Eustacio de Tesalónica: Comentario a la «Descripción del mundo» de Dionisio Periegeta

s. XII

TLG

- Annotations   ·   No Other Contributors   ·   CC BY 4.0 License information Inmaculada Pérez Martín (CSIC), Carmen García Bueno (CSIC), Paula Caballero Sánchez (UMa), Jesús Polo Arrondo (UAM), Juan Signes Codoñer (UCM)

Islas (DP 447-619) § 451-456. Ὅτι νῆσος ἑσπεριωτάτη τὰ ἐσχατόεντα Γάδειρα, κατὰ μέσον τῶν πρὸς τῇ Ἰβηρίᾳ πυλῶν· διὸ καὶ Ἰβηρικά φησιν ὁ Ἀρριανὸς αὐτά. Ἔστι δὲ ἡ νῆσος αὕτη κατὰ τὸν Γεωγράφον οὐ πολὺ μείζων ἑκατὸν σταδίων κατὰ τὸ μῆκος, πλάτος δ᾽ ἔσθ᾽ ὅπου καὶ σταδιαῖον. Τὸ δὲ ἐθνικὸν αὐτῆς τετραχῶς λέγεται, Γαδειρίτης καὶ Γαδειρεὺς καὶ Γαδειραῖος καὶ Γαδειρανὸς, ὡς Βοσπορανός. Ἔστι δὲ οὐ μόνον οὐδετέρου γένους τὰ Γάδειρα, ἀλλὰ καὶ θηλυκῶς ἡ Γάδειρα. Κεῖται δὲ ἐπὶ τέρμασιν [302 M.] ὠκεανοῦ, τοῖς πρὸς τῇ ἑσπερίᾳ δηλονότι θαλάσσῃ, Κοτινοῦσα ἐπὶ προτέρων ἀνθρώπων κληιζομένη, ἤγουν κοτινόεσσα, ὡς πολλοὺς ἔχουσα κοτίνους, οἳ ἀγριελαίας εἶδός εἰσι, μετονομασθεῖσα δὲ Γάδειρα. Ἐνταῦθα Διὸς γόνον Ἡρακλέα τιμᾶσθαί φησιν, ἢ ὁ Θηβαῖος δὴ οὗτος ἦν Ἡρακλῆς, ἢ ὁ Φοῖνιξ κατά τινας, ἤτοι ὁ Τύριος. Ἔσχε δὲ Φοινίκων ἀνδρῶν ἀποικίαν ἡ νῆσος. Ἐμπορικοὶ γὰρ ὄντες οἱ Φοίνικες, καὶ πρηκτῆρες καὶ τρῶκται κατὰ τὸν Ποιητὴν, καὶ πανταχοῦ πλωϊζόμενοι, ᾤκησαν καὶ αὐτόθι, καὶ Γάδειρα μετωνόμασαν αὐτὴν διὰ τὸ τοῦ τόπου στενὸν, οἱονεὶ γῆς δειράν, ὡς προγέγραπται. Ὅτι δὲ καὶ αὐτόθι Φοίνικες ἀπῴκησαν, δηλοῖ καὶ ὁ Γεωγράφος λέγων· ἀποικία γέγονε Φοίνιξιν ἕως Ἰβηρίας, τῆς τε ἄλλης καὶ ἔξω στηλῶν. Ἀρριανὸς δὲ καὶ τὴν Ταρτησὸν Φοινίκων κτίσμα φησίν. Αἰλιανὸς δὲ ἐν τοῖς Περὶ προνοίας φησὶν, ὅτι ἐν Γαδείροις βωμὸς Ἐνιαυτῷ ἵδρυται καὶ Μηνὶ ἄλλος εἰς τιμὴν χρόνου μακροτέρου τὲ καὶ βραχυτέρου. Ἔστι δὲ καὶ Γήρως, φησὶν, ἱερὸν τοῖς ἐκεῖ, τιμῶσι τὴν ἡλικίαν τὴν μαθοῦσαν πολλά· καὶ Θανάτου ἄλλο, εἰς γέρας τῇ κοινῇ ἀναπαύλῃ, ἤγουν τῷ τελευταίῳ ὅρμῳ· καὶ βωμὸς δὲ, φησὶ, παρὰ τοῖς ἐκεῖ Πενίας καὶ Τέχνης, τῆς μὲν ἐξιλεουμένοις, τῆς δὲ παραλαμβάνουσιν εἰς ἄκος ἐκείνης. Ἀνδρεῖοι δὲ περὶ ναυτιλίας οἱ Γαδειρῖται· διὸ καὶ ἐσχάτη οὖσα ἡ νῆσος ὅμως ὀνομαστοτάτη ἐγένετο. Ὅτι δὲ πολλοὶ τόποι ἀπὸ φυτῶν ἔσχον τὰς κλήσεις, ὡς καὶ ἡ ῥηθεῖσα αὕτη Κοτινοῦσα, δῆλον· οὕτω γὰρ καὶ ἡ Ἐρεικοῦσα λέγεται διὰ τὰς ἐν αὐτῇ ἐρείκας, καὶ ἡ Μίλητος Πιτυοῦσά ποτε διὰ τὰς πίτυς ἐκλήθη· καὶ ἐν Ἀθήναις δὲ πολλοὶ τόποι ἐντεῦθεν ἐκλήθησαν, ὡς ἡ Ῥαμνοῦς ἀπὸ τῶν ἐκεῖ ῥάμνων, καὶ ἀπὸ τῶν μυρρινῶν οἱ Μυρρινούσιοι· καὶ ἡ Ποντικὴ δὲ Κερασοῦς ἀπὸ τῶν φυτῶν τῶν κεράσων κέκληται. § 457. Ὅτι μετὰ τὰ Γάδειρα αἱ Γυμνήσιαι νῆσοι, οὕτω κληθεῖσαι ἢ διὰ τὸ γυμνοὺς καὶ ἀχλαίνους κατὰ τὸν Λυκόφρονα ἐκεῖ ἐξενεχθῆναι διὰ ναυαγίαν τινὰς τῶν Βοιωτῶν, ἢ ὅτι γυμνοὶ διάγουσιν οἱ ἐκεῖ. Ἐκλήθησαν δέ ποτε καὶ Βαλιαρίδες αἱ τοιαῦται νῆσοι. Ἄριστοι δὲ σφενδονᾶν οἱ ἐν αὐταῖς, ὡς καὶ Λυκόφρων ἱστορεῖ, [303 M.] σφενδόνας ἀνὰ τρεῖς ἔχοντες ἐν τῇ κεφαλῇ. Διὸ καὶ Βαλιαρεῖς λέγονται, ὃ ἔστι σφενδονῆται, κατὰ τὴν ἐγχώριον γλῶσσαν. Ἑπτὰ δὲ εἰπόντων τινῶν εἶναι τὰς Γυμνησίας νήσους, ὁ Γεωγράφος δύο αὐτὰς ἱστορεῖ, ὧν ἡ μὲν, φησὶ, μείζων, ἡ δὲ ἐλάττων, εὐδαίμονες ἄμφω· καὶ εὐλίμενοι μὲν, χοιραδώδεις δὲ, ἤτοι πετρώδεις καὶ τραχεῖαι, κατὰ τὰ στόματα τῶν λιμένων. Οἱ δὲ ἐν αὐταῖς ἄνθρωποι πρῶτοι πλατυσήμους χιτῶνας ἐφεῦρον. Λέγεται δὲ καὶ ὅτι εἰς τούτους κομισθέντες πέραθέν ποθεν δύο λαγιδεῖς, ἄρρην καὶ θήλεια, οὕτως εἰς ἐπιγονὴν πολλὴν ηὐξήθησαν, ὥστε καὶ οἴκους ἀνατρέπειν ἐξ ὑπονομῆς καὶ δένδρα. Ὅθεν καὶ ἠναγκάσθησαν οἱ ἐκεῖ πρεσβεῦσαι εἰς Ῥωμαίους διὰ χώρας αἴτησιν. Εἰσὶ δὲ γεωρύχοι καὶ ῥιζοφάγοι οἱ λαγιδεῖς, οὓς καὶ λεβηρίδας ἐκάλουν τινές. § 457a. Ὅτι ἐπὶ ταῖς Γυμνησίαις νήσοις ἡ Βοῦσός ἐστιν, ἣν Ἡρωδιανὸς ἐν τῇ καθόλου προσῳδίᾳ ὀξύνει, Βουσός ἀναγινώσκων. Ταύτης ὁ κύκλος τετρακοσίων σταδίων, ὡς ὁ Γεωγράφος φησίν. § 458-460. Ὅτι ἐν τῷ Λιγυστικῷ πελάγει μέγισται νῆσοι μετὰ Σικελίαν ἡ Σαρδὼ καὶ ἡ Κύρνος· διὸ καὶ ὁ Διονύσιος εὐρυτάτην καλεῖ τὴν Σαρδώ. Ἱστοροῦνται δὲ πολυχρονιώτατοι εἶναι οἱ Κύρνιοι. Τὴν δὲ Κύρνον καὶ Κορσίδα, φησὶ, καλοῦσιν, ἢ κατά τινα τῶν ἀντιγράφων Κορσίκαν. Καὶ ὡς μὲν ἄλλοι φασὶ, Κορσὶς καλεῖται ἀπὸ Κόρσης γυναικός. Λέγεται γὰρ ὅτι νῆσος ἐν τῷ Τυρσηνικῷ πελάγει Κορσὶς ἀπὸ Κόρσης δούλης βουκόλου. Ὡς δὲ ὁ Διονύσιος βούλεται, Κορσὶς λέγεται, διὰ τὰς ἐν αὐτῇ κόρσας, ὅ ἐστι κορυφὰς τῶν ὀρέων. Ἔστι γὰρ τῇ ὕλῃ, φησὶν, ἀμφιλαφὴς, ὅ ἐστι δασεῖα, οὔτις τόσον ὅσον ἐκείνη. Ἀμφιλαφὲς δὲ κυρίως ἐστὶ τὸ δασὺ, οὗ ἔστιν ἀμφοτέρωθεν λαβέσθαι, τραπέντος τοῦ β εἰς φ, Μακεδόνων ἔθει, οἳ καὶ τὸν Φίλιππον Βίλιππόν φασι. Τοιοῦτον δέ τι καὶ τὸ σοφός ἐκ τοῦ σέβω, καὶ τὸ στρεβλός ἀπὸ τοῦ στρέφω. Ἰστέον δὲ ὅτι οὐ μόνον ἐπὶ δασύτητος λέγεται τὸ ἀμφιλαφές, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ πλήθους ἢ πυκνότητος, ὡς δηλοῖ ὁ εἰπὼν βροντὰς ἀμφιλαφεῖς καὶ ἐλέφαντας περί τινα τόπον ἀμφιλαφεῖς. Καὶ τοῦτο μὲν τοιοῦτον. Ἡ δὲ Σαρδὼ, καθὼς καὶ ἐν ἄλλοις προεγράφη, ἐκφέρεται καὶ διὰ τοῦ Σαρδών. Φησὶ γοῦν ὁ Γεωγράφος· διέχει Σαρδόνος ἡ Κύρνος, ἡ καὶ Κορσίκα ὑπὸ Ῥωμαίων λεγομένη, σταδίους ἑξήκοντα. Τραχεῖα δέ ἐστι, φησὶ, καὶ οἰκεῖται φαύλως. Καὶ οἱ [304 M.] κατέχοντες αὐτὴν θηρίων εἰσὶν ἀγριώτεροι, καὶ οὕτω βοσκηματώδεις, ὥστε καὶ ἀνδραποδισθέντες ἢ οὐκ ἀνέχονται ζῆν ἢ ζῶντες ἀπαθείᾳ καὶ ἀναισθησίᾳ τοὺς ἔχοντας ἐπιτρίβουσι, καὶ οἱ αὐτοὺς κτώμενοι δεσπόται εἰ καὶ τὸ τυχὸν τίμημα καταβάλλουσιν ὑπὲρ αὐτῶν, ὅμως μεταμέλει αὐτοῖς ὕστερον. Ἐκλήθη δὲ Σαρδὼν ἀπὸ Σαρδόνος υἱοῦ Ἡρακλέος· ὠνομάσθη δέ ποτε καὶ Ἰχνοῦσα, ἐπεὶ ἴχνει ἀνθρώπου ἐστὶν ὁμοία τὸ σχῆμα. Ὠκίσθη δέ ποτε καὶ ὑπὸ Ἰβήρων, εἶτα ὑπὸ Ἡρακλειδῶν, μετοικίσαντος Ἡρακλέος ἐκεῖ τούς τε Θεσπιάδας καί τινας τῶν Καδμείων καὶ τῶν Λοκρῶν. Εἶτα ᾠκίσθη καὶ ὑπὸ Καρχηδονίων. Ἀπὸ δὲ ταύτης τῆς Σαρδόνος καὶ ὁ παροιμιώδης λέγεται κατά τινας Σαρδόνιος ἢ Σαρδάνιος γέλως, περὶ οὗ ἐν τῇ Ὀδυσσείᾳ γέγραπται. § 461-466. Ὅτι τὸν Αἴολον, περὶ οὗ ζητητέον καὶ εἰς τὴν Ὀδύσσειαν, φιλόξενον βασιλέα λέγει, καὶ Ἱπποτάδην ἀκολούθως Ὁμήρῳ, καὶ χρησάμενος καὶ εἰς αὐτὸν ἐπαναλήψει, διὰ τὸν περὶ αὐτοῦ θρύλον, λέγει θαυμαστὰ δῶρα λαχεῖν αὐτόν· τὰ δ᾽ ἔστιν ἀνέμων κοιρανία, ἤγουν κυριότης, κλονεόντων τὲ ἱσταμένων τε. Καὶ ὅτι αἱ τοῦ Αἰόλου περίδρομοι ἐν ἁλὶ νῆσοι ἑπτὰ εἰσίν, ἐπώνυμοι, φησὶν, ἀνδράσι Πλωταὶ, τουτέστι φερωνύμως καλούμεναι Πλωταί· οὐχ ὅτι μετακινοῦνται, ὡς ἡ Δῆλός ποτε μυθεύεται, ἀλλὰ διότι ὡς περίδρομοι μέσον, φησὶν, ἔχουσι περίπλοον ἀμφιέλικτον, τουτέστι περιπλέονται, καί εἰσι γνώριμοι καὶ οὐκ ἀνώνυμοι, οὐδὲ ἄπλοοι διὰ μοχθηρίαν τινά. Τοῦτο δὲ ἀρετὴ νήσων ἐστίν. Εἶπε δὲ καὶ Ὅμηρος τὴν Αἰόλου νῆσον Πλωτήν· καὶ τούτου ζήτει τὴν αἰτίαν ἐκεῖ. Αἱ δ᾽ αὐταὶ νῆσοι αἱ τοῦ Αἰόλου λέγονται καὶ Λιπαραίων νῆσοι, διέχουσαι τοῦ Σικελικοῦ πορθμοῦ στάδια διακόσια, ἐν ἀπόψει κείμεναι τοῖς ἐκ Σικελίας καὶ ἠπείρου πλέουσιν· ὧν ἐν μιᾷ τῇ καλουμένῃ Στρογγύλῃ τὸν Αἴολον οἰκῆσαί φασιν, ἥτις βίᾳ μὲν φλογὸς λείπεται τῶν ἄλλων ἓξ νήσων, φέγγει δὲ πλεονάζει. Μεγίστη δ᾽ αὐτῶν ἡ Λιπάρα, ἀπὸ Λιπάρου τινὸς κληθεῖσα υἱοῦ Αὔσονος, Κνιδίων ἄποικος, ἐξ ἧς ὡς ἀπὸ μέρους προέχοντος αἱ πᾶσαι Λιπαραίων λέγονται νῆσοι. Ὠνομάσθη δέ ποτε αὕτη καὶ Μελιγουνίς. Ἐγγυτάτω δὲ αὐτῆς ἐστιν ἡ Σικελία. Σημείωσαι δὲ ὅτι αἱ τοῦ Αἰόλου νῆσοι Αἰόλειοι λέγονται, οὐ μὴν καὶ Αἰολίδες· τοῦτο γὰρ αἱ τῶν Αἰολέων νῆσοι εἰς κλῆσιν εἰλήχασι· καὶ ὅτι περὶ τὸ Τυρσηνικὸν αὗται [305 M.] κεῖσθαι λέγονται πέλαγος· ὅθεν σημειωτέον ὅτι καὶ ἡ Σικελία τῷ Τυρσηνικῷ πελάγει παράκειται. § 467-472. Ὅτι τὴν παρ᾽ Ὁμήρῳ Θρινακίαν Τρινακίαν οὗτός φησι, τουτέστι τὴν Σικελίαν. ῞Ητις ἐκτέταται, φησὶν, ἐπὶ τρισσαῖς πλευραῖς ἑστηκυῖα, οἷα δηλονότι τρίγωνος οὖσα. Καὶ ἔστιν οἷον ἐτυμολογία τοῦτο τῆς Τρινακίας, οἱονεὶ τριακρίας, ὃ ἔστι τρία ἐχούσης ἄκρα. Διὸ καὶ ὁ Λυκόφρων τρίδειρον νῆσον λέγει αὐτὴν, καὶ ὁ Πίνδαρος τριγλώχινα. Καὶ ὅρα τὸ ἑστηκυῖα ἐπὶ τρισσαῖς πλευραῖς. Διὰ τοῦτο γὰρ ἐν τοῖς φθάσασι κρηπῖδάς που εἶπεν, ἤτοι βάσεις, τὰς τοῦ τριγώνου πλευρὰς, ὡς ἱσταμένου ἐπὶ κρηπῖδος, ἤτοι βάσεώς τινος. Ἄκρα δέ οἱ, φησὶν, ἤτοι ἀκρωτήρια καὶ γωνίαι τοῦ νησιωτικοῦ τούτου τριγώνου, Πάχυνος τὲ Πελωρίς τε Λιλύβη τέ. Καὶ ὅρα ὅτι κἀνταῦθα γοργῶς ἑνὶ στίχῳ τὰ τρία τῆς Σικελίας ἄκρα ἐμπεριέλαβεν, ὧν Λιλύβη μὲν πρὸς ζέφυρόν ἐστιν εἰσανέχουσα, ἥτις καὶ οὐδετέρως Λιλύβαιον λέγεται, ὡς κεφαλή κεφάλαιον· Πάχυνος δὲ πρὸς αὐγάς· ἐπ᾽ ἄρκτον δὲ πρὸς Αὐσονίαν ὁρᾷ ἡ Πελωρὶς, ἧς ἐν τῷ κόλπῳ ἡ Μεσσήνη. Καὶ ὅρα τὸ εἰσανέχουσα, ὡς οὐ μάτην ἐστοίβασται ταῖς προθέσεσιν, ἀλλ᾽ ἡ μὲν εἰς πρόθεσις τὸ ἐπὶ πολὺ τὴν ἄκραν ἐκτείνεσθαι εἴσω θαλάσσης ἐμφαίνει, ἡ δὲ ανα τὸ ὕψος τοῦ ἀκρωτηρίου παραδηλοῖ, ὅθεν καὶ ἠνεμόεσσαν ἔφη τὴν Πελωρίδα. Ἰστέον δὲ ὅτι ἡ Πελωρὶς ἐνταῦθα μὲν Σικελίας ἄκρα ἐστὶ, κεῖται δέ ποτε ἡ λέξις καὶ ἐπὶ ὀστρέου. Ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς πελωρὶς ὀστρέου εἶδος χήμης μεγαλώτερον· διὸ καὶ πελωρὶς διὰ τὸ μέγεθος λέγεται. Καὶ ταῦτα μὲν οὕτως. Ὁ δὲ Γεωγράφος λέγει ὅτι ἀπὸ Τρινακρίας Θρινακία προσηγορεύθη, μετονομασθεῖσα εὐφωνότερον. Λέγει δὲ καὶ δίαρμα εἶναι ἀπὸ Παχύνου τοῦ ἑῴου ἄκρου πρὸς τὸ στόμα τοῦ ἐν Πελοποννήσῳ Ἀλφειοῦ στάδια τετρακισχίλια, ἀπὸ δὲ τοῦ ἑσπερίου Λιλυβαίου ἐπὶ τὴν Λιβύην καὶ Καρχηδόνα τοὐλάχιστον χίλια πεντακόσια· καί τις τῶν ὀξυδορκούντων λέγεται ἀπὸ σκοπιᾶς ἀπαγγέλλειν τοῖς ἐν Λιλυβαίῳ τὸν ἀριθμὸν τῶν ἐκ Καρχηδόνος ἀναγομένων σκαφῶν. Ἰστέον δὲ ὅτι ὁ Διόδωρος οὐ μόνον ἀκρωτήριον Σικελίας οἶδε τὸ Λιλύβαιον, ἀλλὰ καὶ φρέαρ ἐνταῦθά που ἱστορεῖ οὕτω καλούμενον, καὶ πόλιν δὲ τῷ φρέατι τούτῳ ὁμώνυμον. Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ἐν τῷ Τρινακίη δ᾽ ὑπὲρ πέδον Αὐσόνων τῇ ὑπέρ προθέσει συνήθως αὐτῷ ἐπὶ τῶν νοτίων ἐχρήσατο. Νοτιωτέρα γὰρ ἡ Σικελία τῆς τῶν Αὐσόνων ἠπείρου, ἧς καὶ ἐκκέκοπται, ὡς ῥηθήσεται. [306 M.] Ἄλλοι δέ φασιν ὅτι Θρινακία λέγεται διὰ τὸ ἐοικέναι θρίνακι· ὅπερ ἀπᾴδει τῇ τῶν παλαιῶν δόξῃ· οὐ γὰρ δοκεῖ τοιούτου σχήματος εἶναι ἡ Σικελία. Σιβύλλα δέ φησιν ἀπὸ Τρινάκου βουκόλου κληθῆναι, εἰποῦσα· Θρινακίη νῆσος, τὴν ἔκτισε Τρίνακος ἥρως, υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος. § 473-475. Ὅτι πρὸς βορέαν τῆς Σικελίας ὀλεθρία τοῖς ναύταις κέλευθος, στενή τε σκολιά τε καὶ ἄσχετος· ὅπου ἡ θάλασσα, φησὶ, συρομένη μακραῖς περιβρέμεται σπιλάδεσσιν, ἤτοι παραθαλασσίαις πέτραις. Ἐκφράζει δὲ τὸν Σικελικὸν ἐν τοῖς ἔπεσι τούτοις πορθμόν· ἔνθα καὶ τὸ τῆς Χαρύβδεως ὁ Ὁμηρικὸς μῦθος λέγει γίνεσθαι πάθος καὶ τῆς Σκύλλης κακόν. Ἔστι δὲ ῥοώδης καὶ οὗτος ὁ πορθμὸς, καὶ αὐτὸς μὲν δὶς ἑκάστης ἡμέρας μεταβάλλει, ἑπτάκις δὲ τὸ ὅλον νυχθήμερον ὁ περὶ Εὔβοιαν Εὔριπος. Περὶ ὅν φασι διατρίψαντα τὸν Ἀριστοτέλην καταλῦσαι τὸν βίον· ὅπου καὶ ἡ Εὐβοϊκὴ Ἀρέθουσα, ἔτι δὲ καὶ ἡ Χαλκὶς, ἀφ᾽ ἧς καὶ ὁ Εὐβοϊκὸς Εὔριπος Χαλκιδικὸς λέγεται. Ταύτης δὲ τῆς Χαλκίδος οἱ πολῖται ἀνδρεῖοι ἱστόρηνται, περὶ ὧν χρησμὸς τοιοῦτος ἐξέπεσεν· Ἵππον Θεσσαλικὸν, Λακεδαιμονίαν δὲ γυναῖκα, ἄνδρας δ᾽ οἳ πίνουσιν ὕδωρ ἱερῆς Ἀρεθούσης· τοὺς Χαλκιδέας λέγων ὁ τοιοῦτος χρησμὸς Ἀρεθουσίους κατὰ τὴν ἐξήγησιν τῶν παλαιῶν· ἐκεῖ γάρ ἐστιν ἡ τοῦ τοιούτου χρησμοῦ Ἀρέθουσα. Δεῖ γὰρ εἰδέναι ὅτι οὐ μία ἡ Σικελικὴ, ἀλλὰ πολλαί εἰσιν Ἀρέθουσαι, ὥσπερ καὶ Χαλκίδες καὶ Εὔβοιαι, ναὶ μὴν καὶ πορθμοὶ ῥοώδεις κατὰ τὸν Σικελικόν. Ὧντινων πορθμῶν ὁ κατὰ τὸ Βυζάντιον ἔκρουν ἔχει μόνον, οὐ μὴν καὶ ἀνάκαμψιν. Ἵππαρχος δὲ ἱστορεῖ καὶ μονάς ποτε ποιεῖσθαι αὐτὸν, ἤγουν ἵστασθαι. Κἀκεῖνο δὲ ἰστέον, ὅτι τῶν δύο τῆς Σικελίας πορθμῶν ὁ μὲν πρὸς τῇ Ἰταλίᾳ ὁ βόρειος, περὶ οὗ κατὰ τὸ προσεχὲς ἐρρέθη, ἑπταστάδιος ἱστορεῖται· τοσοῦτον γὰρ, τῆς γῆς, διέχει τὸ στενότατον, καθὰ καί τι μέρος τοῦ Ἑλλησπόντου, ὡς προϊστόρηται· ὁ δὲ πρὸς τῇ Καρχηδόνι ὁ νότιος, ὁ ἀπὸ Λιλυβαίου ἐπὶ Λιβύην, ὡς πρὸ ὀλίγου γέγραπται, σταδίων χιλίων πεντακοσίων, ὃν Λιβυκὸν πόρον καλεῖ ὁ Διονύσιος. [307 M.] § 476. Ὅτι ἡ Σικελία χερρόνησός ποτε ἦν συνεχὴς κατὰ τὸν ἰσθμὸν τῇ τῶν Αὐσόνων γῇ. Σεισμοῦ δέ τινος ὡς εἰκὸς ἐξαισίου συμπεσόντος, καὶ τοῦ ἰσθμοῦ διασχόντος, εἰσπεσεῖν φασι τὴν παρίσθμιον θάλασσαν, καὶ μεσολαβήσασαν θέσθαι νῆσον τὴν Σικελίαν, οὐ πολὺ διὰ τοῦτο τῆς χέρσου διέχουσαν. Ὅθεν καὶ μῦθος φέρεται, τὸν Ποσειδῶνα οἷα ἐπιστατοῦντα τοῖς σεισμοῖς ἀποτεμεῖν τὸν ἰσθμὸν Ἀονίῳ πολυγλώχινι σιδήρῳ, καὶ παρεισαγαγεῖν τὴν ἑκατέρωθεν ζωννύουσαν αὐτὸν θάλασσαν, καὶ οὕτω νῆσον ποιῆσαι τὴν τέως χερρόνησον, χαριζόμενον Ἰοκάστῳ τῷ τοῦ Αἰόλου παιδὶ, ὡς ἂν ἔχοι ταύτην οἰκεῖν ἀσφαλῶς. Ἀπὸ δὲ τῆς ῥηθείσης ῥήξεως, ὡς προείρηται, καὶ τὸ ἐκεῖ λέγεται παρονομασθῆναι Ῥήγιον· καθά που καὶ τὸ παρ᾽ ἡμῖν τὸ Θράκιον· καὶ αὐτὸ γὰρ ἐπὶ τοιᾷδε ῥήξει ὀνομασθῆναί τινες οἴονται, δι᾽ ἧς ῥήξεως ἡ λίμνη τῇ ἐγγὺς θαλάσσῃ ὡμίλησε διεκρεύσασα. Τοιοῦτον δέ τι παθεῖν καὶ τὸν Ἑλλήσποντον ἱστοροῦσί τινες, ὡς προϊοῦσι ῥηθήσεται. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι πιστεύεται τὴν Λέσβον ἀπερρωγέναι τῆς Ἴδης, ὡς καὶ τὴν Σικελίαν τῆς Ῥηγίνης, καὶ τὴν Ὄσσαν τοῦ Μακεδονικοῦ Ὀλύμπου, ὧν μέσον ἔκτοτε διέρρευσεν ὁ Πηνειός. Καὶ τὴν Εὐβοΐδα δὲ γῆν λεπτὸς Εὐρίπου κλύδων Βοιωτίας ἀκτῆς ἐχώρισε, καθά τίς φησι ποιητής. Πολυγλώχινα δὲ σίδηρον τὴν τοῦ Ποσειδῶνος καλεῖ τρίαιναν κατὰ τοὺς παλαιοὺς, ἀντὶ τοῦ τριγλώχινα, τρεῖς ἀκίδας ἔχουσαν· ὥσπερ καὶ προϊών που ἐρεῖ ὅτι ἐν Ἀσίᾳ πολὺς ὠκεανὸς, ὅπερ αὐτὸς ἑρμηνεύων φησί τρισσοὺς γὰρ κόλπους ἐρεύγεται ἔνδοθι· ὡς ταὐτὸν ὂν εἰπεῖν πολὺς ὠκεανὸς καὶ τρισσοὶ ἐξ ὠκεανοῦ κόλποι· εἴ τι γὰρ τρία, φασὶ, τοῦτο καὶ πολλά· οὐ μὴν καὶ ἀνάπαλιν, εἰ πολλὰ, ἐξ ἀνάγκης καὶ τρία· οὐ γὰρ ἀντιστρέφει ὁ λόγος. Αἰνίττεται δὲ, φασὶν, ἡ τρίαινα τὰς τρεῖς τῶν ὑδάτων ποιότητας, τὴν ἁλμυρὰν, οἵα ἐστὶν ἡ τῆς θαλάσσης, τὴν γλυκεῖαν, ὁποία ἡ τῶν ποταμῶν, καὶ τὴν μέσην, τὴν τῶν λιμνῶν. Τὰ γὰρ πικρὰ καὶ ὀξώδη καὶ εἴτι που ἄλλο τοιοῦτον, οὐ προσλογιστέον διὰ τὸ σπάνιον. Ἀόνιον δὲ σίδηρον λέγει, ὡς ἄν τις εἴποι Βοιώτιον· Ἄονες γὰρ ἔθνος βάρβαρον οἰκῆσάν ποτε ἐν Βοιωτίᾳ, ἔνθα Ποσειδῶν ἐτιμᾶτο· καὶ οὐ δήπου κάλλιστός ἐστιν ὁ Ἀόνιος σίδηρος· τοιοῦτος γὰρ μάλιστα ὁ Χαλυβικὸς μεμαρτύρηται, ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται. § 477-480. Ὅτι περὶ τὴν ἑσπερίαν Σύρτιν, τὴν μικρὰν δηλαδὴ, δύο νῆσοι, Μῆνιγξ καὶ Κέρκιννα. Λωτοφάγων [308 M.] δὲ γῆ καὶ αὗται λέγονται καὶ μάλιστα ἡ Μῆνιγξ, ἐν ᾗ καὶ βωμὸς Ὀδυσσέως καὶ λωτὸς πολὺς, περὶ οὗ φησιν ὁ Γεωγράφος· “δένδρον τὸ καλούμενον λωτὸν, ἔχον ἥδιστον καρπόν. Περὶ οὗ ἱστορεῖ πολλὰ καὶ Ἀθήναιος. Γέγραπται δὲ περὶ αὐτοῦ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. § 481-486. Ὅτι ἡ Διομήδεια νῆσος, ἣν οὗτος ἰφθίμου Διομήδεος νῆσόν φησι, περιφραστικῶς αὐτὴν ἐτυμολογῶν, περὶ τὴν Ἀδριάδα ἐστὶ θάλασσαν, ἐπ᾽ ἀριστερὰ τῷ εἰσελαύνοντι πρὸς τῇ Ἰαπυγίᾳ· ἔνθα ᾤκησε Διομήδης, διωχθεὶς ἐκ τῆς πατρίδος Ἀφροδίτης χόλῳ, οἷα τρωθείσης ὑπ᾽ αὐτοῦ ἐν τῷ κατὰ Τροίαν πολέμῳ, καθά φησι καὶ Ὅμηρος. Ἰστέον δὲ ὅτι ὁ μὲν Ποιητὴς σώφρονα τὲ οἶδε τὴν τοῦ Διομήδους γυναῖκα τὴν Αἰγιάλειαν, καὶ οὐδὲ διωχθῆναι τὸν Διομήδην ἱστορεῖ· ἄλλοι δὲ ἱστοροῦσιν ὡς ἡ Ἀφροδίτη ἐν τῷ καιρῷ τοῦ Τρωικοῦ πολέμου ἀνέπεισε τὴν Αἰγιάλειαν, ἣν καὶ κακόφρονα οὗτος καλεῖ, μιχθῆναι τῷ Σθενέλου υἱῷ Κομήτῃ. Ὑφ᾽ ὧν καὶ ἐξωσθεὶς μετὰ τὸν νόστον ὁ Διομήδης εἰς τριλλίστους ἢ τηλίστους Ἴβηρας ἦλθε πλανήτης, ἀλλὰ καὶ εἰς τὴν νῆσον ταύτην. Ἔστι δὲ τὸ μὲν τριλλίστους ταὐτὸν τῷ παρ᾽ Ὁμήρῳ πολυλίστους, ὅ ἐστι πολυλιτανεύτους, τοῦ τρία ἀντὶ τοῦ πολύ ληφθέντος, ἀντιστρόφως τῷ πρὸ μικροῦ ῥηθέντι πολυγλώχινι· ἐκεῖ γὰρ πάλιν τὸ πολύ ἀντὶ τοῦ τρία ἔθετο ἀριθμοῦ, ὡς προείρηται. Καὶ τοιοῦτον μὲν τὸ τριλλίστους· τὸ δὲ τηλίστους τοὺς ὑπερορίους δηλοῖ, καὶ τῆλε, ὅ ἐστι πόρρω, πρὸς τῷ ὠκεανῷ ἀπέχοντας· ἐκεῖ γὰρ ἡ ἑσπερία Ἰβηρία κεῖται. Ἄλλοι δὲ δύο ἱστοροῦσι τὰς τοῦ Διομήδους νήσους, λέγοντες καὶ ὅτι τῆς περὶ τὴν θάλασσαν ταύτην δυναστείας τοῦ Διομήδους καὶ αἱ Διομήδειαι νῆσοι μαρτύρια, καὶ ἡ παρ᾽ Ἐνετοῖς αὐτῷ λευκὸς ἵππος, ὡς ἐρρέθη, θυόμενος. Τῶν δὲ δύο τούτων νήσων τὴν μὲν οἰκεῖσθαί φασιν, ἧς καὶ μεμνῆσθαι δοκεῖ ὁ Διονύσιος, τὴν δὲ ἔρημον εἶναι, ἐν ᾗ καὶ τὸν Διομήδην ἀφανισθῆναι λέγουσι, καὶ τοὺς ἑταίρους ἐκεῖ ἀπορνιθωθῆναι, ὡς καὶ ὁ Λυκόφρων φησίν. § 488-490. Ὅτι πρὸς ἀνατολὰς τῆς Ἀδριάδος ὁ τῶν Ἀψύρτου νήσων ἄσπετος ὁλκὸς ἀναφαίνεται, ὃ ἔστιν αἱ Ἀψύρτιδες νῆσοι, ἃς οἱ Κόλχοι, φησὶν, ἐπέδραμον, τὰ τῆς Μηδείας ἴχνη μαστεύοντες, ἤτοι ζητοῦντες καὶ καταδιώκοντες, ὅτε τῷ Ἰάσονι κατ᾽ ἔρωτα ἠκολούθησεν, ἣν καὶ μὴ συλλαβεῖν ἐκεῖνοι ἐξισχύσαντες, ἀλλ᾽ εἰς κενὸν μογήσαντες ᾤκησαν ὑπ᾽ ἀμηχανίας ἐκεῖ. Οὐ γὰρ ἦν αὐτοὺς εἰς Κολχίδα νοστῆσαι, εἰ μὴ καὶ τὴν Μήδειαν ἀνακομίσονται· οὕτω γὰρ ὁ Αἰήτης ἠπειλήσατο. Ὠνομάσθησαν δὲ Ἀψύρτιδες αἱ νῆσοι ἀπὸ Ἀψύρτου τοῦ ἀδελφοῦ Μηδείας, ὃν συνδιώκοντα ἑλοῦσα διέφθειρεν [309 M.] ἡ Μήδεια, μελεϊστὶ τεμοῦσα καὶ τῇ θαλάσσῃ τὰ τῶν σαρκῶν ἐπισπείρασα τμήματα. Ὅρα δὲ ὅτι τὸ ἴχνη Μηδείας ἀστείως εἶπεν, ὡς ἐπὶ διωκομένου καὶ ἰχνηλατουμένου θηρός. Ἔστι δὲ οὕτω καὶ σεμνὸς ὁ λόγος· λεληθότως γὰρ ὡς θηριώδη σκώπτει αὐτὴν ἐπὶ τῷ φόνῳ τοῦ ἀδελφοῦ. Σημείωσαι δὲ καὶ τὸ ὁλκός ἐπὶ νήσων λεχθέν· ὥστε οὐ μόνον ἐπὶ ὄφεων οὐδὲ ἐπὶ ὕδατος μόνου κεῖται ἡ λέξις. § 492-495. Ὅτι μετὰ τὰ Κεραύνια δρυμὰ πρὸς νότον αἱ τῶν Ἀμβρακιέων φαίνονται νῆσοι καὶ ἡ λιπαρὰ Κέρκυρα, φίλον πέδον Ἀλκινόου τοῦ κατὰ τὰς ἱστορίας ἐκεῖ μεγαλωνύμως βασιλεύσαντος· ἐφ᾽ ᾗ, τουτέστι μεθ᾽ ἣν Κέρκυραν, τὸ τῆς Ἰθάκης ἕδος ἐστήρικται, ἣν καὶ Νηρικίην λέγει, οὐχ ὡς Νήρικον ἔχουσαν ὄρος κατά τινας· ἐκεῖνο γὰρ ὁ Ποιητὴς Νήριτον λέγει διὰ τοῦ τ· ἀλλ᾽ ὡς Ἠπειρωτικήν. Τῆς Ἠπείρου γὰρ πόλις καὶ τὸ Νήρικον, ἡ λεγομένη Λευκὰς, ὡς ἐν τῷ τῆς Ὀδυσσείας ω τῷ μεγάλῳ εἴρηται, διὰ τοῦ κ γραφόμενον· εἰ καί τις Λούπερκος, ἀνὴρ παλαιὸς, ὡς οἱ σχολιασταὶ λέγουσι, διὰ τοῦ τ γράφει καὶ τὴν τοιαύτην πόλιν ὁμωνύμως τῷ Ἰθακησίῳ ὄρει. Οἱ Ἀμβρακιεῖς δὲ Ἠπειρωτικὸν καὶ αὐτοὶ ἔθνος· οὕτω δὲ λέγονται ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρὸς ἢ ἀπὸ Ἄμβρακος υἱοῦ Θεσπρωτοῦ, ἀφ᾽ οὗ καὶ κόλπος Ἀμβρακιωτικὸς, καὶ πόλις Ἀμβρακία, ὡς ἀπὸ Θεσπρωτοῦ ἡ Θεσπρωτία χώρα. Τὸ δὲ Ἄμβραξ εἰσὶν οἳ ἀρχαϊκώτερον διὰ τοῦ π γράφουσι, καὶ διὰ τοῦτο καὶ τὴν χώραν Ἀμπρακίαν, ὡς καὶ τὰς νήσους τὰς Βρεττανικὰς Πρεττανικάς· πλείων δὲ ἡ διὰ τοῦ β γραφή. Λιπαρὰν δὲ τὴν Κέρκυραν λέγει διὰ τὸ πολύκαρπον τὲ καὶ εὔκαρπον, ὅπερ ἐμφαίνει καὶ ἐν τῇ Ὀδυσσείᾳ ὁ Ποιητής. Τὰ δὲ παλαιὰ σχόλια καὶ πολλὰ δὲ τῶν ἱστοριῶν ἀντίγραφα ἐμφαίνουσιν ἀμφιβόλως ἔχειν παρὰ τοῖς παλαιοῖς τὴν τῆς νήσου ταύτης γραφήν· λέγεσθαι γὰρ καὶ διὰ τοῦ ο μικροῦ Κόρκυραν. Κορινθίων δέ ἐστι κτίσμα ἡ Κέρκυρα, καὶ ηὐξήθη ποτὲ, καὶ πολλὰς πόλεις καὶ νήσους ᾤκισε, καὶ ναυτικὸν ἔσχε πολὺ, ὥστε καὶ ἐν τῷ Περσικῷ πολέμῳ οἱ Κερκυραῖοι ναῦς ἑξήκοντα ἐπλήρωσαν, ὅταν τὸ ἀμφίβολον τοῦ πολέμου εὐλαβούμενοι οὔτε τῷ Ξέρξῃ οὔτε τῇ Ἑλλάδι ἐβοήθησαν, ἀλλὰ τὴν βοήθειαν ἀνεβάλλοντο. Ἠρημώθη δὲ αὖθις, ὡς καὶ εἰς τοιαύτην παροιμίαν πεσεῖν, “ἐλευθέρα Κέρκυρα, χέζ᾽ ὅπου θέλεις. Δύο δὲ Κέρκυραι, ἥ τε Φαιακὶς, πρὸς τῷ Ἰονίῳ κόλπῳ, περὶ ἧς καὶ τῷ Διονυσίῳ νῦν ὁ λόγος, ἡ καλουμένη καὶ Σχερία καὶ Δρέπανον καὶ Ἄργος· καὶ αὕτη [310 M.] μὲν μία· ἑτέρα δὲ Κέρκυρα ἐντὸς τοῦ Ἰονίου, διὰ τοῦ ο μάλιστα λεγομένη Κόρκυρα, ἡ καὶ Μέλαινα καλουμένη. Δύο δὲ λιμένας ἡ Φαιακὶς ἔχει, ὧν θάτερος Ἀλκινόου λέγεται. Ἰστέον δὲ ὅτι οἱ Κερκυραῖοι παρά τισι καὶ Κέρκυρες λέγονται, ὡς καὶ Ἴλλυρες οἱ Ἰλλυριοὶ, καὶ οἱ Ἀσσύριοι Ἄσσυρες, καὶ οἱ θεράποντες θέραπες, ὡς ὅτε Αἰλιανὸς λέγει, “λέγουσι δὲ καὶ οἱ προφῆται καὶ θέραπες τῶν θεῶν. Εὕρηνται δὲ καὶ οἱ πολύποδες λεγόμενοι πώλυπες. § 496-497. Ὅτι Χαλκὶς ὄρος ἐστὶν Αἰτωλίας, ἀφ᾽ ἧς ὁ Ἀχελῷος ἕρπει δίναις ἀργυρέαις. Εἰσὶ δὲ καὶ ἄλλαι Χαλκίδες, ὄρη δηλοῦσαι ἢ πόλεις, οἷον καὶ ἡ κατὰ Εὔβοιαν, ὡς καὶ πρὸ βραχέων ἐρρέθη πλατύτερον, καὶ ἡ Θρᾳκικὴ, ἣ καὶ μέχρι νῦν σώζει τὸ ὄνομα. § 498-504. Ὅτι βορειότεραι νῆσοι Κρήτης πρὸς ζόφον, οὕτω γὰρ ὁ τῆς ἱστορίας συντάσσεται νοῦς, Αἴγυλα, Κύθηρα, Καλαύρια τὲ τραχεῖα· Κάρπαθος δὲ ἑτέρωθεν, πρὸς ἀνατολὰς δηλαδή. Ἐγγὺς δ᾽ αὐτῆς ἡ Κρήτη, ἣν ἐγκωμιάζων φησί· Κρήτη τιμήεσσα, τιθήνη Διὸς, ἧς τὸ μέγεθος περιώσιον, ἤτοι μέγα, πολλή τε λιπαρά τε καὶ εὔβοτος. Ὑπὲρ ἧς ἡ Ἴδη, ὄρος ἐγχώριον, ἀφ᾽ ἧς ἡ Τρωϊκὴ Ἴδη ὠνόμασται, ὡς τῷ Γεωγράφῳ δοκεῖ· ἣν καὶ ἐπαναλαβὼν ὁ Διονύσιος ὡς ἀξίαν λόγου φησίν· Ἴδη καλλικόμοισιν ὑπὸ δρυσὶ τηλεθόωσα. Πολύδενδρον γὰρ τὸ ὄρος καὶ μεγαλόδενδρον. Κρήτη δὲ λέγεται, ὡς οἱ παλαιοί φασιν, ἀπὸ τῶν ἐκεῖ οἰκησάντων Κουρήτων, οἱονεὶ Κουρήτη, καὶ ἐν συγκοπῇ Κρήτη. Οἱ δὲ ἀπὸ Κρητός τινος αὐτὴν Κρήτην ὠνόμασαν υἱοῦ τοῦ Διός. Ἀρριανὸς δέ φησι· Κρὴς, οὗ Κρήτη ἐπώνυμος, ὁ τὸν Δία κρύψας ἐν ὄρει Δικταίῳ, ὅτε Κρόνος ἐμάστευεν ἐθέλων ἀφανίσαι αὐτόν. Ἀρχίας δέ τις, ὡς λέγεται, Κρεήτην αὐτὴν ὠνόμασε, πλεονασμῷ τοῦ ε. Τῶν δὲ συμμνημονευθεισῶν ἐνταῦθα τῇ Κρήτῃ τεσσάρων νήσων, Αἴγυλα μὲν οὐκ ἠξίωται πολλοῦ λόγου τοῖς παλαιοῖς, τὰ Κύθηρα δὲ νῆσός ἐστι πρὸς τῇ Κρήτῃ, φυλάττουσα καὶ εἰσέτι τὴν κλῆσιν, δοκοῦσα αἰτία εἶναι τοῦ τὴν Ἀφροδίτην καλεῖσθαι Κυθέρειαν κατὰ τὸν Ἡσιόδου μῦθον, λέγοντος Κυθέρειαν τὴν Ἀφροδίτην λέγεσθαι, διότι προσεπέλασε Κυθήροις. Ἐκαλεῖτο δὲ, φασὶ, καὶ Πορφύρουσά ποτε, διὰ τὸ καλλίστας ἔχειν πορφύρας. Ὠνόμασται δὲ, φασὶν, ἀπὸ Κυθήρου τοῦ Φοίνικος. Τὴν δὲ Καλαύριαν νῆσον οἱ παλαιοὶ σχολιασταὶ πρὸς ἀντιδιαστολὴν τῆς τῶν Καλαβρῶν χώρας, τῆς τῷ κανόνι τῶν χωρῶν παροξυνομένης, προπαροξύνουσι, Καλαύριαν [311 M.] ἀναγινώσκοντες, τὴν τοῦ ἰῶτα μέντοι καὶ οὕτω φυλάσσοντες γραφήν. Καὶ οὐδὲ διὰ τοῦ β γράφουσι ταύτην, ἀλλὰ διὰ τῆς αυ διφθόγγου ἐν τῇ προπαραληγούσῃ. Λέγουσι δὲ κύκλον ἔχειν ταύτην τὴν νῆσον σταδίων τριάκοντα, πορθμῷ τετρασταδίῳ διεστῶσαν τῆς ἠπείρου. Εἶτά φασι μετ᾽ αὐτὴν εἶναι τὸν ἀνωτέρω μνημονευθέντα Σαρωνικὸν κόλπον, οὗ πρόκειται ἡ Αἴγινα, τοῦ Μυρτῴου ἤδη αὐτὴ πελάγους οὖσα, ὡς καὶ τὰ Κύθηρα καὶ ἡ Καλαύρια καὶ ἡ Σαλαμίς. Ἔχειν δέ φασι καὶ ἱερὸν Ποσειδῶνος ἄσυλον τὴν Καλαύριαν ταύτην νῆσον, διὸ καὶ τὸν Δημοσθένην ἐκεῖ φυγόντα σταλεὶς ὁ Ἀρχίας ὑπ᾽ Ἀντιπάτρου οὐκ ἐβιάσατο, ἀλλὰ πείθειν ἐπειράθη· εἰ καὶ μὴ ἐπείσθη ἐκεῖνος, ἀλλὰ τοῦ ζῆν ἑκὼν ἑαυτὸν παρέλυσεν. Ἠλλάξατο δὲ, φασὶν, ὁ Ποσειδῶν τὴν Καλαύριαν ταύτην πρὸς τὴν Λητὼ, ἀντιδοὺς τὴν Δῆλον, ὥσπερ καὶ τὴν Πυθὼ ἀντιδοὺς ἔσχε τὸ Ταίναρον. Ὅθεν καὶ λόγος παροιμιώδης ἐπὶ τῶν ἴσα ἀνθαιρουμένων καὶ ἀντικαταλλασσόντων ὡς αὐτοῖς βουλητόν, Ἶσόν τοι Δῆλον τὲ Καλαύριαν τὲ νέμεσθαι, Πυθώ τ᾽ ἠγαθέην καὶ Ταίναρον ἠνεμόεντα. Τῇ δὲ Καρπάθῳ λυμήνασθαί ποτέ φασι τοὺς λαγωοὺς, κακὸν γενομένους ἐπακτὸν ἔξωθεν, ὡς καὶ ἡ παροιμία δηλοῖ ἡ λέγουσα, ὁ Καρπάθιος τὸν λαγών. Κρήτης δὲ πόλεις μέγισται, καθὰ καὶ προγέγραπται, Γόρτυνα, Κυδωνία καὶ Κνωσσὸς, βασίλειον Μίνωος, ἥτις καὶ Καίρατος ἐκαλεῖτο, ὁμωνυμοῦσα ποταμῷ τινι παραρρέοντι. Μίνως δὲ πρῶτος τὴν νῆσον ἐξημέρωσε νόμοις καὶ πολιτείαις καὶ πόλεων συνοικισμοῖς. Εἴρηκε δὲ περὶ αὐτῆς καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ, καὶ γέγραπται ἐκεῖ ὅσα ἔδει. Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ εἰπεῖν βορειότεραι νῆσοι Κρήτης, βορειότεραι Ἀμνισοῦ εἶπεν ὁ Περιηγητὴς, ἀπὸ μέρους δηλώσας τὸ ὅλον. Μέρος γάρ τι Κρήτης ὁ Ἀμνισὸς, ἔνθα καὶ σπήλαιον Εἰληθυίας, ὡς ἐν τῇ Ὀδυσσείᾳ ὁ Ποιητὴς ἱστορεῖ. § 504-507. Ὅτι ἀντικρὺ τῆς Αἰγυπτίας πέζης, ἤγουν τῆς τοῦ Δέλτα βορείας κρηπῖδος ἢ στάσεως ἢ βάσεως, ἡ Ῥόδος κεῖται, ἧς ὁ κύκλος σταδίων ἐστὶν ἐννεακοσίων εἴκοσι. Περὶ ἣν πόλις Λίνδος, ἡ καὶ μέχρι νῦν περιᾳδομένη, ἀφ᾽ ἧς πλοῖα Λινδικὰ, ἔτι δὲ καὶ Ἰηλυσσὸς, καὶ Κάμιρος διὰ τοῦ ι γραφομένη πρὸς ἀντιδιαστολὴν τοῦ κυρίου· ὁ γὰρ Κάμειρος τὸ κύριον διὰ διφθόγγου γράφεται. Μεθ᾽ ἣν πρὸς ἀνατολὰς ἐν ἀρχῇ τῆς τῶν Παμφυλίων παραλίας, ἔνδον τῆς τῶν Πατάρων μεγάλης ἄκρας, αἱ Χελιδονίαι τρεῖς νῆσοι κεῖνται, πάρισοι τὸ [312 M.] μέγεθος, διέχουσαι ἀλλήλων ὅσον πέντε σταδίους, τῆς δὲ γῆς ἀφεστηκυῖαι ὡς ἑξαστάδιον. Ἀφ᾽ ὧν οἴονταί τινες ἄρχεσθαι τὸ ᾀδόμενον ὄρος τὸν Ταῦρον, ἀρχόμενον τῇ ἀληθείᾳ ἀπὸ τῆς τῶν Ῥοδίων περαίας. Ἰστέον δὲ ὅτι Ἡρωδιανὸς ἐν τῇ καθόλου προσῳδίᾳ Χελιδονιαί ἀναγινώσκει ὀξυτόνως, ὡς πυρκαϊαί. Πάταρα δὲ κτίσμα Πατάρου, πόλις μεγάλη, περὶ ἧς προεγράφη πλατύτερον. Ἡ δὲ Ῥόδος ἄλλα τὲ ἔσχε θαυμαστὰ καὶ τὸν τοῦ Ἡλίου δὲ κολοσσὸν, Χάρητος ἔργον, ἀνδρὸς Λινδίου, πήχεων ἑβδομήκοντα· καὶ ἦν καὶ αὐτὸς ἓν τῶν ἑπτὰ θεαμάτων, ὃς ἔπεσε σεισμῷ κλασθεὶς ἀπὸ τῶν γονάτων. Πολλὰ δὲ καὶ ἄλλα εἶχεν ἡ Ῥόδος ἀγάλματα, ὧν τὸ τεχνικὸν καὶ μικροῦ δεῖν ἔμψυχον αἰνιττόμενοι οἱ τεχνῖται ἁλύσεσιν ἐδέσμουν αὐτὰ, μὴ καὶ λάθοιεν τάχα κινηθέντα μεταστῆναί που ἀλλαχοῦ. Εἰ δὲ χρὴ τὴν νῆσον ταύτην οὐ μόνον τῷ μεγίστῳ κολοσσῷ σεμνῦναι, ἀλλὰ καὶ σμικροτάτῳ τινὶ ἐπᾶραι ἀναθήματι· ἐκεῖ γὰρ καὶ ὁ καλὸς πέρδιξ ἦν, τὸ τοῦ Πρωτογένους ὑμνούμενον πάρεργον. Διὰ δὲ τὸν ἀνωτέρω ῥηθέντα μέγαν κολοσσὸν καὶ Κολοσσαεῖς ὡς ἐκ μεγάλου παρασήμου ἐκαλοῦντο οἱ Ῥόδιοι. Λέγεται δὲ καὶ ναύσταθμα ἔχειν ἡ Ῥόδος κρυπτὰ καὶ ἀπόρρητα τοῖς πολλοῖς, καὶ τῷ κατοπτεύσαντι αὐτὰ θάνατον εἶναι τὴν ζημίαν. Ἐκλήθη δέ ποτε, φασὶν, Ὀφίουσα· εἶτα Τελχινὶς, διὰ τοὺς ἐκ Κρήτης Τελχῖνας οἰκήσαντας ἐκεῖ, ἄνδρας γόητας καὶ βασκάνους. Καίτοι τινὲς μάτην δυσφημηθῆναι τούτους φασί· βασκανθῆναι γὰρ μᾶλλον ὑπὸ τῶν ἀντιτέχνων αὐτοὺς, ἀρίστους ὑπάρξαντας ἐργάτας χαλκοῦ καὶ σιδήρου, οἳ καὶ τὴν ἅρπην τῷ Κρόνῳ ἐδημιούργησαν. Ὁ δὲ Γεωγράφος φησὶ καὶ ὅτι πλεύσαντες οἱ Ῥόδιοι μέχρις Ἰβηρίας ἔκτισαν ἐκεῖ πόλιν Ῥόδον. § 508-509. Ὅτι ἡ Κύπρος οὐδεμιᾶς νήσου λειπομένη τῇ ἀρετῇ τῷ Παμφυλίῳ καὶ τῷ Ἰσσικῷ κλύζεται κόλπῳ, ἧς οὐδεμία ἔτι ἀνατολικωτέρα νῆσός ἐστι. Λέγει δὲ αὐτὴν Ἀφροδίτης ἄστυ ἐπήρατον, ὡς καὶ τὴν Σαμοθρᾴκην Κορυβάντιον ἄστυ, μικροπρεπῶς μὲν, οὐ γὰρ μεγαλόφωνον τὸ τὴν τοσαύτην νῆσον εἰπεῖν ἄστυ, ἀκολούθως δ᾽ οὖν τῷ μύθῳ, διὰ τὴν ἐκεῖ τῆς Ἀφροδίτης μάλιστα διατριβήν. Ἄθυρμα γὰρ ἦν ἡ νῆσος τῇ δαίμονι, ἀφ᾽ ἧς καὶ Κύπρις παρωνόμασται· τοῦτο δὲ διὰ τὴν τῶν ἐκεῖ μαχλοσύνην καὶ τὸ ἐπαφρόδιτον. Τινὲς δέ φασι Κύπρον κληθῆναι αὐτὴν ἀπὸ Κύπρου υἱοῦ Κινύρου, ἢ ἀπὸ ἄνθους ἐκεῖ πολλοῦ φυομένου, κύπρου καλουμένου. Οἱ δὲ Κρύπτον ποτὲ κληθῆναι αὐτὴν λέγουσι, διὰ τὸ κεκρύφθαι ὑπὸ θαλάσσης· ὅπερ καὶ περὶ Δήλου μυθεύεται, καὶ περὶ Ῥόδου δὲ κατὰ Πίνδαρον. Ὅτι δὲ καὶ Σφήκεια ἐκλήθη ποτὲ καὶ [313 M.] Κεραστία, ὁ Λυκόφρων δηλοῖ. Ὀλβιώτατοι δὲ νησιωτῶν οἱ Κύπριοι. Λέγονται δέ ποτε θαλαττοκρατῆσαι καιρόν τινα καὶ αὐτοί. Κύκλος δὲ ταύτης τῆς νήσου στάδια τρισχίλια τετρακόσια εἴκοσιν τοῖς κατακολπίζουσι. Πολλαχοῦ δὲ καὶ ἰσθμοὺς ποιεῖ, διὰ τὸ τοῦ σχήματος ἑτερόμηκες. § 511-512. Ὅτι πρόσθεν Σουνιάδος κορυφῆς, ἐφύπερθεν ἢ ὑπένερθεν τῶν Ἀβάντων, φαίνονται Σαλαμίς τε καὶ Αἴγινα. Δεῖ δὲ εἰδέναι ὅτι ταὐτὸν ἐνταῦθα δηλοῖ καὶ τὸ ἐφύπερθεν Ἀβάντων καὶ τὸ ὑπένερθεν, ἵνα λέγῃ δι᾽ ἀμφοῖν τὸ νοτιώτερον· ὅπερ εἰ καὶ ὑπένερθέν ἐστιν, διὰ τὸ καθ᾽ ἡμᾶς βόρειον ὕψος, ἀλλὰ κατὰ τὴν τοῦ Περιηγητοῦ συνήθειαν ὕπερθέν