἔκτανεν Ἡρακλῆς· ἔνθα Μέλας καὶ Κρᾶθις καὶ Λάδων ῥέουσιν. Ἔστι δὲ καὶ Σικελικὸς ποταμὸς Κρᾶθις, καὶ περὶ Σύβαριν δὲ, ὡς προγέγραπται, ἤτοι περὶ τὸ Θούριον, ὃς ξανθίζει τοὺς λουομένους. Ἰστέον δὲ ὅτι καὶ Μέλας ποταμὸς οὐ μόνος οὗτός ἐστιν, ἀλλὰ καὶ Θρᾳκικὸς, ἐξ οὗ Μέλας κόλπος ὀνομάζεται ὁ περὶ τὴν Αἶνον, καὶ Ἀσιανὸς δὲ ποταμὸς Μέλας ἐστὶ, καὶ περὶ τὴν Τραχῖνα δὲ, ὡς Ἡρόδοτος ἱστορεῖ. Τοὺς δὲ Ἀρκάδας Διονύσιος μὲν Ἀπιδανῆας καλεῖ, οἱ νεώτεροι δὲ Ἀπιδόνας κατὰ τὸν Γεωγράφον, ἀπό τινος Ἄπιδος, οὗ ἡ γενικὴ καὶ Ἄπεως, ὡς ὄφις ὄφεως, Ἄμαστρις Ἀμάστρεως, Ζάμολξις Ζαμόλξεως. Οἱ δέ φασιν ὅτι Ἄπις ὁ Φορωνέως ἐκ τῆς Ἠπείρου ἐλθὼν ἀπήλλαξε τὴν Πελοπόννησον ὄφεων ὀχλούντων, καὶ ᾤκησε περὶ Ἀρκαδίαν, ἀφ᾽ οὗ καὶ ἡ Πελοπόννησος ὅλη Ἀπία ἐκλήθη ποτέ· καὶ δι᾽ αὐτὸν Ἀπιδανῆες ἐξαιρέτως οἱ Ἀρκάδες, παρ᾽ οἷς ὁ Ἄπις ᾤκησεν, οὗ καὶ Αἰσχύλος μέμνηται εἰπών· Ἄπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας. Καὶ Ἀρριανὸς δέ φησι· κλυτὸς Ἆπις ὅς ῥ᾽ Ἀπίην ἐφάτιζε καὶ ἀνέρας Ἀπιδανῆας. Οἱ δέ φασιν Ἀπίαν καὶ Ἀπιδανεῖς κληθῆναι κατὰ στέρησιν τοῦ πιεῖν καὶ τῶν πιδάκων, ἐπεὶ μὴ εἶχεν ἡ χώρα πίδακας τὴν ἀρχὴν, ἀλλ᾽ ὡς λέγει Καλλίμαχος, ἔμελλεν εὔϋδρος καλέεσθαι, ὡς δύνασθαι διὰ τοῦτο καὶ αὐτὴν πολυδίψιον λέγεσθαι. Ὅθεν καὶ Ἀζυνὶς ἐκαλεῖτο διὰ τὴν ἄζην, ὃ ἔστι διὰ τὴν ξηρασίαν, καὶ ἔθνος οἱ Ἀζῆνες αὐτόθι μέχρι καὶ νῦν οὕτω λεγόμενοι. Ἰστέον δὲ ὅτι ἀπὸ Ἀρκάδος ὠνόμασται ἡ Ἀρκαδία, υἱοῦ Διὸς καὶ Θεμιστοῦς, καὶ ὅτι καὶ Πελασγία ποτὲ ἐκλήθη καὶ Παρρασία καὶ Λυκαονία καὶ Γιγαντὶς καὶ Ἀζανία. Ὅτι δὲ καὶ προσέληνοι λέγονται οἱ Ἀρκάδες διὰ τὴν πάνυ τοῦ ἔθνους ἀρχαιότητα, ὁ Λυκόφρων ἱστορεῖ. § 416-417. Ὅτι ἐν δυσὶ στίχοις μετέλαβε γοργῶς καὶ ποικίλως τέσσαρα τοπικὰ ἐπιρρήματα, εἰπών, ἔνθα Μέλας, ὅθι Κρᾶθις, ἵνα ῥέει ὑγρὸς Ἰάων, ἧχι καὶ ὠγύγιος μηκύνεται ὕδασι Λάδων. Ὠγύγιον δὲ τὸν Λάδωνα λέγει διὰ τὴν περὶ αὐτοῦ ἀρχαιολογίαν. Μῦθος γὰρ βούλεται πρώτην ἄνθρωπον ἐξ αὐτοῦ καὶ γῆς γενέσθαι τὴν Δάφνην· ὠγύγιος γὰρ, ἤτοι παλαιὸς, ὁ τὴν πρώτην γεννήσας ἄνθρωπον. § 418-419. [294 M.] Ὅτι τὸ Ἄργος μὲν εἰς ἀνατολὴν ὁρᾷ τῆς Πελοποννήσου, πρὸς δύσιν δὲ ἡ Λακεδαίμων. Ἑκατόμπολις δὲ ἡ Λακωνικὴ τὸ παλαιὸν, καθὰ καὶ ἡ Κρήτη, λέγεται. Διὸ καὶ τὰ Ἑκατόμβαια ἐκεῖ ἐθύετο ἐπὶ σωτηρίᾳ τῶν τοσούτων πόλεων. Μία δὲ τῶν ἑκατὸν αἱ Ἀμύκλαι, ἃς ἔκτισεν υἱὸς Λακεδαίμονος ὁ Ἀμύκλας. Ἰστέον δὲ ὅτι τὸ Ἄργος τοῦτο προεῖχέ ποτε τῶν ἐν τῇ Ἑλλάδι χώρᾳ πόλεων, καὶ μάλιστα διὰ τὴν ἀνδρίαν