ἐστιν, ὡς τιθέντος ἐπὶ τῶν νοτίων τὴν ὑπέρ πρόθεσιν. Ἀκρωτήριον δὲ ᾀδόμενον Ἀττικῆς καὶ Εὐβοίας τὸ Σούνιον. Περὶ ἣν Εὔβοιάν εἰσιν οἱ Ἄβαντες, περὶ ὧν ἐροῦμεν μετ᾽ ὀλίγα. Ἡ δὲ Σαλαμὶς πρώτη ἐν τῷ Σαρωνικῷ πελάγει, πρὸς ἀνατολὰς Κορίνθου. Καὶ μετ᾽ αὐτὴν ἡ Αἴγινα, ἣν ἐν πολλοῖς καὶ ὁ Πίνδαρος ἐξυμνεῖ. Περὶ ἧς καὶ τοιαῦτα γράφεται· Νῆσος πρὸ τῆς Ἐπιδαυρίας ἡ Αἴγινα ἐνδοξοτάτη, κύκλον σταδίων ἑκατὸν ὀγδοήκοντα, κλυζομένη τῷ τε Κρητικῷ πελάγει καὶ τῷ Μυρτῴῳ, τῷ μεταξὺ Κρήτης καὶ Ἀργείας καὶ Ἀττικῆς, ἐν βάθει μὲν γεώδης, ἐπιπολῆς δὲ πετρώδης, διὸ καὶ ψιλή ἐστι, κριθοφόρος δὲ ἱκανῶς, Οἰνώνη ποτὲ ὀνομαζομένη. Ἐξ αὐτῆς ὁ Αἰακός. Οἱ δὲ ἐν αὐτῇ πρῶτοι Μυρμιδόνες ἐκλήθησαν, οὐχ ὅτι κατὰ τὸν μῦθον λοιμοῦ τῇ νήσῳ συμπεσόντος καὶ τῶν ἐκεῖ ἐκτριβέντων τῇ νόσῳ, οἱ μύρμηκες ἄνθρωποι ἐγένοντο, Αἰακοῦ εὐξαμένου, ἀλλ᾽ ὅτι μυρμήκων δίκην τὴν ἀγαθὴν γῆν κάτω οὖσαν ὑπορύττοντες ἐπέφερον ταῖς πέτραις, ἵνα τὴν μὲν ἔχωσι γεωργεῖν, ἐν δὲ τοῖς ὀρύγμασι κατοικεῖν, φειδόμενοι τοῦ πλινθοποιεῖν, ἵνα ἔχωσι γῆν. Δωριεῖς δὲ ἀνέκαθεν οἱ Αἰγινῆται ἀπὸ Ἐπιδαύρου κατὰ τὸν Ἡρόδοτον. Ἐκ ταύτης τῆς νήσου καὶ ὁ ᾀδόμενος Κριὸς, ἀνὴρ γενναῖος ἀθλητής· ὑφ᾽ οὗ ἀπελαυνόμενος [314 M.] τῆς νήσου ὁ τῶν Λακώνων βασιλεὺς Κλεομένης καὶ θέλων ἐκφοβῆσαι αὐτὸν ἔφη ἀστείως τὸ ὑμνούμενον, ἤδη νῦν καταχαλκοῦ, ὦ κριὲ, τὰ κέρατα, ὡς μεγάλῳ κακῷ συνοισόμενος. Λέγεται δὲ καὶ Σώστρατός τις Αἰγινήτης ἔμπορος μεγάλα ἐκ φορτίων κερδῆσαι. Καὶ ταῦτα μὲν περὶ Αἰγίνης. Ἡ δὲ Σαλαμὶς ἑβδομήκοντα σταδίων ἔχει περίμετρον ἢ ὀγδοήκοντα. Ἐκαλεῖτο δέ ποτε Κυχρεία, ἀπό τινος Κυχρέως, οὗ καὶ Λυκόφρων καὶ Ἀρριανὸς μέμνηνται, ὃς ὄφις μὲν ἐπεκλήθη διὰ τραχύτητα τρόπου, ἀπηλάθη δὲ τῆς νήσου ὑπὸ Εὐρυλόχου. Ὠνόμασται δὲ ἡ νῆσος αὕτη καὶ Σκιρὰς ἀπό τινος ἥρωος· ἀφ᾽ οὗ καὶ Σκιρὰς Ἀθηνᾶ παρ᾽ Ἀθηναίοις, καὶ ὁ μὴν ὁ Σκιροφοριὼν, καὶ Σκίρα τόπος ἐν Ἀττικῇ. Εἶχε δὲ καὶ ποταμὸν Βώκαρον λεγόμενον, ὡς καὶ Λυκόφρων ἱστορεῖ, ὡς ἂν εἴποι τις Βουκέφαλον· καθὰ καὶ πηγή τις παρὰ Θεοκρίτῳ Βούρινα Ἰταλικὴ, βοὸς ῥινὶ παρονομαζομένη. Ὅτι δὲ περὶ Σαλαμῖνα κατεναυμαχήθη ὁ Ξέρξης, καὶ ὅτι ναυτικὸν ἀξιόλογον ἔσχε ἡ νῆσός ποτε, οὐδεὶς τῶν περὶ λόγους ἠγνόηκε. Τὸν δὲ περὶ Σαλαμῖνα πορθμὸν διστάδιον εἶναί φασιν, ὃν ἐπειρᾶτο μὲν ὁ Ξέρξης καταχῶσαι καὶ οὕτως ἀποχερσῶσαι, ἀπεναντίας τι ποιῶν τοῖς περὶ τὸν Ἄθω νεανιεύμασιν, οὗ τὸν αὐχένα διορύξας ἀπεθαλάσσωσεν, ἐκωλύθη δὲ φυγών. § 510. Ὅτι περὶ Φοινίκην νῆσος ἡ Ἄραδος. Λέγονται δὲ γενέσθαι ποτὲ ἔνδοξοι οἱ Ἀράδιοι, ὅτε στασιαζόντων τῶν ἀδελφῶν Σελεύκου τοῦ Καλλινίκου καὶ Ἀντιόχου τοῦ Ἱέρακος, αὐτοὶ τῷ Καλλινίκῳ προσθέμενοι ἔλαβον ἐξουσίαν δέχεσθαι τοὺς καταφεύγοντας ἐκ τοῦ βασιλέως παρ᾽ αὐτοὺς, καὶ μὴ ἐκδιδόναι ἄκοντας· μὴ μέντοι μηδὲ ἐκπλέειν ἐξ αὐτῶν τοὺς πρόσφυγας ἄνευ τοῦ ἐπιτρέψαι τὸν βασιλέα. Ἔστι δὲ καὶ ἑτέρα νῆσος Ἄραδος, ὡς ῥηθήσεται κατωτέρω. § 513-516. Ὅτι τὸ Αἰγαῖον πέλαγος ἀπειρεσίας ἔχειν λέγει νήσους, καὶ ὅτι θηητὸν βαθὺν πόρον τὸν τοῦ Αἰγαίου καλεῖ. Καὶ ὅτι τὸν Ἑλλήσποντον παραφράζων ἢ ἐτυμολογῶν στενωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης λέγει αὐτὸν, ὡς ἐκεῖ καταπεσούσης τῆς Ἕλλης τῆς θυγατρὸς τοῦ Ἀθάμαντος, καὶ λιπούσης τῷ τόπῳ τὸ ὄνομα, ἧς καὶ τάφον Ἡρόδοτος ἱστορεῖ περὶ τὴν Θρᾳκικὴν Χερρόνησον. Ὁ δὲ Διονύσιος λέγει καὶ ὅτι Σηστὸς ἐκεῖ καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο· Σηστὸς μὲν, Λεσβίων ἄποικος, καθὰ καὶ ἡ Μάδυτος, ὡς ὁ Γεωγράφος φησὶ, Χερρονησία πόλις, Ἀβύδου [315 M.] διέχουσα σταδίους τριάκοντα ἐκ λιμένος εἰς λιμένα. Ἔνθα καὶ ἡ λεγομένη Ἀποβάθρα, ὅπου ἡ Ξερξικὴ σχεδία ἐπήγνυτο. Περὶ Εὐρώπην δέ ἐστιν ἡ ῥηθεῖσα πόλις, λεγομένη Ἀττικῶς μὲν ἡ Σηστὸς, παρὰ δ᾽ Ἐφόρῳ ὁ Σηστός. Ἔσχε δέ ποτε τεῖχος ἰσχυρὸν, ὡς Ἡρόδοτος ἱστορεῖ. Ἄβυδος δὲ πρὸς ἀνατολὰς ἀντιπαρήκουσα τῇ Σηστῷ, κτίσμα Μιλησίων, ἴσον διέχουσα Λαμψάκου καὶ Ἰλίου, ὡς ὁ Γεωγράφος φησίν· ἔνθα τὸ ἑπταστάδιον τοῦ πορθμοῦ, ὅπερ ὁ Ξέρξης ἔζευξεν. Ἐνεπρήσθη δὲ ἡ Ἄβυδος αὕτη ὑπὸ Δαρείου τοῦ πατρὸς Ξέρξου. Εἶναι δὲ λέγεται ποτε καὶ Λιβυκὴ Ἄβυδος Αἰγυπτία, ἔχουσα Μεμνόνειον βασίλειον, δευτερεύουσα μετὰ τὰς ἑκατομπύλους Θήβας. Καὶ Ἰταλικὴ δὲ ἱστόρηται Ἄβυδος. Ὅτι δὲ περὶ Ἑλλησπόντου ἀμφεβλήθη τοῖς παλαιοῖς ἄλλα τὲ καὶ πόθεν ἂν ἄρχοιτο, ἤδη προγέγραπται. Ἴστρον δέ τινά φασιν ἱστορεῖν, τέσσαρας γενέσθαι μεγάλους κατακλυσμοὺς, ὧν ἐφ᾽ ἑνὶ διαρραγέντα τὸν Ἑλλήσποντον ἀφορίσαι τῆς Ἀσίας τὴν Εὐρώπην. Ἰστέον δὲ ὅτι κατὰ τὸν γράψαντα τὰ Ἐθνικὰ ἡ Ἰταλικὴ πόλις λέγεται οὐδετέρως τὸ Ἄβυδον, καὶ ὅτι ἐπὶ συκοφαντίᾳ καὶ μαλακίᾳ διεβάλλοντο οἱ Μιλήσιοι Ἀβυδηνοὶ οὗτοι. Ὅθεν καὶ παροιμία, μηδ᾽ εἰκῆ τὴν Ἄβυδον πατεῖν, ἤγουν μὴ θαρρούντως αὐτῆς ἐπιβαίνειν. Ἐξ αὐτῆς δὲ καὶ ἑτέρα παροιμία ἐπὶ τῶν ἀηδῶν, τὸ Ἀβυδηνὸν ἐπιφόρημα. Τὸ δὲ ἐναντίον ὅρμον ἔθεντο ἀντὶ τοῦ κατεναντία κεῖνται ἀλλήλαις καὶ ἀντίπορθμοί εἰσιν. § 517-524. Ὅτι τῶν ἐν τῷ Αἰγαίῳ νήσων ὅσαι ὑπὸ νεύματι χειρὸς λαιᾶς κεῖνται τοῖς εἰσιοῦσι τὸν Ἑλλήσποντον, τῆς Εὐρώπης εἰσίν· ὧν ἐστι καὶ ἡ Μάκρις καὶ ἡ Σκῦρος καὶ ἡ Πεπάρηθος καὶ ἡ Λῆμνος, ἥτις ῞Ηφαιστον ἐτίμα, καὶ Ἴμβρος καὶ Σάμος Θρᾳκία, ἥτις Καβείρων εἶχεν ἱερὰ, οἳ καὶ Κορύβαντες ἐλέγοντο, καὶ Θάσος, ἥτις καὶ χρυσία εἶχέ ποτε, καὶ τὸ Δάτον συνῴκισε, πόλιν ἔνδοξον περὶ τὴν τοῦ Στρυμόνος παραλίαν. Ἀφ᾽ οὗ παροιμίαν οἱ παλαιοί φασι Δάτος ἀγαθῶν, ὡς τὸ ἀγαθῶν ἀγαθῖδες. Καὶ σκόπει ἐνταῦθα τὴν παροιμίαν, τὸ ἀγαθῶν ἀγαθῖδες. Εἰ γὰρ καὶ ἄλλως αὐτὴν οἱ παλαιοὶ ἐκλαμβάνονται, ἀλλ᾽ ἔοικε τοπικόν τι εἶναι ἡ ἀγαθὶς, διὸ καὶ εἰς ὁμοιότητα παρετέθη τοῦ Δάτος ἀγαθῶν, ἵνα ὥσπερ λέγεται Δάτος ἀγαθῶν οἷον τόπος καὶ πόλις, οὕτω λέγηται καὶ ἀγαθῖδες ἀγαθῶν. Εἰ γὰρ μὴ τοῦτο, ποία λοιπὸν ἄλλη ὁμοιότης τῶν δύο τούτων παροιμιῶν; Ἰστέον δὲ ὅτι Παρίων κτίσμα ἡ Θάσος· τὸ Πάριον δὲ πόλις ἐν τῇ Προποντίδι. Ο δὲ Ἀρριανὸς ἄλλως φησί· Πάριος υἱὸς Ἰασίωνος, [316 M.] ᾧ ἐπώνυμον τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ. Καὶ οὐ διαφωνεῖ Ἀρριανὸς πρὸς τὸν πρῶτον λόγον, ἀλλὰ τάχα ταυτότητα παραδηλοῖ, ὡς ἐν πολυωνυμίᾳ, Προποντίδος τὲ καὶ Ἑλλησπόντου· ὃ καὶ ἑτέροις ἔδοξεν, ὡς ἤδη προγέγραπται. Καὶ οὕτω μὲν Πάριοι κτίσαι τὴν Θάσον λέγονται. Τινὲς δὲ ἀνάπαλιν τὸ Πάριον ἀπὸ τῆς Θάσου εἶπον ἀποικισθῆναι. Ἀρριανὸς δέ φησι καὶ ὅτι Θάσος ἀπὸ Θάσου καλεῖται, Ποσειδῶνος υἱοῦ· καὶ ὅτι ἐκαλεῖτό ποτε καὶ Χρυσῆ νῆσος διὰ τὰ χρυσᾶ μέταλλα, ὧν καὶ Ἡρόδοτος μέμνηται, λέγων ὅτι προσόδους εἶχον μεγάλας οἱ Θάσιοι, καὶ μέταλλα χρυσᾶ Σκαπτῆς ὕλης. Ἀνεῦρον δὲ αὐτὰ Φοίνικες οἱ κτίσαντες τὴν νῆσον μετὰ Θάσου τοῦ Φοίνικος, ἐξ οὗ ἔχει καὶ τοὔνομα. Εἶχε δὲ ἱερὸν Ἡρακλέους ἡ Θάσος, ὑπὸ τῶν αὐτῶν Φοινίκων ἱδρυθὲν, οἳ πλεύσαντες κατὰ ζήτησιν τῆς Εὐρώπης τὴν Θάσον ἔκτισαν. Καὶ ταῦτα μὲν περὶ Θάσου. Ὅρα δὲ ὅτι φιλοτιμότερον ἐνταῦθα ὁ ποιητὴς ἀγλαϊζόμενος ἐφ᾽ ἑκάστῃ τῶν νήσων ἐπιθέτῳ χρῆται, καὶ τὴν μὲν Μάκριν, ὃ ἔστι τὴν Εὔβοιαν, Ἀβαντιάδα λέγει, ἀπὸ τοῦ ἐν αὐτῇ ἔθνους τῶν Ἀβάντων, Θρᾳκίου ἔθνους, ὥς φησιν Ἀρριανὸς, κληθέντος οὕτως ἀπό τινος Ἀργείου υἱοῦ Ποσειδῶνος Ἄβαντος. Τούτους ὁ Ὅμηρος κομᾶν τε τὰ ὄπισθέν φησι τῷ Θρᾳκίῳ νόμῳ καὶ μεγαθύμους ὀνομάζει. Τὴν δὲ Σκῦρον ὁ Διονύσιος ἠνεμόεσσαν καλεῖ, τὴν Πεπάρηθον αἰπεινὴν, τὴν Λῆμνον κραναὸν πέδον Ἡφαίστου, ἀκολούθως Ὁμήρῳ, διὰ τοὺς ἐκεῖ ποτε τοῦ πυρὸς κρατῆρας. Διὸ καὶ πόλεων περὶ αὐτὴν δύο οὐσῶν, ἡ μία Ἡφαιστία ἐλέγετο. Λέγονται δὲ καὶ ταύτην Πελασγοί ποτε οἰκῆσαι, οἱ ἐκ τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξελαθέντες ὡς ἄδικοι καὶ ἅρπαγες. Τὴν δὲ Θάσον ὠγυγίην λέγει καὶ Δήμητρος δὲ ἀκτὴν διὰ τὸ εὔδαιμον τῆς νήσου καὶ εὔκαρπον· ὅπου καὶ εἰς παροιμίαν ἔπεσε τὸ Θάσος ἀγαθῶν, ὡς εἴ τις εἴποι δάσος. Καίτοι τινὲς Δάτος ἀγαθῶν τὴν τοιαύτην παροιμίαν γράφουσι, περὶ ἧς πρὸ ὀλίγου γέγραπται. Ὅρα δὲ ἐνταῦθα καὶ ὅπως τῶν ἄλλων ποιητῶν τὸ Δήμητρος ἀκτή λαμβανόντων ἀντὶ τοῦ δωρεά, οὗτος ἀντὶ τοῦ τόπος καὶ τέμενος ἔλαβεν. Ἔτι δὲ κἀκεῖνα περὶ τῶν εἰρημένων νήσων ἰστέον· ὅτι Εὔβοια νῆσος μία τῶν ὑμνουμένων ἑπτὰ, ἡ καὶ Μάκρις ὀνομασθεῖσα διὰ τὸ τῆς θέσεως ἐπίμηκες· οὕτω γάρ πως παραμήκης ἐκτέταται. Διὸ καὶ δέδωκε τῷ Κωμικῷ λαβὴν σκώμματος ἐν τῷ ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους· ὡς τῶν Ἀθηναίων ἐπιτεινάντων ποτὲ τοὺς φόρους αὐτῇ. Κλίνεται δὲ ἡ Μάκρις [317 M.] αὕτη διὰ καθαροῦ τοῦ ο. Διὸ καὶ ὁ νησιώτης αὐτῆς Μακριεύς. ῏Ην δὲ καὶ αἰγιαλὸς οὕτω καλούμενος, κλινόμενος δὲ διὰ τοῦ δ· ἐλέγετο δὲ Μάκρις καὶ τῶν Κυκλάδων μία, ἡ Ἴκαρος, ἀφ᾽ ἧς νομίζουσί τινες εἰρῆσθαι καὶ τὸ Ἰκάριον πέλαγος. Ἡ δὲ Σκῦρος τὴν κλῆσιν ταύτην ἔχει, διὰ τὸ τῆς νήσου ταύτης σκληρὸν καὶ οἷον σκυρῶδες, ἤτοι λιθῶδες. Σκύρος γὰρ ἡ λατύπη, ἤγουν τὰ ἐκπαλλόμενα λιθίδια ἐν τοῖς λαξεύμασι. Πρόκειται δὲ τῆς τῶν Μαγνήτων γῆς ἡ Σκῦρος αὕτη, ὥσπερ καὶ ἡ Πεπάρηθος. Θαυμασταὶ δὲ αἶγες αἱ Σκύριαι, καὶ μέταλλα δέ εἰσι ποικίλης λίθου Σκυρίας λεγομένης, καθὰ καὶ Καρυστίας. Ἡ δὲ Ἴμβρος Θρᾳκικὴ μέν ἐστι νῆσος, ἱερὰ Καβείρων καὶ αὐτή· ὄνομα δὲ δαιμόνων οἱ Κάβειροι. Ἐτιμᾶτο δὲ αὐτόθι καὶ Ἑρμῆς, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες, ὡς ἐν τοῖς Ἐθνικοῖς ἀναγράφεται· ὅθεν καὶ τάχα καὶ Ἴμβρος ἡ νῆσος παρονομάζεται. Ἡ δὲ Θρᾳκία Σάμος λέγεται μὲν καὶ Σαμοθράκη συνθέτως, καλεῖται δὲ οὕτως πρὸς διαστολὴν τῆς ἑτέρας Σάμου τῆς Ἰωνικῆς. Μέμνηται δὲ ταύτης καὶ Ὅμηρος. Ἐλέγετο δέ ποτε Δαρδανία διὰ τὸν Δάρδανον, ὃς ἐν τῷ κατακλυσμῷ διεπορθμεύθη ἐκεῖθεν εἰς τοὺς Τρωικοὺς τόπους. Ῥηθήσεται δὲ περὶ τῆς Σάμου ταύτης καὶ κατωτέρω. Καὶ τοιαῦτα μὲν, ὡς εἴρηται, τὰ τῶν τοιούτων νήσων ἐπίθετα. Τὴν δὲ Σάμον τὴν Θρᾳκικὴν Κυρβάντιον ἤτοι Κορυβάντιον ἄστυ λέγει, διὰ τὰ ἐκεῖ Κορυβάντων ἤτοι Κυρβάντων μυστήρια, ὧν καὶ Λυκόφρων μέμνηται· ἀφ᾽ ὧν καὶ κορυβαντιᾶν τὸ μετὰ ἐκστάσεως ἐνθουσιᾶν. Ταῦτα ἐπιτροχάδην περὶ τῶν ἐν Αἰγαίῳ νήσων τῶν ἐξ ἀριστερῶν κειμένων τοῖς εἰσιοῦσι τὸν Ἑλλήσποντον, αἳ καὶ τῇ Εὐρώπῃ προσνέμονται, ὧν μία σὺν πολλαῖς ἄλλαις καὶ ἡ πρὸς τῇ Ἀττικῇ νῆσος, Ἑλένη καλουμένη, ἔνθα ἡ Ἑλένη ἀπέβη μετὰ τὴν Ἰλίου ἅλωσιν, ἢ καὶ πρὸ τούτου ὅτε ἡρπάγη. § 525-527. Ὅτι αἱ περὶ τὸ Αἰγαῖον πέλαγος δεξιαὶ νῆσοι τοῖς εἰσπλέουσι τὸν Ἑλλήσποντον τῇ Ἀσίᾳ προσκεχωρήκασιν, ὧν πρώτην ἐπέχουσι μοῖραν τῷ ἀπὸ Εὐρώπης εἰς Ἀσίαν διαβαίνοντι αἱ νῆσοι αἳ τὴν Δῆλον ἐκυκλώσαντο, καὶ δι᾽ αὐτὸ οὔνομα Κυκλάδες εἰσί. Καὶ ἔστι τοῦτο ἐτυμολογία τοῦ ὀνόματος τῶν Κυκλάδων. Ἄδεται δὲ πάνυ ἐν ταῖς ἱστορίαις ἡ Δῆλος, ὡς Ἀπόλλωνος [318 M.] ἱερὰ, οὗ καὶ μαντεῖον ἦν ἐκεῖ περιφανές. Ἐκαλεῖτο δέ ποτε καὶ Ὀρτυγία, ὡς ὁ Γεωγράφος φησί. Καὶ ἡ μυθικὴ αἰτία κεῖται παρὰ Λυκόφρονι. Οὐκ ἐξῆν δὲ, φασὶν, οὔτε θάπτειν αὐτόθι νεκρὸν, οὔτε καίειν, οὔτε κύνα τρέφειν. Ἀρριανὸς δὲ περὶ ταύτης φησὶν, ὅτι Δῆλος ἡ πάλαι πλωτὴ οὖσα ἔστη, ὅτε ἡ Λητὼ ἐπέβη αὐτῆς διδύμους ἔχουσα παῖδας. Καὶ ἄλλοι δὲ συντερατευόμενοι αὐτῷ φασι Δῆλον αὐτὴν κληθῆναι, διότι φερομένη ποτὲ ὑπὸ θάλασσαν ἀνέσχεν ὕστερον κάτωθεν, ὡς καὶ ἄλλαι τινὲς, καὶ ἐξ ἀδήλου βάσεως ἐρριζώθη στηριχθεῖσα. Ταῦτα δὲ οὕτως ἐπλάσθη διὰ τὸ συχνά ποτε κατά τινας τὴν νῆσον ταύτην σείεσθαι. Διὸ καὶ χωρίον ἦν τι περὶ αὐτὴν ὁ Τρέμων καλούμενος. Ὁ μέντοι θρυλούμενος χρησμὸς ἐναντιοῦται τούτοις τοῖς λόγοις, ὁ λέγων ὅτι Κινήσω καὶ Δῆλον ἀκίνητόν περ ἐοῦσαν. Λέγεται γὰρ ὅτι ὁπηνίκα ὁ τοῦ Δαρείου στρατηγὸς Δάτις τριακόσια τάλαντα λιβανωτοῦ ἐθυμίασεν ἐν τῷ βωμῷ τοῦ Δηλίου Ἀπόλλωνος καὶ ἀνέπλευσε, τότε ἡ Δῆλος ἐκινήθη πρῶτα καὶ ὕστατα, τὸ πρὶν οὖσα ἀκίνητος. Φασὶ δὲ οἱ παλαιοὶ τὰς Κυκλάδας πλείους εἶναι τῶν δώδεκα, ὧν εἰσιν ἡ Κύθνος, ἀφ᾽ ἧς ὁ Κύθνιος λέγεται τυρὸς, ἐξ ἧς καὶ ζωγράφος ὄνομα ἔχων ὁ Κυδίας. Ἡ Πάρος, ἐξ ἧς παροιμία τὸ ἀνεπαρίασαν, ἤγουν μετεμελήθησαν. Ἐψεύσαντο γάρ ποτε ἐκ μεταμέλου οἱ Πάριοι τὰς εἰρηνικὰς ὁμολογίας, ἃς ἔθεντο πρὸς τὸν Μιλτιάδην, ὡς ἐλπίσαντές ποθεν συμμαχίαν ἐν κενοῖς. Ἡ Ἀμοργὸς, ἐξ ἧς Σιμωνίδης ὁ ἰαμβοποιὸς, Ἀμοργῖνος ἐντεῦθεν λεγόμενος προπερισπωμένως, τύπῳ ἐθνικῷ· τὸ δὲ Ἀμόργινος προπαροξυτόνως χιτῶνος ἐπίθετον ἀπὸ χρώματος ἴσως ἐλαιοχρόου τινός· ἀμόργη γὰρ ἡ τοῦ ἐλαίου ὑποστάθμη, ὃ ἔστιν ὁ τρυγίας. Παυσανίας δὲ, οὗ τὸ Ἀττικὸν λεξικὸν, ἄλλο τι ἐμφαίνει, λέγων· ἀμοργὸς ὅμοιον βύσσῳ· καὶ ὅτι ἀμοργὶς κυρίως ἡ λινοκαλάμη, ἐξ ἧς ἐνδύματα Ἀμόργινα λεγόμενα, ὡς ὁ Κωμικὸς ἐν Λυσιστράτῃ δηλοῖ. Ἡ Δῆλος, οὕτω λεγομένη ἢ διὰ τὴν θρυλουμένην μυθώδη αἰτίαν, ὅτι ὑπὸ θάλασσαν, ὡς ἐρρέθη, οὖσα πρώην, ὕστερον φανεῖσα ἐδηλώθη, ἢ διὰ τὰς ἐν αὐτῇ μαντείας, ἐξ ὧν ἐδηλοῦτο τὰ δυσεύρετα. Ἡ Τῆνος ἀπό τινος οὕτω κληθεῖσα Τήνου ἀνδρός· ἦν δὲ σκοροδοφόρος γῆ αὕτη, ὡς καὶ ἡ κωμῳδία δηλοῖ, Τηνίων μεμνημένη σκορόδων· ὕδασι κατάρρυτος, διὸ καὶ Ὕδρουσα ἐκλήθη, κρήνην [319 M.] ἔχουσα, ἧς τὸ ὕδωρ οἴνῳ οὐ μίσγεται. Καὶ φιάλιον δὲ λέγεταί ποτε ἐν αὐτῇ ἀνακεῖσθαι, σύγκραμα ἔχον, ἐξ οὗ πάνυ ῥᾳδίως πῦρ ἀνήπτετο. Ἡ Ἴος ἡ κατὰ χρησμὸν Ὁμήρου μητρὶς, ἤγουν ὅθεν ἦν ἡ Ὁμήρου μήτηρ· καὶ ὅρα τὸ μητρίς, ἐξ ὁμοιότητος τοῦ πατρίς. Ἡ Σέριφος, ἥτις οὕτω πετρώδης ἐστὶν, ὥστε κωμῳδεῖται ὑπὸ τῆς Γοργόνος τοῦτο παθεῖν, ὡς τοῦ Περσέως αὐτόθι τραφέντος, καὶ τὴν τῆς Γοργόνος δῆθεν ἐκεῖ κομίσαντος κεφαλὴν, δι᾽ ἧς τοὺς ἐκεῖ ἀπελίθωσεν. Ἴωνες δὲ ἀπὸ Ἀθηνῶν οἱ Σερίφιοι, καθὰ καὶ οἱ Σίφνιοι, ὡς Ἡρόδοτος ἱστορεῖ. Ἡ Μύκονος, ἐν ᾗ λέγονται κεῖσθαι οἱ τῶν Γιγάντων ὑγιεινότατοι, ἀναιρεθέντες ὑφ᾽ Ἡρακλέους. ὅθεν ἐπὶ τῶν οὐκ εὖ παθόντων μιᾷ ψήφῳ, ἤγουν ἐπὶ τῶν μιᾷ δίκῃ καταδικασθέντων λέγεται τὸ πάνθ᾽ ὑπὸ μίαν Μύκονον, ἤγουν πάντα ὁμοῦ ὑπὸ μίαν βλάβην ἢ καταδίκην. Ἐπιχωριάζει δὲ τοῖς Μυκονίοις φαλάκρωσις, διὸ καὶ οἱ φαλακροὶ Μυκόνιοι λέγονται. Ἡ Νίσυρος, ἧς καὶ Ὅμηρος μέμνηται, οὕτω καλουμένη ἀπὸ τοῦ νέω καὶ τοῦ σύρω, διότι ἀποκοπεῖσα τῆς νήσου τῆς Κῶ τῇ τοῦ Ποσειδῶνος τριαίνῃ ἐπεσύρη τῷ γίγαντι Πολυβώτῃ νέοντι, ὃ ἔστιν νηχομένῳ. Αὕτη δὲ τῶν Σποράδων νήσων οὖσα κατά τινας, πετρώδης ἐστὶ λίθου μυλίου. Γίνεται δὲ καὶ οἶνος χρηστὸς ὁ Νισύριος. Ἡ Σῦρος, ἣν ὁ Ποιητὴς Συρίην καλεῖ ἐν Ὀδυσσείᾳ, ἥτις μηκύνει κατὰ τὸν Γεωγράφον, ἤγουν ἐκτείνει τὴν πρώτην συλλαβὴν, τουτέστι τὴν ἄρχουσαν. Ἡ Σίφνος περὶ τὸ Κρητικὸν πέλαγος, ἀφ᾽ ἧς ὁ Σίφνιος ἀστράγαλος δι᾽ εὐτέλειαν. Λέγονται δέ ποτε ἀκμάζειν τοῖς πράγμασιν οἱ Σίφνιοι, καὶ πλουτεῖν μάλιστα, διὰ τὸ χρυσᾶ καὶ ἀργυρᾶ ἐν τῇ νήσῳ εἶναι μέταλλα. Κυκλὰς δὲ καὶ ἡ Ἄνδρος, ἀπὸ Ἄνδρου τινὸς οὕτω κληθεῖσα. Ἀλλὰ καὶ ἡ Νάξος, λεγομένη οὕτως ἀπὸ Νάξου Καρῶν ἡγεμόνος· ἢ παρὰ τὸ νάξαι, ὃ ἔστι θῦσαι, διὰ θυσίας ἴσως ἐξαιρέτους τινὰς ἐκεῖ γινομένας. Ἡρόδοτος δὲ καὶ περὶ Σικελίαν Ναξίους τινὰς ἱστορεῖ, λέγων καὶ ὅτι ἡ Κυκλὰς αὕτη Νάξος μεγέθει μὲν οὐ μεγάλη ἐστὶν, ἄλλως δὲ καλή τε καὶ ἀγαθὴ, ἀγχοῦ τῆς Ἰωνίας, χρήματα ἔχουσα πολλά. Ἐγένετο δέ ποτε αὐτοῖς καὶ ὀκτακισχιλία ἀσπὶς καὶ πλοῖα μακρὰ πολλά. § 527-529. Ὅτι αἱ Κυκλάδες ἔαρος γλυκεροῦ νέον ἱσταμένου ἢ ἀρχομένου, ὅτε ἐν ὄρεσιν ἀνθρώπων ἀπάνευθε κύει [320 M.] λιγύφθογγος ἀηδὼν, χοροὺς ἀνάγουσι τῷ Ἀπόλλωνι, οὓς καὶ ῥύσια λέγει, ὡς ῥύσεως χάριν καὶ ἐπὶ σωτηρίᾳ γινομένους. Καίτοι κυρίως ῥύσια, ὡς καὶ ἐν τῇ Ἰλιάδι φαίνεται, τὰ ἐξ ἐπιδρομῆς ὁπλιτικῆς καὶ ἑλκυσμοῦ λαμβανόμενα εἰς ἐνέχυρον, ἀπὸ τοῦ ῥύω τὸ ἑλκύω ἐτυμολογούμενα· καταχρηστικῶς δέ ποτε καὶ ἐπὶ ἁπλῶς ἐνεχύρου ἡ λέξις λαμβάνεται. Ὁ μέντοι Διονύσιος κατὰ δριμύτητα ῥητορικὴν συνήθη αὐτῷ ἐπὶ δώρων σωτηρίων τὴν λέξιν εἴληφεν, ἅπερ μᾶλλον σῶστρα λεχθήσονται, καθάπερ λύτρα τὰ ὑπὲρ αἰχμαλώτων διδόμενα. § 530-532. Ὅτι ὥσπερ αἱ Κυκλάδες, οὕτω καὶ αἱ Σποράδες ἐν τῷ Αἰγαίῳ εἰσὶ πελάγει, ἃς ἡ τῆς περιηγήσεως πινακογραφία οὐκ ἔχει. Ἔστι δὲ τῶν Σποράδων ἡ Νικασία, πλησίον τῆς Νάξου· ἡ Θήρα, ἐξ ἧς ἀποικία Λακώνων εἰς Κυρήνην ἐστάλη, καθὰ καὶ Πίνδαρος ἱστορεῖ· ἐν ταύτῃ οὔτε τοὺς ἐτῶν πεντήκοντα θνήσκοντας ἐθρηνοῦν, οὔτε τοὺς ἑπταετεῖς, εἰ θάνοιεν· ἡ Μῆλος περὶ τὸ Κρητικὸν πέλαγος, ἀπό τινος ἀνδρὸς Μήλου κληθεῖσα κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν· εἰς ταύτην Ἀθηναῖοί ποτε πέμψαντες στρατείαν ἡβηδὸν τοὺς ἐνοικοῦντας ἀπέσφαξαν. Ἄλλοι δὲ Κυκλάδα τὴν Μῆλόν φασιν ὁμώνυμον ἔχουσαν πόλιν, ὅθεν ἦν Διαγόρας ὁ Μήλιος ὁ ἐπ᾽ ἀσεβείᾳ κωμῳδούμενος. Τῶν Σποράδων ἔστι καὶ ἡ Πάτμος περὶ τὸ Ἰκάριον πέλαγος, καὶ ἡ περὶ τὸ Καρπάθιον Ἀστυπάλαια, ναὶ μὴν καὶ ἡ Κίμωλος περὶ Κρήτην, ἐξ ἧς ἡ Κιμωλία γῆς, ἐπιτηδεία εἰς νίτρου κατασκευὴν, ὡς καὶ ὁ Κωμικὸς λέγει. Καὶ ἡ Λέρος δὲ μία τῶν Σποράδων ἐστὶ περὶ τὴν Καρίαν, ἧς οἱ ἔποικοι κακοήθεις, ὡς δηλοῖ Φωκυλίδης, λέγων· Λέριοι κακοὶ, οὐχ ὁ μὲν, ὃς δ᾽ οὔ· πάντες πλὴν Προκλέους· καὶ Προκλέης Λέριος. Σπορὰς δὲ καὶ ἡ πρὸς τῇ Ῥόδῳ Δονουσία, ἥτις παραφθορὰν, φασὶν, ἔπαθεν· οἱονεὶ γὰρ Διονυσία τίς ἐστιν, ἐπεὶ Διόνυσος τὴν Ἀριάδνην εἰς αὐτὴν ἐκ τῆς Νάξου ἤγαγεν, Μίνωος τοῦ πατρὸς διώκοντος αὐτήν. Εἰσὶ δὲ καὶ ἄλλαι [321 M.] Σποράδες, ἃς, ὡς ἐρρέθη, ὁ τῆς κοσμογραφίας πίναξ οὐκ ἔχει, ὧν τινες καὶ τὴν Τῆνόν φασιν, ἥτις ἀνωτέρω Κυκλὰς ἐλέγετο. Ἐοίκασι δὲ ἀργιλώδεις αἱ Σποράδες εἶναι, ἤγουν λευκόγειοι. Διὸ καί φησι Διονύσιος ὅτι παμφαίνουσιν, οἷον ὅτε ἀνεφέλου ἀέρος ὄντος τὰ ἄστρα φαίνεται, ὑγρὰ νέφη βιασαμένου ἀρκτώου βορέου. Τοῦτο δὲ μάλιστα εἶπε διὰ τὸ ἀργιλῶδες καὶ λευκὸν τῆς αὐτόθι γῆς, ὡς εἴρηται. Σποράδες δὲ λέγονται τάχα μὲν καὶ δι᾽ ἄλλας αἰτίας, μάλιστα δὲ πρὸς ἀντιδιαστολὴν τῶν Κυκλάδων· οὐ γὰρ κατ᾽ αὐτὰς ὡρισμένον ἔχουσι τόπον, ἀλλ᾽ οἷον διεσπαρμέναι εἰσὶ πολλαχοῦ, ὅπου γε Σποράδα τινὲς καὶ τὴν ἔνδον τοῦ Ἑλλησπόντου εἶπον Προκόννησον· κατὰ δέ τινας διὰ τὸ πολυπληθὲς καὶ πυκνὸν Σποράδες νῆσοι καλοῦνται· εἴποις γὰρ ἂν, φασὶ, κατεσπάρθαι οἷον αὐτάς. Εἰσὶ δὲ τῶν Σποράδων καὶ αἱ παρὰ τῷ Λυκόφρονι Καλύδναι ὧν μία ἰδίως Καλύδνα καλεῖται, ἀφ᾽ ἧς καὶ αἱ λοιπαὶ παρακείμεναι τὴν αὐτὴν κλῆσιν ἔλαχον. Ἔχει δὲ αὕτη μέλι τὸ Καλύδνιον ἀστεῖον καὶ τῷ Ἀττικῷ ἐνάμιλλον. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας καὶ τὸ μέλι Καλύμνιον λέγει, καὶ τὰς νήσους ταύτας Καλύμνας, διὰ τοῦ μ. Τὸ δὲ ὑγρὰ νέφη βιασαμένου βορέου ἐξήγησις οἷόν ἐστι τοῦ παρ᾽ Ὁμήρῳ αἰθρηγενέτου βορέαο. Ὁ γὰρ τὰ νέφη βιαζόμενος αἰθρίαν ποιεῖ, καὶ διὰ τοῦτο αἰθρηγενέτης ἐστί. Σημείωσαι δὲ ὅτι καὶ ἐν Ἀραβίᾳ κόλπος τις εἶναι λέγεται, νήσους ἔχων Σποράδας. § 533-535. Ὅτι μετὰ τὰς Σποράδας νήσους αἱ Ἰωνίδες εἰσὶ, τουτέστιν αἱ ὑπὸ τοὺς Ἴωνας, οἷον ἡ Καῦνος, ἣν Ἡρωδιανὸς ἐν τῇ Καθόλου προσῳδίᾳ ὀξύνει. Ἔτι δὲ καὶ ἡ Σάμος, ἣν ἱμερόεσσαν τὲ ὁ Διονύσιος λέγει καὶ Πελασγίδα δὲ, ὡς ἀπό τινων Πελασγῶν, ἀφ᾽ ὧν καὶ ῞Ηρα ἐκεῖ Πελασγία τιμᾶται. Ἰστέον δὲ ὅτι καὶ πόλις ἐστὶ Καρίας λεγομένη Καῦνος, ἀπό τινος Καύνου ἀνδρὸς, οὗ ἐρασθεῖσα ἡ ἀδελφὴ Βυβλὶς ἀπήγξατο· ὅθεν καὶ ὁ παρὰ τῇ παροιμίᾳ Καύνιος ἔρως, ἐπὶ τῶν ἀθέσμως ἐρώντων ἢ καὶ ἐπὶ τῶν βλαβέντων ἐφ᾽ οἷς ἀθέσμως ἠράσθησαν. Ἔστι δὲ νοσώδης ἡ τοιαύτη, διὰ τὸ τοῦ ἀέρος οὐκ ἀγαθὸν, ἔν τε θέρει καὶ μετοπώρῳ διὰ τὰ καύματα καὶ τὴν τῶν ὡραίων καρπῶν ἀφθονίαν. Ἔνθα τοὺς οἰκοῦντας χλωροὺς ἰδὼν Στρατόνικος ὁ ὑμνούμενος ἀστεῖος κιθαρῳδὸς ἔφη, οἵηπερ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν. Αἰτιαθεὶς δὲ διότι σκώπτει τὴν πόλιν διὰ τὰς νόσους, ἔτι πλέον ἀστεϊσάμενος ἔφη, Καὶ πῶς ἂν ἐγὼ νοσερὸν εἴποιμι τόπον, ἔνθα καὶ οἱ νεκροὶ περιπατοῦσιν; Ἡ δὲ Σάμος αὕτη ἡ Ἰωνικὴ πάνυ εὐτύχησέ ποτε, ὡς καὶ παροιμιασθῆναι, γάλα ὀρνίθων φέρειν αὐτήν. Τυραννηθεῖσα δὲ ἐπειράθη δυστυχίας ἄκρας, λειπανδρήσασα [322 M.] διὰ Συλοσῶντα τὸν τύραννον, ἄρξαντα πικρῶς. Ὅθεν καὶ παροιμία, ἕκητι Συλοσῶντος εὐρυχωρία. Ὁ μέντοι τοῦ Συλοσῶντος ἀδελφὸς Πολυκράτης οὐ φαύλως ἐτυράννησε· γενόμενος δὲ εὐτυχέστατος, ὕστερον ἐκρεμάσθη ὑπὸ Περσῶν. Οὗτος ἦν ὁ τὸν δακτύλιον ῥίψας εἰς θάλασσαν, ὃν αὖθις διὰ τοῦ καταπιόντος ἰχθύος ἀπέλαβε. Περὶ δὲ οἴνους, ὡς λέγεται, οὐ πάνυ εὐτυχὴς ἦν, ὠνομάσθη δέ ποτε καὶ Μελάμφυλλος καὶ Ἀνθεμὶς καὶ Παρθενία δὲ ἀπὸ ποταμοῦ Παρθενίου. Ἐν ταύτῃ τῇ Σάμῳ καὶ ὄρος ὑψηλὸν λέγεται εἰς πεντήκοντα καὶ ἑκατὸν ὀργυιὰς, οὗ κάτωθεν ὄρυγμα, ὥς φησιν Ἡρόδοτος, πολυστάδιον, δι᾽ οὗ ὕδωρ ὀχετευόμενον διὰ σωλήνων παρεγένετο εἰς τὴν πόλιν ἀπὸ μεγάλων πηγῶν, οὗ ἀρχιτέκτων Εὐπαλῖνος ὁ Μεγαρεύς. ῏Ην δὲ, φησὶν, αὐτόθι καὶ ναὸς μέγιστος, οὗ ἀρχιτέκτων Ῥοῖκος, ἀνὴρ ἐπιχώριος. Ταύτης ὁ πολίτης Σάμιος· ὁ μέντοι τῆς ἐν Κεφαλληνίᾳ Σάμου πολίτης Σαμαῖος, διότι ἐκείνη καὶ Σάμη λέγεται, καθὰ καὶ παρ᾽ Ὁμήρῳ εὕρηται. Ἰστέον δὲ ὅτι Ἰωνικὴν τὴν ῥηθεῖσαν Σάμον φαμὲν, ὡς ἂν ἀντιδιαστέλλοιτο τῇ τε Ὁμηρικῇ Κεφαλληνικῇ Σάμῳ καὶ τῇ προειρημένῃ δὲ Θρᾳκίᾳ Σάμῳ, τῇ οὕτω κληθείσῃ διὰ τὸ ὕψος· σάμοι γάρ, φασι, τὰ ὕψη. Ὅτι δὲ εἰς πολὺ ἐξήρετο ὕψος, δῆλον ἐκ τοῦ καὶ τὸν Ποιητὴν εἰπεῖν, ἐξ αὐτῆς τήν τε Ἴδην φαίνεσθαι πᾶσαν καὶ τὰ κατὰ τὴν Τροίαν. Οἱ δέ φασιν ὅτι Σάμος λέγεται ἡ Θρᾳκία, οἱονεὶ Σάος τις, καὶ κατὰ πλεονασμὸν τοῦ μ Σάμος, ἀπὸ Σαΐων, ἔθνους παλαιοῦ οἰκήσαντος αὐτὴν, οὗ μέμνηται καὶ Ἀρχίλοχος, ὁμολογῶν ἄχραντον τὴν αὐτοῦ ἀσπίδα ἐν φυγῇ πολέμου ῥῖψαι παρ᾽ αὐτοῖς. Καὶ ἡ Χίος δὲ τῶν Ἰώνων ἐστὶ νῆσος, ἔχουσα πόλιν εὐλίμενον, ὡς ὁ Γεωγράφος φησὶ, καὶ ναύσταθμον ὀγδοήκοντα ναυσὶ, καὶ ἄλσος φοινίκων· ἧς ὁ περίπλους σταδίων ἐννεακοσίων. Ταύτης οἰκισταὶ Πελασγοί. Ἐνταῦθα ὄρος τὸ Πελινναῖον Ἱστορεῖται δὲ ἐν Χίῳ πρῶτον μέλανα οἶνον γενέσθαι, καὶ πρώτους τοὺς ἐκεῖ θεράπουσι χρήσασθαι, οὕτω καλουμένοις κατὰ ἰδίαν τινὰ κλῆσιν δουλευτικὴν ἢ δουλικήν· ὡς καὶ οἱ Λακεδαιμόνιοι ἐχρήσαντό ποτε Εἵλωσι, καὶ Μακεδόνες Πενέσταις, καὶ Ἀργεῖοι Γυμνησίοις, καὶ Σικυώνιοι Κορυνηφόροις, καὶ Κρῆτες Μνωΐταις καὶ Ἰταλιῶται Πελασγοῖς. Ὥστε κατὰ τὴν ἱστορίαν ταύτην δουλικὰ παρὰ τοῖς παλαιοῖς ὀνόματα εἶναι τοὺς Εἵλωτας, τοὺς Πενέστας, τοὺς Γυμνησίους, τοὺς Κορυνηφόρους, τοὺς Μνωΐτας, τοὺς Πελασγοὺς, τοὺς Θεράποντας. Ἄλλοι δὲ Κρητικὴν λέξιν τῶν θεραπόντων εἶπον εἶναι, ὡς τῶν Κρητῶν τὸν ὁπλοφόρον δοῦλον λεγόντων θεράποντα. § 536-537. Ὅτι ἐκεῖθεν, ἤτοι μετὰ τὰς Ἰωνικὰς νήσους, ἀναφαίνονται νῆσοι Αἰολίδες, Λέσβος τὲ εὐρύχορος καὶ [323 M.] Τένεδος ἱμερτή. Μητρόπολις δὲ τῶν Αἰολικῶν πόλεων ἡ Λέσβος, περίμετρον ἔχουσα χιλίων ἑκατὸν σταδίων, μεταποιουμένη τῆς τοῦ Ὀρφέως κεφαλῆς. Ἐκεῖ γάρ φασι μετὰ θάνατον αὐτὴν λαλοῦσαν προσενεχθῆναι. Τοῦτο δὲ ἐμυθεύθη διὰ τὸ ἀρίστους ἐκεῖ καὶ μετὰ Ὀρφέα γενέσθαι ἄνδρας λογίους, ὧν ἦν καὶ Ἀρίων ὁ Μηθυμναῖος καὶ Πιττακὸς καὶ ὁ ποιητὴς Ἀλκαῖος καὶ ἡ Σαπφὼ, θαυμαστόν τί, φασι, γυναικὸς χρῆμα, πρὸς ἣν οὐδεμία γυνὴ ἐνάμιλλος εἰς ποίησιν. ῏Ην δὲ πεντάπολις ἡ Λέσβος, μίαν ἔχουσα τῶν πέντε τὴν Λέσβον, ἀφ᾽ ἧς ἡ ὅλη νῆσος Λέσβος ἐλέγετο, ἐκ τοῦ μέρους λαχοῦσα τοὔνομα· ὥσπερ καὶ νῦν Μυτιλήνη λέγεται ἡ αὐτὴ ἀπὸ πόλεως ὁμωνύμου μιᾶς ἐκείνων τῶν πέντε. Τῷ δὲ αὐτῷ λόγῳ καὶ Λυκόφρων αὐτὴν Ἴσσαν ἐκάλεσε· μία γὰρ καὶ ἡ Ἴσσα τῆς αὐτῆς πενταπόλεως. Ἡ δὲ Τένεδος περίμετρον μὲν ἔχει σταδίων ὀγδοήκοντα, τῆς ἠπείρου δὲ ἀπέχει οὐ πλείους τῶν τεσσαράκοντα· εἶχε δὲ καὶ πόλιν Αἰολίδα καὶ λιμένας δύο καὶ Σμινθέως ἱερὸν Ἀπόλλωνος. Παράκεινται δὲ αὐτῇ αἱ ῥηθεῖσαι ἀνωτέρω Καλύδναι δύο νῆσοι. Ἐκαλεῖτο δέ ποτε, φασί, καὶ αὐτὴ Καλύδνα. Ἐκλήθη δέ ποτε καὶ Λεύκοφρυς. Διὰ δὲ τὸν Τένην, οὗ γέγονεν ἕδος ὣς βασιλεύσαντος ἐν αὐτῇ, ἐπεκράτησε Τένεδον καλεῖσθαι αὐτήν. Ὅντινα Τένην διαβολὴ μὲν μητρυιᾶς Φιλονόμης ἢ Πολυβοίας συγκατέρριψε διὰ τοῦ πατρὸς Κύκνου εἰς θάλασσαν τῇ ἀδελφῇ Λευκοθέᾳ, ἐγκλείσασα λάρνακι. Ἡ δὲ δίκη περισωσαμένη τῆς νήσου βασιλέα κατέστησεν. ῏Ην δὲ ἡ τῆς μητρυιᾶς διαβολὴ πρὸς τὸν Κύκνον ἐρωτικὴ, ὅτι δηλαδὴ ὁ Τένης ἐβιάζετο αὐτήν· καίτοι αὐτὴ οὕτως εἰς τὸν Τένην ἐποίησεν. Ἀπὸ ταύτης ἐπὶ τῶν αὐστηρὰ ψηφιζομένων ᾄδεται παροιμία, Τενέδιος ἀνήρ. Λέγεται γάρ ποτε τοῖς ἐπὶ μεγάλῳ κακῷ αὐτόθι δικαζομένοις πελεκηφόρον ἐφεστάναι ἄνδρα, ὃν ἔδει τῷ ἑαλωκότι τοῦ ἐγκλήματος πληγὴν εὐθὺς ἐπιθεῖναι θανάσιμον. § 538-540. Ὅτι ἐκεῖ που περὶ τὴν Τένεδον ὁ Μέλας κόλπος ἐφ᾽ Ἑλλήσποντον ἵησιν, ἀφρὸν ἐρευγόμενος· τὴν κλῆσιν ἔχων ἀπὸ ποταμοῦ Μέλανος, τοῦ καὶ ἄνω ῥηθέντος, ἐκδιδόντος εἰς αὐτόν· ἢ καὶ διὰ τὸ τοῦ βάθους πολύ. Συνάπτει γὰρ τῷ Αἰγαίῳ, ὃν βαθὺν πόρον φθάσας ἔφη ὁ Διονύσιος. Κόλπος δὲ Μέλας ἐστὶν, ὡς οἱ ἀκριβέστεροι λέγουσιν, οἷς φαίνεται καὶ ὁ Διονύσιος ἐπακολουθῶν, περὶ ὃν καὶ ἡ Αἶνος κεῖται, πόλις Αἰολική. Φασὶ γὰρ ὅτι ἐν τῷ Μέλανι κόλπῳ ἡ Αἶνος [324 M.] πρὸς τῇ ἐκβολῇ τοῦ Ἕβρου. Οἱ δὲ περὶ Κύζικον καὶ Προκόνησον τὸν Μέλανα κόλπον τιθέμενοι δοκοῦσιν ἀμάρτυρα λαλεῖν, εἰ μὴ ἄρα ἔκ τινος χωρίου βοηθοῦνται, κειμένου ἐν τοῖς τοῦ Ὀππιανοῦ Ἁλιευτικοῖς, ὅπου περὶ τῆς τῶν πηλαμύδων ἄγρας ἐκεῖνός φησι. Καὶ Ἡρόδοτος δέ φησι· Μέλας ποταμὸς, ἐξ οὗ ὁ κόλπος ὁ πρὸς τῇ Αἴνῳ. Λέγεται δὲ οὗτος μὴ ἐξαρκέσαι τῷ Περσικῷ στρατῷ, ὅτε ὁ Ξέρξης εἰς τὴν Εὐρώπην διέβη, ἀλλὰ ἐκλιπεῖν πινόμενος. Οὕτω δὲ καὶ ὁ Σκάμανδρος οὐκ ἀντέσχε τὸ ὕδωρ· καὶ ὁ Λίσσος δὲ ποταμὸς Θρᾳκικὸς οὐκ ἀπέχρησεν, ἀλλὰ προέδωκε τὸ ῥεῖθρον, ὥς φησιν ὁ γλυκὺς Ἡρόδοτος. § 541-548. Ὅτι ἀντικρὺ τοῦ βορείου ποταμοῦ Βορυσθένους τοῦ περὶ τὰ σκαιὰ τοῦ Εὐξείνου πόντου ἐκβάλλοντος πελαγία ἐστὶ νῆσος ἡρώων πολυώνυμος, Ἀχιλλέως ἱερὰ, ὅπου ἀντιπέραν καὶ ὁ προρρηθεὶς αὐτοῦ παρώνυμος Δρόμος Ἀχίλλειος. Τὴν δὲ νῆσον ταύτην φησὶ Λευκὴν καλεῖσθαι κατὰ ἐπωνυμίαν, ὃ ἔστι φερωνύμως, ἐπειδὴ τὰ ἐν αὐτῇ κινώπετα, ἤγουν θηρία ὀρνέων, τουτέστιν ὄρνεα, λευκὰ εἰσί· τυχὸν μὲν λάροι, κατὰ δέ τινας πελαργοί. Κινώπετα δέ ἐστιν, ὧν ἡ κίνησις ἐν τῷ πέτεσθαι. Ἀσυνήθης δὲ ἡ λέξις. Ἐκεῖ δὲ, φησὶ, φήμη ἐστὶν Ἀχιλλέως τὲ καὶ ἡρώων ἑλίσσεσθαι ψυχὰς ἐρημαίας ἀνὰ βήσσας· ὥστε νῆσος Ἡρώων λέγεται ἡ Λευκὴ αὕτη νῆσος, ὥσπερ νῆσοι Μακάρων αἱ ἐν τῷ ἑσπερίῳ ὑμνούμεναι ὠκεανῷ. Καὶ τοῦτο, φησὶ, δῶρον τοῖς ἀριστεῦσιν ἀντ᾽ ἀρετῆς, ἤγουν τοῦτο ἔλαχον οἱ ἥρωες γέρας ἀντὶ ἀρετῆς, τὸ ἀθύρειν μετὰ ῥᾳστώνης ἐν τῇ ῥηθείσῃ νήσῳ. Εἶτα ἐπιπλέκει γνωμικὸν προτρεπτικὸν εἰς ἀρετὴν, καί φησιν· ἀρετὴ γὰρ ἀκήρατον ἔλαχε τιμήν, τουτέστιν ἀθάνατόν ἐστι καλὸν ἡ ἀρετὴ καὶ οὐ συναπολήγει τῷ σώματι. Δεῖ δὲ εἰδέναι ὅτι σπανιώτατόν ἐστι τὸ τῆς γνώμης καλὸν παρὰ τῷ Διονυσίῳ. Τούτου δὲ αἴτιον, ὅτι μὴ δίδωσιν αὐτῷ ἡ τῆς πραγματείας ὕλη συχνὰ γνωματεύεσθαι. § 549-553. Ὅτι ἐντὸς τῆς Μαιώτιδος νῆσος ἀπειρεσίη ἐστήρικται, ἣν καλοῦσι Ταυρικὴν, ἐν ᾗ Φαιναγόρα καὶ Ἑρμώνασσα, Ἰώνων ἄποικοι πόλεις, ὧν ἡγήσατο Φαιναγόρας τις καὶ Ἕρμων, ἀφ᾽ ὧν οἱ τόποι καλοῦνται. Ἀρριανὸς δὲ οὕτω φησί· Φαιναγόρεια, ἣν ἔκτισε Φαιναγόρας ὁ Τήιος, φεύγων τὴν τῶν Περσῶν ὕβριν. Ἔτι δὲ Ἑρμώνασσα ἐπὶ Ἑρμωνάσσῃ τῇ γυναικὶ Σημάνδρου Μυτιληναίου τινὸς, οὗ τινας τῶν Αἰολέων εἰς ἀποικίαν μεταστήσαντος καὶ θανόντος ἐν τῷ τῆς πόλεως [325 M.] οἰκισμῷ, ἡ γυνὴ τῆς τε πόλεως ἐγκρατὴς ἐγένετο, καὶ τὸ ἑαυτῆς ὄνομα τῆ πόλει ἐπέθετο. Τὸ δὲ στόμα τῆς Μαιώτιδος Κιμμερικὸς λέγεται Βόσπορος, περὶ οὗ προεγράφη, ἔνθα τὸ τοῦ πορθμοῦ στενότατον στάδια εἴκοσι. Πολεμισταὶ δέ εἰσιν οἱ περὶ τὴν Μαιῶτιν, καὶ γεωργοὶ, καὶ μετά γε τὸ Σκυθῶν ἔθνος πάντων ἀλκιμώτατοι· καὶ ἀπ᾽ αὐτῶν ἡ κλῆσίς ἐστι τῇ Μαιώτιδι, καθά τινες λέγουσι. Φασὶ δὲ καὶ πάντας τοὺς ἐφεξῆς αὐτοῖς Σκύθας πάλαι ποτὲ σιτοφάγους εἶναι καὶ ἀροτῆρας, μεταβαλόντας δὲ γενέσθαι νομάδας, ἀλλοκότους τὲ καὶ ἀπόλιδας, διὰ τὴν ἐν τοῖς μετὰ ταῦτα ῥηθησομένην αἰτίαν. § 554-556. Ὅτι λέγων κατὰ σχῆμα συμπληρώσεως ὁ Διονύσιος, αἵδε μὲν ἀνθρώποις εὐκλεεῖς νῆσοι, ὁμολογεῖ πάλιν τὴν παχυμερῆ περιήγησιν. Καὶ καινὸν οὐδὲν, ὅπου καὶ ὁ πλατύτατος Γεωγράφος ἑκών φησι παραλείπειν πολλά· τὸ γὰρ πάντα λεπτοτομεῖν χωρογραφίας ἐστὶν ἴδιον, ὡς καὶ ἐν προοιμίοις εἴπομεν. Ἐρεῖ δὲ ὅτι καὶ τῶν νήσων αἳ περὶ τὸν ὠκεανὸν ἐστεφάνωνται τὰς περισήμους περιηγήσεται. Ἄρξεται δὲ καὶ ἐπὶ τούτων ἀπὸ Λιβύης, ἀρχὴν κἀνταῦθα ταύτην ποιούμενος, καὶ οὕτω πρεσβεῖον οἷον τιμῆς τῷ ἑαυτοῦ ἔθνει περιποιούμενος. § 557. Ὅτι κατὰ μεταφορὰν τολμηροτέραν καὶ ποιητῇ πρέπουσαν σφυρὸν, ἤγουν πόδα, ἀνέμου λέγει τὴν βάσιν, ὃ ἔστι τὸν τόπον καὶ τὴν θέσιν ὅθεν πνέει. Τὸ δὲ κυρίως σφυρὸν διερμηνεύων Ἀριστοτέλης φησί· τῆς κνήμης διοστέου οὔσης τὸ μὲν πρόσθιον ἀντικνήμιον λέγεται, τὸ δὲ ὀπίσθιον γαστροκνημία, τὸ δὲ ἔσχατον ἀντικνημίου σφυρόν. Λέγει δὲ καὶ ὅτι τῶν σφυρῶν ἑκάτερον ἐκ πλαγίων τῶν δεξιῶν καὶ ἀριστερῶν κάμπτεται. § 558-561. Ὅτι Ἐρύθεια ἡ τοῦ Γηρυόνου νῆσος περὶ τὸ χεῦμά ἐστι τοῦ Ἄτλαντος, ἤτοι περὶ τὸ Ἀτλαντικὸν πέλαγος. Καὶ ὅρα ὅτι τὸ πέλαγος Ἄτλαντα εἶπεν, ὁμωνύμως τῷ ἥρωι, ἐξ οὗ αὐτὸ παρωνόμασται. Ταύτην τὴν νῆσον βουτρόφον ἐπωνόμασε διὰ τὴν περιουσίαν τῶν βοῶν αἳ ἦσαν τῷ Γηρυόνῃ, ἐν ᾗ Αἰθίοπες Μακροβίων υἱοὶ, περὶ ὧν προείρηται, οἳ μετὰ τὸν Γηρυόνου, φησὶ, θάνατον ᾤκησαν τὴν νῆσον. Αὐτοῦ γὰρ ζῶντος ἀοίκητος ἦν τοῖς ἄλλοις διὰ τὸ ἐκείνου κακόξενον. Ἄδεται δὲ Ἡρακλῆς εἰς αὐτὴν πλεύσας χαλκῷ λέβητι, ὅτε καὶ τὰς Γηρυονείους ἀπήλασε βοῦς [326 M.] χαλκείῃ ἀκάτῳ βουπληθέος ἐξ Ἐρυθείης, ὡς ὁ Εὐφορίων λέγεται ἱστορεῖν. Ὁμοίως καὶ ὁ Ἐφέσιος Ἀλέξανδρος, εἰπών· χαλκείῳ δὲ λέβητι μέγαν διενήξατο πόντον. Τάχα δὲ ὁ μὲν ῥηθεὶς λέβης πλοίου εἶδος ἦν, ᾧ καὶ ὁ λῃστρικὸς λέμβος ἔοικε παρηχεῖσθαι κατὰ παρωνομασίαν τινά. Τὸ δὲ τούτου χάλκεον συγκρότησίν τινα χαλκοῦ δηλοῖ ἐπ᾽ αὐτῷ, ὡς εἴ γε τυχὸν χαλκέμβολον ἦν, ἢ παράσημά τινα ὡς εἰκὸς ἐκ τοιαύτης εἶχεν ὕλης περὶ τὰ κατὰ πρύμναν ἢ κατὰ πρώραν. Ἰστέον δὲ ὅτι ὁ Ἀρριανὸς δοξάζων τὸν Τύριον Ἡρακλέα τοῖς περὶ τὰ Γάδειρα τόποις ἐπιφοιτῆσαι, λέγει ὅτι κατὰ τὸν λογοποιὸν Ἑκαταῖον ὁ Γηρυόνης, ἐφ᾽ ὃν ὁ Ἀργεῖος Ἡρακλῆς ἐστάλη, οὐδέν τι προσήκει τῇ γῇ τῶν Ἰβήρων, ἤγουν οὐκ ἦν ἐξ Ἰβηρίας, ἀλλὰ τῆς ἠπείρου τῆς περὶ Ἀμπρακίαν βασιλεὺς ἐγένετο, καὶ ἐκ τῆς ἠπείρου ταύτης ἀπήλασεν ὁ Ἡρακλῆς τὰς βόας, οὐδὲ τοῦτο φαῦλον ἆθλον τιθέμενος. Οἶδα δὲ, φησὶν, ἐγὼ καὶ εἰς τοῦτο ἔτι τὴν ἤπειρον ταύτην εὔβοτον, καὶ βοῦς τρέφουσαν καλλίστας. Καὶ ταῦτα μὲν οὕτω. Τοὺς δὲ ἐν Ἐρυθείᾳ Αἰθίοπας μακροβίους μὲν ὁ Διονύσιος λέγει, πρὸς ἀντιδιαστολὴν τῶν ἀκριδοφάγων Αἰθιόπων, οἳ βραχύβιοί εἰσι, σπανίως ὑπερτιθέντες ἔτη τεσσαράκοντα κατὰ τὸν Γεωγράφον, ὡς ἀποθηριουμένης αὐτῶν τῆς σαρκός· θεουδέας δὲ ἐπονομάζει καὶ ἀμύμονας διὰ δικαιοσύνην, ὡς τῶν ἄλλων ἑσπερίων ἀδίκων ὄντων. Ἰστέον δὲ ὅτι μακροβίους καί τινας τῶν Ὑπερβορείων ἱστοροῦσί τινες. Ἄλλοι δὲ νῆσον Ἐρύθειαν εἶπον αὐτὰ τὰ Γάδειρα, τῷ Διονυσίῳ οὐ συντρέχοντες· οἱ δὲ νῆσόν τινα Ἐρύθειαν εἶπον παραβεβλημένην τοῖς Γαδείροις, πορθμῷ σταδιαίῳ διειργομένην. Ἐνόμισαν δὲ τοῦτο οἷα τὸ εὔβοτον ὁρῶντες τῆς τοιαύτης νήσου, ἔνθα τῶν προβάτων γάλα ὀρρὸν οὐ ποιεῖ, ἀλλὰ καὶ τυροποιοῦσι πολλῷ ὕδατι μίξαντες διὰ τὴν πιότητα. Καὶ ἐν τριάκοντα δέ φασιν ἡμέραις αὐτόθι πνίγεται τὸ ζῶον, εἰ μή τις ἀποσχάσει τι τοῦ αἵματος. Πλούσιος δὲ ὁ Γηρυόνης ὥσπερ κατὰ τὰς βόας, οὕτω καὶ κατὰ τὸ ὄνομα· λέγεται γὰρ καὶ Γηρυὼν καὶ Γηρυόνης καὶ Γηρυονεύς. § 561-564. Ὅτι κατὰ τὴν ἱερὰν ἄκραν τὴν κατὰ τοὺς ἀφνειοὺς Ἴβηρας, ὃ ἔστι κατὰ τὸ οὕτω λεγόμενον ἱερὸν ἀκρωτήριον, ὃ καὶ κάραν Εὐρώπης ἄλλοι φασίν, αἱ Κασσιτερίδες εἰσὶ δέκα νῆσοι ἐγγὺς ἀλλήλων, πρὸς ἄρκτον κείμεναι, ἃς ὁ Διονύσιος ἑσπερίδας καλεῖ διὰ τὸν τόπον τῆς θέσεως· δυτικαὶ γάρ εἰσιν· ὅθεν, φησὶ, κασσιτέροιο γενέθλη, διὸ καὶ Κασσιτερίδες λέγονται. [327 M.] Οὐκ ἐπιπολῆς δὲ, φασὶν, ὁ κασσίτερος, ἀλλ᾽ ὀρυττόμενος εὑρίσκεται. Τούτων τῶν δέκα νήσων μία ἔρημος, τὰς δ᾽ ἄλλας οἰκοῦσι μελάγχλαινοι ἄνθρωποι ποδήρεις ἐνδεδυκότες χιτῶνας, ἐζωσμένοι τὰ στέρνα, μετὰ ῥάβδων περιπατοῦντες, ὅμοιοι ταῖς τραγικαῖς Ποιναῖς, ὥς φασιν οἱ παλαιοί. Ἡρόδοτος δέ φησιν ὅτι οὐκ οἶδα νήσους Κασσιτερίδας, ἐξ ὧν ὁ κασσίτερος ἡμῖν φοιτᾷ. § 565. Ὅτι πρὸς βορρᾶν, ἔνθα Ῥῆνος ὑστατίαν εἰς ὠκεανὸν ἀπερεύγεται δίνην, αἱ Βρετανίδες εἰσὶ δύο νῆσοι, Ἰουερνία καὶ Ἀλουΐων, ἤτοι Ἰβερνία καὶ Ἀλβίων, Βρετανίδες δι᾽ ἑνὸς τ παρὰ τούτῳ τῷ ποιητῇ γραφόμεναι· ὧν μέγεθος περιώσιον, ὅπερ καὶ ἐπὶ τῆς Κρήτης εἶπεν, οὐδέ τις ἄλλη νήσοις ἐν πάσαις ἰσοφαρίζει, ὃ ἔστιν ἐξισοῦται αὐταῖς καὶ τὸ ἴσον φέρεται· αἷς καὶ συγκρίνων τὰς ἐκεῖ νήσους τῶν Ἀμνιτῶν νησῖδας ἐν ὑποκορισμῷ καλεῖ. Ἔνθα, φησὶν, αἱ γυναῖκες τῶν ἀγαυῶν Ἀμνιτῶν ἀντιπέραθεν ἐρχόμεναι τελοῦσιν ἱερὰ τῷ Βάκχῳ κατὰ νόμον ἐννύχιαι, στεψάμεναι κισσοῦ μελαμφύλλου κορύμβοις· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή. Λέγει δὲ κισσὸν μελάμφυλλον τὸν δασὺν, ὡς μελανίαν τοῖς φύλλοις παρέχοντα. Οὕτω δὲ καὶ ἐν τῷ μέλαν δρυὸς ἀμφικεάσσας παρ᾽ Ὁμήρῳ δρυὸς μέλαν τινὲς εἶπον τὴν τῶν φύλλων περιττότητα καὶ τὴν πύκνωσιν, ἀφ᾽ ἧς τὸ τῆς σκιᾶς μέλαν γίνεται, ὡς καὶ πρὸ τούτων γέγραπται. Κόρυμβοι δὲ νῦν οἱ βοτρυώδεις λέγονται καρποὶ τοῦ κισσοῦ. Ὅτι δὲ καὶ ἐπὶ ἐξοχῆς ὀρεινῆς ἡ λέξις κεῖται, δῆλον. Φησὶ γὰρ Ἡρόδοτος οἱ μὲν ἔφυγον ἐπὶ τοῦ ὄρους τὸν κόρυμβον. Τὸ δὲ παταγή, κοινότερον μὲν ὀξύνεται, ὡς τὸ ἀλαλαγή, ὁ δὲ Ἡρωδιανὸς βαρύνει αὐτὸ, λέγων ὅτι οὐκ ἐκ τοῦ πατάσσω γίνεται, ὠξύνετο γὰρ ἂν ὡς τὸ ἀλαλαγή, ἀλλ᾽ ἀπὸ τοῦ πάταγος, οὗ τὸ θηλυκόν φησιν ἡ πατάγη. Καὶ ταῦτα μὲν τοιαῦτα. Φασὶ δὲ νῆσον ὠκεανίαν εἶναι μικρὰν, οὐ πάνυ πελαγίαν, ἣν οἰκοῦσι γυναῖκες Ἀμνιτῶν Διονύσῳ κατεχόμεναι. Οὐκ ἐπιβαίνει δὲ ἀνὴρ τῆς νήσου, ἀλλ᾽ αὐταὶ πλέουσι πρὸς τοὺς ἄνδρας, καὶ κοινωνοῦσαι αὐτοῖς ἐπανέρχονται. Εἶτα συγκρίνων ῥητορικῶς ταῦτα τὰ ἱερὰ πρὸς ἄλλα ὅμοιά φησιν, οὐχ οὕτως οἱ Ἀψίνθιοι Θρᾷκες, οὐδ᾽ οὕτως οἱ Ἰνδοὶ μελανδίνην ἀνὰ ποταμὸν Γάγγην κῶμον, ἤγουν κωμαστικὴν ἑορτὴν ἄγουσι τῷ Διονύσῳ, ὡς αἱ νησιώτιδες αὗται γυναῖκες ἀνευάζουσι, τουτέστιν ὑμνοῦσι τὸν Εὔιον Διόνυσον, εὐοῖ εὐᾶν ἀνακράζουσαι, ταῦτα δὴ τὰ ἐπὶ Διονύσῳ ἐνθουσιαστικὰ ἐπιφωνήματα. Λόγος γὰρ τὰς τῶν Ἀμνιτῶν γυναῖκας δι᾽ ὅλης νυκτὸς [328 M.] ἐξαλλομένας χορεύειν, ὥστε ἐν τούτῳ καὶ τοὺς Θρᾷκας εἴκειν αὐταῖς καὶ τοὺς Ἰνδοὺς, καίτοι καὶ αὐτοὺς κατόχους ὄντας τῷ Διονύσῳ, καὶ πάνυ ὀργιάζοντας αὐτῷ. Ὁ δὲ Γεωγράφος καὶ ἱερὸν εἶναι λέγει ταῖς γυναιξὶ τῶν Ἀμνιτῶν, ὅπερ κατ᾽ ἐνιαυτὸν ἀποστεγάζουσαι αὐθημερὸν πάλιν πρὸ δύσεως ἡλίου στεγάζουσιν, ἑκάστης φορτίον ἐπιφερούσης, ὅπερ ἐὰν ἐκπέσῃ, διασπῶσι μανιωδῶς τὴν φέρουσαν. Ἰστέον δὲ ὅτι ἐννύχια τῷ Διονύσῳ ἐτελοῦντο τὰ μυστήρια, πρὸς αἴνιγμα τοῦ δεῖν τοὺς πίνοντας ἐπικρύπτειν τὸν οἶνον, καὶ μὴ ἐς προὖπτον ἀσχημονεῖν κωμάζοντας· ἢ καὶ διὰ τὴν σπουδὴν τοῦ ταμιεύεσθαι τὸν οἶνον καὶ κρύπτεσθαι ὡς εἰς παλαίωσιν. Διὸ καὶ Οἰκουρὸς Διόνυσος ἐλέγετο. Τὸ δὲ ἔθνος οἱ Ἀψίνθιοι ἀπὸ ποταμοῦ ἐοίκασι κεκλῆσθαι Ἀψίνθου. Φησὶ γὰρ ὁ Διονύσιος, Θρήικος ἐπ᾽ ᾐόσιν Ἀψίνθου. Διχῆ δὲ γράφεται, καὶ διὰ τοῦ υ καὶ διὰ τοῦ ι· ὡς καὶ τὸ ἀψίνθιον τὸ φυτὸν, καθά φασιν οἱ παλαιοί. Τὸ δὲ εὐοῖ εὐᾶν ἀναφωνήσεις ἦσαν, ὡς εἴρηται, εἰς τὸν Διόνυσον ὑμνητήριοι, περὶ ὧν μετ᾽ ὀλίγα ἐν τῷ περὶ Καμαριτῶν λόγῳ ῥηθήσεται. Ὁ δὲ Διόνυσος Εἰραφιώτης μὲν καλεῖται ἢ παρὰ τὸ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ Διὸς, ἢ παρὰ τὸ ἔριν φαίνειν· πατὴρ γὰρ ἔριδος οἶνος ὑπὲρ μέτρον πινόμενος. Ἐρίβρομος δὲ καὶ ἐριβρεμέτης ἢ διὰ τὰς τῶν μεθυόντων κραυγὰς, διὸ καὶ Βάκχος ὡς ἀπὸ τοῦ βάζειν λέγεται, προσληφθέντος τοῦ κ στοιχείου διὰ πλείονα τραχύτητα φωνῆς, ἢ διὰ τὸν βρόμον, ὃν ὁ γλευκάζων οἶνος ποιεῖ πνευματούμενος καὶ ζέων. Καὶ οὕτω μὲν καὶ ταῦτα. Τὴν δὲ μεγίστην Βρεττανικὴν νῆσον οἱ παλαιοὶ τρίγωνον ἱστοροῦσιν εἶναι τῷ σχήματι, εἰς ἣν διαίρων, ἤγουν ἀποπλέων, Καῖσαρ ὁ ἐπιλεγόμενος θεὸς νύκτωρ ἀνήχθη, καὶ τῇ ὑστεραίᾳ κατῆρε περὶ τετάρτην ὥραν, τριακοσίους σταδίους διάπλου τελέσας. Δὶς δὲ, φασὶ, διαβὰς ἐκεῖ ἐπανῆλθε διαταχέων, οὐδὲν μέγα διαπραξάμενος, οὐδὲ προελθὼν ἐπὶ πολὺ τῆς νήσου, ἀλλὰ δύο μὲν ἢ τρεῖς νίκας νικήσας, ἀπολέσας δὲ πλοῖα πολλὰ διὰ τὴν αὔξησιν τῶν ἐν τῷ ὠκεανῷ πλημμυρίδων καὶ τῶν ἀμπώτεων. § 568. Ὅτι τὸ μέγεθος τῶν Βρεττανίδων νήσων, ἃς ἄλλοι, ὡς προερρέθη, διὰ τοῦ π Πρεττανίδας καλοῦσιν, οὐ μόνον ὁ Διονύσιος ἐνέφηνεν, ὡς ἀνωτέρω ἐρρέθη, ἀλλὰ δηλοῖ καὶ ὁ Πτολεμαῖος ἐν τῇ γεωγραφικῇ ὑφηγήσει, λέγων ὅτι τῶν νήσων πρωτεύει ἡ Ἰνδικὴ Ταπροβάνη μεγέθει καὶ δόξῃ, μεθ᾽ ἣν ἡ Βρεττανικὴ, τρίτη ἡ Χρυσῆ χερρόνησος, τετάρτη ἑτέρα Βρεττανῶν [329 M.] ἡ Ἰουερνία, πέμπτη Πελοπόννησος, Σικελία μετ᾽ αὐτὴν ἕκτη, ἑβδόμη Σαρδὼ, ὀγδόη Κύρνος, Κρήτη ἐννάτη· ἐπὶ δὲ ταύταις ἡ Κύπρος οὖσα δεκάτη γίνεται τοῦ καταλόγου κορωνίς. Καὶ Πτολεμαῖος μὲν οὕτως εἰς δεκάδα κορυφοῖ τὰς μεγίστας νήσους, συναριθμῶν αὐταῖς καὶ δύο χερρονήσους, ὡς ἂν, οἶμαι, τὴν δεκάδα σεμνύνῃ. Ἕτεροι δὲ, ὡς καὶ ἄνω που