τῶν ἐν αὐτῇ. Κατὰ δὲ τὸν Ἡρόδοτον ἤκουσάν ποτε καὶ μουσικοὶ εἶναι πρῶτοι Ἑλλήνων. Κἀκεῖνο δὲ χρὴ εἰδέναι, ὅτι οὐχ ἓν Ἄργος ἐστὶν, ἀλλὰ διάφορα. τό τε κατὰ τὴν Πελοπόννησον, ὅπερ ὁ Σοφοκλῆς καὶ Ἄργος Δωρικὸν λέγει καὶ Ἀπίαν γῆν· ἐκλήθη δὲ τὸ αὐτὸ καὶ Φορωνικὸν ἄστυ ποτὲ ἀπὸ Φορωνέως, ὠνομάσθη δὲ καὶ Αἰγιάλεια ἔκ τινος Αἰγιαλέως, καὶ Ἱππόβοτον, ναὶ μὴν καὶ Ἴασον ἀπὸ Ἰάσου τινὸς, καὶ Δίψιον διὰ τὸ μὴ πολύϋδρον εἶναι· ἐλέγετο δὲ, φασὶ, καὶ Θετταλικὸν Ἄργος ἡ νῦν Λάρισσα, καὶ Ἀμφιλοχικὸν δὲ ἄλλο, καὶ ἁπλῶς εἰπεῖν εἰς ἕνδεκα τόπους οἱ παλαιοὶ τὸ Ἄργος μετροῦσι, λέγοντες καὶ ὅτι πᾶν σχεδὸν πεδίον παραθαλάσσιον Ἄργος ἐλέγετο. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι οἱ νεώτεροι καὶ μάλιστα Μακεδόνες καὶ Θετταλοὶ ἄργος τὸ πεδίον φασί. Καὶ ἡ ὅλη δὲ Πελοπόννησος Ἄργος ἀπὸ τοῦ πολυοφθάλμου Ἄργου ἐκλήθη ποτέ. Ὁ δὲ Γεωγράφος οὕτω καὶ περὶ τούτου φησίν· Ἀχαϊκὸν Ἄργος ἐκλήθη ἥ τε ὅλη Πελοπόννησος καὶ ἰδίως ἡ Λακωνική. Τὸ γοῦν παρὰ τῷ Ποιητῇ περὶ τοῦ Μενελάου λεχθέν, ‘ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ;’ ἀντὶ τοῦ οὐκ ἦν ἐν τῇ Λακωνικῇ; Ἐντεῦθεν δὲ καὶ ἡ Ἑλένη Ἀργεία λέγεται. Προϊὼν δὲ λέγει κληθῆναί ποτε τὴν Πελοπόννησον Ἄργος Ἴασον καὶ Ἀχαϊκὸν καὶ Ἵππιον, καὶ Ἵππόβοτον. Τὸ δὲ τοῦ Ἄργους ἐθνικὸν οὐ μόνον Ἀργεῖος, ὥς φασιν οἱ παλαιοὶ, ἀλλὰ καὶ Ἀργόλας, καὶ ἡ χώρα Ἀργολίς. Ἐλέγετο δὲ καί τι Ἄργος ἰδίως οὕτως Ἀργολικόν. § 420-422. Ὅτι τὰς πλευρὰς τοῦ ῥηθέντος ἰσθμοῦ τοῦ Πελοποννησιακοῦ περιβρομέουσαι κλύζουσι πρὸς ζόφον μὲν ἡ τῆς Ἑφύρης θάλασσα, ὃ ἔστιν ὁ Κορινθιακὸς κόλπος, πρὸς αὐγὰς δὲ ἡ Σαρωνὶς θάλασσα. Ὅτι δὲ Ἐφύρα ἡ Κόρινθος λέγεται, καὶ ὅτι καὶ ἄλλαι εἰσὶ πόλεις ταύτης ὁμώνυμοι, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται. Σαρωνικὸς δὲ κόλπος ἢ ἀπὸ Σάρωνος ποταμοῦ Τροιζῆνος ἐμβάλλοντος εἰς αὐτὸν, ἢ ἐπειδὴ Σάρων [295 M.] τις κυνηγὸς ἐπιδιώκων σῦν ἐκεῖθεν κατενεχθεὶς εἰς τὴν ὑποκειμένην κατέπεσε θάλασσαν καὶ ἀπεπνίγη. Οὕτω καὶ Ἴκαρος τῷ Ἰκαρίῳ ἐναποπνεύσας πελάγει ἐξ ἑαυτοῦ ὀνομάζεσθαι δέδωκε, καὶ Αἴσαρος δὲ, ὡς προϊστόρηται, ἔλαφον ἐπιδιώκων, καὶ συνεισελθὼν αὐτῇ εἰς ποταμὸν περὶ Κρότωνα καὶ ἀποπνιγεὶς, τῷ ποταμῷ ἐναφῆκε τὸ ὄνομα, Αἰσάρῳ κληθέντι ἀπ᾽ ἐκείνου. Οἱ δὲ ἄλλως τὴν τοῦ Σαρωνικοῦ πελάγους κλῆσιν αἰτιολογοῦντές φασιν, ὅτι Μίνως λαβὼν τὰ Μέγαρα διὰ Σκύλλης τῆς Νίσου θυγατρὸς ἐρασθείσης αὐτοῦ καὶ ἀποτεμούσης τὴν τοῦ πατρὸς κεφαλὴν, ἐνενοήσατο ὅτι ἡ τὸν πατέρα προδοῦσα οὐδενὸς ἂν ῥᾳδίως φείδοιτο, καὶ διὰ τοῦτο προσδήσας πηδαλίῳ νηὸς τὴν προδότιν καὶ πατροφόντιν ἀφῆκε σύρεσθαι διὰ θαλάσσης· καὶ αὐτὴ μὲν εἰς ὄρνεον μετεβλήθη, ὥς φησι Παρθένιος ὁ τὰς Μεταμορφώσεις γράψαι λεγόμενος, ὁ δὲ κόλπος παραγραμματισθεὶς ἔσχε τὴν κλῆσιν ἀπὸ τοῦ σύρεσθαι. Ἀπὸ δὲ τῆς τοιαύτης Σκύλλης καὶ Σκύλλαιον ἔτι νῦν καλεῖται τόπος ἐν Ἑρμιόνῃ τῇ κατὰ Πελοπόννησον, ἔνθα ἡ γυνὴ ἐξεκυμάνθη μετὰ τὸ καταποντισθῆναι. § 423-425. Ὅτι πρὸς αὐγὰς τοῦ Πελοποννησιακοῦ ἰσθμοῦ τὸ Ἀττικόν ἐστιν οὖδας, ἔνθα ποταμὸς φέρεται Ἰλισσὸς, οὐ πολλοῦ ἄξιος λόγου, διὰ δὲ τὰς κλεινὰς Ἀθήνας περιλαλούμενος καὶ θεσπέσιος καλούμενος. Ὅθεν, φησὶν, ἥρπασέ ποτε Βορέας Ὠρείθυιαν τὴν τοῦ Ἐρεχθέως. Βορέας δὲ οὗτος βασιλεὺς ἦν Θρᾴκης, ἅρπαξ Ἀττικοῦ τούτου γυναίου βασιλικοῦ, εἰ καὶ ὁ μῦθος διὰ τὴν ὁμωνυμίαν ἀπαναστήσας τῆς γῆς τὸν ἄνθρωπον ἐξηνέμωσε· καθὰ καὶ Ἀϊδωνεὺς βασιλεὺς μὲν ἦν, ὡς οἱ ἀκριβέστεροί φασιν, Ἠπείρου τῆς ἐν Μολοττοῖς, πρὸς ὃν καὶ Πειρίθους ἦλθε, καὶ Θησεὺς διὰ Περσεφόνην, ἀλλὰ δὴ καὶ ὁ Ἡρακλῆς, διὰ τὸν Κέρβερον κύνα πολλοῦ ἄξιον· ὅμως δὲ καὶ ἐκεῖνος ὁ Ἀϊδωνεὺς δι᾽ ὁμοιότητα κλήσεως εἰς τὸν Ἅδην μεταλαμβάνεται, καὶ εἰς τὸν ὑπὸ γῆν τοῖς μυθογράφοις μετατίθεται Πλούτωνα. Ἑρμείας δὲ ὁ Πλατωνικὸς βασιλικὴν παῖδα τὴν Ὠρείθυιαν κατὰ κρημνοῦ ὑπονοεῖ ὠσθῆναι ἀνέμῳ βορρᾷ, καὶ τούτῳ τῷ τρόπῳ λεχθῆναι ἁρπασθῆναι αὐτὴν ὑπὸ τοῦ βορρᾶ. Ἀκτικὴ δὲ ἡ κατὰ Ἀθήνας χώρα λέγεται καὶ Ἀτθίς· τοῦτο μὲν ἀπὸ Ἀτθίδος τῆς θυγατρὸς Κραναοῦ, ἀφ᾽ οὗ καὶ Κραναὴ λέγεται, ἐκεῖνο δὲ ἀπὸ Ἀκταίωνος ἢ ἀπὸ Ἀκταίου αὐτόχθονος, ἀφ᾽ οὗ καὶ παρὰ Λυκόφρονι Ἀκταῖοι οἱ Ἀττικοὶ, ἢ παρὰ τὴν ἀκτήν. Τριγώνου γὰρ, φασὶν, οὔσης αὐτῆς, πολὺ μέρος καθικνεῖται εἰς θάλασσαν. Διὸ καὶ μία τῶν ἐπὶ Κέκροπος τεσσάρων φυλῶν Παραλία ἐκλήθη, καὶ ἄλλη [296 M.] Ἀκταία. Ἐκλήθη δὲ πάλαι ποτὲ ἡ Ἀκτικὴ καὶ Ἀκτὴ, ναὶ μὴν καὶ Ποσειδωνία καὶ Ἀθῆναι ἀπὸ ὁμωνύμων προσώπων, καὶ Ἰωνία δὲ ἀπὸ Ἴωνος τοῦ Ξούθου, καὶ Μοψοπία, ἀπὸ Μόψου ἄλλου παρὰ τὸν μάντιν τὸν τοῦ Τειρεσίου. Κραναὴ μέντοι ἡ Ἀττικὴ οὐ μόνον ἀπὸ τοῦ Κραναοῦ, ὡς ἐρρέθη, ἀλλὰ καὶ διότι τραχεῖα, καὶ τὸ πλεῖον αὐτῆς ὄρεσιν ὑποπέπτωκε. Τὴν δὲ ἀνωτέρω γραφεῖσαν Ἀτθίδα πρεσβυτάτῳ τῷ Κραναῷ γενέσθαι φασὶν, ἣν παρθένον οὖσαν καὶ ὡραίαν γάμου θανοῦσαν θάψας λαμπρῶς ὁ πατὴρ ἀπ᾽ αὐτῆς τὴν χώραν ὠνόμασε. Τὴν δὲ τῶν Ἀθηναίων ἀκρόπολιν Κεκροπίαν ποτὲ κληθῆναί φασι, πόλιν οὖσαν μίαν τῶν ἐπὶ Κέκροπος ἐκτισμένων. Ὅτι δὲ καὶ Ἴωνες ἦν ὅτε οἱ Ἀττικοὶ ἐκαλοῦντο, ἱστορεῖ καὶ ὁ Γεωγράφος λέγων ὅτι καὶ ὁ Ποιητὴς ἐν τῷ Βοιωτοὶ καὶ Ἴωνες Ἴωνας τοὺς Ἀθηναίους φησί· καὶ ὅτι οἱ ἐν Ἀσίᾳ Ἴωνες τούτων εἰσὶ καὶ ἄποικοι καὶ ὁμώνυμοι· καὶ ὅτιπερ ἡ Ἰὰς, ἤτοι ἡ Ἰωνικὴ διάλεκτος, ἡ αὐτή ἐστι τῇ παλαιᾷ Ἀτθίδι. Ὅτι δὲ ἄποικοι Ἀθηναίων οἱ ἐν τῇ Ἀσίᾳ Ἴωνες, δηλοῖ καὶ ὁ παρὰ τῷ Ἡροδότῳ Θεμιστοκλῆς, πατέρας τῶν Ἰώνων λέγων τοὺς Ἀθηναίους. Ἱστορεῖ δὲ ὁ αὐτὸς καὶ ὅτι Ἀθηναῖοι Κραναοὶ καλούμενοι ὅμως ἐπὶ Πελασγῶν ἐχόντων τὴν Ἑλλάδα Πελασγοὶ ὀνομάζοντο, ἐπὶ δὲ Κέκροπος ἐκλήθησαν Κεκροπίδαι, τὴν δὲ ἀρχὴν Ἐρεχθέως ἐκδεξαμένου Ἀθηναῖοι μετωνομάσθησαν, Ἴωνος δὲ τοῦ Ξούθου στρατάρχου γενομένου, ἐκλήθησαν ἀπ᾽ αὐτοῦ Ἴωνες. § 426-427. Ὅτι οὕτω πάνυ ἐπέδραμεν ἐνταῦθα ἐπελευστικώτατα, ἤγουν συντομώτατα, ὁ Περιηγητὴς, ὥστε τεσσάρων μεγάλων ἐθνῶν μνησθεὶς Βοιωτῶν, Λοκρῶν, Θεσσαλῶν, Μακεδόνων, ἠρκέσθη μόνον ἀριθμῆσαι αὐτὰ πρὸς ὄνομα, μηδέν τι πλέον εἰπὼν περὶ αὐτῶν. Φησὶ γάρ· Βοιωτῶν πέδον καὶ Λοκρὶς ἄρουρα, Θεσσαλίη τὲ Μακηδονίης τὲ πόληες· ἡ δὲ παρεκβολὴ ἐρεῖ περὶ ἑκάστου τούτων ὅσα ἐνδέχεται. § 426. Ὅτι οἱ Βοιωτοὶ ὠνομάσθησαν ἀπό τινος Βοιωτοῦ καλουμένου, ὃν ἡ μήτηρ Ἄρνη λάθρα τεκοῦσα περὶ βοῶν ἔθετο κόπρους, ἐξ οὗ καὶ τὸ ὄνομα ἔσχεν, ὡς ῥιφεὶς ἀμφὶ τοὺς βόας· ἢ ἀπὸ τῆς βοὸς ἡ χώρα Βοιωτία τῆς καθηγησαμένης αὐτόθι τῷ Κάδμῳ· οἱ δὲ παρὰ τὸν βοῦν ὠνομάσθαι εἶπον τοὺς Βοιωτοὺς, ὡς μὴ [297 M.] ὄντας ταῖς διανοίαις ἄγαν εὐκινήτους. Συμφωνεῖ δὲ τῷ λόγῳ τούτῳ καὶ ἡ Βοιωτία ὗς, ὅπερ ἐσκώπτοντο οἱ Βοιωτοὶ, ὡς δηλοῖ καὶ ὁ Πίνδαρος. Γυμναστικοὶ δὲ οἱ Βοιωτοί· διὸ καὶ λέγεται λόγος τοιοῦτος, ὡς Ἀθηναῖοι μὲν περὶ τὴν ναυτικὴν ἠσχόληνται τέχνην, Θετταλοὶ δὲ περὶ τὴν ἱππικὴν ἐμπειρίαν, Βοιωτοὶ δὲ περὶ τὴν τῆς γυμνασίας ἐπιμέλειαν, Κυρηναῖοι δὲ περὶ τὴν διφρευτικὴν ἐπιστήμην. § 426a. Ὅτι ἐγγὺς τῶν Βοιωτῶν οἱ Ἐπικνημίδιοι Λοκροὶ, ἀπὸ Κνημῖδος ὄρους τὴν κλῆσιν ἔχοντες, ὡς ἀπὸ Ζεφυρίου ὄρους ἕτεροι Λοκροὶ οἱ Ζεφύριοι. Ἱστορεῖ γὰρ ὁ Γεωγράφος ὅτι ὁ Παρνασὸς πρὸς δύσιν αὐτοῦ διαιρεῖ τοὺς Ἑσπερίους Λοκροὺς τοὺς καὶ Ὀζόλας καλουμένους, οἳ χαράσσουσιν ἐν σφραγῖδι τὸν ἕσπερον ἀστέρα, ἐπὶ δὲ ἕω τοὺς Ἐπικνημιδίους, οὕτω καλουμένους ἀπὸ ὄρους Κνημῖδος, κειμένου περὶ τὸ ὄρος τὴν Οἴτην. Τῶν δὲ Ἐπικνημιδίων μέρος ἐκεῖνος τοὺς Ὀπουντίους φησὶν, οὕτω λεγομένους ἀπὸ πόλεως Ὀποῦντος τῆς τοῦ Πατρόκλου πατρίδος, ἣν σεμνολογεῖ ὁ Πίνδαρος· ὥστε συνακτέον τεσσάρων Λοκρῶν εἶναι γένος, τρία μὲν ταῦτα τοὺς Ὀπουντίους καὶ τοὺς Ἐπικνημιδίους καὶ τοὺς Ὀζόλας, τέταρτον δὲ τοὺς Ἰταλικοὺς ἤτοι τοὺς Ἐπιζεφυρίους. Οἱ δὲ Ὀζόλαι ἀπὸ τῆς σηπεδόνος, φασὶν, ἐκλήθησαν τῶν ἐκεῖ ἀναιρεθέντων Κενταύρων· εὕρηται γὰρ παρ᾽ αὐτοῖς Νέσσου τὲ μνῆμα καὶ ἄλλων Κενταύρων. § 427. Ὅτι ἀπὸ Θεσσαλοῦ τινος ἡ πρώην καλουμένη Πελασγία Θεσσαλία ἐκλήθη. Ἐν ταύτῃ, ὡς λόγος, οὐκ ἐξῆν πελαργοὺς κτείνειν, ἐπεὶ τὴν χώραν ὄφεων ἐξεκάθαιρον. Ἀπὸ ταύτης ὑπόδημά τι ποιὸν ἐλέγετο Θετταλίς. Καὶ πήδημα δὲ ἀπὸ ταύτης Θεσσαλὸν τὸ παροιμιαζόμενον. Ἄδονται δὲ βασιλεῖς Θεσσαλίας οἱ Ἀλευάδαι, εὐγενὲς δὲ γένος ἐκεῖσε καὶ οἱ Σκοπάδαι, ἀπὸ ἀνδρῶν παλαιῶν γενεαλογούμενοι, ὧν ὁ μὲν Ἀλεύας, ὁ δὲ Σκόπας ἐκαλεῖτο. § 427a. Ὅτι Μακεδόνες λέγονται ἀπὸ Μακεδόνος τοῦ Διός. Οἱ δὲ παῖδας Αἰόλου δέκα παραδιδόασιν, ὧν εἷς Μακεδὼν, φασὶν, ἐξ οὗ ἡ Μακεδονία. ῏Ην δέ τις μοῖρα Μακεδονίας Μακέτα λεγομένη, ἐξ ἧς καὶ ἡ Μακεδονία Μακετία ἐλέγετο. Ὅτι δὲ Μακεδὼν καὶ Μακηδὼν λέγεται, ἤδη ἐν τοῖς περὶ Ἀλεξανδρείας προείρηται, ὅθεν καὶ Μακηδονίαν ἔφη τὴν χώραν ὁ Διονύσιος. [298 M.] § 428-430. Ὅτι ὁ Αἷμος, ὃς καὶ οὐδετέρως τὸ Αἷμον λέγεται ἀπό τινος βασιλέως Σκυθῶν, Θρᾴκιόν ἐστιν ὄρος. Φησὶ γάρ κορυφαὶ χιονώδεος Αἵμου Θρηϊκίου. Τούτου πρὸς ζέφυρον Δωδώνη κεῖται, ἤπειρος ἀπείριτος. Καὶ ὅρα σχῆμα ἐτυμολογίας ἢ παρηχήσεως ἐν τῷ ἤπειρος ἀπείριτος. Τοιοῦτον καὶ τό ἐν ἐκείναις ἠπείροις εἷς πόντος ἀπείριτος. Ἰστέον δὲ ὅτι Δωδώνη οὐ μόνον ἡ χώρα, ἀλλὰ καὶ πόλις ἦν Δωδώνη, ἀπὸ Δωδώνης τῆς Διὸς καὶ Εὐρώπης, ἢ ἐκ ποταμοῦ Δώδωνος. Ἐλέγετο δὲ καὶ Δωδὼν δισυλλάβως. Ἀπ᾽ αὐτῆς καὶ τὸ Δωδωναῖον χαλκεῖον ἐπὶ τῶν πολυλόγων. Ἐγένετο δέ ποτε Θεσπρωτὶς ἡ Δωδώνη, τουτέστιν ὑπὸ τοὺς Θεσπρωτοὺς, περὶ ἣν καὶ τὸ τοῦ Δωδωναίου Διὸς μαντεῖον διὰ τῆς δρυὸς, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται. § 431-436. Ὅτι ἐς νότον Δωδώνης, ὑπὸ σκοπιὰν Ἀρακύνθου, Αἰτωλικὸν δὲ ὄρος ὁ Ἀράκυνθος, τὸ τῶν Αἰτωλῶν ἐστι πεδίον μέγα, δι᾽ οὗ μέσου ὁλκὸν ἄγων Ἀχελώιος ἀργυροδίνης σύρεται ἐπὶ τὸν τῆς Θρινακίας πόντον, ἑλισσόμενος διὰ μέσων τῶν Ἐχινάδων, ὧν μία καὶ ἡ Ὁμηρικὴ Τάφος. Ταύτας δὲ, φασὶν, οὐκ ἔστιν ἄρτι εὑρεῖν· ὁ γὰρ Ἀχελῷος πολλὴν ἰλὺν ἐρευγόμενος προσέχωσεν αὐτάς. Ἡρόδοτος δὲ οὐ πάσας ἀφανισθῆναί φησιν, ἀλλά τινας· λέγει γὰρ ὅτι Ἀχελῷος ῥέων δι᾽ Ἀκαρνανίας καὶ ἐξιὼν εἰς θάλασσαν τῶν Ἐχινάδων νήσων τὰς ἡμίσεας ἤπειρον πεποίηκε. Ταύταις δὲ ὅμοροι καὶ αἱ τῶν Κεφαλλήνων πόλεις. Ἰστέον δὲ ὅτι Αἰτωλοὶ μὲν τὸ ἔθνος ἀπὸ Αἰτωλοῦ υἱοῦ Ἐνδυμίωνος, νῆσοι δὲ Ἐχινάδες ἢ ἀπό τινος