ἐλαλήθη, εἰς ἑπτὰ συνάγουσιν αὐτὰς καὶ μόνας, γράφοντες οὕτως ἐμμέτρως· Τῶν ἑπτὰ νήσων, ἃς ἔδειξεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μὲν, ὡς λόγος, πρώτη μεγίστη, δευτέρα Σαρδὼ, τρίτη Κύρνος, τετάρτη δ᾽ ἡ Διὸς Κρήτη τροφός, Εὔβοια πέμπτη στενοφυὴς, ἕκτη Κύπρος, Λέσβος δὲ τάξιν ἐσχάτην λαχοῦσ᾽ ἔχει. § 580-586. Ὅτι μετὰ τὰς Βρεττανίδας πολὺ πρὸς τὰ βόρεια ἡ Θούλη νῆσος, ἧς πολὺς ὁ ἐκτοπισμός· ἀρκτικωτάτη γὰρ τῶν ὀνομαζομένων τίθεται. Ἔνθα, φησὶν, ἤματα ὁμοῦ καὶ νύκτας ἀειφανὲς ἐκκέχυται πῦρ, ὁπηνίκα ἥλιος βεβήκοι ἐς πόλον ἄρκτων, ἐν καρκίνῳ γενόμενος. Ἀλλὰ τοῦτο μὲν ὑπερβολικὸν τὸ ἀδιάδοχον ἐν τῷ τοιούτῳ καιρῷ εἶναι τὴν ἡμέραν ἐκεῖ. Ἐκεῖνο δὲ καὶ ἐπὶ πλέον ἐκπίπτει ὑπερβολῆς, ὃ δή τινες ἱστόρησαν, τὸ τὸν μὲν θερινὸν ὅλον ὑπὲρ γῆς εἶναι αὐτόθι, τὸν δὲ χειμερινὸν ὑπὸ γῆν, ὡς ἐντεῦθεν τὸν ἐνιαυτὸν ἐν τῷ ἐκεῖ κλίματι μερίζεσθαι εἰς ἡμερονύκτιον ἓν, ἤγουν εἰς μίαν ἡμέραν καὶ εἰς μίαν νύκτα· καθὰ καὶ Ἡρόδοτος περὶ τῶν Κιμμερίων λέγων φησὶ μὴ ἐνδέχεσθαι ἀνθρώπους εἶναι, οἳ τὴν ἑξάμηνον νύκτα καθεύδουσιν. Φασὶ δὲ ἄλλοι ἐπὶ τὰς ἄρκτους ἐλθόντα τὸν ἥλιον ποιεῖν παρατείνειν τὴν ἡμέραν ἐκεῖ καὶ εἰς εἴκοσι θερινὰς ὥρας καὶ εἰς πλεῖόν τι, ὀλιγίστων ὡρῶν ποιοῦντα τὴν νύκτα, χειμῶνος δὲ τὸ ἀνάπαλιν. Αἰτίαν δὲ λέγει ὁ Διονύσιος τοῦ ἐκεῖ ἀειφανοῦς φωτὸς τὸ λοξοτέρᾳ τηνικαῦτα τὸν ἥλιον ἐπιστρέφεσθαι στροφάλιγγι, τουτέστι τὸ λοξότερον ἀναφέρεσθαι τὸν ἥλιον, καὶ δι᾽ αὐτὸ ἐμβραδύνειν τοῖς ἄνω. Τὸ δὲ ἑξῆς ἐπαγόμενον τὸ ἀκτίνων ἰθεῖαν ἐπὶ κλίσιν ἐρχομένων, ἀντὶ τοῦ κατευθὺ τῆς νήσου φερομένου τοῦ ἡλίου, καὶ εἰς αὐτὴν οἷον ἀφορῶντος. Καὶ ἔστι τὸ σχῆμα ῥητορικὸν ἀντίθετον, ἀντιτεθέντος τοῦ λοξοῦ τῇ εὐθύτητι, ὡς ἐὰν εἴπῃ ὅτι λοξοτέρου μὲν ἄλλως φύσει τοῦ ἡλίου στρεφομένου, κατ᾽ εὐθὺ δὲ ὅμως τηνικαῦτα ὄντος τῇ νήσῳ. [330 M.] Ποιεῖ δὲ, φησὶ, τοῦτο ὁ ἥλιος, ἕως ἐπὶ κυανέους ἄνδρας νοτίαν ὁδὸν αὖθις ἐλάσῃ, τουτέστιν ἐπιμήκης ἡ ἡμέρα γίνεται τοῖς περὶ τὸν βόρειον πόλον, ἕως εἰς τὸ ἀντικείμενον νότιον ἡμικύκλιον ἢ ἡμισφαίριον τραπῇ ὁ ἥλιος. Τούτους γὰρ λέγεσθαί φασι κυανέους, δηλονότι τοὺς πρὸς τῷ νοτίῳ μέρει Αἰθίοπας, εἰς οὓς καὶ ὁ Ζεὺς ἥλιος ἀποδημεῖν ποτε παρὰ τῷ Ποιητῇ πλάττεται. Τὸ δὲ ἐξ πόλον ἄρκτων ἀντὶ τοῦ περὶ τὸν ἀρκτῷον πόλον, ἤγουν κύκλον τοῦ οὐρανοῦ, περὶ ὃν αἱ δύο ἄρκτοι εἰλοῦνται. § 589-590. Ὅτι πρὸς τοῖς ἑῴοις τοῦ ὠκεανοῦ ἐστιν ἡ Χρυσῆ νῆσος, λεγομένη οὕτως ἢ διὰ τὸ χρυσὸν φέρειν κατά τινας, ἢ κατὰ τὸν Διονύσιον διότι αὐτόθι ἀνατολαὶ καθαροῦ φαείνονται ἠελίοιο, καὶ οὕτω διὰ τὸ καθαρὸν τῆς φαύσεως χρυσοῦς εἶναί πως δοκεῖ ὁ ἥλιος, οὐ μὴν σκυθρωπὸς, καθὰ παρὰ Σκύθαις διὰ τὴν τοῦ Κρονίου πόντου συννέφειαν. Καὶ διὰ τοῦτο Χρυσῆ λέγεται καὶ ἡ ὑπ᾽ αὐτῷ λαμπομένη αὕτη νῆσος. § 591. Ὅτι ἡ Ταπροβάνη ποτὲ Σαλικὴ ὀνομασθεῖσα νῆσός ἐστι πελαγία, οὐκ ἐλάττων τῆς Βρεττανικῆς, κατὰ τὴν ἱστορίαν, τετράπλευρος, θηρονόμος, πεπληθυῖα εὐρίνων ἐλεφάντων, ὥς φησιν Ἀλέξανδρος ὁ καὶ Λύχνος ἐπιλεγόμενος· ταύτην τὴν νῆσον ὁ Διονύσιος μητέρα φησὶν ἐλεφάντων Ἀσιηγενέων. Λέγει δὲ αὐτὴν καὶ Κωλιάδος νῆσον μεγάλην, ὃ ἔστιν Ἀφροδίτης, ὁποία καὶ ἡ Κύπρος, διὰ τὸ καὶ τοὺς ἐν τῇ Ταπροβάνῃ ἀνθρώπους γυναικείῳ κόσμῳ φαιδρύνεσθαι, ἄλλως τὲ τὰ εἰς Ἀφροδίτην θρυπτομένους, ἔτι δὲ καὶ ἐμπλεκομένους τὰς τρίχας. Ἱστορεῖ δὲ καὶ τὸν καρκίνον τὸ θερινὸν ζώδιον ὑπὲρ αὐτῆς δινεῖσθαι τῆς νήσου, οὐρανίαις ἀειρόμενον στροφάδεσσιν, ὡς τοῦ ἐκεῖ κλίματος ὑπὸ τὸν καρκίνον κειμένου. Πτολεμαῖος μέντοι τὸν κριὸν τὸ ζώδιον ὑπὲρ αὐτῆς εἰλεῖσθαί φησι. Σημείωσαι δὲ ὅτι κατὰ λόγον δριμύτητος, ἤτοι γλυκύτητος, στροφάδας οὗτος νῦν εἶπε τὰς τοῦ ἀστέρος τοῦ καρκίνου κατ᾽ οὐρανὸν στροφάλιγγας καὶ κινήσεις. Ἡ δὲ κοινὴ χρῆσις ὄνομα νήσων ἔχει τὰς Στροφάδας περὶ τὸ Σικελικὸν κειμένων πέλαγος. Κωλιὰς δὲ ἡ Ἀφροδίτη ἢ ἀπὸ τόπου Ἀττικοῦ, ὅπου τὰ Περσικὰ συνέπεσον ναυάγια, περὶ ὧν χρησμὸς τοιοῦτος ἐξέπεσε· Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖς φρίξουσιν. Ὁ δὲ τοιοῦτος Ἀττικὸς τόπος ὅμοιός ἐστι, φασὶν, ἀνθρώπου κώλῳ. δηλαδὴ τῷ κατὰ τοὺς πόδας, ἐκκείμενος εἰς θάλασσαν, ἔχων Ἀφροδίτης ἱερὸν, Κωλιάδος καλουμένης ἐκ τῆς τοῦ τόπου ὁμοιότητος. Ἕτεροι δὲ Κωλιάδα φασὶ κληθῆναι [331 M.] ἀπὸ τόπου εἰς ὃν ζώου κωλῆν ἀπέθετο ὄρνις ἔκ τινος θυσίας ἁρπάσας. Μέρος δὲ ποδὸς ἐμπροσθίου ἡ κωλῆ, καὶ περισπᾶται ἀπὸ συναιρέσεως, ὥσπερ γαλέα γαλῆ, οὕτω καὶ κωλέα κωλῆ. Οἱ δέ φασιν ὅτι Ἀθηναίους ἐληΐσαντό ποτε οἱ Τυρρηνοὶ, μεγάλα συνιστῶντες πειρατήρια. Γυνὴ δὲ Τυρρηνὶς διατεθεῖσα φιλίως περί τινα τῶν Ἀττικῶν αἰχμαλώτων ἀφῆκε λύσασα. Ὁ δὲ ἵδρυσε φυγὼν Κωλιάδος Ἀφροδίτης ἱερὸν, ὡς δι᾽ αὐτὴν τὰ κῶλα λυθείς. Αἴθωνα δὲ τὸν καρκίνον προσεῖπεν ἀντὶ τοῦ καυσοποιὸν, διὰ τὴν θερμότητα ἣν ὁ ἀὴρ πάσχει, ὄντος τοῦ ἡλίου ἐν τῷ τοιούτῳ θερινῷ ζωδίῳ. § 592. Ὅτι κεῖται καὶ ἐνταῦθα παρήχησις καινότροπος, ὁποῖαι πολλαὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηνται. Ἔστι δὲ τοιαύτη, στρεφθεὶς νοτίης προπάροιθε κολώνης, αἶψά τὲ Κωλιάδα ἐπὶ νῆσον ἵκοιο. Παρηχοῦνται γάρ πως ἡ κολώνη καὶ ἡ Κωλιάς. Τάχα δὲ οὐδὲ τοῦτο παρήχησις, ἀλλ᾽ οὕτω παρατυχὸν συνέπεσεν, οὐ περιεργασαμένου τοῦ ποιητοῦ. § 596. Ὅτι εὐρυτάτη τὸ μέγεθος ἡ Ταπροβάνη. Φησὶν οὖν καὶ ὁ Γεωγράφος· Ταπροβάνη πελαγία νῆσος μεγάλη, πολὺ τῆς ἠπείρου διέχουσα. Ἔχει δὲ κατὰ τὸν Διονύσιον καὶ κήτη πολλὰ ὄρεσιν ἠλιβάτοις ἐοικότα, οἷς ὑπὲρ ἄκρων νώτων τέτρηχεν, ὃ ἔστι τετράχυνται, μήκιστος ὁλκὸς ἀκάνθης· ὧν καὶ τὰ στόματα λυγρὰ λέγει, καὶ χάσμα οὕτω μέγα φησὶν αὐτοῖς εἶναι, ὡς πολλάκις καὶ νῆα σὺν αὐτοῖς ἀνδράσιν ὑφ᾽ ἓν καταβρῶξαι, ὃ ἔστι καταβροχθίσαι, καταπιεῖν. Ὀνοματοπεποίηται δὲ τὸ καταβρῶξαι, ὡς ἀπὸ τοῦ βρόχω ῥήματος, καὶ ἀπ᾽ αὐτοῦ ἔστι καὶ ὁ βρόχθος καὶ τὸ καταβροχθίζω ῥῆμα. Λέγει δὲ τὰ τοιαῦτα κήτη καὶ τέρατα καὶ βοτὰ πόντου Ἐρυθραίου, ἐν ᾧ καὶ ἡ νῆσος κεῖται. Μεγεθύνας δὲ αὐτὰ τῷ λόγῳ, ἐπάγει πάνυ ἐνδιαθέτως, ὡς οἷα φόβον παθὼν, ὅτι δυσμενέων παῖδες ἐκείνοις ἀντιάσειαν, ὃ ἔστιν ἐχθροὶ ἄνδρες πλανώμενοι περὶ θάλασσαν ἐντύχοιεν αὐτοῖς. Τούτου δὲ τοῦ σχήματος τῷ ἀνάπαλιν χρήσεται, ὅτε περὶ τῶν Μασσαγετῶν εἴπῃ, ὅτι μήτ᾽ αὐτὸς ἐγὼ, μήθ᾽ ὅστις ἑταῖρος αὐτοῖς ἐμπελάσοι· μάλα γὰρ κακόξενοι. Ἔμπαλιν γὰρ ἐσχημάτισται τοῦτο πρὸς ἐκεῖνο. Εἰ γὰρ καὶ ἄμφω ἐνδιαθέτως ἔχουσιν, ἀλλ᾽ ὅμως διαφέρουσι, καθὰ ἐνταῦθα μὲν ἐχθροῖς ἐπαρασάμενος ἀπώλειαν καταντᾷ σιωπηρῶς εἰς τὸ ὑπὲρ φίλων ἀπεύχεσθαι· φησὶ γάρ, δυσμενεῖς ἐμπελάσειαν αὐτοῖς, φίλοι δὲ δηλαδὴ οὔ· ἐν δὲ τῷ περὶ Μασσαγετῶν ἀνάπαλιν τὰ ὑπὲρ φίλων ἀπευξάμενος εἰς ἐχθροῦ ἀφορᾷ κατευχήν· λέγει γάρ· μήτ᾽ ἐγὼ, μήτε τις τῶν ἐμῶν ἐμπελάσοι τοῖς Μασσαγέταις, ἀλλ᾽ ἐχθρὸς δηλονότι ἐμπελάσοι αὐτοῖς. [332 M.] Σημείωσαι δὲ ὅτι οὗτος μὲν τὸ τέτρηχεν ἀντὶ τοῦ τετράχυνται εἶπε, παρ᾽ Ὁμήρῳ δὲ ἡ λέξις ἐπὶ τοῦ τεταράχθαι κεῖται ἐν τῷ τετρήχει δ᾽ ἀγορή. Ὅρα δὲ ὅτι ὁλκὸν ἀκάνθης εἶπεν, ὥστε πολυσήμαντον ὁ ὁλκὸς, ὡς καὶ πρὸ μικροῦ ἐφάνη. Ἄκανθαν δὲ λέγει οὐ τὸ τοῦ κήτους ὀστοῦν τὸ ἀναλογοῦν ῥάχει, ὃ κυριολεκτεῖται καὶ ἐπὶ ἰχθύων καὶ ὄφεων· ἀλλὰ νῦν ἄκανθαν ἔστι νοῆσαι τὰ ἐπιφαινόμενα ἔξω περὶ τὴν ῥάχιν κέντρα, καὶ ἐπανεστηκότα ὡς ἐν φραγμῷ αἱμασιᾶς. § 604-605. Ὅτι τοῖς ἀλιτροῖς ἐν ἁλὶ καὶ γαίῃ κακὰ μυρία θήκατο θεὸς, ἤγουν πανταχοῦ κακὰ τοῖς κακοῖς. Εἴπομεν δὲ καὶ ἀνωτέρω ὅτι πένεται γνωμῶν οὗτος ὁ ποιητὴς κατά τι κοινὸν ἔθος· ὀλίγον γὰρ αὐτῶν μέλει τοῖς τοπογράφοις. § 606-607. Ὅτι ἐν τῇ Καρμανίδι ἄκρᾳ νῆσος ἡ Ὤγυρις, καὶ ὅτι περὶ αὐτὴν τύμβος Ἐρυθραίου βασιλέως, ὃν ἄλλοι Ἐρύθραν φασὶ, γράφοντες· Ἀγχιβαθὴς δ᾽ ἄρα νῆσος ἁλὸς κατὰ βένθος Ἐρυθρῆς Ὤγυρις, ἔνθα δὲ τύμβος ἁλὸς μεδέοντος Ἐρύθρα κέκληται. Ἐξ αὐτοῦ δὲ καὶ ἡ θάλασσα κληθῆναι δοκεῖ, ὡς προεγράφη. Οἱ δὲ κατὰ ἐπίθετον ἐθνικὸν Ἐρυθραῖον βασιλέα τὸν Δηριάδην νοοῦσιν αὐτόθι τεθαμμένον, οὗ καὶ πρὸ τούτων ἐμνήσθημεν, ὃς Ἐρυθραῖος μὲν ἦν τῷ γένει, χρόνῳ δὲ ὕστερον εἰς Ἰνδοὺς ἐλθὼν ἀντέστη λαμπρῶς τῷ τοῦ Διὸς Διονύσῳ στρατευσαμένῳ κατὰ τῶν Ἰνδῶν. Ἡ δὲ Καρμανὶς Περσῶν ἐστιν ἐμπόριον. § 608-611. Ὅτι περὶ τὴν Περσίδα θάλασσαν βορεία νῆσος ἡ Ἴκαρος, ὁμώνυμος τῇ περὶ τὸ Αἰγαῖον πέλαγος, ἣν καὶ ἐπαναλαμβάνει διὰ τὸ ἔνδοξον. Τιμᾶται δὲ ἐν αὐτῇ πολυτελῶς Ταυροπόλος Ἀπόλλων ἢ Ἄρτεμις. Ἄλλοι δέ φασιν ὅτι ὁ Περσικὸς κόλπος μικρόν τι ἐλάττων Εὐξείνου ἐστὶν, ἐν ᾧ Ἴκαρος τὲ νῆσος καὶ Τύρος καὶ Ἄραδος, ὁμώνυμοι ταῖς Φοινικικαῖς. Ἰστέον δὲ ὅτι τὴν περὶ τὸ Αἰγαῖον πέλαγος ὁ Γεωγράφος τετρασυλλάβως Ἰκαρίαν λέγει, δοξάζων ἀπὸ τοῦ τοιούτου νησίου καὶ τὸ Ἰκάριον καλεῖσθαι πέλαγος· λέγων ὅτι καὶ ἔρημόν ἐστιν αὐτὴ νησίον, νομὰς ἔχον αἷς χρῶνται οἱ Σάμιοι. § 612-619. Ὅτι καὶ τὰς περὶ τὸν ὠκεανὸν νήσους, ὥσπερ καὶ τὰς ἄλλας, καθὰ προείρηται, παχυμερῶς ἐπιτρέχει, τὰς ἐπιφανεστέρας μόνας λόγῳ διδούς. Φησὶ γοῦν· τόσσαι μὲν εὐρύτεραι, ἄλλαι δὲ ἀπειρέσιαι· αἱ [333 M.] μὲν ὧδε, αἱ δὲ ἐκεῖ, καὶ ἄλλαι ἄλλοθι· αἱ μὲν ὑπ᾽ ἀνδρῶν οἰκούμεναι καὶ ἀγαθὸν ὅρμον ἔχουσαι, αἱ δὲ βαθύκρημνοι καὶ οὐ ναύταις ἑτοῖμαι· ὧν οὐδὲ ῥᾴδιόν, φησιν, αὑτῷ εἰπεῖν ὄνομα πασῶν.