Ἐχίονος ἢ διότι πολλοὶ ἐκεῖ ἐχῖνοι· ὁποίου δὲ γένους ἐχῖνοι, ζητητέον ἐν ἄλλοις, εἴτε οἱ τῇ χέρσῳ φιληδοῦντες, εἴτε καὶ οἱ θαλάσσιοι. Καὶ ἄλλως δὲ Ἐχινάδες διὰ τὸ τραχὺ τοῦ τόπου καὶ οἷον ἀκανθῶδες κατὰ τοὺς ἐχίνους. Τοὺς δὲ Κεφαλλῆνας καὶ τὴν Κεφαλληνίαν ἐν δυσὶ λλ ἡ παλαιὰ χρῆσις ἅπασα ἔχει. Ἡ δὲ κλῆσις ἀπό τινος Κεφάλου, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται. Ἰστέον δὲ ὅτι τὸ Ἀχελῷος προσγεγραμμένον ἔχει τὸ ι, τῷ τύπῳ τῶν διὰ τοῦ ωος προπερισπωμένων κτητικῶν, τοῦ πατρῷος, Μινῷος καὶ τῶν λοιπῶν· καὶ ἔστιν οἷον κτητικόν. Διὰ τοῦτο καὶ ὁ Διονύσιος ἐκφωνήσας τὸ ι πεντασυλλάβως λέγει αὐτὸν Ἀχελώιον. Θρινακίας δὲ πόντον τὸν Σικελικὸν λέγει. Διὰ τί δὲ Θρινακίαν ἡ Σικελία λέγεται, ῥηθήσεται ἐν τοῖς ἑξῆς. Σημείωσαι δὲ ὅτι ὁ Γεωγράφος τὸν Ἀχελῷον οὐκ εἰς τὸν τῆς Σικελίας [299 M.] κόλπον, ἀλλ᾽ εἰς τὸν Κορινθιακὸν κόλπον ἐκβάλλειν φησὶν, ὡς εἶναι τὸν αὐτὸν κόλπον Κορινθιακὸν μὲν κατὰ τὸν Γεωγράφον, Σικελικὸν δὲ κατὰ τὸν Διονύσιον. Ἀχελῷος δὲ οὗτός ἐστιν, ὃς κλασθεὶς τὸ ἀριστερὸν κέρας ὑφ᾽ Ἡρακλεῖ τὸ τῆς Ἀμαλθείας κέρας ἀντέδωκε, δι᾽ οὗ πᾶν ἀγαθὸν ἐχορηγεῖτο τῷ χρῄζοντι. Τοῦτο δὲ οἱ τῶν μύθων θεραπευταὶ πρὸς ἀλήθειαν συμβιβάζοντες τοιοῦτόν τί φασιν αἰνίττεσθαι· Ἡρακλῆς εὐεργετεῖν εἰδὼς τοὺς ὅποιποτε γῆς, εἶτα δὴ καὶ τὸν ποταμὸν τοῦτον μαθὼν πλημμελῶς ῥέοντα καὶ ταῖς καμπαῖς πολλὴν τῆς Αἰτωλικῆς παρατεμνόμενον, καὶ οὕτως ἀδικοῦντα, παραχώμασί τισι καὶ διώρυξι καὶ διοχετείαις αὐτὸν ἐβιάσατο· καὶ παρατρέψας καὶ ῥέειν σωφρόνως ποιήσας ἀνέψυξε τὴν γῆν, καὶ εἰς ἀγαθοποιὸν εὐχρηστίαν μετήγαγε, καὶ τὸ τοῖς ἐγχωρίοις ἐπαριστερὸν κέρας τοῦ ποταμοῦ, τὴν ἄτακτον καμπὴν δηλαδὴ τὴν ὡς εἰπεῖν ἀτέραμνον καὶ σκληρὰν τοῖς ἐκεῖ, εἰς μαλθακὴν οἷον ἀντιπεριέστησε δεξιότητα. Καὶ ταῦτα εἰσὶ τὰ κέρατα τοῦ Ἀχελῴου, τό τε βίαιον τὸ καταπονηθὲν, καὶ τὸ πλουτοποιὸν τὸ ἀντιδοθὲν, δι᾽ οὗ καὶ Ἡρακλῆς εὐεργέτης ἔγνωσται· τὰς γάρ τοι τῶν ποταμίων ῥείθρων καμπὰς κέρατα ἐκάλουν οἱ παλαιοὶ, καὶ διὰ τοῦτο ταυροκράνους καὶ κερασφόρους ἐτύπουν αὐτούς. Καὶ οὕτω μέν τινες περὶ τῶν κατὰ τὸν Ἀχελῷον. Ἕτεροι δὲ αὐτὸν μὲν ἀφῆκαν ὅποι βούλοιτο ῥέειν, τὸ δὲ τῆς Ἀμαλθείας μόνον κέρας τὸ εὔδαιμον ἐν λόγῳ ἔθεντο, καὶ τὸ αὐτόθι τοῦ μύθου νοσοῦν ἐκθεραπεύοντες ἱστοροῦσι γραῦν τὴν Ἀμάλθειαν γενέσθαι κερδαλέαν, ἐμπορικὴν, τὸ πολὺ τῆς ἐμπολῆς ἐντιθεῖσαν κέρατι, ὃ διὰ τοῦτο Ἀμαλθείας κέρας ἐφημίζετο, πλουτοποιὸν καὶ βιωφελές. Ἐπεὶ δὲ Ἡρακλῆς ἀφελόμενος αὐτὸ πλῆρες τοῦ ἐγκειμένου κέρματος καὶ χρησάμενος ἔζησε πρὸς τρυφὴν, λόγος ἐντεῦθεν διεδόθη ἀστεῖος, ὡς ἄρα τῷ Ἡρακλεῖ τὸ τῆς Ἀμαλθείας κέρας ἐκβλύζει πᾶν ἀγαθὸν, οὐ τὸ τῆς μυθικῆς αἰγὸς τῆς θρεψαμένης τὸν Αἰγίοχον Δία, ἀλλὰ τὸ τῆς ῥηθείσης γραός. Ἄλλοι δὲ τὸ τῆς Ἀμαλθείας κέρας, δι᾽ οὗπερ εὖ ἔχει τὰ κατὰ τὸν Ἡρακλέα, τὸ σκληρόν φασι τῆς διαίτης ἐκείνου καὶ τόν ποτε κατ᾽ ἀρετὴν βίον αἰνίττεσθαι, ὁπηνίκα ἡμίγυμνος περιϊὼν καὶ ἐκκαθαίρων κακίας τὴν γῆν οὐ μαλθακῶς εἶχεν, ἀλλὰ σκληρότερον τοῖς φαύλοις προσεφέρετο. Καὶ τοῦτο ἦν τὸ τῆς Ἀμαλθείας κέρας, ἡ ἀμάλθακτος πρὸς πόνους ἀντιτυπία τοῦ ἥρωος. Ὅτε μέντοι ἐμελέτησεν οἰκουρεῖν, ἀναπεισθεὶς ὑπὸ γυναικὸς, καὶ σκιατραφούμενος ἱμάτια περιεβάλλετο θάλποντα, καὶ οὐκέτι [300 M.] πρὸς ψῦχος ἐγυμνάζετο, ἀλλ᾽ ἐθάλφθη πρὸς τρυφὴν ἀποκλίνας, κατακαίει ὁ λόγος τὸν ἥρωα, τὴν ἐκ τῆς περιβολῆς θάλψιν εἰς πυρὰν αὐτῷ ὑπανάψας. Ἄλλος δέ τις λόγος Λιβυκόν τι χωρίον πάμφορον, ἐοικὸς βοὸς κέρατι κατὰ τὸ σχῆμα, ἐκτίθεται, καὶ εἰς κτῆμα γυναικί τινι Ἀμαλθείᾳ δίδωσιν, ὅπερ διὰ τὸ καρποῦ παντὸς εἰς πολλαπλάσιον δοτικὸν εἶναι ὁ μῦθος εἰς βόειον κέρας μεταλαβὼν τὰ θρυλούμενα περὶ αὐτοῦ διαδίδωσιν. Εἰ δέ τι παραπήλαυσεν ἀγαθὸν τοῦ τοιούτου κέρατος καὶ ὁ Ἡρακλῆς, ὅτε εἰς Λιβύην ἀπεδήμησε, λέγοιτο ἂν οὕτω μετεῖναι τῷ Ἡρακλεῖ τοῦ τοιούτου τῆς Ἀμαλθείας κέρατος. Καὶ ταῦτα μὲν ἐς τοσοῦτον ἱκανῶς, ἡμᾶς τοῦ κατὰ τὸν Ἀχελῷον ἐπὶ τὰ τοιαῦτα οἷον παρασύραντος ῥεύματος. Ἰστέον δὲ ὅτι ὥσπερ Ἀσωποὶ πολλοὶ, ἔτι δὲ καὶ Κηφισσοὶ, οὕτω καὶ Ἀχελῷοι, ὧν εἷς καὶ ὁ ἐν Πελοποννήσῳ κατὰ τὴν Ἀχαϊκὴν Δύμην. § 437-440. Ὅτι ἀνατολικωτέρα τοῦ Ἀχελῴου ἡ ἀπὸ Φώκου καλουμένη χώρα Φωκὶς, ἑλκομένη πρὸς βορρᾶν κατὰ τὸ στόμα τῶν Θερμοπυλῶν, Παρνασοῦ νιφόεντος ὑπὸ πτυχὶ, ἤγουν ὑποκειμένη τῷ Παρνασῷ. Ταύτης οἱ οἰκήτορες Φωκεῖς λέγονται δισυλλάβως· Φωκαεῖς μέντοι τρισυλλάβως οἱ τῆς Φώκης, Ἰωνικῆς πόλεως, ἥτις καὶ Φώκαια λέγεται, ὡς Νίκη, Νίκαια. Τούτων τῶν Θερμοπυλῶν πλησίον ὁ Σπερχειὸς ποταμὸς ἐκδίδωσιν. Ὁ δὲ Διονύσιος λέγει καὶ ὅτι διὰ μέσης τῆς Φωκίδος ταύτης Κηφισσοῦ μέγα χεῦμα κατερχόμενον κελαρύζει, ὡς τοῦ Κηφισσοῦ Φωκικοῦ ὄντος ποταμοῦ. Σκόπησον δὲ εἰ τὸ κελαρύζειν κυρίως κεῖται ἐπὶ μεγάλου ποταμοῦ χεύματος. Ἑπτὰ δὲ ὁ Γεωγράφος καταριθμεῖται Κηφισσούς. Θερμοπύλαι δὲ λέγονται συνθέτως ἀπό τε θερμῶν ὑδάτων ἐκεῖ ἀναβαλλομένων καὶ διὰ τὸ εἰς στενότητα πυλῶν ὥσπερ συγκεκλεῖσθαι τὸν τόπον. Ὁποῖόν τι καὶ περὶ τῶν Κασπίων πυλῶν λέγεται, ἃς καὶ κλεῖδας τῆς Ἀσιάτιδος γῆς καλέσει ὁ Διονύσιος, ὡς ταὐτὸν ὂν ἐπὶ τοιαύτης στενοχωρίας κλεῖδας ἢ πύλας εἰπεῖν. Φησὶν δὲ καὶ Ἡρόδοτος ὅτι ἐν τῇ εἰσόδῳ τῶν Θερμοπυλῶν θερμὰ λουτρὰ, ἃ καὶ Χύτρους καλοῦσιν οἱ ἐπιχώριοι· καὶ τεῖχος κατὰ τὰς εἰσβολὰς, ὃ Φωκέες ποτὲ ἔδειμαν· τὸ δὲ παλαιὸν καὶ πύλαι ἐπῆσαν. Λέγει δὲ καὶ ὅτι ὑπὸ μὲν τῶν πλεόνων Ἑλλήνων Θερμοπύλαι ὁ τόπος ἐλέγετο, ὑπὸ δὲ τῶν ἐπιχωρίων Πύλαι. § 441-443. Ὅτι τὸν δράκοντα, ὃν Ἀπόλλων ἀνεῖλεν ἐν τῇ Πυθῶνι τῇ περὶ τὸν Παρνασσὸν, Δελφύνην ὁ Διονύσιος καλεῖ, οὗ τὸν ὁλκὸν ἀναδιπλώσας ἐν ἐπαναλήψεως σχήματί φησιν, ὅτι δράκοντος Δελφύνης παρακέκλιται [301 M.] ὁλκὸς τῷ Πυθίῳ τρίποδι, ὁλκὸς ἀπειρεσίαις ἐπιφρίσσων φολίδεσσιν, ὡς τῆς δορᾶς τοῦ δράκοντος ἐκεῖ ἀνακειμένης. Ἐξ οὗ καὶ ἡ Πυθὼν παρωνομάσθαι δοκεῖ, ὡς ῥηθήσεται. Ὁλκὸν δὲ ἔφη τὴν δορὰν τοῦ δράκοντος, τῷ ὀνόματι τοῦ ὅλου ὀνομάσας τὸ μέρος, ὡς καὶ ἡ βύρσα βοῦς λέγεται, καὶ ἐλέφας τὸ ὀστοῦν τοῦ ἐλέφαντος. Φασὶ δὲ ὅτι ὁ Διονύσιος ἀντὶ ἀρσενικοῦ τοῦ ὁ Δελφύνης θηλυκῶς εἶπεν ἡ Δελφύνη, τρόπῳ ποιητικῷ κατὰ γένους κοινότητα. Ὅρα δὲ ὅτι τὸ φολίς ἐπὶ ὄφεως εἶπεν, ὡς τῶν λεπίδων ἰχθύσιν ἀπονενεμημένων· καὶ ὅτι τὸ φρίσσειν καὶ ἐπὶ τῶν ἐπανεστηκυιῶν φολίδων ἔφη, ἀπὸ θαλάσσης καὶ ἐνταῦθα τὴν λέξιν μεταγαγών. Ὥσπερ γὰρ τὸ κυμαίνεσθαι θαλασσία λέξις, οὕτω καὶ τὸ φρίσσειν κυρίως, καὶ ἐκεῖθεν μετενήνεγκται εἰς ἄλλα διάφορα. § 441-446. Ὅτι θυόεν πέδον τὸ τῆς Πυθῶνος διὰ τὰς ἐκεῖ πολλὰς θυσίας. Καὶ ἱμερτὸν δὲ ἢ μέγαν λέγει τὸν αὐτόθι ναὸν τοῦ Ἀπόλλωνος, ἔνθα φησὶ τὸν Φοῖβον ἀπὸ Μιλήτου ἢ Κλάρου ἐλθόντα χρυσέης ἀναλύεσθαι ἅμμα φαρέτρης, ἤτοι λύειν τὸν τῆς φαρέτρας δεσμὸν, καὶ ἀποθέντα αὐτὴν ἀναπαύεσθαι. Ἱερὰ δὲ ἦν Ἀπόλλωνος καὶ ἡ Μίλητος καὶ ἡ Κλάρος, καθὰ καὶ ἡ Δῆλος καὶ ἡ Πυθὼν, καθ᾽ Ὅμηρον δὲ καὶ ἡ Κίλλα ἡ καὶ Χρύση καὶ ἡ Τένεδος καὶ ἡ Ἴσμαρος. Ὅτι δὲ ἡ Πυθὼν παρὰ τὸ πύθω, τὸ σήπω, λέγεται, ὡς ἐν αὐτῇ σαπέντος τοῦ ῥηθέντος δράκοντος, ἢ παρὰ τὸ πυθέσθαι, τὸ μαθεῖν, ὡς τῶν χρηστηριαζομένων ἐκεῖθεν μανθανόντων τὰ μέλλοντα, ἱκανῶς τεθρύληται. Ἡ δὲ Μίλητος πόλις ἐστὶν Αἰολικὴ, περὶ ἧς γραφήσεται τὰ δέοντα ἐν τοῖς ἑξῆς. Ἡ δὲ Κλάρος λέγεται νεώριον εἶναι τῆς Κολοφῶνος, κληθῆναι δὲ οὕτως ἀπὸ τοῦ κλήρου, ἤτοι τοῦ λάχους· πολλῶν γὰρ, φασὶ, θεῶν κληρωσαμένων περὶ αὐτῆς, ἔλαχε τῷ Ἀπόλλωνι. Λέγεται δὲ καὶ Διὸς Κλαρίου μαντεῖον εἶναι αὐτόθι. Ὅθεν καὶ παρὰ τῷ Λυκόφρονι ἡ Κασσάνδρα Κλάρου Μιμαλὼν λέγεται, τουτέστι βάκχη καὶ μάντις Κλαρία.